Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς ἔχοντας τὰς εἰσακτοὺς παρθένους

Ἰωάννης ὁ Χρυσόστομος

Οι βιοτικές μέριμνες, η απρέπεια του οίκου και η στάση εντός της Εκκλησίας

Απόρριψη των προφάσεων περί εξυπηρέτησης των οικιακών αναγκών. Περιγράφονται οι πρακτικές δυσκολίες, η απρέπεια της ενασχόλησης με γυναικείες υποθέσεις και η προκλητική συμπεριφορά των συνοικούντων στους εκκλησιαστικούς χώρους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 8

Πάντα οὖν πράττωμεν, ὥστε μηδεμίαν γενέσθαι πρόφασιν σκανδάλου· ἀλλὰ κἂν ἀδίκως ἐγκαλῶσι πείθωμεν, καὶ διαλύωμεν τὰ ἐγκλήματα, καὶ μιμώμεθα τοὺς ἁγίους, οἳ τοσαύτην ἐποιοῦντο σπουδὴν καὶ τῆς τοῦ Θεοῦ δόξης καὶ τῆς αὑτῶν, διὰ τὴν τοῦ Θεοῦ. Μὴ δὴ πάντα ῥίψαντες ἁπλῶς καὶ καταπατήσαντες ἀρκεῖν ἡγώμεθα πρὸς ἀπολογίαν ἡμῖν, ἐὰν εἴπωμεν ὅτι θοἰμάτιον ἐπριάμεθα παρθένῳ καὶ ὑποδήματα, καὶ τὰ ἄλλα τὰ κατὰ τὴν σωματικὴν ἀνάπαυσιν εὖ διεθήκαμεν. Καὶ τίς οἰκονομήσει, φησί, τὰ κατὰ τὴν οἰκίαν ἡμῖν; τίς δὲ ἐπόψεται τὰ ὄντα, τίς δὲ προστήσεται, καὶ ἡμῶν ἔξω διατριβόντων καὶ γυναικὸς ἔνδον οὐκ οὔσης; Καὶ γὰρ καὶ ταῦτα λέγουσιν ἐναντία τιθέντες τοῖς προτέροις καὶ αἰσχρότερα, καὶ οὐδενὸς αὐτοῖς μέλει τούτων, οὐδὲ αἰσχύνονται καθάπερ οἱ μεθύοντες τὸ ἐπελθὸν ἅπαν φθεγγόμενοι. Διὸ μηδὲ ἡμεῖς ἀποκάμωμεν, κἂν τοιαῦτα ᾖ τὰ λεγόμενα, ὡς μηδὲ ἀποκρίσεως τινὸς ἀξιοῦσθαι· μὴ ἀποκάμωμεν καὶ ἀποκρινόμενοι, καὶ πρᾴως αὐτοῖς διαλεγόμενοι, ἕως ἂν τῆς μέθης αὐτοὺς ἀπαλλάξωμεν ταύτης, τό γε εἰς ἡμᾶς ἧκον. Αἰσχύνομαι μὲν γὰρ καὶ ἐρυθριῶ ταῦτα ἐπιχειρῶν ἀνατρέπειν, ἃ ἀντιλέγειν οὐκ ἐρυθριῶσιν ἐκεῖνοι· οἰστέον δὲ ὅμως τὴν αἰσχύνην διὰ τὸ λυσιτελοῦν τοῖς οὐκ αἰσχυνομένοις. Καὶ γὰρ ἄτοπον ἐγκαλοῦντας αὐτοῖς τὴν τῶν σκανδαλιζομένων ἀδελφῶν ὑπεροψίαν αὐτοὺς δι᾽ αἰσχύνην τὴν τούτων ὑπερορᾶν θεραπείαν.

Τίνα γὰρ λέγουσι τὰ ἔνδον, εἰπέ μοι, ὧν εἰς τὴν προστασίαν τῆς παρθένου τὴν χρείαν ἀναγκαίαν εἶναι νομίζουσι; παιδισκῶν σοι πλήθη βαρβάρων ἐστὶ καὶ νεωνήτων καὶ δεῖ ταύτας ῥυθμίζεσθαι καὶ πρὸς ἐριουργίαν καὶ πρὸς τὴν ἄλλην διακονίαν; ἀλλὰ ταμιεῖον χρημάτων πολλῶν καὶ ἱματίων πολυτελῶν, καὶ δεῖ φύλακα ἔνδον καθῆσθαι διὰ παντὸς, καὶ τῇ τῶν οἰκετῶν κακουργίᾳ τοὺς ὀφθαλμοὺς ἐπιτειχίζεσθαι τῆς παρθένου; ἀλλὰ δεῖπνα καὶ συμπόσια συνεχῶς ἐπιτελεῖς, καὶ χρὴ τὴν οἰκίαν καλλωπίζεσθαι, καὶ μαγείρους καὶ τραπεζοποιοὺς τῆς προνοίας ἀπολαύειν τῆς παρθένου; ἀλλὰ πολύτροποι δαπάναι καὶ συνεχεῖς, καὶ δεῖ τινα ἐφεστάναι διὰ παντὸς, ὅπως τὰ μὲν φυλάττοιτο μετὰ ἀκριβείας, τὰ δὲ μὴ μάτην ἐκρέοι τῆς οἰκίας; Οὐδὲν τούτων, φησίν· ἀλλ᾽ ὅπως αὐτὸ τὸ κιβώτιον καὶ τὸ ἱμάτιον καὶ τὴν ἄλλην ἐπιβλέποι πενίαν, ὅπως εὐτρεπίζοι τὴν τράπεζαν, καὶ τὴν εὐνὴν στρωννύοι, καὶ πῦρ ἀνακαίοι, καὶ περιπλύνοι πόδας, καὶ τὴν ἄλλην ἀνάπαυσιν παρέχοι πᾶσαν. Εἶτα ἀντὶ τῆς μικρᾶς καὶ ψυχρᾶς ἀναπαύσεως ταύτης τοσαύτην οἴσομεν κακηγορίαν, τοσαῦτα ὑποστησόμεθα ὀνείδη;

Καὶ πόσῳ βέλτιον ἀδελφὸς ταῦτα διακονήσεται καὶ εὐκολώτερον; τῇ τε γὰρ φύσει ἰσχυρότερος γυναικὸς ὁ ἀνὴρ, τῇ τε χρείᾳ οἰκειότερος ἡμῖν, καὶ οὐχ οὕτω δαπανηρός. Ἡ μὲν γὰρ γυνὴ, ἅτε ἁπαλωτέρα οὖσα, καὶ στρωμνῆς δεῖται μαλακωτέρας, καὶ λεπτοτέρας ἐσθῆτος, καὶ κόρης ἴσως πάλιν διακονησομένης αὐτῇ, καὶ οὐ τοσαύτην ἡμῖν παρέχει διακονίαν, ὅσης αὐτῇ δεῖ παρ᾽ ἡμῶν· ὁ δὲ ἀδελφὸς πάντων τούτων ἀπήλλακται· εἰ δέ τινος καὶ δεηθείη, τῶν αὐτῶν ἡμῖν δεήσεται. Τοῦτο δὲ οὐ μικρὸν εἰς εὐκολίαν ἐστί, τὸ μὴ διαφόρων, ἀλλὰ τῶν αὐτῶν ἐν χρείᾳ καθεστάναι τοὺς συνοικοῦντας· ὅπερ ἐπὶ τῆς παρθένου οὐκ ἔνι.

Πρῶτον μὲν γὰρ ἄν τε λούσασθαι δέῃ, ἄν τε κάμνῃ τὸ σῶμα, οὔτε ὁ ἀδελφὸς αὐτῇ πρὸς ταῦτα διακονήσεται, κἂν σφόδρα ἕληται ἀσχημονεῖν, οὔτε αὐτὴ αὑτῇ ἀρκέσαι δυνήσεται· ἂν δὲ ἀδελφοὶ οἱ συνοικοῦντες ὦσιν, ἀντιδώσουσιν ἀλλήλοις τὴν ὑπηρεσίαν ταύτην. Πάλιν ὅταν καθεύδειν δέῃ, παρθένου μὲν ἔνδον καθημένης, καὶ κλίνας εἶναι δύο χρὴ, καὶ στρώματα διπλᾶ καὶ ἐπιβλήματα, ἢν δὲ εὖ φρονῶσι, καὶ οἰκήματα· ἀδελφῶν δὲ ὄντων, πάλιν τὰ τῆς χρείας συστέλλεται, ἅτε οἰκειοτέρας οὔσης. Καὶ γὰρ οἶκος εἷς, καὶ προσκεφάλαιον ἓν, καὶ κλίνη μία, καὶ ἐπιβλήματα ἀμφοτέροις ἀρκέσει τὰ αὐτά· καὶ ὅλως εἴ τις ἅπασαν ἐπεξίοι τὴν διακονίαν, ἐνταῦθα μὲν πολλὴν τὴν εὐκολίαν εὑρήσει, ἐκεῖ δὲ τὴν δυσκολίαν. Καὶ παρίημι τὴν ἀσχημοσύνην τῆς οἰκίας· οἷον γάρ ἐστιν ἀνελθόντα εἰς ἀνδρὸς μονάζοντος οἰκίαν ὁρᾶν ὑποδήματα γυναικεῖα κρεμάμενα, καὶ διαζώματα, καὶ κεφαλόδεσμα, καὶ καλαθίσκους, καὶ ἠλακάτην, καὶ κερκίδας, καὶ κτένας, καὶ ἱστοπόδην, καὶ τὰ ἄλλα ἅπερ οὐκ ἔνι κατὰ μέρος λέγειν ἅπαντα. Ἢν δὲ καὶ ἐπὶ τῆς εὐπόρου ταῦτα ἐξετάζῃς, πλείων ὁ γέλως. Πρῶτον μὲν γὰρ ἐν ἀγέλῃ θεραπαινίδων τοσούτων μόνος στρέφεται μέσος, καθάπερ ἐπὶ τῆς ὀρχήστρας ἐν τῷ χορῷ τῶν γυναικῶν ὁ τοῖς ὑπορχουμένοις ὑπᾴδων χορευτής· οὗ τί γένοιτ᾽ ἂν αἰσχρότερον καὶ ἀτιμότερον;

Ἔπειτα διαρρήγνυται τὴν ἡμέραν ὅλην πρὸς οἰκέτας ἀγανακτῶν ὑπὲρ τῶν τῇ γυναικὶ προσηκόντων πραγμάτων. Ἢ γὰρ ἀνάγκη σιγᾶν, καὶ πάντων παραμελοῦντα παρ᾽ ἐκείνης ἐπιτιμᾶσθαι, ἢ λέγοντα καὶ ἐπιπλήττοντα ἀσχημονεῖν· καὶ ὅρα τὸ συμβαῖνον. Ὁ γὰρ τῶν βιωτικῶν πραγμάτων μηδὲ ἐγγὺς γενέσθαι κελευσθεὶς, οὐχ ἁπλῶς βιωτικῶν, ἀλλὰ καὶ τῶν γυναικείων ἐνδοτέρω γίνεται· καὶ γὰρ σκεύη γυναικεῖα ἐκδοῦναι οὐ παραιτήσονται, ἀλλ᾽ ἐπιστήσονται τοῖς ἀργυροκόποις συνεχῶς ἐρωτῶντες, εἰ τὸ κάτοπτρον κατεσκεύασται τῆς κυρίας, εἰ τὸν κάδον ἀπήρτισαν, εἰ τὸ ληκύθιον ἀπέδωκαν. καὶ γὰρ εἰς τοῦτο πάντα ἧκε διαφθορᾶς, ὡς τῶν βιωτικωτέρων μᾶλλον τὰς πολλὰς τῶν παρθένων τούτοις κεχρῆσθαι τοῖς σκεύεσιν.

Ἐκεῖθεν πάλιν πρὸς τὸν μυρεψὸν ἔδραμεν ὑπὲρ τῶν τῆς κυρίας διαλεξόμενος ἀρωμάτων· πολλάκις δὲ ὑπὲρ πλείονος σπουδῆς καὶ ὑβρίσαι τὸν πένητα οὐ παραιτήσεται (καὶ γὰρ καὶ μύροις χρῶνται παρθένοι ποικίλοις τε καὶ πολυτελέσιν)· εἶτα ἀπὸ τοῦ μυρεψοῦ πρὸς τὸν τὰς ὀθόνας πωλοῦντα, καὶ ἀπ᾽ ἐκείνου πάλιν πρὸς τὸν σκηνοποιόν. Οὐδὲ γὰρ τὰ μικρὰ ταῦτα αἰσχύνονται ἐπιτάττειν, ἐπειδὴ σφόδρα ὁρῶσιν αὐτοὺς ὑπακούοντας καὶ χάριν ἔχοντας ἐπιταττούσαις αὐταῖς, ἢ ἑτέροις διακονουμένοις. Ἐντεῦθεν πάλιν, ὅταν ἐπισκευάσαι τι δέῃ τῆς περιφορητῆς ἐκείνης σκηνῆς, καὶ μέχρις ἑσπέρας αὐτῆς ἄσιτοι διατελοῦσι, τοῖς ἐργαστηρίοις προσηλωμένοι. Καὶ οὐ τοῦτό που τὸ θαυμαστὸν, ἀλλ᾽ ὅτι καὶ τοῖς ταλαιπώροις οἰκέταις εἰσὶν ἐπαχθεῖς, καὶ πολλὴ κατ᾽ αὐτῶν ὕβρις καὶ ἀγανάκτησις καὶ κραυγή.

Ἐννόησον δὲ ὅσαι ἐκ τούτων αἱ κακηγορίαι· οἰκέτης γὰρ ὑβρισθεὶς, καὶ ὑπὲρ τοιούτων πραγμάτων, ἐπεὶ μηδενὶ τρόπῳ τὸν ὑβρικότα ἀμύνασθαι ἔχει, διὰ τῆς γλώττης τοῦτο ποιεῖ καὶ τῆς λαθραίας κατηγορίας, οὐδενὸς φειδόμενος τῶν ἐμπλῆσαι δυναμένων αὐτῷ τὸν θυμὸν, ἀλλὰ μετὰ τοσαύτης ὑπερβολῆς τῇ ἀμύνῃ κέχρηται ταύτῃ, μεθ᾽ ὅσης εἰκὸς οἰκέτην ὄντα, καὶ τοιαῦτα ὑβρισμένον, καὶ ταύτην ἔχοντα μόνην παραμυθίαν τῶν οἰκείων κακῶν κατὰ τοῦ λελυπηκότος. Ὁ δὲ τῇ πενιχρᾷ συζῶν ἀργυροκόποις μὲν οὐ διαλέξεται, οὐ γὰρ ἐᾷ, φησίν, ἡ πενία, οὐδὲ προσεδρεύσει μυροπώλοις, ὑποδηματορράφοις δὲ καὶ ὑφάνταις καὶ ποικιλταῖς καὶ βαφεῦσιν ἐνοχλήσει πολλάκις. Καὶ τί δεῖ πᾶσαν καταλέγειν τὴν ἀσχημοσύνην, οἷον, ὅταν εἰς οἰκήματα εἰσίωσι στήμονα καὶ κρόκην πωλοῦντες, ὅταν εἰς τὴν ἀγορὰν περιίωσιν αὐτὰ ταῦτα πάλιν ζητοῦντες;

Καὶ ταῦτα μὲν ἐν ταῖς οἰκίαις καὶ ἐν ταῖς ἀγοραῖς, καὶ τούτων πολὺ καταγελαστότερα ὑπομένουσιν. Ἐπὶ δὲ τῆς ἐκκλησίας οὐδὲ ἔστιν εἰπεῖν τὴν αἰσχύνην. Ὥσπερ γὰρ δέον μηδένα τόπον ἀγνοεῖν αὐτῶν τὴν ὕβριν καὶ τὴν ἀνελεύθερον ταύτην δουλείαν, οὕτω καὶ ἐν τῷ ἁγίῳ τούτῳ καὶ φρικωδεστάτῳ χωρίῳ πᾶσιν αὐτῶν τὴν ἀκρασίαν ἀνακηρύττουσι καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ καλλωπίζονται ἐφ᾽ οἷς ἐπαισχύνεσθαι ἔδει. Ἀπό τε γὰρ τῶν θυρῶν αὐτὰς ἔξωθεν δεχόμενοι, καὶ ἀντὶ τῶν εὐνούχων γινόμενοι σοβοῦσιν, καὶ προηγούμενοι μέγα φρονοῦσιν, ὁρώντων ἁπάντων, καὶ οὐ καταδύονται, ἀλλὰ καὶ ἐπαγάλλονται· καὶ ἐν αὐτῷ δὲ τῷ φρικωδεστάτῳ τῶν μυστηρίων καιρῷ πολλὰ πρὸς τὴν ἐκείνων ἀρεσκείαν διακονοῦνται, πολλοῖς τῶν ὁρώντων λαβὰς παρέχοντες.

Αἱ δὲ ἄθλιαι καὶ ταλαίπωροι, δέον ἀπείργειν αὐτοὺς τῆς τοιαύτης χάριτος, καὶ ἐναβρύνονται καὶ μέγα φρονοῦσι. Καίτοι τίς ἂν ἢ ταύταις ἢ ἐκείνοις, εἴ γε ἤμελλεν ἀράν τινα ἐπαρᾶσθαι, ταύτης ἂν ηὗρε χαλεπωτέραν, ἢ ὥστε μυρίους μάρτυρας ἔχειν τῆς ἀκολασίας αὐτῶν, καὶ ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς ἀσχημονεῖν; Τί δεῖ λέγειν ὅσα ἐν αὐταῖς ταῖς ἐκκλησίαις ἀνατρέπεται διὰ τὴν τούτων χάριν, ὅσα τῶν τοῦ Θεοῦ προσταγμάτων ἀμελεῖται παρὰ πολλῶν, ὥστε μὴ παροξυνθῆναι ταύτας; καὶ τί λέγω, μὴ παροξυνθῆναι; μόνον ἄν τις αὐτῶν σκυθρωπὸν εἰς αὐτοὺς ἴδῃ καὶ ἀηδὲς, πάντα αἱροῦνται ὑπομένειν, ἢ τοῦτο παθοῦσαν ἐκείνην περιιδεῖν.