Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς ἔχοντας τὰς εἰσακτοὺς παρθένους

Ἰωάννης ὁ Χρυσόστομος

Τελικές προτροπές για διακοπή της συνηθείας και η προοπτική της ισάγγελης πολιτείας

Σύνοψη των ολέθριων συνεπειών της συγκατοίκησης και καταληκτήρια έκκληση για την εγκατάλειψη του πάθους. Προβάλλεται το παράδειγμα του Σολομώντα και υπόσχεται μαρτυρικό στέφανο σε όσους επιλέξουν την αγγελική πολιτεία, κλείνοντας με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 8

Ταῦτα οὖν ἅπαντα συναγαγόντες, πρὸς ἑαυτοὺς καταλλαγῶμεν ὀψὲ γοῦν ποτε τῇ σωτηρίᾳ τῶν ἡμετέρων ψυχῶν. Εἰ δὲ δοκεῖ τινα δυσκολίαν ἔχειν τὸ συνήθειαν διασπασθῆναι μακρὰν, τῇ δυνάμει τοῦ λογισμοῦ μετὰ τὴν τοῦ Θεοῦ χάριν τὸ πᾶν ἐπιτρέψαντες, κἀκεῖνο πείσαντες ἑαυτοὺς, ὅτι, ἂν ἀρχὴν μόνον ἐπιθῶμεν τῷ πράγματι, οὐκέτι ὀψόμεθα δυσχερὲς, οὕτω κατατολμήσωμεν τῆς συνηθείας. Ἂν γὰρ δέκα ἡμέρας ἑαυτὸν ἀποστήσῃς, εὐκολώτερον τὰς εἴκοσιν οἴσεις, καὶ δὶς τοσαύτας πάλιν· εἶτα ὁδῷ προβαίνων οὐδὲ αἴσθησιν λήψῃ λοιπὸν τῆς ἐν ἀρχῇ δυσκολίας, ἀλλὰ τὸ σφόδρα δυσκαταγώνιστον εὐκολώτατον ὄψει γινόμενον, καὶ εἰς ἑτέραν καταστήσεις πάλιν σαυτὸν συνήθειαν, καὶ ῥᾳδίαν εὑρήσεις τὴν μετάθεσιν οὖσαν οὐ διὰ συνήθειαν μόνον, ἀλλὰ καὶ διὰ τὰς χρηστὰς ἐλπίδας. Οὕτω σε κἀκεῖναι θαυμάσονται μειζόνως, καὶ ὁ Θεὸς ἀποδέξεται πρὸ ἐκείνων, καὶ πάντες ἄνθρωποι στεφανώσουσι, καὶ βίον βιώσῃ πολλὴν μὲν ἔχοντα ἐλευθερίαν, πολλὴν δὲ τὴν ἡδονήν.

Τί γὰρ ἂν γένοιτο ἥδιον τοῦ πονηροῦ συνειδότος ἀπαλλαγῆναι, καὶ τὸν διηνεκῆ τῆς ἐπιθυμίας καταλῦσαι πόλεμον, καὶ μετὰ πολλῆς τῆς εὐκολίας τὸν καλὸν τῆς σωφροσύνης πλέκειν στέφανον, καὶ ἐλευθέροις μὲν ὀφθαλμοῖς πρὸς τὸν οὐρανὸν βλέπειν, καθαρᾷ δὲ φωνῇ καὶ καρδίᾳ τὸν ἁπάντων Δεσπότην καλεῖν; Οὐδεὶς οὕτω δεσμώτης ἁλύσεως ἀπαλλαγεὶς καὶ αὐχμοῦ καὶ τῆς ἄλλης τῆς ἐν τῷ δεσμωτηρίῳ ταλαιπωρίας, μᾶλλον δὲ οὐδεὶς οὕτω πεπηρωμένος ἀναβλέψας καὶ τὸ γλυκὺ τοῦτο φῶς ἰδὼν ἀγάλλεται καὶ γάνυται καὶ σκιρτᾷ, ὡς ὁ τῆς δουλείας ταύτης ἐλευθερωθῆναι δυνηθείς. Καὶ γὰρ τοῦ φωτὸς τούτου γλυκυτέρα πολλῷ τῆς τυραννίδος ἐκείνης ἡ ἀπαλλαγὴ, καὶ ζόφου παντὸς χαλεπωτέρα τῆς δουλείας ἐκείνης καὶ τῶν δεσμῶν ἡ ταλαιπωρία. Ἀλλὰ γὰρ τί χρὴ ταῦτα μηκύνειν ἑκατέρου τοῦ βίου, τοῦ μὲν τὴν ἀνελευθερίαν καὶ τὴν ἀθυμίαν καὶ τὴν βλάβην καὶ τὴν πολλὴν τηκεδόνα, τοῦ δὲ τὴν ἐλευθερίαν καὶ τὴν ἡδονὴν καὶ τὴν ὠφέλειαν καὶ τὴν πολλὴν παραδεικνύντα σωφροσύνην; λόγος γὰρ οὐδεὶς αὐτὰ παραστῆσαι δυνήσεται, μόνη δὲ τῶν πραγμάτων ἡ πεῖρα. Καὶ τότε εἴσεσθε καλῶς τίνων μὲν ἀπηλλάγητε κακῶν, ποίας δὲ ἐπετύχετε ζωῆς, ὅταν ἡμῖν διὰ τῶν πραγμάτων βουληθῆτε πεισθῆναι.

Πείθεσθε τοίνυν, ἵνα διὰ τῶν ἔργων αὐτῶν τὰ εἰρημένα μάθητε. Εἰ δὲ ἔτι δυσανασχετεῖτε καὶ τοῖς ἡμετέροις ἀπιστεῖτε λόγοις, ἔρεσθέ τινα τῶν ταύτην ποτὲ δουλευσάντων τὴν δουλείαν, εἶτα ἁθρόον ἀπαλλαγέντων, καὶ πρὸς τὴν καλὴν ἀναδραμόντων ἐλευθερίαν· καὶ τότε γνώσεσθε τῆς παραινέσεως ταύτης τὸ κέρδος. Ἐπεὶ καὶ ὁ Σολομὼν ἡνίκα μὲν τῇ τῶν βιωτικῶν ἐπιθυμίᾳ πραγμάτων κατείχετο, μεγάλα τε αὐτὰ ἐνόμιζεν εἶναι καὶ θαυμαστὰ, καὶ πολλὴν περὶ αὐτὰ τὴν φιλοπονίαν ἐπεδείκνυτο, λαμπράς τε οἰκοδομούμενος οἰκίας, καὶ χρυσίον συνάγων ἄπειρον, μουσικῶν τε χοροὺς καὶ τραπεζοποιῶν γένη παντοδαπὰ καὶ μαγείρων πάντοθεν ἀγείρων, καὶ τὴν ἀπὸ τῶν κήπων χάριν, καὶ τὴν ἀπὸ τῶν λαμπρῶν σωμάτων ἡδονὴν δαψιλῶς τῇ τῆς ψυχῆς παρασκευάζων ἐπιθυμίᾳ, καὶ πᾶσαν, ὡς εἰπεῖν, ὁδὸν ψυχαγωγίας καὶ τέρψεως ἑαυτῷ τέμνων· ἐπειδὴ δὲ μικρὸν ἐκεῖθεν ἀνήνεγκε, καὶ καθάπερ ἐξ ἀβύσσου τινὸς ζοφερᾶς ἀναβλέψαι πρὸς τὸ τῆς φιλοσοφίας ἴσχυσε φῶς, τὸ τηνικαῦτα τὴν ὑψηλὴν ἐκείνην καὶ τῶν οὐρανῶν ἀξίαν ἀφῆκε φωνὴν, «Ματαιότης ματαιοτήτων, λέγων, τὰ πάντα ματαιότης.» Ταύτην καὶ ὑμεῖς, καὶ ταύτης ὑψηλοτέραν, ἂν ἐθέλητε, ψῆφον οἴσετε περὶ τῆς ἀκαίρου ταύτης ἡδονῆς, ἂν μικρὸν ἑαυτοὺς τῆς πονηρᾶς ἀποστήσητε συνηθείας.

Καίτοι γε ὁ Σολομὼν ἐν τοῖς ἄνω γενόμενος χρόνοις οὐδὲ πολλὴν ἀπῃτεῖτο φιλοσοφίας ἀκρίβειαν· οὔτε γὰρ τρυφᾶν ὁ παλαιὸς ἐκώλυσε νόμος, οὔτε τῶν ἄλλων ἀπολαύσεων ἀπολαύειν περιττὸν ἔφησεν εἶναι καὶ μάταιον· ἀλλ᾽ ὅμως καὶ οὕτω τῶν πραγμάτων ἐχόντων, ἠδυνήθη συνιδεῖν τὸ ἐν αὐτοῖς ἀνόνητον, καὶ πολλὴν αὐτῶν καταγνῶναι ματαιότητα.

Ἡμεῖς δὲ ἐπὶ μείζονα καλούμεθα πολιτείαν, καὶ πρὸς ὑψηλοτέραν ἀναβαίνομεν κορυφὴν καὶ πρὸς μείζονα ἀπεδυσάμεθα σκάμματα. Καὶ τί γὰρ ἕτερον ἀλλ᾽ ἢ κατὰ τὰς ἄνω δυνάμεις τὰς νοερὰς καὶ ἀσωμάτους ἐκείνας πολιτεύεσθαι κελευόμεθα; Πῶς οὖν οὐκ αἰσχρὸν καὶ πολλῆς ἄξιον κολάσεως ἐλάττους ἐκείνου φανῆναι πολλῷ, καὶ μὴ μόνον τῶν συγκεχωρημένων μὴ γίνεσθαι ὑψηλοτέρους, καθάπερ ἐκεῖνος, ἀλλὰ καὶ τῶν κεκωλυμένων καὶ τιμωρίαν ἐχόντων ἀφόρητον ἅπτεσθαι;

Τὸ γὰρ ἔρωτα πονηρὸν ἐν ψυχῇ τρέφειν, καὶ πρὸς ἐπιθυμίαν ὁρᾶν γυναῖκα, καὶ καταμανθάνειν κάλλος ἀλλότριον, καὶ καταισχύνειν μὲν ἑαυτὸν, βλάπτειν δὲ τοὺς ἀσθενεστέρους, καὶ πολλὰς μὲν Ἕλλησι παρέχειν λαβὰς, πολλὰς δὲ Ἰουδαίοις, καὶ τούς τε οἰκείους τούς τε ἀλλοτρίους ὑποσκελίζειν, καὶ πολλὴν τῆς τοῦ Θεοῦ δόξης κατασκεδάζειν βλασφημίαν, καὶ δουλοπρεπεῖς ἀναδέχεσθαι διακονίας, καὶ πρὸς τὸν τῶν βιωτικῶν πραγμάτων θόρυβον ἑαυτοὺς εἰσωθεῖν, καὶ τὴν δωρηθεῖσαν ἡμῖν ἐλευθερίαν προπίνειν τῷ διαβόλῳ, καὶ ταύτης χαλεπωτάτην ἀντικαταλλάττεσθαι τυραννίδα, καὶ καταγέλαστον μὲν φίλοις, ἐπονείδιστον δὲ ἐχθροῖς εἶναι, καὶ πονηρὰν μὲν τῷ κοινῷ τῆς Ἐκκλησίας προστρίβεσθαι δόξαν, καταισχύνειν δὲ τὸ σεμνὸν τῆς παρθενίας ἀξίωμα, καὶ τοῖς ἀσελγαίνειν βουλομένοις πολλὰς παρέχειν προφάσεις, καὶ ἕτερα τούτων πλείονα κατασκευάζειν δεινά, οὐ γὰρ ἅπαντα οὔτε συνιδεῖν οὔτε λόγῳ παραστῆσαι δυνατὸν, ὅσα διὰ τῶν πραγμάτων αὐτῶν ὑπομένουσι, καὶ τῶν σφόδρα κεκωλυμένων ἐστὶ, καὶ τῶν κόλασιν ἐχόντων ἀφόρητον.

Ὥστε εἰ καὶ μικρά τίς ἐστιν ἡδονὴ, ταῦτα πάντα ἀντιθέντες ἐκείνῃ, τὸν γέλωτα, τὴν αἰσχύνην, τὴν τῶν πολλῶν ὑποψίαν, τὰς κατηγορίας, τὰ σκώμματα, τὰ ὀνείδη, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὸ σκότος τὸ ἐξώτερον, τὸ πῦρ τὸ ἄσβεστον, τὴν θλῖψιν, τὴν στενοχωρίαν, τὸν βρυγμὸν τῶν ὀδόντων, τὰ δεσμὰ τὰ ἄλυτα, καὶ καθάπερ ἐν πλάστιγγι καταθέντες καὶ ἀντιστήσαντες, ἀποπηδήσωμεν ὀψὲ γοῦν ποτε τῆς χαλεπωτάτης καὶ ὀλεθρίας νόσου, ἵνα μετὰ λαμπρῶν ἐκεῖ τε ἀπέλθωμεν στεφάνων, καὶ δυνηθῶμεν ἐλευθέροις στόμασι πρὸς τὸν Χριστὸν εἰπεῖν ὅτι. Διὰ σὲ καὶ τὴν δόξαν τὴν σὴν καὶ συνηθείας κατεφρονήσαμεν, καὶ ἡδονῆς ἐκρατήσαμεν, καὶ τὴν ψυχὴν ἐθλίψαμεν τὴν ἡμετέραν, καὶ πᾶσαν φιλίαν ἐκβαλόντες καὶ πρόληψιν, σὲ καὶ τὸν εἰς σὲ πόθον ἀντὶ πάντων προτετιμήκαμεν πραγμάτων. Οὕτω γὰρ κερδανοῦμεν μὲν ἡμᾶς αὐτοὺς, κερδανοῦμεν δὲ τὰς ἀθλίας ἐκείνας, κερδανοῦμεν δὲ τοὺς σκανδαλιζομένους, καὶ παρ᾽ αὐτοὺς στησόμεθα τοὺς μάρτυρας, καὶ τὴν πρώτην ληψόμεθα τάξιν. Τῶν γὰρ τὴν μεγίστην ἄθλησιν ἀθλησάντων ἐκείνην, καὶ τὰς καρτερικὰς ἐνεγκόντων ὀδύνας, οὐκ ἐλάττονα τίθεμαι ἄνθρωπον τὸν ἐπιθυμίᾳ κατεχόμενον παλαιᾷ, καὶ ἐν ἡδίστῃ τινὶ καὶ ἀρχαίᾳ προκατειλημμένον συνηθείᾳ, εἶτα διὰ τὸν τοῦ Θεοῦ φόβον διακόπτοντα τὰ δεσμὰ, καὶ πρὸς τὸ τῷ Θεῷ δοκοῦν ἀνατρέχοντα.

Καὶ γὰρ τῶν σφόδρα ἐστὶ χαλεπωτάτων, συμπάθειάν τε καὶ φιλοστοργίαν ἐκβαλεῖν ἀρχαίαν, καὶ τὰς πολυπλόκους διακόψαι λαβὰς, καὶ πτεροφυῆσαι, καὶ πρὸς τὰς οὐρανίους ἁψῖδας ἀναδραμεῖν. Καὶ γὰρ καθάπερ ἐκείνοις δριμὺς ὁ πόνος, οὕτω καὶ τούτοις μακροτέρα ἡ ὀδύνη. Διὸ καὶ οἱ στέφανοι πάλιν ἴσοι, ἐπειδὴ καὶ τὰ παλαίσματα αὐτοῖς παράλληλα κεῖται. Εἰ γὰρ ὁ ἕνα ἐξαγαγὼν τίμιον ἐξ ἀναξίου ὡς στόμα τοῦ Θεοῦ ἔσται, ὁ καὶ ἑαυτὸν ἐλευθερώσας καὶ μυρίους ἑτέρους ἀπαλλάξας κατηγορίας, ἐννόησον ὅσον λήψεται τὸν μισθὸν, καὶ τῇ τῶν ἐπάθλων ἐλπίδι κουφιζόμενος καταφρόνησον συνηθείας πονηρᾶς, ἵνα κατὰ τὸ τῷ Θεῷ δοκοῦν τὸν παρόντα διαδραμὼν βίον καὶ μετὰ καθαροῦ συνειδότος αὐτὴν ἴδῃς ἐκεῖ, καὶ τῆς ἁγιωτάτης αὐτῆς ἀπολαύσῃς ὁμιλίας. Τῶν γὰρ σωματικῶν λοιπὸν λυθέντων παθῶν, καὶ τῆς τυραννικῆς σβεσθείσης ἐπιθυμίας, οὐδὲν τὸ κώλυμα ἄνδρας τε ὁμοῦ καὶ γυναῖκας εἶναι ἐκεῖ, πάσης μὲν ἐκποδὼν πονηρᾶς οὔσης ὑποψίας, τὴν δὲ τῶν ἀγγέλων πολιτείαν καὶ τὴν τῶν νοερῶν δυνάμεων ἐκείνων δυναμένων διασῴζειν τῶν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσαγομένων ἁπάντων. [Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.]