Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς μὴ παρόντας

Ἰωάννης ὁ Χρυσόστομος

Ο Ιώβ ως πρότυπο υπομονής κατά τις δοκιμασίες

Ανάλυση των ακραίων και πολύμορφων συμφορών του Ιώβ. Εξαίρεται η καρτερία του απέναντι στην απώλεια, τον σωματικό πόνο και την εχθρική στάση των φίλων του, καθώς και η ανάδειξη της αρετής του προ της δόσεως του Νόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Τοσοῦτοι γοῦν ἦσαν ἄνθρωποι κατὰ τὴν οἰκουμένην ἐπὶ τοῦ Ἰὼβ, καὶ πρὸς ἐκεῖνον μόνον ἀπεδύσατο, καὶ τὰ μηχανήματα αὐτοῦ πάντα ἐκίνησεν· ἀλλ᾽ ὅμως οὐκ ἴσχυσε ποιῆσαι ναυάγιον, ἀλλὰ καὶ πλείονα τὸν φόρτον εἰργάσατο καὶ μείζονα τὴν ἐμπορίαν. Τοιοῦτον γὰρ ἡ ἀρετή· βαλλομένη δυνατωτέρα γίνεται, καὶ ἐπιβουλευομένη ἀσφαλεστέρα καθίσταται. Ὃ δὴ καὶ ἐπὶ τοῦ μακαρίου γέγονεν ἐκείνου, ὃς πανταχόθεν βαλλόμενος, ἀσφαλέστερος ἵστατο, καὶ μυρία βέλη δεχόμενος, οὐκ ἐνεδίδου, ἀλλ᾽ ἐκένωσε μὲν τοῦ διαβόλου τὴν βελοθήκην, αὐτὸς δὲ οὐ κατέπεσεν οὐδὲ ὑπεσκελίσθη, ἀλλ᾽ ὥσπερ ἄριστος κυβερνήτης, οὔτε μαινομένης τῆς θαλάττης καὶ τῶν κυμάτων διεγειρομένων κατεποντίζετο, οὔτε γαλήνης οὔσης ῥᾳθυμότερος ἐγίνετο· ἀλλ᾽ ἐν ἑκατέρᾳ τῇ τῶν καιρῶν διαφορᾷ ἴσην τὴν ἑαυτοῦ τέχνην διετήρησε, καὶ οὔτε πλοῦτος αὐτὸν ἐφύσησεν, οὔτε πενία ἐταπείνωσεν.

Οὔτε τοίνυν κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων ὕπτιος ἦν καὶ ἀναπεπτωκὼς, οὔτε ὅλης σχεδὸν τῆς οἰκίας ἀνατραπείσης καὶ πανωλεθρίας γενομένης διεταράχθη καὶ τὴν ἀνδρείαν ἤλεγξε τὴν ἑαυτοῦ. Ἀκουέτωσαν πλούσιοι, ἀκουέτωσαν πένητες· ἑκατέροις γὰρ τὸ διήγημα χρήσιμον· μᾶλλον δὲ πᾶσιν ἀνθρώποις ἡ ἱστορία λυσιτελὴς, καὶ τοῖς ἐν εὐημερίᾳ, καὶ τοῖς ἐν συμφοραῖς.

Ἑκάτερα γὰρ τὰ ὅπλα μεταχειρίσας ὁ τῆς εὐσεβείας ἀγωνιστὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ἐν ἑκατέροις τὸ τρόπαιον ἔστησε, καὶ πρὸς πᾶν εἶδος πολέμου τοῦ δαίμονος ἐπελθόντος ἐκείνου, πρὸς ἅπαντα παρετάξατο, καὶ ἐν πᾶσιν ἀνεκηρύττετο· καὶ καθάπερ στρατιώτης γενναῖος καὶ εἰδὼς νυκτομαχεῖν, τειχομαχεῖν, ναυμαχεῖν, πεζομαχεῖν καὶ τοξεύειν, καὶ δόρυ σείειν, καὶ σφενδόναις καὶ ἀκοντίοις καὶ παντὶ τρόπῳ μάχης περιγίνεσθαι τῶν ἐναντίων καὶ πανταχοῦ κρατεῖν· οὕτω δὴ καὶ ὁ γενναῖος ἐκεῖνος ἅπαντα πειρασμὸν μετὰ πολλῆς ἤνεγκε τῆς ἀνδρείας, τὸν ἀπὸ πενίας, τὸν ἀπὸ λιμοῦ, τὸν ἀπὸ νόσου, τὸν ἐξ ὀδύνης, τὸν ἀπὸ τῆς τῶν παίδων ἀπωλείας, τὸν ἀπὸ τῶν φίλων, τὸν ἀπὸ τῶν ἐχθρῶν, τὸν ἀπὸ τῆς γυναικὸς, τὸν ἀπὸ τῶν οἰκετῶν. Οὐδὲ γὰρ ἦν ἀνθρωπίνη συμφορὰ ἣ μὴ εἰς τὸ σῶμα ἐξεκενώθη ἐκείνου.

Ἀλλ᾽ ὅμως ἁπάντων ὑπερηνέχθη τῶν δικτύων καὶ ὑψηλότερος γέγονε τῶν τοῦ διαβόλου καλάμων· καὶ τὸ δὴ θαυμαστότερον, ὅτι καὶ πάντα αὐτῷ ἐπῄει, καὶ πάντα μεθ᾽ ὑπερβολῆς καὶ πάντα ὑφ᾽ ἕν. βʹ. Μὴ γὰρ δὴ τοῦτο μόνον ἴδῃς, ὅτι τοσαῦτα ἔπαθεν, ἀλλὰ πρόσθες, ὅτι οὐδὲ κατὰ μικρὸν οὐδὲ ἐκ διαστήματος, ἀλλ᾽ ὑφ᾽ ἓν καὶ ὁμοῦ.

Οὐ μικρὰ δὲ αὕτη πειρασμῶν προσθήκη· τῶν μὲν γὰρ ἄλλων ἁπάντων ἀνθρώπων πρῶτον μὲν οὐδεὶς ἂν εὑρεθείη πάντα ὑπομείνας ὁμοῦ, ἀλλ᾽ εἰ καὶ πενίᾳ παλαίει, ὅμως ὑγείας ἀπολαύει· εἰ δὲ καὶ πενίᾳ καὶ νόσῳ περιεπάρη, ἀλλὰ γυναικὸς πολλάκις ἀπέλαυσε παραμυθουμένης φέρειν τὰ δεινὰ, καὶ ἀντὶ λιμένος αὐτῷ γινομένης· εἰ δὲ μὴ γυναικὸς ἀπέλαυσε τοιαύτης, ἀλλ᾽ οὐχ οὕτω συμβουλευούσης ὀλέθρια· εἰ δὲ καὶ οὕτω συμβουλευούσης ὀλέθρια, ἀλλ᾽ οὐχὶ καὶ τοὺς παῖδας ἀθρόον ἀπώλεσεν ἅπαντας· εἰ δὲ καὶ ἀθρόον, ἀλλ᾽ οὐ τοιούτῳ τρόπῳ τελευτῆς· εἰ δὲ καὶ τοιούτῳ τρόπῳ τελευτῆς, ἀλλὰ φίλους ἔσχε παρακαλοῦντας· εἰ δὲ οὐκ ἔσχε παρακαλοῦντας, ἀλλ᾽ οὐχὶ καὶ οὕτως ἐπεμβαίνοντας· εἰ δὲ καὶ ἐπεμβαίνοντας, ἀλλ᾽ οὐχὶ καὶ οἰκέτας ὀνειδίζοντας· εἰ δὲ καὶ ὀνειδίζοντας, ἀλλ᾽ οὐχὶ καὶ εἰς τὸ πρόσωπον αὐτοῦ ἐμπτύοντας· εἰ δὲ καὶ εἰς τὸ πρόσωπον ἐμπτύοντας, ἀλλ᾽ οὐχὶ καὶ νόσῳ τοσαύτῃ περιεπάρη· εἰ δὲ καὶ νόσῳ περιεπάρη τοσαύτῃ, ἀλλὰ δωματίου καὶ σκέπης ἀπέλαυσε, καὶ οὐκ ἐπὶ τῆς κοπρίας ἐκάθητο· εἰ δὲ καὶ ἐπὶ τῆς κοπρίας ἐκάθητο, ἀλλ᾽ ἔσχε τοὺς χεῖρα ὀρέγοντας· εἰ δὲ μὴ ἔσχε τοὺς χεῖρα ὀρέγοντας, ἀλλ᾽ οὐχὶ καὶ τοὺς ἐπεμβαίνοντας.

Οὗτος δὲ ἅπαντα ταῦτα ὑπήνεγκεν, καὶ τὸ δὴ θαυμαστότερον, ὃ προλαβὼν εἶπον, ὅτι καὶ ὁμοῦ πάντα, ὅπερ διπλασίονα καὶ τριπλασίονα ποιεῖ τὰ χαλεπὰ φαίνεσθαι, ὅταν μηδὲ τὴν ἐκ τῆς ἀνακωχῆς ἔχῃ παραμυθίαν ὁ ἀγωνιζόμενος, ἀλλὰ τῇ συνεχείᾳ τῆς ἐπαγωγῆς πλείων ὁ θόρυβος γίνηται καὶ μείζων ἡ ταραχή· ὅπερ ἐπὶ τούτου συνέβη.

Τὴν μὲν γὰρ τῶν προβάτων ἀπώλειαν καὶ τὸν ἐμπρησμὸν διεδέχετο τῶν βοῶν ἡ ἁρπαγὴ, καὶ τὴν τούτων ἡ τῶν ὄνων ἀφαίρεσις, καὶ ταύτην ἡ τῶν καμήλων αἰχμαλωσία καὶ τῶν οἰκετῶν ἡ σφαγὴ, καὶ ταύτην ἡ τῶν παίδων ἀπώλεια καὶ ὁ φρικτὸς ἐκεῖνος καὶ καινὸς θάνατος, καὶ ὁ φρικωδέστερος τάφος (ὁ αὐτὸς γὰρ ὁμοῦ καὶ θάνατος καὶ τάφος ἐγίνετο), καὶ ἡ τράπεζα, ἣ νῦν μὲν ἑστιώμενα, νῦν δὲ κατακοπέντα δεξαμένη τὰ σώματα, καὶ αἱ φιάλαι καὶ τὰ ποτήρια μετὰ τοῦ οἴνου τὸ αἷμα ὑποδεχόμενα, καὶ τὰ κατακεκομμένα μέλη. Ἀλλὰ ὅμως τὴν χαλεπὴν ταύτην τραγῳδίαν ἕτερα χαλεπώτερα πάλιν αὐτὰ ἀναμένει, οὐδὲ μικρὸν ἀναπνεύσαντα. Ἐντεῦθεν γὰρ αἱ πηγαὶ τῶν σκωλήκων, οἱ τῶν ἰχώρων ῥύακες, ἡ ἐπὶ τῆς κοπρίας καθέδρα, τὸ ὄστρακον τὸ τὰς πλευρὰς καταξαῖνον, ἡ δυσωδία τῶν ἑλκῶν ἡ τὸν καινὸν ἐκεῖνον ἐπεισάγουσα λιμὸν, καὶ ὁρωμένων οὐκ ἀφιεῖσα τῶν σιτίων ἅπτεσθαι, καὶ τοῦ λιμοῦ χαλεπωτέραν ἐντιθεῖσα τὴν ἀηδίαν· καὶ ταῦτα οὐκ ἐπὶ δύο καὶ δέκα καὶ εἴκοσι καὶ ἑκατὸν ἡμέρας, ἀλλ᾽ ἐπὶ μησὶ πλείοσι. Καὶ οὐδὲ ἐνταῦθα ἵστατο τὰ τῶν παλαισμάτων, ἀλλ᾽ ἐν τούτοις ὄντος αὐτοῦ καὶ ἀποτηγανιζομένου πάντοθεν, ἔνδοθεν, ἔξωθεν, ἐπῄει καὶ τὰ τῆς γυναικὸς μηχανήματα. Γίνεται γὰρ τοῦ δαίμονος ὅπλον ἡ σύνοικος, καὶ τοξεύει τὸν ἄνδρα, τὴν γλῶτταν δανείσασα τῷ διαβόλῳ, καὶ βάλλει τῶν εἰρημένων βέλη πικρότερα καὶ ὀλεθριώτερα.

Καὶ οὐδὲ ἐνταῦθα τέλος ἐλάμβανε τὰ παλαίσματα, ἀλλ᾽ ἀρχὴ πάλιν καὶ προοίμια τῆς παρατάξεως ἦν. Ἐπειδὴ γὰρ οὐδὲν ἐντεῦθεν ἐγένετο πλέον τῷ διαβόλῳ, τῶν φίλων ὁ χορὸς παρεγένετο, ἐν προσωπείῳ συμπαθείας τὰ τῶν πολεμίων ἐπιδεικνύμενος, καὶ ἐνάλλονται κειμένῳ, καὶ ἀναξαίνουσι τὰ ἕλκη, ἀλλήλους διαδεχόμενοι καὶ μηδὲ ἀναπνεῖν ἐῶντες, καὶ πολλοὺς κύκλους κυκλοῦντες, χαλεπήν τινα χορείαν χορεύοντες. Εἴπω καὶ τῆς νυκτὸς τὸν ἀφόρητον πειρασμὸν, καὶ αὐτὸν καινὸν ὄντα καὶ παράδοξον; Τοῖς μὲν γὰρ ἄλλοις ἅπασιν ἀνθρώποις, κἂν μυρία πάσχωσι δεινὰ, κἂν δεσμωτήρια οἰκῶσι, κἂν ἅλυσιν περικέωνται, κἂν συμφορὰς θρηνῶσι, κἂν λώβην σώματος ὑπομένωσι, κἂν πενίᾳ πιέζωνται, κἂν νόσῳ. κἂν πόνοις, κἂν ταλαιπωρίαις, ἀλλ᾽ ὅμως ἐπελθοῦσα ἡ νὺξ φάρμακον ἐπάγει παραμυθίας, ἀφιεῖσα τῶν πόνων τὸ σῶμα, ἀνιεῖσα τῶν φροντίδων τὴν ψυχήν· ἐπὶ δὲ ἐκείνου τότε καὶ ὁ λιμὴν σκόπελος γέγονε, καὶ τὸ φάρμακον ἕλκος κατέστη, καὶ ἡ παραμυθία προσθήκη τις ἦν ὀδύνης χαλεπωτέρα, καὶ φοβερώτερος ὁ χειμὼν ἐγίνετο ἐν τῇ πᾶσιν ἀνθρώποις νυκτὶ παρεχούσῃ γαλήνην· καὶ ἔφευγε μὲν ὡς ἀπὸ κυμάτων τῆς ἡμέρας, διὰ τὰς ἀκαρτερήτους ὀδύνας ἐκείνας, εὕρισκε δὲ τρικυμίας καὶ στροβίλους καὶ ὑφάλους καὶ σπιλάδας, ὡς πάλιν τὰ ἐν τῇ ἡμέρᾳ κύματα ζητεῖν. Διὸ δὴ καὶ αὐτὸς τὸ καινὸν τοῦτο πάθος διηγούμενος, ἐβόα λέγων· Ἐὰν κοιμηθῶ, λέγω· Πότε ἡμέρα;

ἐὰν ἀναστῶ, λέγω· Πότε ἑσπέρα; Τίνος ἕνεκεν, εἰπέ μοι; ἐν μὲν γὰρ τῇ ἡμέρᾳ εἰκότως τὴν νύκτα ἐπιζητεῖς· ἑσπέραν γὰρ τὴν νύκτα καλεῖ, ἅτε ἀτέλειαν πᾶσι παρέχουσαν τῶν μεθημερινῶν κακῶν· ἐν νυκτὶ δὲ γενόμενος· καὶ γαλήνῃ καὶ λήθῃ τῶν ὀδυνῶν ἐκείνων καὶ τῶν φροντίδων, τί πάλιν ἐπιζητεῖς τὴν ἡμέραν; Ὅτι μοι τῆς ἡμέρας χαλεπωτέρα ἡ νύξ· οὐ γὰρ ἀτέλειάν μοι παρέχει τῶν πόνων, ἀλλ᾽ ἐπίτασιν καὶ θορύβους καὶ ταραχάς· καὶ τοῦτο αὐτὸ διηγούμενος ἔλεγε· Φοβεῖς με ἐν ἐνυπνίοις, καὶ ἐν ὁράμασί με καταπλήσσεις. Καὶ γὰρ ἐξεδειματοῦτο, φοβερὰς ὄψεις ὁρῶν ἐπὶ τῆς νυκτὸς, καὶ φόβον ἀφόρητον ὑπομένων, ἔκστασίν τε πολλὴν καὶ κατάπληξιν.

γʹ. Ἆρα οὐκ ἀπεκάμετε ἀκούοντες τὰς ἐπαλλήλους ταύτας συμφοράς; Ἀλλ᾽ ἐκεῖνος οὐκ ἔκαμνε πάσχων. Διὸ δὴ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην ἔτι μικρὸν ἀναμεῖναι· οὐδέπω γὰρ τὸ πᾶν εἰρήκαμεν, οὐδὲ τὴν ἑτέραν προσεθήκαμεν ὑπερβολήν. Μία μὲν γὰρ ἦν, ὅτι πάντα τὰ ἐν ἀνθρώποις κακὰ ἓν σῶμα ὑπέμεινεν· ἑτέρα δὲ, ὅτι πάντα ὁμοῦ, καὶ οὐδὲ τὴν τυχοῦσαν ἔσχεν ἀνακωχήν· βούλομαι δὲ καὶ τρίτην εἰπεῖν· τίς οὖν ἐστιν αὕτη; Ὅτι τῶν εἰρημένων ἕκαστον οὐ μόνον [οὐχ] ὁμοῦ ἐπῆλθεν, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς ὑπερβολῆς καὶ τῆς σφοδρότητος· ἥ τε γὰρ πενία πενίας ἁπάσης χαλεπωτέρα, ἥ τε νόσος, ἥ τε καθέδρα, ἥ τε τῶν παίδων ἀπώλεια, ἥ τε τῶν ὄντων ἁπάντων. Σκόπει δέ· Ἀπώλεσέ τις τὰ ὄντα; ἀλλ᾽ οὐχ οὕτως ὁλοσχερῶς, οὐδὲ τρόπῳ τοιούτῳ. Ἀπέβαλε παῖδας; ἀλλ᾽ οὐδέποτε ὑφ᾽ ἓν ἅπαντας, οὐδὲ τοσούτους, οὐδὲ τοιούτους. Νόσῳ περιέπεσεν; ἀλλ᾽ οὐ τοιαύτῃ, ἀλλ᾽ ἢ πυρετοῖς, ἢ λώβῃ, ἢ ἑτέρῳ τινὶ πάθει συνήθει.

Ἐκείνη δὲ ἡ πληγὴ ξένη τις ἦν, καὶ τῷ πάσχοντι μόνῳ σαφής. Λόγος γὰρ οὐδεὶς παραστῆσαι δύναιτ᾽ ἂν τὸ πικρὸν τῶν ἑλκῶν ἐκείνων καὶ τὸ τῶν τραυμάτων ὀδυνηρὸν, ἀλλ᾽ ἀρκεῖ μόνον τὸν ἐργασάμενον εἰπόντα καὶ τὸν ἄσχετον αὐτοῦ θυμὸν, ἐνδείξασθαι τῆς πληγῆς τὸ μέγεθος. Καινὴ δὲ καὶ ἡ καθέδρα ἦν καὶ ξένη· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδεὶς πένης οὕτω ποτὲ καθεσθεὶς αἴθριος διὰ παντὸς τοῦ χρόνου, ὥσπερ ἐκεῖνος ὑπέμεινε, γυμνὸς ἱματίων, στέγης ἀπεστερημένος ἁπάσης, ἐπὶ τῆς κοπρίας ἡλκωμένος καθήμενος. Ἔσχε τις γυναῖκα πονηρὰν πολλάκις, ἀλλ᾽ οὐδεὶς οὐδέποτε ἐγένετο οὕτω πονηρὰ, ὡς ἐν τοιαύτῃ συμφορᾷ ἐπιτίθεσθαι τῷ ἀνδρὶ, καὶ ξίφος ἀνονῆσαι κατὰ τῆς ἐκείνου ψυχῆς, καὶ συμβουλεῦσαι τοιαύτας συμβουλάς. Καὶ τὸ τῶν φίλων δὲ ξένον, καὶ τὸ τῶν οἰκετῶν· καὶ τὸ τοῦ λιμοῦ δὲ καινότερον πάλιν, ὅτι παρακειμένης οὐκ ἀπεγεύετο τῆς τραπέζης. Εἴπω καὶ τετάρτην ὑπερβολήν; τὸν πλοῦτον λέγω τὸν ἔμπροσθεν καὶ τὴν εὐημερίαν. Ὁ μὲν γὰρ ἐξ ἀρχῆς ἐν πενίᾳ ζήσας, εὐκολώτερον ἂν ταύτην ἤνεγκεν, ἅτε μελετήσας τὸ πάθος· ὁ δὲ ἐξ εὐημερίας τοσαύτης κατενεχθεὶς, διὰ τὸ ἀγύμναστον καὶ ἀμελέτητον καὶ χαλεπωτέραν ὑπομένειν εἰκὸς τὴν αἴσθησιν, καὶ πικροτέραν τὴν ὀδύνην, καὶ μείζονα τὴν ταραχήν. Ἔστι καὶ πέμπτην εἰπεῖν· ποίαν δὴ ταύτην;

Ὅτι τῶν μὲν ἄλλων ἕκαστος ἀνθρώπων πολλὰ συνειδὼς ἑαυτῷ πονηρὰ, τὴν αἰτίαν οἶδεν ὧν πάσχει· οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν· ἐκεῖνος δὲ οὐδὲ τοῦτο εἶχε λογίσασθαι, ὅτι πλημμελημάτων καὶ ἁμαρτημάτων ἔτινε δίκας· ὃ μάλιστα αὐτοῦ τὸν λογισμὸν ἐθορύβει. Ὅτε μὲν γὰρ εἰς τὸν βίον εἶδε τὸν ἑαυτοῦ, καὶ τὸ συνειδὸς ὑπὲρ τὸν ἥλιον λάμπον, καὶ τῶν κατορθωμάτων τὸ πλῆθος, ᾔδει ὅτι στεφάνων καὶ βραβείων καὶ μυρίων ἐπάθλων ἄξιος ἦν· ὅτε δὲ εἰς τὸ σῶμα καὶ τὰ ἕλκη καὶ τὰ συμβεβηκότα ἅπαντα, τῶν τὰ ἔσχατα τετολμηκότων ὁρῶν ἑαυτὸν χαλεπώτερα πάσχοντα, οὐδὲ τὴν αἰτίαν εὕρισκεν εἰπεῖν δι᾽ ἢν ταῦτα ἔπασχε· διὸ δὴ ἐπὶ τὸ ἀκατάληπτον τῆς τοῦ Θεοῦ οἰκονομίας καταφυγὼν ἔλεγεν· Ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Καὶ τὴν γυναῖκα δὲ ἐπιστομίζων ἐκ τῶν ἐγχωρούντων, καὶ λογισμὸν συνέθηκε τὴν εὐλάβειαν αὐτοῦ σφόδρα ἐπιδεικνύμενον, λέγων οὕτως· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;

Εἴπω καὶ ἑτέραν ὑπερβολὴν μάλιστα στεφανοῦσαν καὶ ἀνακηρύττουσαν τὸν ἀθλητὴν ἐκεῖνον, καὶ δεικνύουσαν αὐτοῦ ὑψηλὴν καὶ τῶν οὐρανῶν ἁπτομένην ψυχήν; Τίς οὖν ἐστιν αὕτη; Ἡ ἀπὸ τοῦ χρόνου διαφορά· πρὸ γὰρ τῆς χάριτος καὶ πρὸ τοῦ νόμου γενόμενος, τοιαῦτα ἐφιλοσόφησεν. Οὐ μικρὸν δὲ τοῦτο, ἀλλὰ καὶ μυρίους δυνάμενον πλέξαι στεφάνους. Τῶν γὰρ αὐτῶν κατορθωμάτων οὐχ οἱ αὐτοὶ κεῖνται μισθοὶ, ὅταν ὁ μὲν ἐν τοῖς ἀνωτέροις χρόνοις ταῦτα κατωρθωκὼς ᾖ, ὁ δὲ ἐν τοῖς ἐσχάτοις, ἀλλὰ πολλῷ μείζους τῷ προτέρῳ. Οὐ γὰρ ἦν ἴσον, παραγενομένου τοῦ Χριστοῦ καὶ τοσαῦτα ἐπιδειξαμένου καὶ παραινέσαντος καὶ συμβουλεύσαντος φιλοσοφεῖν, καὶ πρὸ τῆς παρουσίας αὐτοῦ καὶ πρὸ νόμου καὶ πρὸ προφητῶν τοιαῦτα ἐπιδείκνυσθαι. Διὰ δὴ τοῦτο καὶ παραγενόμενος πλείονα ἀρετῆς προσθήκην ἐπιζητεῖ, λέγων· Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅσῳ γὰρ πλείων ἡ διδασκαλία γέγονε, τοσούτῳ δικαιότερα καὶ πλείονα ἔθετο μέτρα ἀρετῆς.

Ἀλλ᾽ οὗτος οὐ διδασκαλίας ἀπολαύσας, οὐ γράμμασιν ἐντυχὼν, οὐ βιβλίοις, οὐχ ἑτέρους θεασάμενος, οὐκ εἰς τὸν ἔμπροσθεν χρόνον ἀναδραμεῖν ἔχων καὶ τοὺς κατωρθωκότας ἐννοῆσαι· οὐδέπω γὰρ ἦν γραφὴ, ἢ ἱστορία τὰ γεγενημένα παραδιδοῦσα· ἀλλ᾽ ἐν ἀτριβεῖ τῇ ὁδῷ, ἐν ἀπλώτῳ τῇ θαλάττῃ, ἐν ζόφῳ τοσούτῳ κακίας, μόνος καὶ πρῶτος ἐκεῖνος τότε ταύτην φιλοσοφίας ἔτεμε τὴν ὁδὸν, τῷ κεφαλαίῳ τῶν ἀγαθῶν μεθ᾽ ὑπερβολῆς ἄκρος ἀποδειχθείς. Μέγιστον μὲν γὰρ καὶ τὸ τὰ ἐλάττονα μέρη τῆς ἀρετῆς κατορθοῦν, πολλῷ δὲ μεῖζον τὸ ἐν τῷ ἀκροτάτῳ πάντων ἀκρότατον εἶναι· ὅτι δὲ τὸ πάντων ἀκρότατον ἡ ὑπομονὴ, οὐδεὶς ἀντερεῖ. Ταῦτα γοῦν καὶ αὐτὸς ὁ διάβολος εἰδὼς, ἔλεγε· Δέρμα ὑπὲρ δέρματος, καὶ πάντα ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ· οὐ μὴν δὲ ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι τῆς σαρκὸς αὐτοῦ. Ὅθεν δῆλον ὅτι πάντων ἀκρότατον τοῦτο τὸ κατόρθωμα, καὶ νεανικῆς τινος καὶ σιδηρᾶς δεόμενον ψυχῆς.