Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς μὴ παρόντας

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή: Η ανάγκη πνευματικής εγρήγορσης

Προτροπές προς το εκκλησίασμα για την ωφέλεια της συνάξεως και την προστασία έναντι των μεθοδεύσεων του διαβόλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΟΜΙΛΙΑ Δʹ. Ὁμιλία παραινετικὴ λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Ἀναστασίας πρὸς τοὺς ἀπολειφθέντας· καὶ ἀπόδειξις περὶ τῶν ἀγώνων καὶ ἄθλων τοῦ μακαρίου καὶ δικαίου Ἰώβ. αʹ. Ὅσῳ ἐλάττους τῶν εἰωθότων οἱ συνελθόντες, τοσούτῳ καὶ ἡμεῖς μείζονι χρησόμεθα τῇ προθυμίᾳ. Οὐδὲ γὰρ δίκαιον ἂν εἴη τῶν ἀπολειφθέντων τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν σπουδὴν λυμήνασθαι, ἀλλὰ δι᾽ αὐτὸ μὲν οὖν τοῦτο καὶ δαψιλεστέραν παραθήσομεν τὴν τράπεζαν, ἵνα τῇ, πείρᾳ μαθόντες τὴν ζημίαν οἱ μὴ παραγενόμενοι, σπουδαιότεροι λοιπὸν περὶ τὰς συνόδους γίνωνται ταύτας.

Διὸ δὴ καὶ τὴν ὑμετέραν ἀγάπην παρακαλῶ προσέχειν τοῖς λεγομένοις· οὕτω γὰρ διπλοῦν ὑμῖν ἔσται τὸ κέρδος· τοῖς τε γὰρ ἀπολειφθεῖσι διαβιβάζοντες τὰ λεγόμενα, σπουδαιοτέρους αὐτοὺς ἐργάσεσθε, τήν τε ὑμετέραν ψυχὴν φιλοσοφωτέραν κατασκευάσετε. Καθάπερ γὰρ τῆς γῆς ἡ φύσις ἀμελουμένη μὲν, βοτάνας ἐκφέρει πονηρὰς, συνεχῶς δὲ γεωργικῶν ἀπολαύουσα χειρῶν, ὥριμον δίδωσι τὸν καρπόν· οὕτω δὴ καὶ ἀνθρώπου ψυχὴ, ἡ μὲν ἐν ῥᾳθυμίᾳ κειμένη, πλημμελημάτων ἀκάνθας τίκτει· ἡ δὲ ἀπολαύουσα προνοίας, κομῶντα τῆς ἀρετῆς φέρει τὸν καρπόν. Διὸ καί τις σοφὸς παραινεῖ λέγων· Ὥσπερ γεώργιον ἀνὴρ ἄφρων, καὶ ὥσπερ ἀμπελὼν ἀνὴρ ἐνδεὴς φρενῶν· ἐὰν ἀφῇς αὐτὸν, χερσωθήσεται καὶ χορτομανήσει. Ἵν᾽ οὖν μὴ τοῦτο γίνηται νῦν, συνεχῶς τοῦ λόγου τὴν δρεπάνην μεταχειρίζομεν· κἂν μέν τι πονηρὸν βλαστάνῃ, διηνεκῶς ἐκκόπτομεν· ἂν δέ τι ὥριμον καὶ καρπὸν ἔχον, τρέφομέν τε καὶ ἀρδεύομεν, καὶ πρὸς ἀκμὴν ἄγομεν, συνεχῆ τὴν ἐπιμέλειαν ἐπιδεικνύμενοι.

Διπλῆς γὰρ δεόμεθα προνοίας, μᾶλλον δὲ καὶ τριπλῆς· μιᾶς μὲν, ἵνα ἀπαλλαγῶμεν κακίας· ἑτέρας δὲ, ἵνα κτησώμεθα ἀρετήν· μετὰ δὲ ταῦτα, ἵνα τὴν κτηθεῖσαν διαφυλάξωμεν· ἔνθα καὶ πολλοῦ δεῖ μάλιστα πόνου· ἐπειδὴ καὶ ὁ πονηρὸς δαίμων ἐκεῖνος, καὶ τοῖς ἡμετέροις βασκαίνων καλοῖς, τοῖς κατωρθωκόσιν ἐπιτίθεται μειζόνως· καὶ καθάπερ οἱ πειραταὶ καὶ καταποντισταὶ τὰ μὲν ἄμμον ἔχοντα πλοῖα παρατρέχουσιν, εἰ δέ που φόρτον ἴδοιεν ἔχοντα πολυτελῆ καὶ πλοῦτον ἐναποκείμενον, τούτοις ἐπιτίθενται, διατιτρῶντες κάτωθεν, προσβάλλοντες ἄνωθεν, πᾶσαν κινοῦντες μηχανήν· οὕτω δὴ καὶ ὁ διάβολος τοῖς μάλιστα πολλὴν συναγηοχόσι τὴν ἀρετὴν προσβάλλειν εἴωθεν καὶ φθονεῖν καὶ ἐπιβουλεύειν.