Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς μὴ παρόντας

Ἰωάννης ὁ Χρυσόστομος

Επίλογος: Προτροπή προς μίμηση και κατακλείδα

Τελική παραίνεση προς τους πιστούς να ακολουθήσουν το παράδειγμα υπομονής του Ιώβ στις θλίψεις της ζωής, η οποία ολοκληρώνεται με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ταῦτα ζήλου, ἀγαπητὲ, ταῦτα μίμησαι, καὶ τὴν εἰκόνα ταύτην τὴν ὑπογραφεῖσαν ἀναλαβὼν, ἔμπηξον τῷ συνειδότι τῷ σῷ· κἂν ἐν ἀθυμίᾳ ᾖς, πρὸς αὐτὸν κατάφευγε, κἂν ἐν πλούτῳ, τὸ φάρμακον ἐντεῦθεν λάμβανε, ὥστε μήτε πτωχείᾳ βαπτισθῆναι, μήτε πλούτῳ φυσηθῆναι· κἂν παῖδας ἀποβάλῃς, ἔχεις ἐντεῦθεν τὴν παράκλησιν· τὴν γὰρ ὑπερβολὴν ἐνταῦθα εὑρήσεις καὶ τῶν συμφορῶν καὶ τῆς καρτερίας· κἂν νόσῳ περιπέσῃς, ἐννόησον τὰς πηγὰς τῶν σκωλήκων, ἃς ἐπέζεσε ἡ ἐκείνου σὰρξ, καὶ οἴσεις ἅπαντα πράως· κἂν φίλος ἐπιβουλεύσῃ, πάλιν τὸν ἅγιον εἰς μέσον ἄγε, καὶ περιέσῃ τοῦ πάθους· κἂν οἱ τυχόντες ἀποχρήσωνται, ἐννόησον ἅπερ ἔπασχε παρὰ τῶν οἰκετῶν, καὶ πολλὴν δέξῃ τὴν ἰατρείαν· κἂν πονηρά τις ὑπόληψίς σε περιλάβῃ, λόγισαι οἷα περὶ τούτου ἔλεγον, ὅτι οὐδέπω τῶν ἡμαρτημένων αὐτῷ ἔδωκεν ἀξίαν δίκην, καὶ οἷα ὠνείδιζον, καὶ περιέσῃ καὶ τούτου τοῦ πάθους. Οὐ γὰρ ἔστιν, ὅπερ ἀρχόμενος εἶπον, συμφορὰ ἐν ἀνθρώποις, ἣν οὐχ ὑπέμεινεν ὁ παντὸς ἀδάμαντος οὗτος στεῤῥότερος, λιμὸν καὶ πενίαν καὶ νόσον καὶ ἀποβολὴν παίδων καὶ ζημίαν τοσούτων χρημάτων ἀθρόον ὑπενεγκών· καὶ μετ᾽ ἐκεῖνο, ὅτι παρὰ γυναικὸς ἐπιβουλευθεὶς, παρὰ φίλων ἐπηρεασθεὶς, παρὰ οἰκετῶν πολεμηθεὶς, διὰ πάντων ἀπεδείκνυτο πέτρας ἁπάσης στεῤῥότερος, καὶ ταῦτα πρὸ τοῦ νόμου καὶ τῆς χάριτος.

Καὶ γὰρ οὐδὲ τὴν τυχοῦσαν ἕξομεν ἀπολογίαν, ὅταν ἡμεῖς οἱ μετὰ νόμον καὶ χάριν τοσαύτης ἀπολαύσαντες δωρεᾶς, ἔλαττον φέρωμεν τούτου τοῦ ἐν ἀρχῇ καὶ προοιμίοις τοῦ βίου τοῦ ἀνθρωπίνου τοσαύτην ἐπιδειξαμένου φιλοσοφίαν. Ἵν᾽ οὖν καὶ παράκλησιν ἔχωμεν τῶν λυπηρῶν, καὶ διδασκαλίαν φιλοσοφίας ἀρίστης, ταῦτα ἐγγράψαντες οὕτως ἀναχωρῶμεν, καὶ ζηλῶμεν τὸν ἀθλητὴν, καὶ μιμώμεθα αὐτοῦ τὰ παλαίσματα· ὥστε καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.