Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς πατέρας περὶ τῆς τεκνοτροφίας

Ἰωάννης ὁ Χρυσόστομος

Η κενοδοξία, ο πλούτος και η δημόσια επίδειξη

Ο συγγραφέας εισάγει το πρόβλημα της κενοδοξίας ως καταστροφικό πάθος για την Εκκλησία, στηλιτεύοντας τη μάταιη δαπάνη του πλούτου σε δημόσια θεάματα και την απατηλή φύση της κοσμικής δόξας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 8

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΠΕΡΙ ΚΕΝΟΔΟΞΙΑΣ ΚΑΙ ΟΠΩΣ ΔΕΙ ΤΟΥΣ ΓΟΝΕΑΣ ΑΝΑΤΡΕΦΕΙΝ ΤΑ ΤΕΚΝΑ Ἆρά τις ἐποίησεν ὅπερ ἠξίωσα; ἆρά τις ἐδεήθη τοῦ Θεοῦ καὶ ὑπὲρ ἡμῶν καὶ ὑπὲρ τοῦ παντὸς σώματος τῆς ἐκκλησίας, ὥστε σβεσθῆναι τὴν πυρὰν τὴν ἀπὸ τῆς κενοδοξίας τεχθεῖσαν, τὴν τῷ σώματι παντὶ λυμαινομένην, τὴν ἓν σῶμα εἰς πολλὰ διαιροῦσαν μέλη καὶ διασχίζουσαν τὴν ἀγάπην;

Καθάπερ γὰρ θηρίον ἐμπεσὸν εἰς σῶμα εὐγενὲς καὶ ἁπαλὸν καὶ ἀμύνασθαι μὴ δυνάμενον, οὕτω τοὺς ὀδόντας ἐνέπηξεν τοὺς μιαροὺς καὶ τὸν ἰὸν ἐναφῆκεν καὶ τῆς πολλῆς δυσωδίας ἐνέπλησεν καὶ τὰ μὲν ἀποκόψασα ἔρριψεν, τὰ δὲ διέξανεν, τὰ δὲ καὶ διεμασήσατο. Καὶ εἴ γε ἦν ὀφθαλμοῖς ἰδεῖν τήν τε κενοδοξίαν καὶ τὴν ἐκκλησίαν, εἶδεν ἄν τις θέαμα ἐλεεινὸν καὶ πολλῷ τῶν ἐν τοῖς σταδίοις γενομένων χαλεπώτερον· τὸ μὲν σῶμα ἐρριμένον, ἐκείνην δὲ ἄνωθεν ἐφεστῶσαν καὶ πανταχοῦ ἀποβλέπουσαν καὶ τοὺς ἐμπεσόντας κατέχουσαν καὶ οὐδέποτε ἀφισταμένην οὐδὲ φειδομένην.

Τίς οὖν ἡμῶν τὸ θηρίον ἀποσοβήσει τοῦτο; Τοῦ τὸν ἀγῶνα θέντος ἐστὶν ἔργον ὑφ᾽ ἡμῶν παρακαλουμένου πέμψαι τοὺς ἀγγέλους αὐτοῦ καὶ καθάπερ τισὶ σχοινίοις τὸ ἰταμὸν αὐτῆς καὶ ἀναίσχυντον στόμα ἐμφράξαντας, οὕτως ἀπαγαγεῖν.

Ἀλλὰ τότε ὁ τὸν ἀγῶνα θεὶς τοῦτο ποιήσει, ὅταν αὐτὴν ἀπαχθεῖσαν μὴ ἐπιζητῶμεν· ἂν δὲ πέμψῃ μὲν κελεύων ἀποστῆναι τὸ δεινὸν ἡμῶν θηρίον, ἡμεῖς δὲ μετὰ τὸ διασωθῆναι καὶ εἰς τὸν ἴδιον ἀπαχθῆναι φωλεὸν ἀναστάντες μετὰ μυρίων τραυμάτων πάλιν αὐτὸ ζητῶμεν καὶ κρούωμεν καὶ ἀνατρέπωμεν, ὥστε αὐτὸ ἐξαγαγεῖν, οὐκέτι ἡμᾶς ἐλεήσει λοιπὸν οὐδὲ φείσεται· «Τίς γὰρ ἐλεήσει, φησίν, ἐπαοιδὸν ὀφιόδηκτον καὶ πάντας τοὺς προσάγοντας θηρίοις;» Τί οὖν; πῶς ἂν ἀπαλλαγείημεν τοῦ κακοῦ καὶ πονηροῦ δαίμονος; δαίμων γὰρ ὄντως ἐστὶν ὄψιν ἔχων ἐπέραστον.

Καθάπερ γὰρ εἰ δαίμων τις εἰς ἑταίραν ἑαυτὸν διατυπώσας καὶ πολλὰ μὲν περιθέμενος τὰ χρυσία καὶ ἱμάτια ἐνδὺς μαλακὰ καὶ πολλῶν ὄζων τῶν ἀρωμάτων ὑπέλθοι πάνυ λαμπρὰν εἰκόνα γυναικὸς καὶ πάσης εὐμορφίας ὑπερβολὴν ἀποκρύψας· ἔπειτα δὲ καὶ ἐν ἡλικίᾳ φανείη τοιαύτῃ ἣ μάλιστα τὰς τῶν νέων ἀναπτεροῖ ψυχάς, αὐτὸ τῆς νεότητος φέρων τὸ ἄνθος, ζώνῃ χρυσῇ διαζωσάμενος καὶ βοστρύχους ἀπὸ τῆς κεφαλῆς δείξας ποικίλως ἐμπεπλεγμένους, κρωβύλῳ περσικῷ προσεοικότας· εἶτα διάδημα περιθοῖτο περὶ τὴν κεφαλὴν γυμναῖς ταῖς θριξὶ πολὺν τὸν κόσμον ἐπιθεὶς καὶ περὶ τὸν τράχηλον ἀπαστράπτοντα χρυσὸν καὶ λίθους τιμίους δεικνύς, καὶ ἑστήκοι ὁ πόρνης τινὸς πολὺ νέαν ἡλικίαν ὑπελθὼν ἐπ᾽ ἐρημίας πρὸ τοῦ τέγους, εἶτα καὶ πολλὴν τὴν αἰδῶ ἐπιδεικνύοιτο, τίνα οὐκ ἂν ἕλοι τῶν παριόντων; Καὶ μετὰ τοῦτο εἰς τὸν οἶκον εἰσαγαγὼν πᾶσαν μὲν ἐκείνην τὴν ὥραν ἀποθοῖτο, δείξας δὲ ἑαυτὸν μέλανά τινα καὶ πυρώδη καὶ ἄγριον, οἷον εἰκὸς δαίμονα, ἐκστήσειεν μὲν τὸν ἄθλιον τὸν ἐμπεσόντα, ἐναλλόμενος δὲ καὶ τῆς ψυχῆς κατασχὼν βακχεύοι τὴν ἐκείνου διάνοιαν, τοιοῦτόν τι τῆς κενοδοξίας ὁ πονηρὸς δαίμων ἐστίν.

Τί γὰρ αὐτῆς ὡραιότερον εἶναι δοκεῖ; Τί δὲ ἐπεραστότερον; Ἀλλ᾽ ἐὰν ἴδωμεν ὅτι φαντασία τὸ πρᾶγμά ἐστιν καὶ ὅτι ὑπόκρισις, οὐχ ἁλωσόμεθα τοῖς δικτύοις οὐδὲ περιπεσούμεθα τῇ σκηνῇ· ὃ γὰρ περὶ τῆς πόρνης εἴρηται, τοῦτο καὶ περὶ τῆς ταύτης εἰκότως ἄν τις εἴποι· «Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης»· τὸ αὐτὸ καὶ περὶ τῆς κενοδοξίας οὐκ ἄν τις ἁμάρτοι λέγων.

Καθάπερ γὰρ ὁ Σοδόμων καρπός, τοιοῦτον ἡ κενοδοξία· καὶ γὰρ ἐκεῖνος τὴν μὲν ἐπιφάνειαν ἔχει λαμπρὰν καὶ καρπῶν ὑγιαινόντων τοῖς ὁρῶσιν ἐντίθησιν ἀπὸ τῆς ὄψεως τὴν ὑπόνοιαν. Ἐὰν δὲ λάβῃς κατὰ τῆς χειρὸς ἢ ῥοιὰν ἢ μῆλον, εἴκει τε τοῖς δακτύλοις εὐθέως καὶ διατρυφθὲν τὸ ἔξωθεν ἐπικείμενον λέπος ἀφίησιν αὐτοὺς εἰς τὴν κόνιν καὶ τὴν τέφραν ἐμπεσεῖν. Τοιοῦτόν τι καὶ ἡ κενοδοξία ἐστίν· ὁρωμένη μὲν δοκεῖ μεγάλη τις εἶναι καὶ θαυμαστή, κατασχεθεῖσα δὲ ὑπὸ τῶν ἡμετέρων χειρῶν εἰς τὴν κόνιν εὐθέως τὴν ψυχὴν ἡμῶν ἐνέβαλεν. Καὶ ὅτι τοιοῦτόν ἐστιν ἡ κενοδοξία, πολλαχόθεν δῆλον. Τί γάρ; βούλεσθε πρῶτον ἀπὸ τῶν ἔξωθεν ἀρξώμεθα;

Πληροῦται τὸ θέατρον καὶ πᾶς ὁ δῆμος ἄνω κάθηται ὄψιν πολὺ παρεχόμενος λαμπρὰν καὶ ἀπὸ τοσούτων συγκειμένην ὄψεων, ὡς πολλάκις καὶ τὸ τέγος αὐτὸ καὶ τὸν ὑπερκείμενον ὄροφον καλυφθῆναι τοῖς σώμασι τῶν ἀνδρῶν καὶ οὔτε κεραμίδας οὔτε λίθους ἔστιν ἰδεῖν, ἀλλὰ πάντα ὄψεις ἀνθρώπων καὶ σώματα. Πρὸ δὲ πάντων εἰσελθόντος τοῦ συναγαγόντος αὐτοὺς ἀνδρὸς φιλοτίμου, διαναστάντες εὐθέως ὥσπερ ἐξ ἑνὸς στόματος μίαν ἀφιᾶσι φωνήν, συμφώνως ἅπαντες κηδεμόνα καλοῦντες καὶ προστάτην τῆς κοινῆς πόλεως καὶ τὰς χεῖρας ἐκτείνοντες. Εἶτα μεταξὺ τῶν πάντων μείζονι παραβάλλουσιν αὐτὸν ποταμῷ τὸ τῆς φιλοτιμίας ἁδρὸν καὶ ἐκκεχυμένον τῇ τῶν Νειλῴων ὑδάτων ἀφθονίᾳ συγκρίνοντες, καὶ Νεῖλον αὐτὸν εἶναί φασι τῶν δωρεῶν. Οἱ δὲ μᾶλλον αὐτὸν κολακεύοντες μικρὸν νομίσαντες εἶναι τοῦτο τὸ ὑπόδειγμα, τὸ τοῦ Νείλου, ποταμοὺς μὲν ἀφιᾶσι καὶ θαλάσσας, τὸν δὲ Ὠκεανὸν εἰς μέσον ἀγαγόντες, τοῦτο αὐτὸν εἶναί φασιν, ὅπερ ἐκεῖνον ἐν ὕδασι, τοῦτον ἐν ταῖς φιλοτιμίαις· καὶ οὐδὲν ὅλως εἶδος εὐφημίας ἀπολιμπάνουσιν.

Λαμπρὰ τῆς κενοδοξίας ἡ ὄψις· ἀλλ᾽ ὑμεῖς μοι τοῦ τύπου τῆς κόρης ἀναμνήσθητε, εἰς ὃν διερρυθμίσαμεν τὸν δαίμονα, χρυσία περιθέντες αὐτῷ καὶ εἰς ἡλικίαν ἀγαγόντες ἑταίρας τινός, καὶ ὄψεσθε ὅτι οὐ πολὺ τὸ μέσον τῆς εἰκόνος.

Τί δὴ μετὰ τοῦτο; προσκυνήσας αὐτοὺς καὶ ταύτῃ τιμήσας καὶ αὐτός, κάθηται μὲν μακαριζόμενος ὑπὸ πάντων ἐκείνων, ἑκάστου αὐτῶν εὐχομένου τοῦτο γενέσθαι ὅπερ ἐκεῖνος τότε, καὶ εὐθέως ἀποθανεῖν. Μετὰ δὲ τὸ πολὺ δαπανῆσαι χρυσίον καὶ ἀργύριον, ἵππους, ἱμάτια, παῖδας καὶ πάντα ἐκεῖνα καὶ κενῶσαι πολλὰς οὐσίας, παραπέμπουσι πάλιν αὐτὸν μετὰ πολλῆς τῆς εὐφημίας, τοσοῦτοι μέντοι οὐκέτι· λυθέντος γὰρ τοῦ θεάτρου πρὸς τὰ οἰκεῖα ἕκαστος ἐπείγεται. Εἶτα ἐπὶ τῆς οἰκίας ἄριστα πολυτελῆ καὶ πολλὴ ἡ εὐωχία καὶ μεγάλη τῆς ἡμέρας ἡ λαμπρότης. Περὶ δείλην μεσημβρίαν πάλιν τὰ αὐτὰ καὶ ἐπὶ δύο καὶ τρισὶν ἡμέραις οὕτως. Ἐπειδὰν οὖν πάντα κενώσῃ καὶ μυρία χρυσίου τάλαντα, τότε λοιπὸν δείκνυται ἡ σποδὸς τῆς φωνῆς ταύτης καὶ ἡ τέφρα καὶ ἡ κόνις.

Ὅταν γὰρ ἐπὶ τῆς οἰκίας τοὺς λόγους ζητῇ καὶ τῆς δαπάνης τὴν ὑπερβολὴν ἐννοήσῃ, τότε ὀδύρεται. Ἕως μὲν γὰρ ἂν ἀπολαύῃ τῆς ἐπιθυμίας, καθάπερ ὑπό τινος μέθης τῆς κενοδοξίας ληφθεὶς καὶ ἑαυτὸν ἂν προσαναλώσειεν, οὐδὲ μικρὰν αἴσθησιν τῆς ζημίας λαβεῖν δύναται. Ἐπειδὰν δὲ οἴκοι γενόμενος, ἔνδον εἰς τὴν οἰκίαν τοῦ δαίμονος τούτου, τὴν μὲν ὥραν ἀπελθοῦσαν ἴδῃ τῆς συνελεύσεως λυθείσης καὶ εἰς τὸ θέατρον ἰδὼν εὕρῃ κενὸν ἀνδρῶν ὂν καὶ οὐδένα οὐδὲν φθεγγόμενον, τὴν δὲ ζημίαν οὐκ ἐπὶ φαντασίας, ἀλλ᾽ ἐπὶ χρημάτων ἤδη γεγενημένην, τηνικαῦτα αἰσθάνεται τῆς τέφρας.

Ἂν δὲ καὶ πέρα τῆς οὐσίας ἀναλώσας δέηται καὶ ἀπὸ ποδῶν ἐξαρθεὶς ἐν μέσῃ ἐπαιτῆται τῇ ἀγορᾷ, εἶτα τῶν τότε προστάτην βοώντων μηδεὶς παραγίνηται μηδὲ χεῖρα ὀρέγῃ, ἀλλὰ καὶ εὐφραίνωνται τοῖς γινομένοις—καὶ γὰρ καὶ τότε, ὅτε εὐφήμουν, καὶ τῷ φθόνῳ ἐδάκνοντο καὶ παραμυθίαν ἡγοῦντο τῶν οἰκείων κακῶν τὸ ἐκεῖνον, τὸν οὕτω γενόμενον λαμπρόν, πάντων ἀτιμότερον μέλλειν ἔσεσθαι—, ὅταν οὖν μηδεὶς παραγίνηται μηδὲ χεῖρα ὀρέγῃ, τί τούτων ἐλεεινότερον;

Οὐχὶ μᾶλλον δακρύων ἄξιον; τί δὲ τούτων χαλεπώτερον; Τάχα ἴστε τινὰ τοῦτο παθόντα μηδαμῶς; Καὶ εἴθε μὲν οὖν χεῖρα μὴ ὤρεγον, ἀλλὰ καὶ τοὐναντίον, κατηγορίαις βάλλεται παρ᾽ αὐτῶν τῶν ἐπαινεσάντων. «Διὰ τί γάρ», φησί, «μαινόμενος; Διὰ τί δόξης ἐραστής; Τίνος γὰρ ἕνεκεν πόρναις καὶ μίμοις ἐχαρίζετο;» Ἄνθρωπε ἀγνῶμον, οὐχὶ σὺ ἐθαύμαζες; οὐχὶ σὺ ἐπῄνεις; οὐχὶ σὺ αὐτὸν εἰς τοῦτο προηγάγου τοῖς κρότοις καὶ ταῖς εὐφημίαις; οὐχὶ Νεῖλον ἐκάλεις; οὐχὶ Ὠκεανόν; οὐχὶ πᾶσαν τὴν ἡμέραν εἰς τὰς εὐφημίας ἀνήλωσας τὰς ἐκείνου; Πόθεν οὖν ἐξαίφνης μεταβέβλησαι;

Καὶ ὅτε ἐλεεῖν δεῖ, τότε μάλιστα κατηγορεῖς ἐφ᾽ οἷς καὶ ἐκρότεις πάλαι; Εἰ γὰρ ἐν οἷς κατηγοροῦμεν, ὅταν κολαζόμενον ἴδωμεν, οὔκ ἐσμεν οὕτω λίθινοι ὡς μὴ κατακαμφθῆναι, ὅταν ἐφ᾽ οἷς καὶ ἐπῃνέσαμεν ἴδωμεν κακόν τι πάσχοντα, οὐχὶ πολλῷ μᾶλλον κάμπτεσθαι ἐχρῆν; Νῦν δὲ κατηγορεῖς· ὅτε σε ἔτερπεν τῇ θέᾳ, ὅτε διημέρευες πάντα ἀφεὶς τὰ σαυτοῦ, τί μὴ κατηγόρεις;