Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς πατέρας περὶ τῆς τεκνοτροφίας

Ἰωάννης ὁ Χρυσόστομος

Η ματαιότητα της πολυτέλειας και η αναγκαιότητα της πνευματικής ανατροφής

Ανασκευάζονται οι προφάσεις για την απόκτηση πολυτελών αντικειμένων, ελέγχεται η πρακτική του κοσμικού στολισμού των παιδιών και τονίζεται η υπεροχή της χριστιανικής διαπαιδαγώγησης έναντι της θύραθεν παιδείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 8

Ὁρᾷς οἷα τὰ τοῦ διαβόλου; οἷοι τῆς κενοδοξίας οἱ καρποί; Ἐγὼ μὲν εἶπον τέφραν καὶ κόνιν· ὁρῶ δὲ οὐ τέφραν καὶ κόνιν μόνον, ἀλλὰ καὶ πῦρ καὶ καπνόν· οὐ γὰρ μέχρι τοῦ μηδὲν ἀπόνασθαι τὸ πρᾶγμα ἵσταται, ἀλλὰ καὶ μέχρι τοῦ κακοῖς περιβαλεῖν. Ἐπ᾽ ἐκείνων δὲ ἂν εἴη τέφρα καὶ κόνις, ἐπὶ τῶν ἀναλισκόντων μὲν πολλά, καρπουμένων δὲ οὐδέν· οὐ μὴν καὶ ἐπὶ τῶν ταῦτα πασχόντων ἅπερ ἄρτι διῆλθον. «Τί οὖν; φησίν, ὅταν διὰ τὰς λειτουργίας ἐκείνας τιμῶνται καὶ θαυμάζωνται παρὰ πολλῶν, ἆρα μικρὸς οὗτος ὁ καρπός;» Σφόδρα γε· οὐ γὰρ μεγάλη ἡ τιμὴ αὕτη, ἣν νῦν διῆλθον, τὸ καὶ σκώμμασι βάλλεσθαι καὶ κατηγορεῖσθαι καὶ διαβάλλεσθαι. «Τί δὲ πρὸς τοὺς τιμωμένους;» Οὐ γὰρ διὰ τὰς λειτουργίας ἐκεῖνοι τιμῶνται, ἀλλὰ διὰ τὸ προσδοκᾶν δαπανᾶσθαι πάλιν τῷ πλήθει. Εἰ δὲ διὰ τὰ φθάσαντα, διὰ τί τῶν οὐκ ἐχόντων κατηγοροῦσιν; διὰ τί δὲ μηδὲ προσίασιν, ἀλλὰ καὶ σκώπτουσιν ἀσώτους καὶ μιαροὺς ἄνδρας ἀποκαλοῦντες;

Εἶδες ὅτι μανία τίς ἐστιν ἡ κενοδοξία; Ἀλλὰ τοῦτο μὲν ἀφείσθω τὸ εἶδος, ἑνός που καὶ δευτέρου ὄν, ἐφ᾽ ἕτερον δὲ ἔλθωμεν. Εἰ δὲ λέγοι τις· «Τί οὖν πρὸς τοὺς σύμμετρα δαπανωμένους ἐν ταῖς τῶν πόλεων τέρψεσιν; Εἰπέ μοι, παρακαλῶ, τί τὸ κέρδος; καὶ γὰρ καὶ παρ᾽ ἐκείνοις ἐφήμερος ἡ δόξα καὶ ἡ βοή. Καὶ ὅτι τοῦτο οὕτως ἂν ἔχοι, εἴ τις αὐτοῖς αἵρεσιν ἔδωκεν ἀναλαβεῖν ἐκεῖνα τὰ χρήματα ἢ καὶ τὸ τρίτον ἢ καὶ τὸ πολλοστόν, καὶ μηδεμίαν ἀκηκοέναι τοιαύτην φωνήν, νομίζεις οὐχὶ μυριάκις ἂν εἵλοντο;

Οἱ γὰρ ὑπὲρ ὀβολοῦ ἑνὸς μυρία ἀναισχυντοῦντες καὶ ἰταμευόμενοι, τί οὐκ ἂν ἐποίησαν ὑπὲρ τοσούτων χρημάτων εἰκῇ κενουμένων; Ἐνταῦθά μοι πρὸς τοὺς παρ᾽ ἡμῖν πιστοὺς ὁ λόγος ἐπείγεται, οἳ τῷ Χριστῷ πενομένῳ καὶ τῆς ἀναγκαίας ἀποροῦντι τροφῆς οὐδὲ τὸ τυχὸν ὀρέγειν ἐθέλουσιν· καὶ ὅσα ἐκεῖνοι πόρναις καὶ μίμοις καὶ τοῖς ὀρχουμένοις παρέχουσιν ὑπὲρ μιᾶς φωνῆς, ταῦτα οὗτοι ὑπὲρ βασιλείας διηνεκοῦς οὐ διδόασιν.

Ἀλλ᾽ ἐφ᾽ ἕτερον ἔλθωμεν εἶδος κενοδοξίας· ποῖον δὴ τοῦτο; ὃ τῶν πολλῶν ἐστι καὶ οὐκέτι ἑνὸς καὶ δευτέρου· χαίρομεν ὅταν ἐπαινώμεθα καὶ ἐπὶ πράγμασιν ἐν οἷς οὐδὲν σύνισμεν ἑαυτοῖς οὐδὲ μικρόν. Καὶ ὁ πένης πάντα ποιεῖ ὥστε ἱμάτια περιθέσθαι καλά, δι᾽ οὐδὲν ἕτερον ἀλλ᾽ ὥστε δοξασθῆναι παρὰ τῶν πολλῶν· καὶ πολλάκις ἑαυτῷ διακονήσασθαι δυνάμενος οἰκέτην ὠνήσατο οὐ χρείας ἕνεκεν, ἀλλ᾽ ὥστε μὴ δόξαι ἠτιμῶσθαι ἑαυτῷ διακονούμενος. Ἐπεὶ τίνος ἕνεκεν, εἰπέ μοι, τὸν πάντα χρόνον ταῖς ἑαυτοῦ χερσὶν ὑπηρετούμενος ταῖς ἄλλου βούλει νῦν ὑπηρετεῖσθαι; Εἶτα, ἂν ἕτερον χρυσίον προσγένηται, καὶ σκεύη ἀργυρᾶ κτᾶται καὶ οἰκίαν λαμπράν.

Τούτων οὐδὲν χρείας ἕνεκεν· εἰ γὰρ χρείας ἕνεκεν ταῦτα ἐγίνετο, τὸ πλέον ἂν τοῦ γένους τῶν ἀνθρώπων ἀπωλώλει καὶ διέφθαρτο. Οἷόν τι λέγω· ἔστιν ἀναγκαῖα καὶ ὧν ἄνευ ζῆν οὐκ ἔνι, οἷον ἡ τῆς γῆς φορὰ πρᾶγμα ἀναγκαῖόν ἐστιν, καὶ ταύτης μὴ φερούσης καρπὸν οὐκ ἔνι ζῆν· τὰ τῶν ἱματίων σκεπάσματα, ὄροφος καὶ τοῖχοι καὶ ὑποδήματα, ταῦτα τῶν ἀναγκαίων ἐστίν, τὰ μέντοι ἄλλα ἅπαντα περιττά. Ἐπεὶ εἰ κἀκεῖνα ἀναγκαῖα ἦν καὶ οὐκ ἦν ἀνθρώπῳ ἄνευ διακόνου ζῆν, ὥσπερ οὐκ ἔστι δυνατὸν ἄνευ ἐκείνων ζῆν, τὸ πλέον ἂν ἀπωλώλει τῶν ἀνθρώπων, ἐπειδὴ τὸ πλέον τοὺς διακονουμένους οὐκ ἔχουσιν. Εἰ ἀναγκαῖον ἦν ἀργυροῖς σκεύεσι κεχρῆσθαι καὶ ἄνευ τούτων ζῆν οὐκ ἦν, τὸ πλέον ἂν πάλιν διέφθαρτο τῶν ἀνθρώπων, ἐπειδὴ οὐδὲ ἄργυρος παρὰ τοῖς πολλοῖς ἐστιν.

Ἐὰν οὖν τις αὐτοῖς τοῖς κεκτημένοις τὸν ἄργυρον εἴπῃ· Τί δή ποτέ σοι τοῦτο βούλεται τὸ σκεῦος; εἰπὲ τὴν αἰτίαν καὶ ποίαν τὴν χρῆσιν παρέχεται», οὐδεμίαν 〈ἂν〉 ἄλλην ἔχοι εἰπεῖν, ἀλλ᾽ ἢ τὴν παρὰ τῶν πολλῶν τιμήν. «Καὶ κέκτημαι ὥστε θαυμάζεσθαι καὶ μὴ καταφρονεῖσθαι, κρύπτω δὲ πάλιν, ὥστε μὴ φθονεῖσθαι καὶ ἐπηρεάζεσθαι.» Τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ᾽ ἄν; εἰ διὰ τὴν παρὰ τῶν πολλῶν τιμὴν ἔχεις, πᾶσιν ἐπιδείκνυσο, εἰ δὲ τὸν φθόνον δέδοικας, οὐδὲ ὅλως κεκτῆσθαι καλόν.

Εἴπω καὶ ἑτέραν ἀλογίαν; Πολλάκις τῶν ἀναγκαίων τινὲς ἑαυτοὺς ἀποστερήσαντες καὶ λιμῷ φθειρόμενοι τούτων οὐκ ἀμελοῦσι τῶν σκευῶν. Κἂν ἐρωτήσῃς αὐτούς, «τὸ σχῆμά μου, φησίν, ἔχειν ὀφείλω». Ποῖον σχῆμα, ἄνθρωπε; οὔκ ἐστι τοῦτο σχῆμα ἀνθρώπου. Ἐπεὶ ἄρα ἀσχημοσύνην ἠσχημόνει μεγάλην ὁ δίκαιος Ἠλίας καὶ Ἐλισσαῖος καὶ Ἰωάννης· ἐπειδὴ τῷ μὲν τῆς μηλωτῆς πλέον οὐδὲν ἦν καὶ χήρας ἔχρῃζε γυναικός, καὶ αὐτῆς πενιχρᾶς, καὶ ἐπαιτητικὸν ἔζη βίον πρὸς τὰ πρόθυρα τῆς γυναικὸς τῆς πενιχρᾶς ἐκείνης ἐρχόμενος καὶ τὰ τῶν ἐπαιτῶν φθεγγόμενος ῥήματα. Ἠσχημόνει δὲ ἄρα καὶ Ἐλισσαῖος αὐτὸς ἀπὸ τῆς πενιχρᾶς ἑστιώμενος. Ἠσχημόνει δὲ καὶ Ἰωάννης οὐδὲ ἱμάτιον ἔχων, οὐδὲ ἄρτον ἕνα. Μία μόνον ἐστὶν ἀσχημοσύνη, τὸ πολλὰ κεκτῆσθαι, καὶ μεγάλη ὄντως ἀσχημοσύνη. Ὠμότητος γὰρ δόξαν λαμβάνει τις, μαλακίας, βλακείας καὶ τύφου, κενοδοξίας, θηριωδίας. Οὔκ ἐστι σχῆμα τὸ καλὰ φορεῖν ἱμάτια, ἀλλὰ σχῆμά ἐστι τὸ καλὰς περικεῖσθαι πράξεις.

Καὶ ἀκούω πολλῶν ἐπὶ τούτῳ θαυμαζομένων. «Ὁ δεῖνα, φησίν, ἔχει τὸ σχῆμα αὑτοῦ· ἡ κλίνη ἐξεστρωμένη ἐστὶν καὶ σκεύη χαλκᾶ ἔχει πολλά· οἰκοδεσπότης ἄνθρωπός ἐστιν.» «Καὶ τί ἡμῖν ἐγκαλεῖς, φησίν, τοῖς ταῦτα κεκτημένοις, δέον τοῖς τὰ πλείονα ἔχουσιν ἐγκαλεῖν;» Δι᾽ ὑμῶν πολλῷ μᾶλλον ἐκείνων κατηγορῶ· εἰ γὰρ οὐκ ἀφίημι αἰτίας τοὺς τὰ ὀλίγα ἔχοντας, πολλῷ μᾶλλον τοὺς τὰ πλείονα κεκτημένους.

Σχῆμά ἐστιν οὐχὶ οἰκίας λαμπρότης, οὐδὲ ἐπιβλημάτων πολυτέλεια, οὐδὲ στιβὰς ἐξεστρωμένη, οὐδὲ κλίνη κεκαλλωπισμένη, οὐδὲ οἰκετῶν πλῆθος. Πάντα γὰρ ταῦτα ἡμῶν ἐκτὸς καὶ οὐδὲν πρὸς ἡμᾶς. Τὰ δὲ πρὸς ἡμᾶς ἐπιείκεια, ὑπεροψία χρημάτων, ὑπεροψία δόξης, τὸ καταγελᾶν τῆς παρὰ τῶν πολλῶν τιμῆς, τὸ μηδὲν ἡγεῖσθαι τὰ ἀνθρώπινα, τὸ τὴν πενίαν ἀσπάζεσθαι, τὸ τὴν φύσιν ὑπερβαίνειν τῇ τοῦ βίου ἀρετῇ· τοῦτο εὐσχημοσύνη, τοῦτο δόξα, τοῦτο τιμή.

Τὸ δὲ αἴτιον πάντων τῶν κακῶν ἐξ ἀρχῆς τοῦτο γίνεται, καὶ πῶς, ἐγὼ λέγω. Τὸ παιδίον εὐθέως ἐτέχθη· πάντα μηχανᾶται ὁ πατὴρ οὐχ ὅπως αὐτοῦ τὸν βίον ῥυθμίσειεν, ἀλλ᾽ ὅπως αὐτὸ καλλωπίσειεν καὶ χρυσίοις καὶ ἱματίοις περιβάλοι. Τί δή ποτε τοῦτο ποιεῖς, ἄνθρωπε; Ἔστω, αὐτὸς ταῦτα περίκεισαι· τί καὶ τὸ παιδίον, τὸ οὐδέπω τῆς μανίας ταύτης πεῖραν λαβόν, παιδεύεις ἐν τούτοις; Τίνος ἕνεκεν περιτιθεῖς κόσμον περὶ τὸν τράχηλον; Παιδαγωγοῦ χρεία ἀκριβοῦς, ὥστε ῥυθμίζειν τὸν παῖδα, χρυσίου δὲ οὐκέτι. Καὶ κόμην δὲ ὄπισθεν ἀφίεις εἰς κόρης σχῆμα εὐθέως ἐκθηλύνων τὸν παῖδα καὶ τὸ τῆς φύσεως στερρὸν μαλάσσων, ἐξ ἀρχῆς αὐτῷ χρημάτων ἔρωτα περιττὸν ἐντιθεὶς καὶ πείθων περὶ τὰ ἀνόνητα ἐπτοῆσθαι.

Τί κατασκευάζεις αὐτῷ μείζονα τὴν ἐπιβουλήν; τί περὶ τὰ σωματικὰ ποιεῖς ἐπτοῆσθαι; «Ἀνήρ, φησίν, ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν.» Οὐ βούλεται ἡ φύσις· οὐκ ἐπέτρεψεν τοῦτο ὁ Θεός· τὸ πρᾶγμα κεκώλυται· ἑλληνικῆς ἐστι δεισιδαιμονίας ἔργον. Πολλοὶ δὲ καὶ τῶν ὤτων ἐξαρτῶσι χρυσία· εἴθε μηδὲ κόραι τούτων ἀπήλαυον, ὑμεῖς δὲ καὶ ἐπὶ τοὺς ἄρρενας ἄγετε τὴν λύμην.

Τάχα πολλοὶ γελῶσιν ἐπὶ τοῖς λεγομένοις, ὡς μικρῶν ὄντων τούτων. Οὔκ ἐστι μικρά, ἀλλὰ καὶ σφόδρα μεγάλα. Κόρη ἐν τῷ θαλάμῳ τῷ μητρικῷ παιδευθεῖσα πρὸς κόσμον ἐπτοῆσθαι γυναικεῖον, ἐπειδὰν ἐξέλθῃ τὴν πατρῴαν οἰκίαν, δυσχερὴς ἔσται καὶ χαλεπὴ τῷ νυμφίῳ καὶ τῶν τοὺς φόρους ἀπαιτούντων φορτικωτέρα. Εἶπον καὶ ἤδη πρὸς ὑμᾶς ὅτι ἐκεῖθεν ἡ κακία δυσανάσπαστος γίνεται, ὅτι οὐδεὶς τῶν παίδων προνοεῖ, ὅτι οὐδεὶς περὶ παρθενίας αὐτοῖς διαλέγεται, οὐδεὶς περὶ σωφροσύνης, οὐδεὶς περὶ ὑπεροψίας χρημάτων καὶ δόξης, οὐδεὶς ταῦτα τὰ ἐν ταῖς γραφαῖς παρηγγελμένα.

Ὅταν τοίνυν ἐκ πρώτης ἡλικίας διδασκάλων ἀπορήσωσιν οἱ παῖδες, τί ἔσονται; Εἰ γὰρ ἐκ κοιλίας τρεφόμενοί τινες καὶ ἕως γήρως παιδευόμενοι οὔπω κατορθοῦσιν, οἱ ἐκ προοιμίων τῆς ζωῆς αὐτῶν τούτοις συνεθιζόμενοι τοῖς ἀκούσμασιν τί οὐκ ἂν ἐργάσωνται δεινόν; Νῦν δὲ ὅπως μὲν τέχνας καὶ γράμματα καὶ λόγους τοὺς αὑτῶν παῖδας παιδεύσειεν, ἅπασαν ἕκαστος ποιεῖται σπουδήν, ὅπως δὲ τὴν ψυχὴν ἀσκηθείη, τούτου οὐκέτι οὐδεὶς λόγον ἔχει τινά.

Οὐ παύομαι παρακαλῶν ὑμᾶς καὶ δεόμενος καὶ ἀντιβολῶν, ὥστε πρὸ τῶν ἄλλων ἁπάντων τέως ὑμῶν ῥυθμίζειν τοὺς παῖδας. Εἰ γὰρ φείδῃ τοῦ παιδός, δεῖξον ἀπὸ τούτου· ἄλλως δὲ καὶ μισθὸν ἔχεις. Ἄκουε γὰρ τοῦ Παύλου λέγοντος· «... ἐὰν ἐπιμείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης.» Καὶ εἰ σὺ μυρία σαυτῷ σύνοιδας κακά, ἀλλ᾽ ὅμως ἐπινόησον παραμυθίαν τινὰ τοῖς σοῖς κακοῖς.