Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς πολεμοῦντας τοῖς ἐπὶ τὸ μονάζειν ἀναχωροῦσιν

Ἰωάννης ὁ Χρυσόστομος

Τα αίτια της πνευματικής φθοράς και η ενοχή των γονέων

Καταδίκη της γονικής αμέλειας που προωθεί τη φιλαργυρία, την κενοδοξία και την επιδίωξη κοσμικών αξιωμάτων εις βάρος της χριστιανικής αγωγής και της σωτηρίας της ψυχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 10 από 16

Ἡ μὲν γὰρ ἐκείνων ὠμότης μέχρι δουλείας καὶ ἀναστατώσεως καὶ ἀνδραποδισμοῦ τῆς πατρίδος καὶ τῶν τοῦ σώματος ἕστηκε κακῶν, ὑμεῖς δὲ αὐτὴν καταδουλοῦτε τὴν ψυχὴν, καὶ καθάπερ τινὰ αἰχμάλωτον δήσαντες, οὕτω δαίμοσι πονηροῖς καὶ ἀγρίοις καὶ τοῖς ἐκείνων παραδίδοτε πάθεσιν. Ὅταν γὰρ μήτε αὐτοὶ παραινῆτέ τι πνευματικὸν, μή τε ἑτέρους βουλομένους τοῦτο ποιεῖν ἀφίητε, οὐδὲν ἕτερον ἢ τοῦτο ἐργάζεσθε. Καὶ μή μοι λεγέτω τις ὅτι πολλοὶ μειζόνως τοῦ Ἠλεὶ τῶν οἰκείων ἀμελήσαντες παίδων οὐδὲν ἔπαθον οἷον ὁ Ἠλεί· ἔπαθον μὲν γὰρ καὶ πολλοὶ πολλάκις καὶ χαλεπώτερα τούτων, καὶ διὰ ταύτην τὴν ἁμαρτίαν. Πόθεν γὰρ ἄωροι θάνατοι; πόθεν νόσοι χαλεπαὶ καὶ συνεχεῖς, καὶ ἡμῖν καὶ τοῖς παισὶν αὐτοῖς; πόθεν ζημίαι, πόθεν περιστάσεις, πόθεν ἐπήρειαι, πόθεν τὰ μυρία κακά; οὐκ ἐκ τοῦ μοχθηροὺς ὄντας τοὺς παῖδας περιορᾷν; Καὶ ὅτι οὐ στοχασμὸς τοῦτό ἐστιν, ἱκανὰ μὲν καὶ τὰ τοῦ πρεσβύτου πιστώσασθαι πάθη· ἐγὼ δὲ ὑμῖν καὶ λόγον ὑπὲρ τούτων ἐρῶ σοφοῦ τινος ἀνδρὸς τῶν παρ᾽ ἡμῖν· περὶ γὰρ παίδων οὗτος διαλεγόμενος οὕτω πώς φησι· Μὴ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν· εἰ μὴ ἔστι φόβος μετ᾽ αὐτῶν Θεοῦ, μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν. Στενάξεις γὰρ πένθει ἀώρῳ, καὶ ἐξάπινα αὐτῶν συντέλειαν γνώσῃ.

Πολλοὶ μὲν οὖν, ὅπερ ἔφην, πολλὰ τοιαῦτα πεπόνθασιν· εἰ δέ τινες καὶ διέφυγον, ἀλλ᾽ οὐκ εἰς τέλος ἐκφεύξονται, ἀλλ᾽ ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς· πικροτέραν γὰρ ἀπελθόντες ἐκεῖ δώσουσι δίκην. Τίνος γὰρ ἕνεκεν, φησὶν, οὐκ ἐνταῦθα πάντες κολάζονται; Ὅτι ὥρισεν ἡμέραν ὁ Θεὸς, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην· αὕτη δὲ οὔπω πάρεστιν ἡ ἡμέρα.

Καὶ ἄλλως δὲ τοῦτο εἰ ἐγίνετο, προανάλωτο ἂν καὶ προανήρπαστο ἡμῶν ἅπαν τὸ γένος. Ἀλλ᾽ ἵνα μήτε τοῦτο συμβῇ, μήτε ῥᾳθυμότεροι πολλοὶ γίγνωνται τῇ μελλήσει τῆς κρίσεως, λαμβάνων τινὰς ὑπευθύνους ἁμαρτήμασιν ὁ Θεὸς, καὶ κολάζων ἐνταῦθα, διδάσκει τοὺς λοιποὺς δι᾽ ἐκείνων, τὰ μέτρα τῶν κειμένων αὐτοῖς τιμωριῶν, ἵνα ἐπιστῶνται ὅτι κἂν ἐνταῦθα μὴ δῶσι δίκην, ἀπελθόντες ἐκεῖ δώσουσι πάντως χαλεπωτέραν. Μὴ γὰρ, ἐπειδὴ προφήτην οὐ πέμπει νῦν οὐδὲ προαγορεύει τὴν τιμωρίαν, καθάπερ ἐπὶ τοῦ Ἠλεὶ, διὰ ταῦτα ἀναισθητῶμεν· οὐ γάρ ἐστι προφητῶν καιρὸς, μᾶλλον δὲ πέμπει καὶ νῦν. Πόθεν δὲ ἡμῖν τοῦτο δῆλον; Ἔχουσι, φησὶ, Μωσέα καὶ τοὺς προφήτας. Τὰ γὰρ πρὸς ἐκείνους εἰρημένα οὐχ ἧττον καὶ πρὸς ἡμᾶς εἴρηται, καὶ οὐχὶ τῷ Ἠλεὶ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς τὰ αὐτὰ ἁμαρτάνουσιν ἐκείνῳ δι᾽ ἐκείνου καὶ τῶν ἐκείνου διαλέγεται παθῶν. Οὐδὲ γάρ ἐστι προσωπολήπτης ὁ Θεὸς, οὐδὲ ὁ τὸν ἐλάττονα ἁμαρτόντα οὕτω πανέστιον ἀνατρέψας, τοὺς χαλεπώτερα πεπλημμεληκότας ἀτιμωρήτους ἀφίησι.

δʹ. Καὶ γὰρ οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ὅτι οὐ πολὺς αὐτῷ τοῦ πράγματος ὁ λόγος· πολλὴν γὰρ ὑπὲρ τῆς τῶν παίδων ἀνατροφῆς ποιεῖται σπουδήν. Ἐπιθυμίαν τε γὰρ τοσαύτην τῇ φύσει διὰ τοῦτο ἐνέσπειρεν, ἵνα ὥσπερ εἰς ἀνάγκην τινὰ ἄφυκτον τῆς περὶ τὰ τεχθέντα προνοίας καταστήσῃ τοὺς φυτευσαμένους αὐτά· νόμους τε εἰσήνεγκεν ὕστερον ὑπὲρ τῆς τούτων ἐπιμελείας διαλεγόμενος ἡμῖν. Καὶ ἑορτὰς δὲ τιθεὶς, κελεύει τὰ παιδία αὐτῶν διδάσκειν τὴν ὑπόθεσιν. Περὶ γὰρ τοῦ Πάσχα διαλεχθεὶς ἐπήγαγε· Καὶ ἀπαγγελεῖς τῷ υἱῷ σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· Διὰ τοῦτο ἐποίησεν ὁ Θεός μοι, ὡς ἐξεπορευόμην ἐξ Αἰγύπτου. Καὶ ἐπὶ τοῦ νόμου δὲ τὸ αὐτὸ τοῦτο ποιεῖ· περὶ γὰρ τῶν πρωτοτόκων εἰπὼν προστίθησι πάλιν· Ἐὰν δὲ ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα λέγων· Τί τοῦτο; ἐρεῖς πρὸς αὐτὸν, ὅτι Ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς Κύριος ἐξ Αἰγύπτου ἐξ οἴκου δουλείας.

Ἡνίκα δὲ ἐσκλήρυνε Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν. Διὰ τοῦτο ἐγὼ θύω Κυρίῳ πᾶν διανοῖγον μήτραν ἀρσενικόν· διὰ πάντων εἰς θεογνωσίαν κελεύων ἅγειν αὐτούς. Καὶ αὐτοῖς δὲ τοῖς παιδίοις πολλὰ περὶ τῶν γεγεννηκότων αὐτοὺς διατάττεται, τοὺς μὲν εὐνοϊκῶς διακειμένους τιμῶν, κολάζων δὲ τοὺς ἀγνώμονας, καὶ ταύτῃ πάλιν αὐτοὺς ποθεινοτέρους τοῖς φυτευσαμένοις ποιῶν. Ὅταν γάρ τινος ποιήσῃ τις ἡμᾶς κυρίους, μεγίστην ἡμῖν ἀνάγκην τῆς ὑπὲρ αὐτοῦ προνοίας ἐπιτίθησι τὴν τιμήν· καὶ γὰρ εἰ μηδὲν ἕτερον. τοῦτο γοῦν ἡμᾶς δυσωπῆσαι ἱκανὸν, τὸ πάντα τὰ ἐκείνου ἐν ταῖς ἡμετέραις κεῖσθαι χερσὶ, καὶ οὐκ ἂν ἀνασχοίμεθα προδοῦναι ταχέως τὸν οὕτως ἐμπιστευθέντα ἡμῖν· ὅταν δὲ μετὰ τοῦτο καὶ συνοργίζηται καὶ ἀγανακτῇ πλέον τῶν ὑβρισμένων αὐτῶν, καὶ χαλεπὸς γίνηται τιμωρὸς, καὶ ταύτῃ πολὺ πλέον ἐφέλκεται· ὅπερ οὖν ἐποίησε καὶ ὁ Θεός. Πρὸς τούτοις καὶ τὸν ἀπὸ τῆς φύσεως τρίτον ἐπήγαγε δεσμὸν, εἰ δὲ βούλει, πρῶτον. Καὶ ἵνα μὲν τῶν προσταγμάτων αὐτοῦ μὴ καταφρονῶσιν οἱ πατέρες, κελευόμενοι τρέφειν τοὺς παῖδας, τὴν ἀπὸ τῆς φύσεως ἐπέθηκεν ἀνάγκην.

Ἵνα δὲ μή ποτε ταῖς τῶν παίδων ὕβρεσιν ἀσθενεστέρα γενομένη αὕτη διαῤῥήγνυται, τήν τε παρ᾽ αὐτοῦ καὶ τὴν παρ᾽ αὐτῶν τῶν γεννησαμένων ἐπετείχισε τιμωρίαν, καὶ τούτους μετὰ ἀκριβείας ὑποτάσσων πολλῆς, κἀκείνων ταύτῃ διεγείρων τὸν πόθον. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ ἑτέρῳ τετάρτῳ τρόπῳ σφοδρῶς ἡμᾶς καὶ μετὰ ἀκριβείας αὐτοῖς συνέδησεν. Οὐ γὰρ τοὺς παῖδας μόνον κακοὺς μὲν ὄντας περὶ τοὺς γεγεννηκότας κολάζει, γινομένους δὲ ἀγαθοὺς ἀποδέχεται, ἀλλὰ καὶ ἐπὶ τῶν πατέρων τὸ αὐτὸ δὴ τοῦτο ποιεῖ, κολάζων μὲν πικρῶς τοὺς ἀμελοῦντας αὐτῶν, τιμῶν δὲ καὶ ἐπαινῶν τοὺς ἐπιμελουμένους.

Καὶ γὰρ τὸν πρεσβύτην τοῦτον, καίτοι τἄλλα ὅντα λαμπρὸν, ἀπὸ ταύτης τῆς ὀλιγωρίας ἐτιμωρήσατο μόνης, καὶ τὸν πατριάρχην δὲ τῶν ἄλλων οὐχ ἧττον ἀπὸ ταύτης ἐτίμησε τῆς προνοίας· λέγων γὰρ τὰς πολλὰς καὶ μεγάλας δωρεὰς ἐκείνας, ἃς ὑπέσχετο δώσειν αὐτῷ, καὶ τὴν αἰτίαν τιθεὶς, ταύτην ἐτίθει· ᾜδειν γὰρ, φησὶν, ὅτι συντάξει Ἀβραὰμ τοῖς υἱοῖς αὐτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετ᾽ αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου τοῦ Θεοῦ, ποιεῖν δικαιοσύνην καὶ κρίσιν. Ταῦτα δέ μοι εἴρηται νῦν, ἵνα μάθωμεν ὅτι οὐκ οἴσει πράως ὁ Θεὸς ἀμελουμένων τῶν οὕτω περισπουδάστων αὐτῷ. Οὐδὲ γάρ ἐστι τοῦ αὐτοῦ τοσαῦτα μὲν ὑπὲρ τῆς τούτων πραγματεύεσθαι σωτηρίας, καταφρονουμένων δὲ αὐτῶν τούτων παρορᾷν. Οὐ τοίνυν περιόψεται, ἀλλὰ καὶ ἀγανακτήσει, καὶ ὀργιεῖται σφοδρῶς, καθάπερ ἀποδέδεικται διὰ τῶν πραγμάτων αὐτῶν. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος παραινεῖ συνεχῶς λέγων· Οἱ πατέρες, ἐκτρέφετε τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Εἰ γὰρ ἡμεῖς ἀγρυπνεῖν ὑπὲρ τῶν ψυχῶν αὐτῶν κελευόμεθα ὡς λόγον ἀποδώσοντες, πολλῷ μᾶλλον ὁ πατὴρ ὁ γεννησάμενος, ὁ θρεψάμενος, ὁ συνοικοῦντα ἔχων διαπαντός. Ὥσπερ γὰρ ἐπὶ τῶν οἰκείων ἁμαρτημάτων οὐκ ἔχει καταφυγεῖν εἰς ἀπολογίαν καὶ συγγνώμην, οὕτως οὐδὲ ὑπὲρ τῶν τοῖς παισὶν ἁμαρτανομένων. Καὶ τοῦτο πάλιν ὁ μακάριος Παῦλος κατέστησε φανερόν.

Νομοθετῶν γὰρ ὁποίους τινὰς εἶναι χρὴ τοὺς ἐπὶ τὴν τῶν ἅλλων ἐρχομένους ἀρχὴν, μετὰ τῶν ἄλλων ἁπάντων τῶν ἀναγκαίως αὐτοῖς ὀφειλόντων προσεῖναι, καὶ τὴν τῶν παίδων ἐπιμέλειαν ἀπαιτεῖ, ὡς οὐκ οὔσης ἡμῖν συγγνώμης διαστραφέντων ἐκείνων· καὶ μάλα εἰκότως. Εἰ μὲν γὰρ ἐκ φύσεως ἡ κακία τοῖς ἀνθρώποις προσῆν, εἰκότως ἄν τις πρὸς ἀπολογίαν κατέφυγεν· ἐπειδὴ δὲ ἐκ προαιρέσεως καὶ φαῦλοι γινόμεθα καὶ σπουδαῖοι, τίνα ἂν λόγον ἔχοι εὐπρόσωπον εἰπεῖν ὁ τὸν μάλιστα πάντων ποθούμενον διαστραφῆναι καὶ γενέσθαι πονηρὸν ἀφιείς; Ὅτι οὐκ ἐβούλετο ποιῆσαι χρηστόν;

Ἀλλ᾽ οὐδεὶς ἂν τοῦτο εἴποι πατήρ· ἡ γὰρ φύσις ἐφέστηκε πρὸς τοῦτο αὐτὸν διεγείρουσα συνεχῶς. Ἀλλ᾽ οὐκ ἠδύνατο; Ἀλλ᾽ οὐδὲ τοῦτο· καὶ γὰρ τὸ ἁπαλὸν ὄντα ἔτι λαβεῖν, καὶ τὸ πρῶτον, καὶ μόνον τὴν ἐξουσίαν ἐγχειρισθῆναι τὴν ἐκείνου, καὶ τὸ διαπαντὸς ἔχειν ἔνδον, ῥᾳδίαν αὐτῷ καὶ σφόδρα εὔκολον ποιεῖ τὴν προστασίαν.

Ὥστε οὐδαμόθεν τὴν διαστροφὴν γίνεσθαι τῶν παίδων, ἀλλ᾽ ἐκ τῆς περὶ τὰ βιωτικὰ μανίας· τὸ γὰρ πρὸς ἐκεῖνα μόνον ἀποβλέπειν, καὶ μηδὲν τούτων ἐθέλειν προτιμᾷν, καὶ τῶν παίδων μετὰ τῆς αὐτῶν ψυχῆς ἀναγκάζονται ἀμελεῖν.

Τούτους ἐγὼ τοὺς πατέρας (καὶ μή τις θυμοῦ τὸ λεγόμενον εἶναι νομιζέτω) καὶ αὐτῶν τῶν παιδοκτόνων χείρους εἶναι φαίην ἄν. Ἐκεῖνοι μὲν γὰρ τὸ σῶμα τῆς ψυχῆς διιστῶσιν, οὗτοι δὲ ταύτην μετ᾽ ἐκείνου φέροντες εἰς τὴν τῆς γεέννης ἐμβάλλουσι πυράν· κἀκεῖνον μὲν ἀνάγκη τὸν θάνατον καὶ παρὰ τῆς φύσεως δέξασθαι πάντως, τοῦτον δὲ ἐνῆν καὶ διαφυγεῖν, εἰ μὴ ἡ τῶν πατέρων αὐτὸν ἐπήγαγε ῥᾳθυμία. Πρὸς τούτοις, τὴν μὲν τοῦ σώματος τελευτὴν ἀνάστασις ἐπελθοῦσα ταχέως ἀφανίσαι δυνήσεται· τὴν δὲ τῆς ψυχῆς ἀπώλειαν οὐδὲν ἔτι παραμυθήσεται· οὐ γὰρ σωτηρία αὐτὴν διαδέχεται λοιπὸν, ἀλλ᾽ ἀθάνατα ἀνάγκη κολάζεσθαι. Ὥστε οὐκ ἀπεικότως τῶν παιδοκτόνων τοὺς τοιούτους πατέρας χείρους ἂν εἴποιμεν εἶναι. Οὐδὲ γάρ ἐστιν οὕτω δεινὸν ἀκονῆσαι ξίφος, καὶ δεξιὰν ὁπλίσαι, καὶ εἰς αὐτὸν τοῦ παιδὸς βαπτίσαι τὸν λαιμὸν, ὡς τὸ ψυχὴν ἀπολέσαι καὶ διαφθεῖραι· ταύτης γὰρ ἡμῖν ἴσον οὐδέν.

εʹ. Τί οὖν; πόλιν οἰκοῦντα, καὶ οἰκίαν καὶ γυναῖκα ἔχοντα οὐκ ἔνι σωθῆναι, φησί; Μάλιστα μὲν οὐχ εἷς σωτηρίας τρόπος, ἀλλὰ πολλοὶ καὶ διάφοροι. Καὶ τοῦτο λέγει μὲν ἀορίστως ὁ Χριστὸς, πολλὰς εἶναι μονὰς ἀποφαινόμενος παρὰ τῷ Πατρί· λέγει δὲ μετὰ διορισμοῦ τινος ὁ Παῦλος, οὕτω γράφων· Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οἱ μὲν ὡς ἥλιος λάμψουσιν, οἱ δὲ ὡς σελήνη, οἱ δὲ ὡς ἀστέρες. Καὶ οὐδὲ ἐνταῦθα ἔστη τῆς διαφορᾶς, ἀλλὰ καὶ ἐν αὐτοῖς τούτοις πολλὴν δείκνυσιν εἶναι τὴν διαλλαγὴν, καὶ τοσαύτην, ὅσην ἐν ἀριθμῷ τοσούτῳ συμβαίνειν εἰκός. Ἀστὴρ γὰρ, φησὶν, ἀστέρος διαφέρει ἐν δόξῃ. Ἐννόησον τοίνυν ἀπὸ τοῦ ἡλιακοῦ μεγέθους πρὸς τὸν ἔσχατον πάντων ἀστέρα ὁδεύων, πόσους ἀξιωμάτων βαθμοὺς καταβαίνειν εἰκός.

Πῶς οὖν οὐκ ἄτοπον, εἰ μὲν εἰς βασίλεια τὸν υἱὸν ἦγες, ἅπαντα ποιεῖν τε καὶ πάσχειν, κἀκεῖνον ἀναπείθων ὁμοίως, ὥστε αὐτὸν ἐγγὺς ποιῆσαι τοῦ βασιλέως, καὶ μηδὲν ὅλως ὑπολογίζεσθαι, μὴ δαπάνην, μὴ κίνδυνον, μὴ θάνατον αὐτόν· περὶ δὲ τῆς ἐν τοῖς οὐρανοῖς στρατείας προκειμένης ἡμῖν τῆς σκέψεως, μὴ ἀλγεῖν, εἰ τὸν ἔσχατον λάβοι τόπον, καὶ πάντων ὕστατος γένοιτο; Πλὴν ἀλλ᾽, εἰ δοκεῖ, καὶ αὐτὸ τοῦτο ἴδωμεν, εἰ δυνατὸν τὸν ἐν μέσῳ στρεφόμενον ταύτην γοῦν τὴν λῆξιν λαβεῖν. Ὁ μὲν γὰρ μακάριος Παῦλος ἀπεφήνατο ἐν βραχεῖ περὶ τούτου, καὶ τοὺς τὰς γυναῖκας ἔχοντας οὐκ ἔφησεν ἄλλως δύνασθαι σώζεσθαι, πλὴν εἰ μὴ οὕτως αὐτὰς ἔχοιεν ὡς οὐκ ἔχοντες, καὶ τῷ κόσμῳ μὴ παραχρῷντο. Ἡμεῖς δὲ αὐτὸ, εἰ βούλει, καὶ τῷ λόγῳ ἐπέλθωμεν. Ἔχεις οὖν εἰπεῖν, ὅτι ἢ σοῦ συμβουλεύοντος ἤκουσεν ὁ υἱὸς, ἢ ἀφ᾽ ἑαυτοῦ συνεῖδέ ποτε, ὅτι τὸν ὀμνόντα, κἂν εὐορκῇ, προσκρούειν ἔνι Θεῷ; Τί δὲ, ὅτι τὸν μνησικακοῦντα σωθῆναι οὐκ ἔνι; Ὀδοὶ γὰρ, φησὶ, μνησικάκων εἰς θάνατον. Ἀλλ᾽ ὅτι τὸν κακήγορον οὕτως ἠτίμωσεν ὁ Θεὸς, ὡς καὶ τῆς ἀναγνώσεως ἀπεῖρξαι τῶν θείων λόγων; Τί δὲ, ὅτι τὸν ἀλαζόνα καὶ ὑβριστὴν ἐξέβαλε τῶν οὐρανῶν, καὶ τῷ τῆς γεέννης παρέδωκε πυρί; τί δὲ, ὅτι τὸν ἀκολάστοις ἐνορῶντα ὀφθαλμοῖς ὡς ἀπηρτισμένον, οὕτως ἐκόλασε μοιχόν;

Ἀλλὰ τὸ πρόχειρον τοῦτο πᾶσιν ἁμάρτημα, τὸ κρίνειν τοὺς πλησίον, καὶ χαλεπωτέραν ἐπισπᾶσθαι τὴν κόλασιν, παρῄνεσάς ποτε φυγεῖν, καὶ τοὺς τοῦ Χριστοῦ περὶ τούτων κειμένους νόμους ἀνέγνως αὐτῷ; ἢ οὐδὲ οἶδας ὅτι ποτὲ ταῦτά ἐστι; Πῶς οὖν αὐτὰ δυνήσεται κατορθοῦν ὁ υἱὸς, ὧν οὐδὲ τοὺς νόμους οἶδεν ὁ μέλλων αὐτὸν διδάξειν πατήρ; Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινὸν, τὸ μηδὲν τῶν χρησίμων συμβουλεύειν αὐτοῖς, καὶ οὐκ ἂν τοσοῦτον ἦν· νυνὶ δὲ αὐτοὺς καὶ πρὸς τἀναντία ὠθεῖτε. Οὐδὲ γὰρ ἄλλο τι τῶν πατέρων ἔστιν ἀκοῦσαι διαλεγομένων πρὸς τοὺς παῖδας, ὅταν αὐτοὺς παρακαλῶσιν ὑπὲρ τῆς τῶν λόγων σπουδῆς, ἀλλ᾽ ἢ ταυτὶ τὰ ῥήματα· Ὁ δεῖνα, φησὶ, ταπεινὸς καὶ ἐκ ταπεινῶν τὴν ἀπὸ τῶν λόγων κτησάμενος δύναμιν, ἦρξε μεγίστας ἀρχὰς, πλοῦτον ἐκτήσατο πολὺν, γυναῖκα ἔλαβεν εὔπορον, οἰκίαν ᾠκοδόμησε λαμπρὰν, φοβερός ἐστιν ἅπασι καὶ ἐπίδοξος. Πάλιν ἔτερος, ὁ δεῖνα, φησὶ, τὴν Ἰταλῶν γλῶσσαν ἐκπαιδευθεὶς, ἐν τοῖς βασιλείοις ἐστὶ λαμπρὸς, καὶ πάντα ἄγει καὶ φέρει τὰ ἔνδον. Καὶ ἕτερος ἕτερον δείκνυσι πάλιν, πάντες δὲ τοὺς ἐπὶ γῆς εὐδοκίμους· τῶν δὲ ἐν τοῖς οὐρανοῖς οὐδὲ ἅπαξ τις μέμνηται, ἀλλὰ κἂν μνησθῆναι ἕτερος ἐπιχειρήσῃ, ὡς πάντα ἀνατρέπων ἐλαύνεται.

ϛʹ. Ὅταν οὖν ἐξ ἀρχῆς αὐτοῖς ταῦτα ἐπᾴδητε, οὐδὲν ἕτερον ἀλλ᾽ ἢ τὴν ὑπόθεσιν αὐτοὺς πάντων διδάσκετε τῶν κακῶν, δύο τοὺς τυραννικωτάτους ἐντιθέντες ἔρωτας, τὸν τῶν χρημάτων λέγω, καὶ τὸν τούτου παρανομώτερον, τὸν τῆς δόξης τῆς κενῆς καὶ ματαίας. Τούτων δὲ ἕκαστος καὶ καθ᾽ ἑαυτὸν μὲν πάντα ἀνατρέψαι ἱκανός· ὅταν δὲ καὶ ὁμοῦ συνελθόντες εἰς τὴν τοῦ νέου ψυχὴν ἁπαλὴν οὖσαν ἐμπέσωσι, καθάπερ τινὲς χείμαῤῥοι συναφθέντες, ἅπαντα διαφθείρουσι τὰ καλὰ, τοσαύτας ἀκάνθας, τοσαύτην ἄμμον, τοσοῦτον ἐπισυνάγοντες τὸν φορυτὸν, ὡς ἄκαρπόν τε καὶ ἄγονον τῶν ἀγαθῶν πάντων ἐκείνων ἐργάσασθαι τὴν ψυχήν. Καὶ μαρτυρήσειαν ἂν ἡμῖν ὑπὲρ τούτων καὶ οἱ τῶν ἔξωθεν λόγοι· τούτων γὰρ τῶν παθῶν θάτερον, οὐχὶ συνημμένον, ἀλλὰ καὶ καθ᾽ ἑαυτὸ, ὁ μὲν ἀκρόπολιν, ὁ δὲ κεφαλὴν προσεῖπε τῶν κακῶν.

Εἰ δὲ κεχωρισμένον ἀκρόπολίς ἐστι καὶ κεφαλὴ, ὅταν τὸ χαλεπώτερον πολλῷ προσλάβῃ καὶ δυνατώτερον, τὴν δοξομανίαν λέγω, καὶ μετ᾽ ἐκείνου φερόμενον ἐμπέσῃ καὶ ῥιζωθῇ καὶ προκαταλάβῃ τὴν τοῦ νέου ψυχὴν, τίς λοιπὸν ταύτην ἀναμοχλεῦσαι τὴν νόσον δυνήσεται, καὶ μάλιστα ὅταν καὶ οἱ πατέρες μὴ μόνον ὅπως διασαλευθείη, ἀλλ᾽ ὅπως καὶ πάγια γένηται τὰ πονηρὰ ταῦτα φυτὰ, καὶ ποιῶσι πάντα καὶ λέγωσι; Τίς οὖν οὕτως ἀνόητος, ὡς μὴ ἀπογνῶναι τῆς σωτηρίας τοῦ τὰ τοιαῦτα παιδευομένου παιδός; Ἀγαπητὸν γὰρ τῶν ἐναντίων ἀπολαύουσαν ψυχὴν διαφυγεῖν πονηρίαν· ὅταν δὲ πανταχοῦ χρήματα τὰ ἔπαθλα ᾖ, καὶ ἄνδρες ἐναγεῖς εἰς ζῆλον προκείμενοι, ποία σωτηρίας ἐλπίς; Τοὺς γὰρ χρημάτων ἐρῶντας καὶ βασκάνους καὶ κακοήθεις καὶ πολυόρκους καὶ ἐπιόρκους καὶ θρασεῖς καὶ λοιδόρους καὶ κλέπτας καὶ ἀναισχύντους καὶ ἰταμοὺς καὶ ἀγνώμονας καὶ πάντα ἀνάγκη εἶναι τὰ κακά. Καὶ μάρτυς τούτων ἀξιόπιστος ὁ μακάριος Παῦλος, ῥίζαν τῶν ἐν τῷ βίῳ κακῶν τὴν φιλαργυρίαν εἰπών· καὶ πρὸ τούτου δὲ ὁ Χριστὸς αὐτὸ τοῦτο ἐδήλωσεν, ἀποφαινόμενος μὴ εἶναι δυνατὸν τῷ Θεῷ δουλεύειν τὸν ἐκείνῳ τῷ πάθει δουλεύοντα.

Ὅταν οὖν ἐξ ἀρχῆς ὁ νέος ἐπὶ ταύτην ἄγηται τὴν δουλείαν, πότε δυνήσεται γενέσθαι ἐλεύθερος, πότε ἀνασχεῖν τοῦ κλυδωνίου, πάντων ὠθούντων, πάντων καταδυόντων, καὶ εἰς πολλὴν τοῦ καταβαπτίζεσθαι καθιστώντων ἀνάγκην αὐτόν; Εἰ γὰρ μηδενὸς ἐνοχλοῦντος, εἰ πολλῶν ὀρεγόντων χεῖρα ἀναστῆναι δυνηθείη καὶ διαβλέψαι καὶ τὴν ἅλμην ἀπονίψασθαι τῆς κακίας, οὐκ ἀγαπητόν; εἰ γὰρ πολλῷ τῷ χρόνῳ ταῖς θείαις ᾠδαῖς ἐπᾳδόμενος ἰσχύσειε τὰ προσπεσόντα ἀπελάσαι νοσήματα, οὐκ ἐπαινεῖν αὐτὸν δεῖ καὶ στεφανοῦν μυριάκις;

Δεινὸν γὰρ συνήθεια, δεινὸν κρατῆσαι καὶ ἑλεῖν ψυχὴν, καὶ μάλιστα ὅταν αὕτη μὲν ἡδονὴν ἔχῃ συμπράττουσαν, ἐκείνη δὲ πρὸς ἣν ἐπειγόμεθα καὶ μεθορμίσασθαι σπεύδομεν, πολλοὺς παρέχῃ τοὺς πόνους ἡμῖν. Διὰ τοῦτο καὶ ὁ Θεὸς τῶν Ἑβραίων τοὺς παῖδας, ἐπειδὴ ἔδει τὴν παλαιὰν τῶν κακῶν ἀποθέσθαι συνήθειαν, τὴν ἐν Αἰγύπτῳ λέγω, λαβὼν καταμόνας αὐτοὺς ἐπὶ τῆς ἐρημίας, καὶ τῶν διαφθειρόντων ἀποστήσας ὡς ποῤῥωτάτω, καθάπερ ἐπὶ μοναστηρίου τινὸς, τῆς ἐρημίας, διέπλαττεν αὐτῶν τὰς ψυχὰς, πᾶσαν ὁδὸν ἰατρείας κινῶν. καὶ τραχυτέραν καὶ προσηνεστέραν, καὶ οὐδὲν ὅλως παραλιμπάνων τῶν ὀφειλόντων εἰς τὴν θεραπείαν κατασκευασθῆναι τὴν ἐκείνων. Καὶ οὐδὲ οὕτως διέφυγον τὴν κακίαν, ἀλλὰ μεταξὺ τοῦ μάννα κρόμμυα καὶ σκόροδα καὶ τὰ ἐν Αἰγύπτῳ πάντα ἐζήτουν κακά. Τοσοῦτόν ἐστι συνήθεια κακόν.

Εἶτα Ἰουδαῖοι μὲν τοσαύτης ἀπολαύοντες ἐπιμελείας τῆς παρὰ τοῦ Θεοῦ, καὶ δημαγωγὸν ἔχοντες οὕτως ἄριστον καὶ γενναῖον, καὶ φόβῳ καὶ ἀπειλῇ καὶ εὐεργεσίᾳ καὶ κολάσει καὶ παντὶ τρόπῳ παιδαγωγούμενοι, καὶ τοσαῦτα ὁρῶντες θαύματα, οὐκ ἐγένοντο βελτίους· σὺ δὲ τὸν υἱὸν τὸν σὸν νέον ὄντα ἐν Αἰγύπτῳ μέσῃ, μᾶλλον δὲ ἐν μέσῃ τῇ παρατάξει τοῦ διαβόλου στρεφόμενον, οὐδενός τι χρήσιμον συμβουλεύοντος ἀκούοντα, πάντας ἐπὶ τἀναντία αὐτὸν ἄγοντας ὁρῶντα, καὶ πάντων μᾶλλον τοὺς γεννησαμένους καὶ θρεψαμένους, οἴει δυνήσεσθαι διαδῦναι τὰς τοῦ διαβόλου παγίδας; Πόθεν; ἀφ᾽ ὧν σὺ παραινεῖς; Ἀλλ᾽ ἐπὶ τἀναντία παρακαλεῖς, φιλοσοφίας μὲν οὔτε ὄναρ μεμνῆσθαι συγχωρῶν, ἄνω δὲ καὶ κάτω τὸν παρόντα βίον καὶ τὰ τούτου στρέφων, μειζόνως κλυδωνίζεσθαι παρασκευάζεις. Ἀλλ᾽ οἴκοθεν, καὶ παρ᾽ ἑαυτοῦ; Μάλιστα μὲν οὐχ ἱκανὸς ἑαυτῷ ὁ νέος πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν· εἰ δ᾽ ἄρα τι καὶ τέκοι γενναῖον, ταῖς τῶν λόγων ἐπομβρίαις τῶν παρὰ σοῦ πρὶν ἢ βλαστῆσαι ταχέως ἀποπνιγήσεται.

Ὥσπερ γὰρ σῶμα ὑγιεινῶν μὲν οὐκ ἀπολαῦον σιτίων, τοῖς δὲ νοσώδεσιν ἐντρεφόμενον, οὐκ ἔνι πρὸς μικρὸν γοῦν ἀρκέσαι χρόνον, οὕτως οὐδὲ ψυχὴν, τοιαῦτα παιδευομένην, γενναῖόν τι καὶ μέγα ἐννοῆσαί ποτε, ἀλλ᾽ ἀνάγκη τὴν τοιαύτην ἀσθενοῦσαν καὶ μαλακιζομένην, καθάπερ τινὶ φθόῃ τῇ κακίᾳ συνεχομένην διηνεκῶς, οὕτως ὕστερον εἰς τὴν γέενναν καταστρέψαι, καὶ τὴν ἀπώλειαν τὴν ἐκεῖ.