Καὶ τί θαυμάζεις, εἰ ἐν τῷ παρόντι βίῳ οὕτω λαμπρὸς ὁ σταυρὸς ὡς καὶ δόξαν αὐτὸν καλεῖσθαι Χριστὸν καὶ τὸν Παῦλον ἐπ᾽ αὐτῷ καυχᾶσθαι; Ἐν γὰρ ἐκείνῃ τῇ φοβερᾷ καὶ φρικώδει ἡμέρᾳ, ὅταν ἔλθῃ τὴν δόξαν ἐνδεικνύμενος τὴν ἑαυτοῦ, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, ὅταν τὸ φοβερὸν παρῇ κριτήριον, ὅταν πᾶσα ἡ τῶν ἀνθρώπων παραστήκῃ φύσις, ὅταν ποταμοὶ πυρὸς καχλάζοντες, ὅταν ἀγγέλων δῆμοι καὶ τῶν ἄνω δυνάμεων ἀθρόον ἐκχέωνται κάτω μετ᾽ αὐτοῦ, ὅταν βραβεῖα τὰ μυρία ἐκεῖνα, ὅταν οἱ μὲν ὡς ἥλιος λάμπωσιν, οἱ δὲ ὡς ἀστέρες, ὅταν συμμορίαι μαρτύρων, ὅταν ἀποστόλων χοροί, ὅταν προφητῶν τάγματα, ὅταν γενναίων ἀνδρῶν σύλλογοι πάντες εἰς μέσον ἄγωνται, τότε δή, τότε ἐν ἐκείνῃ τῇ λαμπρότητι, ἐν ἐκείνῃ τῇ περιφανείᾳ, αὐτὸν ἔρχεται φέρων λαμπρὰς ἀφιέντα ἀκτῖνας. «Τότε γάρ, φησί, φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, τὸ δὲ σημεῖον τοῦ σταυροῦ φανήσεται.» Ὢ πάθους λαμπρότης, ὢ σταυροῦ φαιδρότης· ἥλιος σκοτίζεται καὶ ἄστρα πίπτει ὥσπερ φύλλα, ὁ δὲ σταυρὸς πάντων ἐκείνων φανότερον διαλάμπει, ὅλον κατέχων τὸν οὐρανόν. Ὁρᾷς πῶς ἐγκαλλωπίζεται τούτῳ ὁ Δεσπότης; πῶς δόξαν αὐτοῦ τὸ πρᾶγμα ὂν ἀποφαίνει, ὅταν ἐν ἐκείνῃ δεικνύῃ αὐτὸν τῇ ἡμέρᾳ τῇ οἰκουμένῃ πάσῃ μετὰ τοσαύτης λαμπηδόνος;