Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς σκανδαλισθέντας

Ἰωάννης ὁ Χρυσόστομος

Ο σκοπός των πειρασμών και η παραχώρηση των σκανδάλων

Επεξήγηση της σταθερότητας των αγίων, του καθαρισμού των πιστών μέσω των δοκιμασιών και των λόγων για τους οποίους ο Θεός επιτρέπει την ύπαρξη των πονηρών και των αιρέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 10 από 16

Κεφ. ιαʹ. Ὅτι οὐκ εὐθέως τοῦτο γέγονε καὶ ὅτι ἐν ἀρχῇ ἐναντία ἅπαντα βλέποντες οἱ ἅγιοι οὐκ ἐσκανδαλίζοντο Οὐδὲ γὰρ οἱ δίκαιοι τότε ἐκεῖνοι τοῦτο ἐζήτουν τό· Πῶς καὶ τίνι τρόπῳ ταῦτα ἔσται· ἀλλ᾽ ὁρῶντες εἰς ἀπόγνωσιν κατὰ ἀνθρώπινον λογισμὸν πάντα φερόμενα, οὐδὲ οὕτως ἐθορυβοῦντο, οὐδὲ ἐταράττοντο· ἀλλ᾽ ἔφερον ἅπαντα γενναίως, μεγίστην ἔχοντες ἀπόδειξιν τῶν ἐσομένων χρηστῶν τὴν δύναμιν τοῦ ὑποσχομένου καὶ ἀπὸ τῆς τῶν γινομένων ἐναντιότητος εἰς ἀπόγνωσιν οὐκ ἐμπίπτοντες. ᾜδεσαν γὰρ σαφῶς ὅτι εὐμήχανος ὢν καὶ σοφός, δυνήσεται καὶ μετὰ τὸ τὰ πράγματα ἀπαγορευθῆναι ἀνακτήσασθαι ταῦτα μᾶλλον ἢ ἔμπροσθεν καὶ μετὰ πολλῆς τῆς εὐκολίας τοῖς ἐπαγγελθεῖσιν ἐπιθεῖναι τὸ τέλος.

Καὶ σὺ τοίνυν, ἀγαπητέ, ἄν τε ἐν τῷ παρόντι βίῳ λάβῃ τὰ λυπηρὰ λύσιν, δόξαζε τὸν Θεόν· ἄν τε εἰς τὰ δυσχερῆ καταλύσῃ, καὶ οὕτως εὐχαρίστει καὶ μὴ σκανδαλίζου, εἰδὼς σαφῶς τοῦ Θεοῦ τὴν πρόνοιαν τὴν ἄπειρον καὶ ἑρμηνευθῆναι μὴ δυναμένην καὶ ὅτι πάντως λήψεται τὸ προσῆκον ἅπαντα τὸ τέλος, εἴτε ἐν τῷ παρόντι βίῳ, εἴτε ἐν τῷ μέλλοντι.

Εἰ δέ τις τὸ μέλλον ἀκούων καὶ μικροψυχῶν ἐπείγοιτο τοῦτο ἐνταῦθα ἰδεῖν γινόμενον, ἐροῦμεν ὅτι ἡ ἀληθὴς ζωὴ καὶ τὰ βέβαια πράγματα καὶ ἀκίνητα τότε ἡμᾶς μένει. Τὰ μὲν γὰρ παρόντα, ὁδός, ἐκεῖνα δέ, πατρίς· τὰ ἐνταῦθα ἄνθεσιν ἔοικεν ἐαρινοῖς, ἐκεῖνα δὲ πέτραις ἀκινήτοις· ἐκεῖ στέφανοι καὶ ἀμοιβαὶ τέλος οὐκ ἔχουσαι, ἐκεῖ ἔπαθλα καὶ βραβεῖα, ἐκεῖ κολάσεις καὶ τιμωρίαι ἀφόρητοι τῶν τὰ τοιαῦτα κακουργησάντων.

Τί οὖν πρὸς τοὺς τέως σκανδαλιζομένους ἐρεῖς; Τοὺς μειζόνως διαλάμποντας οὐ λέγεις, τοὺς δὲ προσωπεῖα εὐλαβείας περικειμένους καὶ νῦν ἐλεγχομένους, τούτους ἄγεις εἰς μέσον. Οὐχ ὁρᾷς τὸ χρυσίον καθαιρόμενον; τὸν μόλιβδον ἐλεγχόμενον; τὰ ἄχυρα διακρινόμενα τοῦ σίτου; τοὺς λύκους τῶν προβάτων; τοὺς πεπλασμένους τῶν ἀληθῶς ἐν εὐλαβείᾳ ζώντων; Ὥστε ὅταν ἴδῃς τούτων τὰ σκάνδαλα, ἐννόησον κἀκείνων τὰς εὐδοκιμήσεις.

Ὑπεσκελίσθησάν τινες, ἀλλὰ καὶ ἔστησαν πολλῷ πλείους καὶ μείζονα ἑαυτοῖς μισθὸν συνήγαγον, οὔτε τῇ δυναστείᾳ τῶν ἐπιβουλευόντων, οὔτε τῇ δυσκολίᾳ τῶν καιρῶν περιτραπέντες. Καὶ οἱ σκανδαλιζόμενοι δὲ ἑαυτοῖς λογιζέσθωσαν· ἐπεὶ καὶ οἱ παῖδες οἱ τρεῖς καὶ ἱερῶν ἀποσπασθέντες καὶ ναοῦ καὶ θυσιαστηρίου καὶ τῆς ἄλλης ἁπάσης τῆς κατὰ νόμον ἐπιμελείας καὶ ἐν μέσῃ βαρβάρων χώρᾳ ἀποληφθέντες, μετὰ πολλῆς τῆς ἀκριβείας τὸν νόμον διετήρησαν· καὶ ὁ Δανιὴλ ὁμοίως καὶ ἕτεροι πολλοί· καὶ οἱ μὲν εἰς αἰχμαλωσίαν ἀπενεχθέντες οὐ παρεβλάβησάν τι, ἄλλοι δὲ οἴκοι μένοντες καὶ πάντων ἀπολαύοντες τῶν ἐπὶ τῆς πατρίδος, προσέκρουσαν καὶ κατεδικάσθησαν.

Κεφ. ιβʹ. Τίνος ἕνεκεν ἀφέθησαν ἐν τῷ κόσμῳ τούτῳ καὶ οἱ ἄνθρωποι πονηροὶ καὶ δαίμονες καὶ διάβολος. Εἰ δὲ ζητοίης τίνος ἕνεκεν ταῦτα συνεχωρήθη, καὶ μὴ τοῖς ἀρρήτοις τῶν οἰκονομῶν αὐτοῦ λόγοις παραχωροίης, ἀλλὰ ἐμελέτησας ἀεὶ πάντα περιεργάζεσθαι, ὁδῷ προβαίνων καὶ ἄλλα πολλὰ διαπορήσεις, οἷον, τίνος ἕνεκεν ἀφείθησαν αἱ αἱρέσεις, τίνος ἕνεκεν ὁ διάβολος, τίνος ἕνεκεν οἱ δαίμονες, τίνος ἕνεκεν οἱ πονηροὶ τῶν ἀνθρώπων καὶ πολλοὺς ὑποσκελίζοντες, καὶ τὸ δὴ κεφάλαιον ἁπάντων τούτων, τίνος ἕνεκεν ὁ Ἀντίχριστος παραγίνεται, ὁ τοσαύτην ἔχων δύναμιν πρὸς ἀπάτην ὡς τὸν Χριστὸν εἰπεῖν ὅτι τοιαῦτα ποιήσει ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.

Ἀλλ᾽ οὐ δεῖ ταῦτα ζητεῖν, ἀλλὰ πάντα παραχωρεῖν τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ σοφίας. Ὁ μὲν γὰρ γενναίως ἤδη πεπηγώς, κἂν μυρία τὰ κύματα, κἂν μυρίοι οἱ χειμῶνες ἐπιῶσιν, οὐ μόνον οὐδὲν παραβλάπτεται, ἀλλὰ καὶ ἰσχυρότερος γίνεται· ὁ δὲ ἀσθενὴς καὶ διαρρέων καὶ ὀλίγωρος καὶ μηδενὸς ἐνοχλοῦντος καταπίπτει πολλάκις.

Εἰ δὲ καὶ λόγον τινὰ ἐπιζητεῖς μαθεῖν, ἄκουε τὸν ἡμῖν γνώριμον. Εἰσὶ μὲν γὰρ καὶ ἕτεροι πολλοὶ τῷ διαφόρως καὶ ποικίλως τὰ καθ᾽ ἡμᾶς πάντα οἰκονομοῦντι δῆλοι· ὃν δὲ ἡμεῖς ἴσμεν, οὗτός ἐστι τέως. Φαμὲν ὅτι τὰ σκάνδαλα ταῦτα ἀφείθη ὑπὲρ τοῦ μὴ ἐλαττωθῆναι τῶν γενναίων τὰ βραβεῖα· ὃ καὶ τῷ Ἰὼβ διαλεγόμενος ὁ Θεὸς ἐδήλωσε, λέγων· «Ἄλλως με οἴει σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;» Καὶ ὁ Παῦλος δέ φησι· «Δεῖ δὲ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.» Σὺ δὲ ὅταν ἀκούῃς τό· «Δεῖ δὲ αἱρέσεις εἶναι», μὴ νομίσῃς ὅτι κελεύων ἢ νομοθετῶν ταῦτά φησιν. Ἄπαγε· ἀλλὰ τὸ μέλλον προαναφωνῶν, καὶ τὸ ἐκ τούτου κέρδος τοῖς νήφουσι προμηνύων. Τότε γὰρ ὑμῶν τῶν ἀνεξαπατήτων, φησί, σαφέστερον φανεῖται ἡ ἀρετή.

Πρὸς τούτοις καὶ δι᾽ ἑτέραν αἰτίαν οἱ πονηροὶ ἀφείθησαν ὥστε μὴ προαναρπασθέντας ἀποκλεισθῆναι τῆς ὠφελείας τῆς ἐκ τῆς μεταβολῆς αὐτοῖς γενομένης. Οὕτω καὶ Παῦλος ἐσώθη, οὕτως ὁ λῃστής, οὕτως ἡ πόρνη, οὕτως ὁ τελώνης, οὕτως ἕτεροι πολλοί. Εἰ δὲ πρὶν ἢ μεταβαλέσθαι ἀνηρπάγησαν ἐντεῦθεν, οὐδεὶς ἂν αὐτῶν ἐσώθη. Περὶ δὲ τοῦ Ἀντιχρίστου καὶ ἑτέραν φησὶν αἰτίαν ὁ Παῦλος.

Ποίαν δὴ ταύτην; Τὸ πᾶσαν καὶ ἐντεῦθεν ἀποκλεισθῆναι τῶν Ἰουδαίων τὴν ἀπολογίαν. Ποίαν γὰρ ἂν σχοῖεν συγγνώμην, τὸν Χριστὸν μὴ δεξάμενοι, οἱ μέλλοντες ἐκείνῳ πιστεύειν; Διό φησιν· «Ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ», τοῦτ᾽ ἔστι, τῷ Χριστῷ, «ἀλλ᾽ εὐδοκήσαντες τῇ ἀδικίᾳ», τοῦτ᾽ ἔστι, τῷ Ἀντιχρίστῳ.

Ἐπειδὴ γὰρ ἔλεγον διὰ τοῦτο αὐτῷ μὴ πιστεύειν, ἐπειδὴ Θεὸν ἑαυτὸν ἔλεγε· «Διὰ γὰρ τοῦτό σε, φησί, λιθάζομεν, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν»· καίτοι γε τὰ πλείονα ἀκούοντες ἀνατιθέντα αὐτὸν τῷ Πατρὶ καὶ λέγοντα μετὰ τῆς ἐκείνου γνώμης ἀφῖχθαι καὶ διὰ πολλῶν τοῦτο ἀποδεικνύντα· τί ἐροῦσιν, ὅταν τὸν Ἀντίχριστον τὸν λέγοντα ἑαυτὸν εἶναι Θεὸν καὶ μηδὲ μεμνημένον τοῦ Πατρός, ἀλλὰ καὶ τοὐναντίον ποιοῦντα δέξωνται; Τοῦτο καὶ ὁ Χριστὸς αὐτοῖς ὀνειδίζων, προὔλεγεν οὕτω λέγων· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε»· διὰ ταῦτα ἀφείθη τὰ σκάνδαλα.

Εἰ δὲ τοὺς σκανδαλιζομένους λέγεις, ἐγώ σοι τοὺς μειζόνως ἐντεῦθεν διαλάμψαντας δείξω· καὶ πάλιν σοι τὸ αὐτὸ ἐρῶ ὅτι οὐκ ἔδει διὰ τὴν ἑτέρων ἀπροσεξίαν καὶ ῥᾳθυμίαν τοὺς δυναμένους νήφειν καὶ ἐγρηγορέναι καὶ μυρίους ἐκ τούτων ἀναδήσασθαι στεφάνους, ἐλαττοῦσθαι ἐν τῇ τῶν ἀμοιβῶν ἀντιδόσει. Οὗτοι μὲν γὰρ ἐπηρεάζεσθαι ἔμελλον, εἰ μὴ τῶν ἀγώνων τούτων ἔλαβον ὑποθέσεις· οἱ δὲ ἐντεῦθεν βλαβέντες, ἑτέρῳ μὲν οὐδενὶ, ἑαυτοῖς δὲ εἶεν δίκαιοι λογίζεσθαι τὰ πτώματα αὐτῶν καὶ κατηγοροῖεν ἂν αὐτῶν οἱ μὴ μόνον μὴ σκανδαλισθέντες, ἀλλὰ καὶ φαιδρότεροι καὶ ἰσχυρότεροι ταύτῃ γινόμενοι.