Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Σύγκρισις βασιλέως καὶ μοναχοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Εσχατολογική κρίση και τελική δοξολογία

Θεώρηση της μέλλουσας κρίσης, προτροπή προς τον μοναχικό βίο και επίλογος του έργου με αναφορά στα αιώνια αγαθά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Εἰ δὲ καὶ τὸν ἀγῶνα τὸν μέλλοντα βουληθείημεν ἐξετάζειν, τὸν μὲν ὀψόμεθα λαμπρὸν καὶ περίβλεπτον ἁρπαζόμενον ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, κατὰ τὸν ἡγεμόνα καὶ παιδευτὴν τοῦ σωτηρίου τούτου βίου καὶ πάσης ἀρετῆς· ὁ δὲ βασιλεὺς, ἐὰν μὲν δικαίως φανείη καὶ φιλανθρώπως διοικήσας τὴν ἀρχὴν (πολὺ δὲ τοῦτο σπάνιον), ἐλάττονος ἔσται σωτηρίας τε καὶ τιμῆς· οὐ γὰρ ἴσον, οὐκ ἴσον βασιλεύς τε χρηστὸς καὶ μοναχὸς ἄκρως τῇ τοῦ Θεοῦ λατρείᾳ συζῶν. Εἰ δὲ φανείη πονηρὸς καὶ σκαιὸς, πολλῶν κακῶν ἐμπεπληκὼς τὴν γῆν, τίς ἂν εἰπεῖν δυνηθείη τὰς συμφορὰς αἷς ὀφθήσεται συνεχόμενος, πυρὶ καιόμενος, μαστιγούμενος, στρεβλούμενος, τοιαῦτα πάσχων ἅπερ οὔτε λόγῳ ῥητὰ, οὐδὲ ἔργῳ φορητά; Ταῦτα πάντα δεῖ λογιζομένους καὶ μανθάνοντας, μὴ τοὺς πλουτοῦντας θαυμάζειν· ὁ γὰρ τούτων δεσπότης πεφηνὼς, οὐδὲ κατὰ μικρὸν ἐγγὺς ἐλθεῖν δύναται τῆς τοῦ μοναχοῦ ἀρετῆς. Ὅταν οὖν ἴδῃς πλούσιον ἐσθῆτι κεκοσμημένον, χρυσῷ καλλωπιζόμενον, ἐπ᾽ ὀχημάτων φερόμενον, ἐξόδους ἐξιόντα λαμπρὰς, μὴ μακαρίσῃς τὸν ἄνθρωπον· πρόσκαιρος γὰρ ὁ πλοῦτος, καὶ τὸ δοκοῦν εἶναι καλὸν τῷ βίῳ τούτῳ συνδιαφθείρεται· μοναχὸν δὲ ἰδὼν βαδίζοντα μόνον, ταπεινὸν καὶ πρᾶον καὶ ἡσύχιον καὶ ἥμερον, ζήλωσον τὸν ἄνδρα, φάνηθι μιμητὴς τῆς ἐκείνου φιλοσοφίας, εὖξαι γενέσθαι τῷ δικαίῳ παραπλήσιος· Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν.

Ταῦτα γὰρ ὡς ἀληθῶς καλὰ καὶ σωτήρια καὶ μόνιμα, διὰ τὴν τοῦ Χριστοῦ φιλανθρωπίαν καὶ πρόνοιαν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.