Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Σύνοψις τῆς θείας γραφῆς

Ἰωάννης ὁ Χρυσόστομος

Σύνοψη των βιβλίων των Βασιλειών

Η περίοδος του Σαμουήλ, η ίδρυση της μοναρχίας με τον Σαούλ και τον Δαβίδ, η βασιλεία του Σολομώντα, το σχίσμα των βασιλείων και η ιστορία των βασιλέων του Ιούδα και του Ισραήλ έως τη βαβυλώνια αιχμαλωσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 13

Σύνοψις τοῦ Τετραβασιλείου. Ἑλκανᾶ γυναῖκας ἔχων δύο, ἀπὸ τῆς μιᾶς οὐκ εἶχε παῖδας. Ὡς δὲ ἀνῆλθε θῦσαι ἐν Σηλὼμ, προσεύχεται ἡ γυνὴ, καὶ τίκτει τὸν Σαμουὴλ, καὶ δίδωσιν αὐτὸν εἰς τὸν οἶκον Κυρίου διηνεκῶς, καθὼς ηὔξατο πρὶν ἢ συλλαβεῖν αὐτόν. Ἦν δὲ ἱερεὺς τότε ὁ Ἠλεί. Οἱ δὲ υἱοὶ Ἠλεὶ Ὀφνὶ καὶ Φινεὲς, λοιμοὶ καὶ μοχθηροὶ νέοι, μεταλαμβάνοντες ἐκ τῶν θυσιῶν, πρὶν ἢ προσενεχθῆναι Θεῷ. Ὁ δὲ Ἠλεὶ εὐλόγησε τὴν Ἄνναν, καὶ ἔσχεν ἔτι τρεῖς υἱοὺς, καὶ δύο θυγατέρας, καὶ Σαμουὴλ ἐπεδίδου πρὸς ἀρετήν. Ὁ δὲ Ἠλεὶ ἀκούσας τῶν παίδων τὰ τολμήματα (καὶ γὰρ καὶ ἐμοιχῶντο), ἐπετίμησε λόγῳ· οἱ δὲ οὐκ εἶξαν. Προφητεύεται τῷ Ἠλεὶ ὁ ὄλεθρος τῆς οἰκίας αὐτοῦ καὶ τῶν υἱῶν διὰ τὴν ἁμαρτίαν τῶν νέων. Δηλοῦται δὲ καὶ τῷ Σαμουὴλ ἡ ἀπαραίτητος ὀργὴ τοῦ Θεοῦ, καὶ ἀπαγγέλλει καὶ αὐτὸς τῷ Ἠλεί. Συμβάλλουσιν οἱ ἀλλόφυλοι τῷ Ἰσραὴλ, καὶ τρέπουσιν αὐτὸν εἰς φυγὴν μετὰ τοῦ πατάξαι.

Ὡς δὲ καὶ τὴν κιβωτὸν ἐξήγαγον υἱοὶ Ἠλεὶ, οὗτοι μὲν πίπτουσιν ἐν τῷ πολέμῳ μετὰ καὶ ἑτέρων πολλῶν, τὴν δὲ κιβωτὸν λαμβάνουσιν οἱ πολέμιοι. Ἦλθέ τις ταῦτα ἀπαγγέλλων τῷ Ἠλεί· ὁ δὲ καταπεσὼν ἐκ τοῦ δίφρου αὐτοῦ συνετρίβη καὶ ἀπέθανεν· ἀπέθανε δὲ καὶ ἡ τούτου νύμφη, ἡνίκα ταῦτα ἤκουσεν.

Εἰσήνεγκαν οἱ ἀλλόφυλοι τὴν κιβωτὸν εἰς τὸν οἶκον Δαγών· ὁ δὲ κατέπεσε δεύτερον, καὶ συνετρίβη. Ἐπατάχθησαν δὲ καὶ οἱ ἄνδρες εἰς τὰς ἕδρας αὐτῶν. Ἦσαν δὲ οἱ Ἀζώτιοι οὗτοι, καὶ μῦς ἀνέδωκεν ἡ χώρα αὐτῶν. Ἀποστέλλουσι τὴν κιβωτὸν εἰς Γέθ· οἱ δὲ καὶ αὐτοὶ ἐπλήγησαν. Πέμπουσιν αὐτὴν εἰς Ἀσκαλῶνα, κἀκεῖ γέγονε θάνατος. Συμβουλευθέντες δὲ ὑπὸ τῶν μάντεων αὐτῶν, ποιοῦσιν ἕδρας χρυσᾶς, καὶ μῦς χρυσοῦς, καὶ ἐπιθέντες αὐτοὺς ἁμάξῃ μετὰ τῆς κιβωτοῦ ὑπέζευξαν βόας, ὧν τὰ τέκνα ἀπέκλεισαν εἰς οἰκίσκον. Αἱ δὲ ὀρθὴν ἐπορεύθησαν εἰς Βεθσαμῦς.

Δέχονται αὐτὴν οἱ ἄνδρες ἐκεῖνοι, καὶ θύουσι τῷ Θεῷ, ὁρώντων τῶν σατραπῶν τῶν ἀλλοφύλων. Ὡς δὲ οὐκ ἠσμένισαν, τουτέστιν, οὐ συνεχάρησαν οἱ υἱοὶ Ἰεχονίου, γίνεται πληγὴ μεγάλη ἐν τῷ λαῷ· καὶ φοβηθέντες οἱ ἀπὸ Βεθσαμῦς, ἀποστέλλουσιν ἐξ αὐτῶν τὴν κιβωτὸν εἰς τὸν οἶκον Ἀμιναδάβ. Τότε ἐπέστρεψαν πρὸς τὸν Θεὸν οἱ Ἰσραηλῖται, καὶ ἐπολέμησαν αὐτοὺς οἱ ἀλλόφυλοι, καὶ ἡττήθησαν, τοῦ Σαμουὴλ εὐξαμένου ὑπὲρ αὐτῶν, καὶ ἔλαβον παρ᾽ αὐτῶν τὰς πόλεις, ἃς εἶχον αὐτῶν. Ὡς δὲ ἐγήρασε Σαμουὴλ, οἱ δὲ υἱοὶ αὐτοῦ οὐκ ἐπορεύοντο ἐν τῇ ὁδῷ αὐτοῦ, συναχθέντες οἱ Ἰουδαῖοι αἰτοῦσι βασιλέα. Ἤλγησεν ἐπὶ τούτῳ ὁ Σαμουὴλ, καί φησιν αὐτῷ ὁ Θεός· Οὐ σὲ ἐξουδενήκασιν, ἀλλ᾽ ἐμέ. Τοῦτο οὖν διαμαρτύρομαι αὐτοῖς, τὸ δικαίωμα τοῦ βασιλέως· τουτέστιν, ὅσης ὀφείλει παρ᾽ αὐτῶν τυγχάνειν θεραπείας διεμαρτύρατο ὁ Σαμουήλ· οἱ δὲ ἐπέκειντο αἰτοῦντες. Ἀπώλοντο αἱ ὄνοι Κεὶς τοῦ πατρὸς Σαούλ· ἔπεμψεν αὐτὸν ὁ πατὴρ ἐπιζητήσοντα ταύτας. Ὡς δὲ οὐχ εὕρισκε, τοῦ ἀκολούθου αὐτῷ συμβουλεύσαντος, εἰσέρχεται πρὸς τὸν Σαμουὴλ ἐρωτήσων περὶ αὐτοῦ. Γνωρίζει αὐτὸν ὁ Θεὸς τῷ Σαμουὴλ λέγων, ὅτι Τοῦτον χρῖσον βασιλέα.

Προσῆλθεν ὁ Σαοὺλ ἐρωτῶν τὸν Σαμουὴλ, ποῦ εἴη ὁ βλέπων· οὕτω γὰρ ἐκάλουν τοὺς προφήτας. Ὁ δὲ ἔφη, αὐτὸν εἶναι, καὶ ἀναγαγὼν αὐτὸν εἰς Βαμᾶ (θυσία γὰρ ἦν τῷ λαῷ), καὶ ἑστιάσας, ὑπὸ τὴν ἕω κατελθὼν μετ᾽ αὐτοῦ κατέχεεν αὐτοῦ τὸν φακὸν τοῦ ἐλαίου, καὶ καταφιλήσας αὐτὸν εἶπεν αὐτῷ, ὅτι Ἄρξεις τοῦ λαοῦ, καὶ σημεῖά τινα δοὺς ἐξέπεμψεν αὐτὸν, καὶ προεφήτευσεν ὁ Σαούλ. Ἐρωτᾷ τὸν Σαοὺλ ὁ οἰκεῖος αὐτοῦ, ποῦ ἀπῆλθεν· ὁ δὲ εἶπεν· Εἰς ἐπιζήτησιν τῶν ὄνων. Συνάγεται ὁ λαὸς εἰς Μασσηφᾶ· χειροτονεῖται Σαούλ. Ἐπανίσταται ὁ Ἀμμανιτῶν βασιλεὺς τοῖς Γαλααδίταις· πρεσβεύονται πρὸς τὸν Σαούλ· ἐλθὼν συνεμάχησεν αὐτοῖς, καὶ εἷλε τοὺς πολεμίους κατὰ κράτος. Εὐωχοῦνται ἐν Γαλγάλοις. Καὶ δημηγορεῖ πρὸς τὸν λαὸν ὁ Σαμουήλ. Τότε λέγει· Μόσχον τινὸς εἴληφα, ἢ ὄνον τινὸς εἴληφα; Παραγγείλας δὲ αὐτοῖς ὑπακούειν τῷ Θεῷ, εὔχεται, καὶ ὑετὸς ἐν ἡμέρᾳ θερισμοῦ γίνεται. Ἐφοβήθη ὁ λαὸς, καὶ ὡμολόγησαν ἡμαρτηκέναι αἰτήσαντες βασιλέα. Ὁ δὲ Σαμουὴλ πάλιν παραινεῖ, ὥστε ἀκολουθεῖν τοῖς τοῦ Θεοῦ προστάγμασιν. Κόπτει τοὺς ἀλλοφύλους ὁ Σαούλ. Οἱ δὲ παροξυνθέντες ἐπιστρατεύουσι μετὰ πλείονος δυνάμεως.

Φεύγουσιν οἱ Ἰσραηλῖται, καταλιμπάνεται μόνος ὁ Σαούλ. Ἀναφέρει ὁλοκαύτωσιν τῷ Θεῷ, μὴ περιμείνας τὸν Σαμουὴλ, περιμεῖναι δὲ αὐτῷ παρηγγέλκει. Ἔρχεται ὁ Σαμουὴλ, δυσχεραίνει πρὸς τὸ γεγονὸς, ἀπειλεῖ αὐτῷ κατάλυσιν τῆς βασιλείας αὐτοῦ· εἰς γὰρ ἕτερον αὐτὴν μετατίθεσθαι· τὸν Δαυῒδ ἔφη. Καθημένου τοῦ Σαοὺλ ἐν τῷ βουνῷ, καὶ ἑξακοσίων μετ᾽ αὐτοῦ, λάθρα Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ μετὰ τοῦ ἰδίου παιδὸς ἐπελθὼν τοῖς ἐχθροῖς, ἀναιρεῖ τινας.

Ἰδὼν δὲ ἀντικρὺ ὁ Σαοὺλ, καὶ τεταραγμένοις ἐπιπεσὼν, νικᾷ κατὰ κράτος, καὶ ὥρκισε μηδένα τινὸς γεύσασθαι ἕως ἑσπέρας. Ὁ Ἰωνάθαν οὐκ ἐπακούσας ἐγεύσατο μέλιτος. Προσέρχεται ὁ Σαοὺλ ἐρωτῆσαι τὸν Θεὸν, εἰ δέοι ἐπιδιῶξαι ὀπίσω τῶν ἐχθρῶν. Οὐκ ἀποκρίνεται αὐτῷ ὁ Θεός. Συνῆκεν ἁμάρτημα γεγενῆσθαι ἐν τῷ λαῷ. Ὡς δὲ ἀνεδείχθη Ἰωνάθαν, ἕτοιμος ἦν αὐτὸν ἀνελεῖν. Ὁ δὲ λαὸς ἐξείλετο αὐτὸν τῶν χειρῶν αὐτοῦ. Παραγγέλλει ὁ Σαμουὴλ τῷ Σαοὺλ, ὥστε καταπολεμῆσαι τὸν Ἀμαλὴκ, καὶ ἀναθεματίσαι πάντα, καὶ μηδενὸς φείσασθαι. Ὁ δὲ παρήκουσε, καὶ περιεποιήσατο τὸν Ἀγὰγ τὸν βασιλέα αὐτῶν, καὶ ποίμνια, καὶ βουκόλια. Ἐλθὼν εἶδεν ὁ Σαμουὴλ, ὠργίσθη, καί φησιν· Οὐ θέλει Κύριος ὁλοκαυτώσεις καὶ θυσίας, ὡς τὸ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ· ἰδοὺ γὰρ ἀκοὴ ἀγαθὸν ὑπὲρ θυσίαν. Ἀπειλεῖ καὶ τότε αὐτῷ τὴν ἐξαίρεσιν τῆς βασιλείας. Ὁ δὲ Σαοὺλ παρεβιάζετο αὐτὸν συναπελθεῖν αὐτῷ. Ὁ δὲ οὐκ ἐθέλησεν.

Ὕστερον δὲ βιασθεὶς ἀνῆλθε. Καὶ μετὰ ταῦτα αὐτὸς ὁ Σαμουὴλ κελεύσας προσενεχθῆναι αὐτῷ τὸν Ἀγὰγ, ἀνεῖλεν αὐτὸν ταῖς ἑαυτοῦ χερσί. Καὶ ἔκτοτε οὐκ εἶδε τὸν Σαοὺλ ἕως τῆς ἡμέρας τοῦ θανάτου αὐτοῦ, ἀλλ᾽ ἐπένθει αὐτόν. Εἶτα ἀποστέλλεται Σαμουὴλ ὑπὸ τοῦ Θεοῦ χρῖσαι τὸν Δαυῒδ, καὶ ἐλθὼν ἔχρισε.

Τότε συνέσχε πνεῦμα πονηρὸν τὸν Σαοὺλ, καὶ εἰσάγουσιν αὐτῷ τὸν Δαυῒδ, ὥστε ψάλλειν, καὶ καταπαύειν τὸ πνεῦμα τὸ πονηρόν. Ὡς δὲ ἐπεστράτευσεν ὁ Γολιὰθ, καὶ πάντες ἐξέστησαν, πέμπεται Δαυῒδ ἐπισκεψόμενος τοὺς ἀδελφοὺς αὐτοῦ. Καὶ ἐπειδὴ ἦλθεν εἰς τὸ στρατόπεδον, ἐρωτᾷ τί ἔσται τῷ ἀποκτείνοντι τὸν ἀλλόφυλον τοῦτον. Οἱ δὲ εἶπον· Ἡ θυγάτηρ τοῦ βασιλέως δοθήσεται αὐτῷ γυνή. Εἰσῆλθε πρὸς τὸν Σαοὺλ, ὑπέσχετο ἀναιρήσειν. Ὁ δὲ διηπίστει.

Τέλος ἐξέπεμψε γυμνὸν ὅπλων, διὰ τὸ μὴ δύνασθαι βαστάζειν τὰ ὅπλα. Ὁ δὲ λίθον ἀκοντίσας κατὰ τοῦ μετώπου, κατήνεγκεν αὐτὸν, καὶ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμὼν τῇ ἐκείνου ῥομφαίᾳ, ἐπανῆλθε λαμπρῶς ἀπὸ τοῦ πολέμου. Ἰδὼν δὲ αὐτὸν ὁ Ἰωνάθαν, συνεδέθη τῇ ψυχῇ αὐτοῦ, καὶ λίαν αὐτὸν ἠγάπησε, καὶ δῶρα ἔδωκεν. Ὁ δὲ Σαοὺλ διεφθονεῖτο αὐτῷ, ἐπειδὴ αἱ χορεύουσαι εἶπον· Ἐπάταξε Σαοὺλ ἐν χιλιάσι, καὶ Δαυῒδ ἐν μυριάσιν. Ἐπῆρε τὸ δόρυ Σαοὺλ κατὰ τοῦ Δαυῒδ, ὥστε ἀνελεῖν αὐτόν· ὁ δὲ ἐξέφυγεν. Ὡς δὲ ηὐδοκίμει παρὰ πᾶσιν ὁ Δαυῒδ, μᾶλλον ἐδάκνετο ὁ Σαούλ· καὶ βουλόμενος αὐτὸν ἀπολέσαι, ὑπισχνεῖτο τὴν θυγατέρα αὐτοῦ δώσειν αὐτῷ, εἰ ἀνέλοι ἄνδρας ἑκατὸν τῶν ἐχθρῶν· ὡς δὲ ἀνεῖλε, γίνεται γαμβρὸς τοῦ βασιλέως. Καὶ πολέμου συστάντος ἑτέρου, πάλιν εὐδοκιμεῖ· ὁ δὲ μᾶλλον ἠγριαίνετο κατ᾽ αὐτοῦ, καὶ ἐκλαλεῖ τῷ υἱῷ αὐτοῦ Ἰωνάθαν, ὅτι ἀνελεῖν αὐτὸν βούλοιτο. Ὁ δὲ ἀπήγγειλε τῷ Δαυῒδ, καὶ κελεύει κρύπτεσθαι.

Ὡς δὲ ἐξηυμενίσατο τὸν πατέρα, εἰσάγει τὸν Δαυῒδ πρὸς αὐτόν. Πολέμου τε πάλιν ἐπιστάντος, ἀριστεύει ὁ Δαυῒδ, καὶ πάλιν ἐκφεύγει τὸν Σαοὺλ βουλόμενον αὐτὸν πατάξαι τῷ δόρατι. Συμβουλευσάσης αὐτῷ τῆς γυναικὸς, ἀπέδρα ἐκεῖθεν. Πέμπει ὁ Σαοὺλ λαβεῖν αὐτὸν, ἡ δὲ ἔφη αὐτὸν ἀῤῥωστεῖν. Ὡς δὲ ἔγνω ὁ Σαοὺλ ὅτι ἔφυγεν, ἐγκαλέσας τῇ θυγατρὶ, καὶ μαθὼν ὅπου ἦν ὁ Δαυῒδ, ἀποστέλλει ληψόμενος αὐτὸν ἐκεῖθεν. Ὡς δὲ οἱ πεμπόμενοι οὐχ ὑπέστρεφον, ἀλλὰ μένοντες προεφήτευον, ἀπῆλθεν αὐτός. Ἔρχεται πρὸς τὸν Ἰωνάθαν ὁ Δαυΐδ· ἀπαγγέλλει αὐτῷ, ὅτι φονᾷ κατ᾽ αὐτοῦ ὁ Σαούλ. Καὶ εἰ βούλει σαφέστερον αὔριον μαθεῖν, κατὰ τὸν τοῦ ἀρίστου καιρὸν ἀπολειφθήσομαι.

Εἶτα ἐὰν ἔρηται ὁ πατήρ σου τὴν αἰτίαν, εἰπὲ, ὅτι θυσίας οὔσης ἐν τῇ πόλει, ᾔτησεν ἀπελθεῖν. Ἐὰν μὲν οὖν πράως ἐνέγκῃ, οὐδὲν ὑποπτεύω δεινόν· ἐὰν δὲ δυσχεράνῃ, πρόδηλος ἡ κατ᾽ ἐμοῦ δίκη καὶ ἐπιβουλή. Ποιεῖ ταῦτα ὁ Ἰωνάθαν· ὁ δὲ Σαοὺλ οὕτως ὠργίσθη, ὥστε καὶ ἐπιχειρῆσαι τὸν υἱὸν αὐτοῦ ἀνελεῖν.

Ὁ δὲ ἀναπηδήσας ἐκ τῆς τραπέζης, ἐξῆλθε εἰς τὸ πεδίον, καὶ ῥίπτει τὰς σχίζας· ἦν γὰρ καὶ τοῦτο σύνθημα· καὶ ἐπιδραμὼν ὄπισθεν τῷ παιδὶ αὐτοῦ, κρυπτομένου ἐκεῖ που τοῦ Δαυῒδ, φησί· Ταχύνας πορεύου, καὶ μὴ στῇς, ὅτι ἐκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα. Συνῆκεν ὁ Δαυῒδ τί ἐβούλετο τὰ ῥήματα ταῦτα, καὶ τοῦ παιδὸς ἀναχωρήσαντος, ἐπιπίπτει τῷ Ἰωνάθαν καὶ κλαίει· ὁ δὲ κελεύει φυγεῖν καὶ μεμνῆσθαι τῶν συνθηκῶν. Αὗται δὲ ἦσαν, μηδέποτε ἐξᾶραι ἔλεον ἐκ τοῦ οἴκου Ἰωνάθαν, μήτε ζῶντος, μήτε θανόντος αὐτοῦ. Ἔρχεται πρὸς τὸν ἱερέα τὸν Ἀβιμέλεκ ὁ Δαυΐδ. Τότε τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε· ἔλαβε δὲ καὶ τὴν ῥομφαίαν Γολιὰθ, φήσας ὑπὸ τοῦ βασιλέως ἀπεστάλθαι που κατὰ σπουδήν. Καὶ ἔρχεται ἐκεῖθεν πρὸς Ἀγχοῦς, εἶτα εἰς Ὀδολὰμ, καὶ παρατίθεται τῷ βασιλεῖ Μωὰβ τὴν οἰκίαν αὐτοῦ.

Ὡς δὲ ἐδυσχέραινεν ὁ Σαοὺλ πρὸς τοὺς αὐτοῦ παῖδας, ὅτι μηδεὶς αὐτῷ συμπονεῖ, μηδὲ παραδίδωσι τὸν Δαυῒδ, Δωὴκ Ἰδουμαῖος (ἔτυχε γὰρ τότε ἐκεῖ, ὅτε Δαυῒδ πρὸς τὸν ἱερέα ἦλθεν), ἀπήγγειλεν αὐτῷ τὸ γεγονός. Ὁ δὲ μεταπεμψάμενος τοὺς ἱερεῖς, καὶ τῶν παρεστηκότων οὐ βουλομένων αὐτοὺς ἀνελεῖν, κελεύει τῷ Δωήκ. Ὁ δὲ ἀνεῖλε τριακοσίους πεντήκοντα ἄνδρας αἴροντας ἐφοὺδ, καὶ τὴν Νοβὰ τὴν πόλιν αὐτῶν ἐξωλόθρευσεν.

Ἀπαγγέλλει ταῦτα τῷ Δαυῒδ εἷς τῶν τοῦ ἱερέως υἱῶν διασωθείς. Ὁ δὲ ἀλγήσας εἶχε μεθ᾽ ἑαυτοῦ τὸν διασωθέντα, καὶ τὴν Κῖλα πολεμουμένην ἔσωσεν. Ἀκούσας τε, ὅτι ὁ Σαοὺλ ἔρχεται ἐπ᾽ αὐτὸν, ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν ἔρημον Ζίφ. Ὡς δὲ ἤκουσεν ὁ Σαοὺλ, ἔρχεται ἐπ᾽ αὐτόν. Ἀπαγγελθείσης δὲ ἐφόδου πολεμίων μεταξὺ διώκειν αὐτὸν, ἀναχωρεῖ. Εἶτα ἐπανελθὼν ἐκ τῶν πολεμίων, πάλιν αὐτὸν ἐπεζήτει, καὶ εἰσέρχεται εἰς τὸ σπήλαιον, ἔνθα Δαυῒδ ἐκάθητο, καὶ μετ᾽ αὐτοῦ ἄνδρες ἐσώτεροι. Καὶ πάντων παρακελευομένων ἀνελεῖν τὸν Σαοὺλ, οὐκ ἐπείσθη, οὔτε τοῖς βουλομένοις συνεχώρησεν. Ὡς δὲ ἐξῆλθεν ἐκεῖνος ἐκ τοῦ σπηλαίου, ἐπηκολούθησε καὶ οὗτος, καὶ βοήσας πρὸς αὐτὸν, τήν τε ἐκείνου κακίαν καὶ τὴν αὑτοῦ δικαιοσύνην ἐδίδασκε τὸν Σαούλ. Ὁ δὲ ἐδάκρυσε.

Τότε ἀπέθανε Σαμουήλ. Πέμπει, δῶρα τὸν Νάβαλ αἰτῶν, ἀντὶ τῆς φυλακῆς ἧς ἐφύλαξεν αὐτοῦ τὰ ποίμνια. Ὁ δὲ οὐ μόνον οὐκ ἔδωκεν, ἀλλὰ καὶ ὕβρισεν αὐτὸν διὰ τῶν ἀπεσταλμένων. Ἐξοπλισάμενος δὲ ἀνῄει ὥστε ἀπολέσαι αὐτόν. Ἔμαθε ταῦτα ἡ Ἀβιγαία ἡ τούτου γυνὴ, καὶ λαβοῦσα δῶρα ἀπήντησε τῷ Δαυῒδ, καὶ πολλὰ δεηθεῖσα, ἐπέσχεν αὐτὸν τῆς ὁρμῆς. Καὶ ἀποθανόντος τοῦ Νάβαλ, γίνεται αὐτῷ γυνή. Ἀκούσας ὁ Σαοὺλ, ἔνθα ἦν ὁ Δαυῒδ, ἔρχεται πάλιν ἐπ᾽ αὐτόν.

Ὡς δὲ καὶ ἐκαθεύδησε μετὰ τῆς στρατιᾶς ἁπάσης, ἐφίσταται ὁ Δαυῒδ μετὰ Ἀβεσσᾶ· καὶ κελεύοντος ἐκείνου παίειν τὸν ἐχθρὸν, οὐκ εἶξεν, ἀλλὰ τὸν πρὸς κεφαλῆς κείμενον φακὸν λαβὼν καὶ δόρυ, ἀπῆλθεν ἕως ποῤῥωτάτω, καὶ βοήσας διήγειρέ τε αὐτοῦ τὸν στρατηγὸν, καὶ ἐνεκάλει ῥᾳθυμίαν, ὅτι μὴ φυλάττει τὸν βασιλέα. Ἐπιδεικνύει τό τε δόρυ καὶ τὸν φακὸν, καὶ ἐγκαλεῖ τῷ Σαοὺλ, ὅτι τὸν οὐδὲν ἠδικηκότα καταδιώκει. Τότε φεύγει πρὸς Ἀγχοῦς ὁ Δαυΐδ· οὐ γὰρ ἀσφαλὲς ἡγεῖτο εἶναι πλησίον διατρίβειν τοῦ Σαούλ. Λαμβάνει ὁ Δαυῒδ παρὰ τοῦ Ἀγχοῦς τὴν Σεκελάκ· καὶ ἐπετίθετο τοῖς πολεμίοις, καὶ ἐλάμβανε χρήματα καὶ πρόβατα πολλά. Τότε συναθροίζονται οἱ ἀλλόφυλοι κατὰ τοῦ Ἰσραὴλ, καὶ Σαοὺλ ἐρωτᾷ τὴν ἐγγαστρίμυθον. Ἀποστραφεὶς ὁ Δαυῒδ ἀπὸ τοῦ στρατοπέδου (οὐ γὰρ εἴασαν αὐτὸν οἱ σατράπαι τῶν ἀλλοφύλων συνεξελθεῖν, ὑποπτεύοντες αὐτὸν προδιδόναι τὸ στρατόπεδον), εὑρίσκει τὴν Σεκελὰκ ἐμπεπρησμένην, καὶ τὰς γυναῖκας οὐδαμοῦ· ἀπήχθησαν γὰρ αἰχμάλωτοι.

Ἐρόμενος δὲ τὸν Θεὸν, εἰ δέοι καταδιῶξαι, εἰπόντος ὅτι δέοι, κατεδίωξε. Καὶ μαθὼν παρὰ παιδίου Αἰγυπτίου, ποῦ στρατοπεδεύονται, ἐπιπεσὼν ῥᾳθυμοῦσιν, ἐπάταξεν αὐτοὺς, καὶ τὰ σκῦλα ἔλαβε, καὶ διένειμεν ἐξ ἴσης τοῖς τε πολεμήσασι καὶ τοῖς ἀπομείνασιν ἐπὶ τῶν σκευῶν. Ὡς δὲ ὁ πρὸς τὸν Ἰσραὴλ γέγονε πόλεμος τῶν ἀλλοφύλων, πίπτει Σαοὺλ καὶ Ἰωνάθαν, καὶ οἱ δύο ἄλλοι υἱοὶ αὐτοῦ· καὶ λαβόντες αὐτὸν οἱ πολέμιοι, προσέπηξαν τῷ τείχει Βιθσὰν, ἥ ἐστι Σκυθόπολις. Ἐλθόντες δὲ οἱ ἀπὸ Ἰάβης, ἔλαβόν τε αὐτὸν καὶ τὸν Ἰωνάθαν, καὶ ἔθαψαν.

Βασιλειῶν βʹ. Ἔρχεταί τις ἀπαγγέλλων τῷ Δαυῒδ, ὅτι ἀνεῖλεν αὐτὸς τὸν Σαούλ· καὶ ἀνεῖλεν αὐτὸν ὁ Δαυΐδ· καὶ ἐθρήνησε τὸν Σαοὺλ καὶ τὸν Ἰωνάθαν, καὶ χρίουσιν αὐτὸν εἰς βασιλέα. Καὶ ἀποστέλλει πρὸς τοὺς Ἰαβὲς Γαλαὰδ, ἐπαινῶν αὐτοὺς ὅτι ἔθαψαν τὸν Σαούλ. Καὶ Ἀβεννὴρ ὁ στρατηγὸς τοῦ Σαοὺλ ἐβασίλευσε τοῦ Ἰσραὴλ υἱὸν Σαοὺλ τὸν Μεμφιβοσθέ. Τοῦ δὲ Ἰούδα ἐβασίλευσε Δαυΐδ. Ὡς δὲ συνέτυχον ἀλλήλοις Ἰωὰβ ὁ τοῦ Δαυῒδ, καὶ Ἀβεννὴρ ὁ τοῦ Σαοὺλ, καὶ συνεκροτήθη πόλεμος ἀπὸ παιδίας, κατεδίωκεν Ἀσαὴλ ὁ ἀδελφὸς Ἰωὰβ τὸν Ἀβεννήρ· καὶ πολλάκις κελεύοντος ἀναχωρεῖν, οὐκ ἠνέσχετο. Τότε ἀναιρεῖ αὐτὸν Ἀβεννὴρ, καὶ καλέσας τὸν Ἰωὰβ παραινεῖ καταπαῦσαι τὸν πόλεμον. Καὶ ἦν πόλεμος ἀναμέσον τοῦ οἴκου Σαοὺλ καὶ τοῦ οἴκου Δαυΐδ· καὶ ὁ μὲν ἠσθένει, ὁ δὲ ἐκραταιοῦτο. Λαμβάνει τὴν παλλακὴν τοῦ Σαοὺλ ὁ Ἀβεννήρ· ἐνεκάλεσεν ὁ Μεμφιβοσθέ. Θυμωθεὶς ὁ Ἀβεννὴρ πέμπει πρὸς τὸν Δαυῒδ, ἐπαγγελλόμενος ἅπαντα τὸν λαὸν αὐτῷ παραδώσειν. Καὶ ἐλθόντα αὐτὸν πρὸς αὐτὸν, εἱστίασεν ὁ Δαυΐδ. Ὡς δὲ ἤκουσεν πόθεν ἐκ πολέμου ἐπανῆλθεν ὁ Ἰωὰβ, μεταπεμψάμενος τὸν Ἀβεννὴρ ἐδολοφόνησεν, ἐκδικῶν τὸ τοῦ ἀδελφοῦ αἷμα. Μαθὼν ὁ Δαυῒδ καταρᾶται τὸν Ἰωὰβ, καὶ θρηνεῖ τὸν Ἀβεννὴρ, καὶ μετὰ πολλῆς θάπτει τῆς τιμῆς.

Ῥιχὰν καὶ Βανέας λάθρα τὸν Μεμφιβοσθὲ ἀνελόντες ἦλθον πρὸς τὸν Δαυῒδ, ὡς εὐδοκιμήσαντες διὰ τὸν φόνον. Ὁ δὲ αὐτοὺς ἀνεῖλε. Τότε γίνεται παντὸς τοῦ λαοῦ βασιλεὺς ὁ Δαυῒδ, καὶ ἔρχεται εἰς Ἱερουσαλὴμ πρὸς τὸν Ἰεβουσαῖον, καὶ κωλύουσιν αὐτὸν οἱ χωλοὶ εἰσελθεῖν, καὶ λαμβάνει τὴν ἄκραν, καὶ ᾠκοδόμησεν ἑαυτῷ οἶκον. Συνέπραξε δὲ αὐτῷ καὶ Χυρὰμ ὁ βασιλεὺς Τύρου. Ἐπανέστησαν οἱ ἀλλόφυλοι, καὶ ἐξελθὼν κατέκοψεν αὐτοὺς ὁ Δαυΐδ. Ὡς δὲ πάλιν ἐπέθεντο, κωλύεται παρὰ τοῦ Θεοῦ εἰς συνάντησιν αὐτοῖς ἀνελθεῖν. Ἀλλ᾽ Ἐν τῷ ἀκοῦσαί σε, φησὶν ὁ Θεὸς, τὴν φωνὴν τοῦ σεισμοῦ τοῦ κλαυθμῶνος, τότε πολέμει. Τότε γὰρ παραδίδονταί σοι. Ἀνάγει τὴν κιβωτὸν ὁ Δαυῒδ, καὶ ἀποθνήσκει Ὀζᾶ, ὅτι ἐξέτεινε τὴν χεῖρα αὐτοῦ πρὸς τὴν κιβωτόν. Ὡς δὲ ἀνήγετο ἡ κιβωτὸς, ὠρχεῖτο ὁ Δαυῒδ, καὶ ἐξουθένησεν ἡ Μελχώλ. Τότε βουλόμενος ὁ Δαυῒδ οἰκοδομῆσαι ναὸν, κωλύεται ὑπὸ τοῦ Νάθαν τοῦ προφήτου, καὶ εὔχεται εὐχαριστῶν πρὸς τὸν Θεὸν, εὐχαριστῶν ὑπὲρ τῶν ἐπαγγελιῶν ὧν ἤκουσεν. Ἐπάταξε Δαυῒδ τοὺς ἀλλοφύλους καὶ τὸν Μωὰβ καὶ τοὺς Σύρους, καὶ τὰ ὅπλα τὰ χρυσᾶ, ἃ ἔλαβεν, ἤνεγκεν εἰς Ἱερουσαλὴμ, ἅπερ ὕστερον ἔλαβε Σουσακεὶμ βασιλεὺς Αἰγύπτου. Καὶ πολλὰ ἀναθέματα ἀνέθηκεν ὁ Δαυΐδ. Ἀξιοῖ τὸν Μεμφιβαὰλ υἱὸν Ἰωνάθαν τραπέζης βασιλικῆς, καὶ πάντα τὰ τοῦ Σαοὺλ δίδωσιν αὐτῷ.

Καὶ κελεύει τῷ Σίβᾳ, ὃς ἦν αὐτῷ δοῦλος πατρικὸς, δουλεύειν τῷ Μεμφιβαὰλ μετὰ τῶν τέκνων αὐτοῦ. Πέμπει δὲ καὶ πρὸς τὸν βασιλέα υἱῶν Ἀμμὼν παρακαλέσων, ἐπειδὴ τεθνήκει αὐτοῦ ὁ πατήρ. Ὁ δὲ ὑπὸ τῶν ἀρχόντων αὐτοῦ ἀναπεισθεὶς, ἀτιμάζει τοὺς ἀποσταλέντας ὑπὸ τοῦ Δαυῒδ εἰς παράκλησιν. Ἐντεῦθεν γίνεται πόλεμος· καὶ τὸ μὲν πρῶτον ἔπεμψε τὸν Ἰωὰβ, εἶτα ἦλθεν αὐτὸς ὁ Δαυῒδ, καὶ τρέπεται τοὺς ἐχθρούς. Τὰ κατὰ τὸν Οὐρίαν ἐντεῦθεν καὶ τὴν Βηρσαβεὲ, καὶ τὸ παιδίον τὸ τελευτῆσαν. Μεθ᾽ ὃ τίκτεται Σολομών.

Πολεμεῖ ὁ Ἰωὰβ τὴν Ῥαυὰθ, καὶ μετὰ τὸ κρατῆσαι τῆς πόλεως, πέμπει ἐπὶ τὸν Δαυῒδ, βουλόμενος τὴν νίκην ἐκείνῳ ἐπιγραφῆναι. Ἐρᾷ ὁ υἱὸς Δαυῒδ Ἀμνῶν τῆς ἀδελφῆς αὐτοῦ τῆς Θάμαρ, καὶ προσποιηθεὶς νόσον, ἐλθοῦσαν αὐτὴν εἰς ἐπίσκεψιν ἐξύβρισεν.

Ἀκούσας δὲ ὁ ἀδελφὸς αὐτῆς Ἀβεσσαλὼμ, καλεῖ μετὰ ταῦτα τὸν βασιλέα εἰς ἑστίασιν· ὡς δὲ οὐκ ἦλθεν ἐκεῖνος, ἠξίου τοὺς γοῦν ἀδελφοὺς ἐλθεῖν. Ἐπεὶ δὲ ἦλθον, παρήγγειλε τοῖς ἑαυτοῦ παισὶν, καὶ ἀνεῖλον ἐν αὐτῷ τῷ ἀρίστῳ τὸν Ἀμνῶν. Ὡς δὲ ἤκουσεν ὁ Δαυῒδ, ἐπένθησεν ἱκανῶς, καὶ ὠργίζετο τῷ Ἀβεσσαλώμ.

Ὁ δὲ ἀπέδρα· καὶ μετὰ ἔτη τρία, ὅτε καθυφῆκε τῆς ὀργῆς ὁ βασιλεὺς, σοφίζεται Ἰωὰβ διὰ γυναικὸς Θεκωΐτιδος, καὶ πείθει ἐπαναγαγεῖν τὸν Ἀβεσσαλώμ. Ἐπανελθόντα δὲ οὐκ ἠθέλησεν εὐθέως ἰδεῖν ὁ πατὴρ, ἀλλ᾽ ἦν δύο ἔτη ἐν Ἱερουσαλὴμ ἐξ ὄψεως τοῦ βασιλέως. Τότε καλεῖ τὸν Ἰωάβ· ὁ δὲ οὐχ ὑπήκουσεν. Εἶτα ἐνέπρησεν αὐτοῦ τὸν ἀγρὸν, καὶ οὕτως ἀναγκασθεὶς ἦλθε πρὸς τὸν Ἀβεσσαλὼμ, καὶ ἀποσταλεὶς ὑπ᾽ αὐτοῦ πρὸς τὸν βασιλέα, κατήλλαξεν αὐτὸν, καὶ εἰσήγαγε τὸν Ἀβεσσαλώμ.

Ἐποίησε δὲ αὐτῷ ἅρματα καὶ ἵππους Ἀβεσσαλὼμ, καὶ τοὺς ἐρχομένους κρίνεσθαι μετὰ πολλῆς ἀποδεχόμενος τιμῆς, ἐπῄνει μὲν ὡς δίκαια λέγειν ἔχοντας, ἐλέει δὲ ὡς οὐδενὸς ὄντος τοῦ ἀμῦναι δυναμένου, καὶ ἔλεγε· Τίς καταστήσει με κριτὴν ἐπὶ τῆς γῆς; καὶ οὕτως ᾠκειοῦτο τὸν λαόν. Ἐπανίσταται δὲ Ἀβεσσαλὼμ τῷ Δαυΐδ· ὁ δὲ ἀκούσας ἔφυγεν ἐκ τῆς Ἱερουσαλὴμ, ἀφεὶς τὰς παλλακὰς αὐτοῦ ἐν τῇ πόλει.

Βουλομένου τοῦ Ἔθι συμπορεύεσθαι αὐτῷ, τὸ μὲν πρῶτον ἐκώλυεν, ἐπεὶ δὲ εἶδεν ἐπικείμενον, εἴασεν. Ὡς δὲ διέβησαν τὸν χειμάῤῥουν, προσέταξε τοῖς ἱερεῦσιν ἀποστρέψαι τὴν κιβωτὸν εἰς τὴν πόλιν. Αὐτὸς δὲ περιμένειν αὐτοὺς ἔφη πρὸς τῇ ἐλαίᾳ, εἴ τι ἔχοιεν τῶν τοῦ βασιλέως ἀποῤῥήτων ἐξειπεῖν.

Ἀπαντᾷ τῷ Δαυῒδ ὁ Χουσί. Ὁ δὲ ἀπέστειλεν αὐτὸν τῷ Ἀχιτόφελ ἐναντιωθησόμενον, ὃς ἦν σύμβουλος τῷ Ἀβεσσαλώμ. Ὡς δὲ ἀπῆλθεν αὐτὸς, ἔρχεται ὁ Σιβᾶ, καὶ κατηγορήσας τοῦ δεσπότου αὐτοῦ Μεμφιβαὰλ, ὡς βουλομένου αὐτοῦ βασιλεῦσαι, λαμβάνει πᾶν παρὰ τοῦ Δαυΐδ. Τότε Σεμεεὶ κατηράσατο τὸν Δαυΐδ· ὁ δὲ Δαυῒδ βουλόμενον αὐτὸν ἀνελεῖν τὸν Ἀβεσσᾶ διεκώλυσεν. Ἔρχεται ὁ Χουσὶ πρὸς τὸν Ἀβεσσαλὼμ, καὶ πείθει αὐτὸν ὡς εὐνοϊκῶς διακείμενος αὐτῷ προσέχειν. Καὶ προκειμένης βουλῆς τίνα δέοι πράττειν, συγγενέσθαι ταῖς παλλακαῖς τοῦ πατρὸς παραινεῖ τὸν Ἀβεσσαλὼμ Ἀχιτόφελ. Καὶ ἐποίησε τοῦτο ἐπὶ τοῦ δώματος, ὥστε πάντας ὁρᾷν. Καὶ προστίθησιν ἑτέραν γνώμην, ὥστε λαβεῖν χιλίους μεθ᾽ ἑαυτοῦ, καὶ ἐπιθέσθαι τῷ Δαυῒδ, καὶ ἀνελεῖν αὐτόν.

Ὡς δὲ ἐκλήθη καὶ ὁ Χουσὶ πρὸς τὸ εἰσηγήσασθαι συμβουλὴν, ἀνατρέπει τὴν τοῦ Ἀχιτόφελ γνώμην, τέως μὲν ὑπερθέσθαι παραινῶν, ὕστερον δὲ μετὰ παρασκευῆς ἐπιθέσθαι τῷ Δαυΐδ. Καὶ ἤρεσε μᾶλλον αὕτη ἡ γνώμη· Θεοῦ γὰρ ἦν ἡ οἰκονομία. Τότε πέμπει διὰ τῶν υἱῶν τῶν ἱερέων, καὶ ἀπαγγέλλει ταῦτα τῷ Δαυῒδ ὁ Χουσί. Ὁ δὲ Ἀχιτόφελ διαμαρτὼν τῆς γνώμης, ἀπήγξατο. Φέρεται πολλὰ δῶρα τῷ Δαυΐδ. Διατάξας δὲ τὸ στρατόπεδον, ἐξέπεμψε λέγων· Φείσασθέ μου τοῦ παιδαρίου Ἀβεσσαλώμ. Αὐτὸν γὰρ οὐ συνεχώρησαν ἐξελθεῖν. Γίνεται πόλεμος, καὶ πολλῶν πεσόντων ἀναιρεῖται καὶ ὁ Ἀβεσσαλὼμ, προσδεθείς τινι δένδρῳ ἀπὸ τῆς κόμης. Ἀναιρεθέντος δὲ, ἐπαύσατο ὁ πόλεμος. Πέμπει τὸν Χουσὶ ὁ Ἰωὰβ ἀπαγγέλλειν τῷ Δαυῒδ τὴν νίκην. Ὁ δὲ ἀκούσας ἐθρήνει διὰ τὸν υἱόν· ἕως οὗ εἰσελθὼν ὁ Ἰωὰβ μετέβαλέ τε αὐτὸν, καὶ ἔπεισε δέξασθαι τὸ στρατόπεδον φαιδρῷ τῷ προσώπῳ. Φυγόντα τὸν Ἰσραὴλ ὅ τε βασιλεὺς προσεκαλεῖτο, ὅ τε Ἀβεσσᾶ προῃρημένους αὐτοὺς ἤδη ἔπεισεν ὑποταγῆναι τῷ Δαυΐδ. Ὡς διέβαινε τὸν Ἰορδάνην ἦλθεν ὁ Σεμεεὶ, ὁμολογῶν αὑτοῦ τὴν ἁμαρτίαν. Ἐβούλετο δὲ αὐτὸν θανατῶσαι ὁ Ἀβεσσᾶ, καὶ διεκώλυσεν ὁ Δαυΐδ. Ἦλθε δὲ καὶ ὁ Μεμφιβαὰλ αὐχμῶν, ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, κομῶν τὸν μύστακα, ὄνυχας μεγάλους ἐπιδεικνὺς, πάντα ἅπερ ἦν λύπης σημεῖα τῆς γενομένης αὐτῷ διὰ τὸν πόλεμον τὸν κατὰ τοῦ Δαυΐδ.

Εἶτα ὁ μὲν ἠρώτα, διὰ τί μὴ ἐπορεύθη μετ᾽ αὐτοῦ. Ὁ δὲ ἔφη ἠξιωκέναι τὸν Σιβὰ τὸν οἰκέτην αὐτοῦ ὥστε ἐπιβιβάσαι αὐτὸν ὑποζυγίῳ (καὶ γὰρ ἦν χωλὸς ὁ Μεμφιβαὰλ), μὴ ἀνασχέσθαι δὲ ἐκεῖνον. Τότε κελεύει αὐτὸν καὶ τὸν Σιβὰ διελέσθαι τὸν ἀγρόν. Καὶ τὸν Βερζελλὶ, ὃς ἐχορήγησεν αὐτῷ πολλὰ τοῦ πολέμου συνεστῶτος, ὃν ἐβούλετο μεθ᾽ ἑαυτοῦ λαβεῖν. Ὁ δὲ παρῃτήσατο διὰ τὸ γῆρας. Καὶ λαμβάνει τὸν υἱὸν αὐτοῦ ἀντ᾽ αὐτοῦ. Τότε σχίζεται τὸ στρατόπεδον, καὶ προστίθενται τῷ Σαβεέ. Καὶ ἐκπέμπει Δαυῒδ τὸν Ἀμεσσᾶ πολεμῆσαι αὐτῷ· ὁ δὲ Ἰωὰβ ἀναιρεῖ μὲν τὸν Ἀμεσσᾶ δόλῳ, πολιορκεῖ δὲ τὴν πόλιν εἰς ἣν κατέφυγεν ὁ Σαβεέ. Οἱ δὲ ἐν τῇ πόλει, γυναικὸς συμβουλευσάσης, ἀποτεμόντες τοῦ Σαβεὲ τὴν κεφαλὴν, ἔῤῥιψαν ἀπὸ τοῦ τείχους τῷ Ἰωὰβ, καὶ οὕτως ἀπηλλάγησαν τοῦ πολέμου. Λιμὸς καταλαμβάνει τὴν γῆν· λύσις δὲ ἦν τοῦ λιμοῦ τὸ τινὰς τῶν τοῦ Σαοὺλ ἐκδοθῆναι τοῖς Γαβαωνίταις. Καὶ τὸν Μεμφιβαὰλ περιποιεῖται ὁ Δαυῒδ, διὰ τοῦ ὅρκου τοῦ πρὸς Ἰωνάθαν. Ἐκδίδωσι δὲ τοὺς τοῦ Σαοὺλ υἱοὺς καὶ ἐκγόνους, καὶ θάπτει τὸν Σαοὺλ καὶ τὸν Ἰωνάθαν ἐν τῷ τάφῳ Κείς. Γίνονται ἐνταῦθα πόλεμοι.

Καὶ κωλύουσι τὸν Δαυῒδ ἐξελθεῖν, μήποτε κινδυνεύσῃ. Τότε λέγει τὸν ἑπτακαιδέκατον ψαλμόν. Καταλέγει τὰς ἀριστείας καὶ τὰ ἀνδραγαθήματα τῶν ἀρχόντων τοῦ Δαυΐδ. Κελεύεται Ἰωὰβ ἀριθμῆσαι τὸν λαὸν, καὶ ἀριθμεῖ· καὶ ἦν Ἰσραὴλ ἐννακόσιαι χιλιάδες, καὶ Ἰούδα τετρακόσιαι χιλιάδες, πάντες πολεμισταί. Τότε ἔρχεται Γὰδ ὁ προφήτης, αἵρεσιν αὐτῷ διδοὺς τριῶν τιμωριῶν, ἣν βούλοιτο ὑποστῆναι, ἢ τρία ἔτη λιμὸν, ἢ τρεῖς ἡμέρας φυγεῖν ἐπικειμένων ἐχθρῶν, ἢ τρεῖς ἡμέρας θάνατον. Ὁ δὲ τὰς τρεῖς ἡμέρας τοῦ θανάτου εἵλετο, καὶ ἀπέθανον ἀπὸ πρωῒ ἕως ἀρίστου ἑβδομήκοντα χιλιάδες. Τότε λέγει Δαυΐδ· Ἰδοὺ ἐγὼ ἥμαρτον, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὸ ποίμνιον τί ἐποίησαν; Γενέσθω ἡ χεὶρ ἐν ἐμοὶ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Ἐπαύσατο ἡ τιμωρία.

Καὶ κελεύεται ὁ Δαυῒδ θῦσαι [l. στῆσαι] θυσιαστήριον ἐν τῇ ἅλῳ Ὀρνία, καὶ θῦσαι· καὶ ἐποίησεν οὕτως. Ὀρνίας υἱὸς Δαυῒδ ἑστιᾷ τοὺς περὶ Ἰωὰβ καὶ Ἀβιάθαρ, ὡς βασιλεύσων. Εἰσέρχεται ἡ Βηρσαβεὲ κατὰ συμβουλὴν Νάθαν τοῦ προφήτου, καὶ ἀπαγγέλλει τῷ Δαυΐδ· μεταξὺ δὲ λαλούσης ἐκείνης εἰσῆλθε καὶ ὁ Νάθαν, κατασκευάσαντες ὥστε βασιλεῦσαι τὸν Σολομῶνα. Ἐξῆλθον ἐπιβιβάσαντες τὸν Σολομῶνα τῇ ἡμιόνῳ τῇ βασιλικῇ. Τότε ὁ προφήτης Νάθαν καὶ ὁ ἱερεὺς Σαδδοὺκ ἀπῆλθον εἰς τὴν Γιὼν, καὶ ἔχρισαν αὐτὸν καὶ εἶπον· Ζήτω ὁ βασιλεύς. Ἐλθὼν ὁ υἱὸς Ἰωνάθαν ἀπήγγειλε τῷ Ὀρνίᾳ ταῦτα ἑστιωμένῳ. Καὶ οἱ μὲν ἄλλοι ἔφυγον, ὁ δὲ Ὀρνίας κατέφυγεν εἰς τὸ θυσιαστήριον, δεδοικὼς τὸν Σολομῶνα.

Τότε ἐξάγει αὐτὸν ἐκεῖθεν, καὶ ἐλθὼν προσεκύνησε τῷ βασιλεῖ. Μέλλων τελευτᾷν ὁ Δαυῒδ, παραινεῖ τῷ Σολομῶντι, ὥστε φυλάττειν τοῦ Θεοῦ τὸν νόμον· οὕτω γὰρ τεύξεσθαι αὐτῷ τῶν ἐπαγγελιῶν τῶν ἐπηγγελμένων αὐτῷ. Παραγγέλλει τε περὶ Ἰωὰβ καὶ Σεμεεὶ, ὥστε τιμωρηθῆναι αὐτοὺς, καὶ περὶ τῶν υἱῶν Βερζελλὶ, ὥστε αὐτοὺς τιμῆς τυγχάνειν, καὶ τῆς τραπέζης ἀπολαύειν τῆς βασιλικῆς. Καὶ ἀποθνήσκει τεσσαράκοντα ἔτη βασιλεύσας.

Βασιλειῶν γʹ. Ἀναιρεῖ τὸν Ὀρνίαν ὁ Σολομῶν, ὅτι τὴν Ἀβισὰκ ᾔτησε, καὶ τὸν Ἀβιάθαρ ἐξέβαλε τῆς ἱερωσύνης. Καὶ ἐπληρώθη ἡ κατὰ τοῦ Ἡλεὶ ἀπειλή· ἐξ ἐκείνου γὰρ κατῆγε τὸ γένος. Ἀνεῖλε δὲ καὶ τὸν Ἰωάβ· τὸν δὲ Σαδδοὺκ τὸν ἱερέα ἀντὶ τοῦ Ἀβιάθαρ κατέστησεν ἱερέα. Δίδωσι δὲ ὁ Σολομῶν πρόσταγμα τῷ Σεμεεὶ, ὥστε ἐν τῇ πόλει μένειν διόλου· εἰ δέ ποτε ἐξέλθοι, οὐκ ἀτιμωρητὶ τοῦτο ποιήσειν, ἀλλὰ θανάτου ὑποστήσεσθαι ζημίαν. Ἀπώλοντο αὐτῷ δοῦλοι· ὁ δὲ ἐπιλαθόμενος τοῦ προστάγματος, ἐξῆλθε ζητήσειν, καὶ μαθὼν ὁ Σολομῶν ἀνεῖλεν αὐτόν. Περὶ τῆς σοφίας Σολομῶντος διήγησις, περὶ τῆς εἰρήνης τῆς ἐπ᾽ αὐτοῦ, περὶ τῆς πολυτελείας τῆς τοῦ ἀρίστου, καὶ περὶ ἁρμάτων, περὶ τῶν ἵππων, περὶ παντὸς τοῦ πλούτου.

Αἰτεῖ Σολομῶν σοφίαν παρὰ τοῦ Θεοῦ. Τότε κρίνει ταῖς γυναιξὶ ταῖς ὑπὲρ τοῦ παιδίου προσελθούσαις αὐτῷ. Πάλιν περὶ τῆς σοφίας Σολομῶντος λόγος, περὶ τῆς πολυτελείας τῆς τραπέζης αὐτοῦ, καὶ τίνες ἐλειτούργουν ταύτην αὐτῷ τὴν λειτουργίαν.

Ἀποστέλλει πρὸς Χειρὰμ τὸν βασιλέα Τύρου, τοὺς δρυοτόμους αἰτῶν ἐπὶ μισθῷ· ὃ δὴ παρέσχεν. Ἐνταῦθα ἔγκειται τῶν ἐργαζομένων ὁ ἀριθμὸς, καὶ τῆς ἑτοιμασθείσης εἰς τὸν ναὸν ὕλης τὸ πλῆθος. Εἶτα ἡ οἰκοδομὴ τοῦ ναοῦ. Εὔχεται ὁ Σολομῶν ἐν τῷ ναῷ, καὶ θύει, καὶ ἐγκαινίζει τὸν οἶκον. Ἐπαγγέλλεται ἀγαθὰ αὐτῷ ὁ Θεὸς, ἐὰν φυλάξῃ τὰ προστάγματα αὐτοῦ, καὶ ἀπειλεῖ τἀναντία, ἐὰν παραβῇ. Ἦν δὲ αὐτῷ ναῦς χρυσίον φέρουσα. Τὰ κατὰ τὴν βασίλισσαν Νότου, τὴν ἐλθοῦσαν ἀκοῦσαι τῆς σοφίας αὐτοῦ. Τὰ κατὰ τὸν πλοῦτον αὐτοῦ τὸν μέγαν, τὰ περὶ τῶν ὅπλων τῶν χρυσῶν ὧν ἐποίησε, τὰ περὶ τῆς βασιλείας αὐτοῦ, πόθεν καὶ μέχρι ποῦ παρέτεινεν. Ἐντεῦθεν περὶ τῆς εἰδωλολατρείας αὐτοῦ, καὶ τῆς προσκρούσεως ἧς προσέκρουσε τῷ Θεῷ. Ἐντεῦθεν ἀπειλὴ πρὸς αὐτὸν, καὶ τῆς βασιλείας παράλυσις, εἰρήνης ἀφανισμός. Ἐπανίσταται γὰρ αὐτῷ Ἀδὲρ ὁ Ἰδουμαῖος, καὶ ὁ Ἐσδρώμ. Ἐπανίσταται αὐτῷ καὶ ὁ δοῦλος αὐτοῦ Ἱεροβοάμ. Ἔρχεται πρὸς τὸν Ἱεροβοὰμ Ἀχιᾶ ὁ προφήτης, καὶ δίδωσιν αὐτῷ διαῤῥῆξαι ἱμάτιον τελαμῶνας δέκα, προμηνύων αὐτῷ, ὅτι καθέξει τὰ δέκα σκῆπτρα. Ὡς δὲ ἤθελεν αὐτὸν ἀνελεῖν ὁ Σολομῶν, ἔφυγεν εἰς Αἴγυπτον. Ἐπανῆλθεν ἀπ᾽ Αἰγύπτου Ἱεροβοὰμ, ἀποθανόντος Σολομῶντος. Ὁ δὲ λαὸς προσελθὼν τῷ Ῥοβοὰμ υἱῷ Σολομῶντος, ἠξίου ἐλαφροτέραν αὐτοῖς γενέσθαι τὴν ἀρχὴν τῆς τοῦ Σολομῶντος.

Ὁ δὲ ὑπὸ τῶν συντρόφων αὐτοῦ νέων τινῶν ἀναπεισθεὶς, ἠπείλησε καὶ βαρυτέραν αὐτοῖς ποιήσειν. Ἔνθεν ἀπεσχίσθησαν αἱ δέκα φυλαὶ, καὶ ἐβασίλευσαν ἐφ᾽ ἑαυτῶν τὸν Ἱεροβοάμ. Καὶ βουλόμενον ἐπιστρατεῦσαι αὐτῷ τὸν Ῥοβοὰμ ἐκώλυσεν ὁ Θεός. Ὡς δὲ ἠῤῥώστησε τὸ παιδίον Ἱεροβοὰμ, πέμπει τὴν γυναῖκα αὐτοῦ πρὸς Ἀχιὰ τὸν προφήτην πευσομένην περὶ τῆς νόσου. Ὁ δὲ εἶπεν, ὅτι ἀποθανεῖται, καὶ ἀπέθανεν. Ἵστησι δαμάλεις χρυσᾶς ὁ Ἱεροβοὰμ, μίαν ἐν Βαιθὴλ, καὶ μίαν ἐν Δὰν, ἵνα μὴ ἀναβαίνωσιν εἰς Ἱερουσαλὴμ ὁ λαός. Θύοντος δὲ αὐτοῦ ἐκεῖ, ἰδοὺ ἄνθρωπος τοῦ Θεοῦ ἐλθὼν, προφητεύει τὰ κατὰ τὸν Ἰωσίαν. Καὶ ἐξηράνθη ἡ χεὶρ τοῦ βασιλέως, καὶ ἐῤῥάγη τὸ θυσιαστήριον. Δεηθέντος δὲ τοῦ προφήτου τοῦ Θεοῦ, ὑγίανεν ὁ βασιλεύς. Καὶ παρεκάλει τὸν προφήτην ἑστιαθῆναι παρ᾽ αὐτῷ. Ὁ δὲ οὐκ ἠνέσχετο, πρόσταγμα φυλάττων τοῦ Θεοῦ, ὅπερ ὕστερον παραβὰς, ἀνῃρέθη ὑπὸ τοῦ λέοντος. Ὁ δὲ Ἱεροβοὰμ ἔτι ἐπέμενε τῇ κακίᾳ αὐτοῦ, καὶ ὁ Ῥοβοὰμ εἰδωλολάτρησεν ἔτη πάντα τῆς βασιλείας αὐτοῦ.

Ἐλθὼν Σουσακεὶμ ἔλαβε τοὺς θησαυρούς. Μετὰ τοῦτον βασιλεύει Ἀβιᾶς ὁ υἱὸς αὐτοῦ, καὶ μετὰ τοῦτον ὁ υἱὸς τοῦ Ἀβιᾶ ὁ Ἀσᾶ. Μετὰ δὲ τὸν Ἱεροβοὰμ βασιλεύει ὁ υἱὸς αὐτοῦ Ἀδάβ· ὃν ἀνελὼν Βασᾶ ἐβασίλευσε, καὶ ἐπολέμει τὸν Ἀσᾶ. Ὁ δὲ τῇ συμμαχίᾳ τοῦ Σύρου Ἄδερ χρησάμενος, ἐπικρατέστερος γέγονεν.

Ὡς δὲ πονηρὸς ἦν ὁ Βασᾶ, ἀπειλεῖ αὐτῷ ὁ Θεὸς κακὰ μεγάλα. Ἀποθανόντος δὲ αὐτοῦ ἐβασίλευσεν Ἐλᾶ ὁ υἱὸς αὐτοῦ, ὃν ἀνελὼν Ζαμβρὶ εἷς τῶν ἀρχόντων, ἐβασίλευσε, καὶ ὠλόθρευσε τὸν οἶκον Βασᾶ. Ὡς δὲ καὶ Ζαμβρὶ ἀπέθανεν ἑαυτὸν ἐμπρήσας, βασιλεύει Ἀμβρί. Ὡς δὲ ἀπέθανε καὶ οὗτος, βασιλεύει Ἀχαὰβ ὁ υἱὸς αὐτοῦ. Βασιλεύει ὁ υἱὸς Ἀσᾶ Ἰωσαφάτ.

Ἀπειλεῖ Ἠλίας ὁ προφήτης τῷ Ἀχαὰβ τὴν γενομένην ἀνομβρίαν ἐπὶ τρία ἔτη καὶ μῆνας ἕξ. Τότε διατρέφεται διὰ τῶν κοράκων ὁ προφήτης. Ἐνταῦθα τὰ κατὰ τὴν χήραν τὴν ἐν Σαρέφθοις, τὰ κατὰ τὸν καμψάκην τοῦ ἐλαίου, καὶ τὴν ὑδρίαν τοῦ ἀλεύρου, καὶ τὸν θάνατον τοῦ παιδίου, καὶ τὴν ἐκ τοῦ θανάτου ἔγερσιν. Ἀποστέλλεται πρὸς τὸν Ἀχαὰβ ὁ Ἠλίας, καὶ ποιεῖ τὴν θυσίαν, καὶ καταφέρει τὸ πῦρ ἐξ οὐρανοῦ, καὶ ἀναλίσκει αὐτήν. Τότε λαβὼν τοὺς ἱερεῖς τοῦ Βαὰλ ἀπέσφαξε. Τότε εὐαγγελίζεται τῷ Ἀχαὰβ τὸν ὑετόν. Καὶ ἀνελθὼν εἰς τὸν Κάρμηλον ηὔξατο Ἠλίας, καὶ ποιεῖ τὴν θυσίαν· ἰδοὺ ὑετός. Ἀπειλεῖ τῷ Ἠλίᾳ θάνατον Ἰεζάβελ ἡ γυνὴ τοῦ Ἀχαὰβ, ὁ δὲ ἔρχεται εἰς τὴν ἔρημον, καὶ κοιμηθεὶς, καὶ διεγερθεὶς ὑπὸ ἀγγέλου Θεοῦ, εὗρεν ἐγκρυφίαν ὀλυρίτην, καὶ φαγὼν αὐτὸν, ἐνίσχυσεν. Ἐν ἐκείνῃ τῇ βρώσει τεσσαράκοντα ἡμέρας ἦλθεν εἰς Χωρήβ. Τότε λέγει· Κύριε, τὰ θυσιαστήριά σου κατέσκαψαν. Τὰ ζεύγη τῶν βοῶν ἀφεὶς ὁ Ἑλισσαῖος ἀκολουθεῖ τῷ Ἠλίᾳ. Ἐντεῦθεν τὸ διήγημα τὸ κατὰ τὸν ἀμπελῶνα τοῦ Ναβουθαί· καὶ ἡ ἀπειλὴ κατὰ Ἰεζάβελ καὶ Ἀχαὰβ, καὶ ἡ κατάνυξις τοῦ Ἀχαάβ. Ἐπῆλθε τῷ Ἰσραὴλ ὁ Σύρος Ἄδερ μετὰ τριακονταδύο βασιλέων· ὁ δὲ ἐχειρώσατο αὐτούς. Καὶ δεύτερον ἐπιστρατεύσας περιέπεσε πληγῇ μεγάλῃ.

Ὡς δὲ ἑώρα ἑαυτὸν ἐν κινδύνῳ, σχῆμα περιθέμενος ἐλεεινὸν, ἔρχεται πρὸς τὸν Ἀχαὰβ, δοῦλον ἑαυτὸν ἀποκαλῶν, καὶ ἀγαπητῶς ἔχων σωτηρίας τυχεῖν. Ὁ δὲ ἀνεβίβασέ τε αὐτὸν ἐπὶ τὸ ἅρμα, καὶ τιμῆς ἀξιώσας, ἐξέπεμψεν εἰς τὴν οἰκείαν γῆν. Ἔρχεται ὁ προφήτης ἐγκαλῶν ὑπὲρ τούτων τῷ βασιλεῖ, καὶ θάνατον ἀπειλῶν. Βουλεύεται ὁ Ἀχαὰβ, εἰ δέοι ἐπιστρατεῦσαι τοῖς Σύροις· καὶ συμβουλεύσαντος τοῦ Ἰωσαφὰτ βασιλέως Ἰούδα, μετάπεμπτος γίνεται Μιχαίας ὁ προφήτης, καὶ ἐρωτηθεὶς προλέγει συμφορὰς, εἰ πολεμήσειεν. Ὀργίζεται ὁ Ἀχαάβ· τύπτει τὸν Μιχαίαν Σεδεκίας ὁ ψευδοπροφήτης. Κελεύεται Ἀχαὰβ τηρεῖσθαι Μιχαίαν τὸν ψευδοπροφήτην, ἕως ἂν ὁ πόλεμος λάβῃ τέλος. Ἐξῆλθε μαχεσόμενος, καί φησι τῷ Ἰωσαφάτ· Ἀμείψωμεν τὸ σχῆμα καὶ τὸν ἱματισμόν· λαβὼν ἐγὼ τὸν σὸν, ἀντιδίδωμί σοι τὸν ἐμόν. Ὡς δὲ γέγονε τοῦτο, καὶ οἱ στρατιῶται ἐντολὴν εἰλήφεισαν παρὰ τοῦ βασιλέως τοῦ ἑαυτῶν, πάντας ἀφέντες, μόνῳ τῷ βασιλεῖ τοῦ Ἰσραὴλ συνάπτειν εἰς πόλεμον, ἰδόντες τὸν Ἰωσαφὰτ τὸν βασιλέα τοῦ Ἰούδα, καὶ νομίσαντες αὐτὸν τοῦ Ἰσραὴλ εἶναι (τὸ γὰρ σχῆμα αὐτοὺς ἠπάτησεν), ἐκύκλουν αὐτὸν, ἀνελεῖν θέλοντες. Ὁ δὲ ἀναβοήσας, ἀπηλλάγη τοῦ κινδύνου.

Ἕτερος δέ τις τοξότης ἔβαλε τὸν Ἀχαὰβ, καὶ κατέῤῥει τὸ αἷμα. Ὅπερ ἀπέπλυναν ἐν τῇ κυρήνῃ (l. κρήνῃ), καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι αὐτοῦ, καὶ οἱ κύνες ἔλειξαν αὐτό. Ἐβασίλευσε μετὰ τὸν Ἀχαὰβ Ὀχοζίας ὁ υἱὸς αὐτοῦ. Ὡς δὲ φίλος αὐτοῦ γέγονεν Ἰωσαφὰτ, ἔδωκε δίκην, τὸ διακοπῆναι τὰ ἔργα αὐτοῦ.

Βασιλειῶν δʹ. Ἀῤῥωστήσας Ὀχοζίας ἔπεμψεν ἐρωτῆσαι ἐν τῷ Βάαλ, εἰ ἀναστήσεται, καὶ ἀπαντήσας Ἠλίας ὁ προφήτης τοῖς ἀποσταλεῖσι, ἐκέλευσεν ἀπελθόντας εἰπεῖν, ὅτι οὐκ ἀναστήσεται. Μαθὼν δὲ Ὀχοζίας, ὅτι Ἠλίας ἐστὶν, ἔπεμψε τὸν πεντηκόνταρχον πρῶτον καὶ δεύτερον· ὡς δὲ ἀνηλώθησαν ὑπὸ τοῦ πυρὸς ἕκαστος μετὰ τῶν πεντήκοντα, μετὰ τοῦ τρίτου κελεύεται κατελθεῖν ὁ Ἠλίας, καὶ ἐλθὼν πρὸς τὸν βασιλέα εἶπεν, ὅτι ἀποθανεῖται. Μετὰ τοῦτον βασιλεύει ὁ ἀδελφὸς αὐτοῦ Ἰωράμ· οὐ γὰρ ἦν αὐτῷ υἱός. Ἐντεῦθεν ἡ ἀνάληψις τοῦ Ἠλίου εἰς τὸν οὐρανόν. Ἰδόντες υἱοὶ τῶν προφητῶν τὸν Ἑλισσαῖον διὰ ξηρᾶς ἐν τῷ Ἰορδάνῃ βαδίσαντα, εἶπον· Ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλίου ἐπ᾽ αὐτὸν, καὶ ἀξιοῦσιν ὥστε ἐπιπέμψαι εἰς ἐπιζήτησιν τοῦ Ἠλίου· ὁ δὲ διεκώλυσεν· ὕστερον δὲ συνεχώρησεν· οἱ δὲ ἀπελθόντες οὐχ εὗρον. Ἰᾶται τὰ ἐν Ἱεριχὼ ὕδατα· ἀπερχόμενος εἰς Βαιθὴλ, τὰ διασύροντα αὐτὸν παιδία καταρᾶται, καὶ ἀναιρεῖται ὑπὸ τῶν ἄρκτων. Ὁ Μωὰβ βασιλεὺς ἀπέστη τοῦ τελεῖν τὸν εἰωθότα φόρον. Ἐπιστρατεύει ἐπ᾽ αὐτὸν Ἰωρὰμ ὁ βασιλεὺς Ἰσραὴλ, προσλαβὼν καὶ τὸν Ἰωσαφὰτ βασιλέα Ἰούδα, καὶ τὸν Ἐδὼμ βασιλέα. Ὡς δὲ οὐχ εὕρισκον ὕδωρ ἐν τῇ ἐρήμῳ, ἀλλ᾽ ἐκινδύνευον διαφθαρῆναι, συμβουλεύσαντος Ὀχοζίου ἔρχονται πρὸς Ἑλισσαῖον.

Ὁ δὲ ὀργίζεται πρὸς τὸν βασιλέα Ἰσραὴλ, καὶ οὐδ᾽ ἂν ἰδεῖν αὐτὸν ἔφη, εἰ μὴ διὰ τὸν βασιλέα Ἰούδα. Οὐ μόνον δὲ ὕδατος ἀφθονίαν προεῖπεν αὐτοῖς ἥξειν, ἀλλὰ καὶ τὴν κράτησιν τῆς Μωαβίτιδος, ὥσπερ καὶ γέγονε· καὶ εἰς τοσαύτην συμφορὰν ἦλθεν ὁ Μωαβιτῶν βασιλεὺς, ὥστε τὸν υἱὸν αὐτοῦ σφάξαι ἄνωθεν ἀπὸ τοῦ τείχους. Ἐνταῦθα ἡ γυνὴ, ᾗ τὸ ἔλαιον ἐπερίσσευσε, καὶ ἡ Σουμανῖτις, ᾗ τὸν υἱὸν ἐχαρίσατο εὐξάμενος, καὶ ἀποθανόντα ἀνέστησε. Λιμοῦ γενομένου τήν τε πικρίαν ἀφεῖλε τὴν ἐν τῷ λέβητι γενομένην, καὶ ἑκατὸν ἄνδρας ἔθρεψεν ἐν ὀνόματι Θεοῦ ἀπὸ κριθίνων ἄρτων εἴκοσιν. Ἐλεπρώθη Νεεμὰν ὁ στρατηγὸς τοῦ βασιλέως Σύρων· καὶ ἐλθὼν πρὸς τὸν βασιλέα Ἰσραὴλ ἐζήτει θεραπείαν· ὁ δὲ διηπόρει, καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ. Μεταπέμπεται αὐτὸν ὁ Ἑλισσαῖος, καὶ κελεύει βαπτισθῆναι ἐν τῷ Ἰορδάνῃ ἕβδομον. Ὁ δὲ τὸ μὲν πρῶτον ὤκνησε, καὶ ἠπίστει θεραπευθῆναι· ὕστερον δὲ ὑπὸ τῶν παίδων αὐτοῦ παρακληθεὶς, βαπτίζεται καὶ θεραπεύεται, καὶ ἐδίδου δῶρα τῷ Ἑλισσαίῳ.

Ὁ δὲ οὐκ ἤθελεν. Ὡς δὲ ἀπῆλθεν ὁ ἄνθρωπος, καταδιώξας ὁ Γιεζὶ ὁ παῖς τοῦ Ἑλισσαίου, ὡς παρὰ τοῦ Ἑλισσαίου πεμφθεὶς, λαμβάνει παρὰ τοῦ Νεεμὰν διτάλαντον ἀργυρίου, καὶ δύο στολάς. Ἐλθὼν δὲ πρὸς Ἑλισσαῖον ἐπειρᾶτο κρύπτειν. Ὁ δὲ διήλεγξεν αὐτὸν, καὶ τιμωρίαν ἔλαβε τὴν λέπραν. Ἔρχονται οἱ υἱοὶ τῶν προφητῶν κόψαι ξύλα πρὸς οἰκοδομήν. Ὡς δὲ ἐξέπεσεν ἑνὸς τὸ σιδήριον ἐκ τοῦ στελεοῦ, ῥίπτει ξύλον ἀποκλάσας ὁ Ἑλισσαῖος, καὶ ἐμετεωρίζετο τὸ σιδήριον ἐπὶ τοῦ ὕδατος. Βασιλεὺς Συρίας ἐπολέμει τὸν Ἰσραὴλ, προλέγοντος αὐτῷ τοῦ Ἑλισσαίου. Μαθὼν ὁ πολέμιος, πέμπει στράτευμα ἐπὶ τὸν Ἑλισσαῖον.

Εὐξαμένου δὲ τοῦ προφήτου, πλήττονται ἀορασίᾳ οἱ ἐλθόντες, καὶ εἰσάγει αὐτοὺς εἰς μέσους τοὺς ἐχθροὺς αὐτῶν, καὶ βουλόμενον τὸν βασιλέα ἀνελεῖν αὐτοὺς, διεκώλυσεν ὁ Ἑλισσαῖος· ἑστιάσαντας δὲ αὐτοὺς ἐκέλευσεν ἐκπέμψαι. Λιμοῦ καταλαβόντος ἰσχυροῦ, ὡς κεφαλὴν ὄνου πεντήκοντα σίκλων, καὶ τέταρτον κάβου κόπρου περιστερῶν πέντε σίκλων εἶναι, προσέρχεται γυνὴ τῷ βασιλεῖ ἐγκαλοῦσα ἑτέρᾳ γυνῇ, ὅτι τὸν υἱὸν αὐτῆς καταφαγοῦσα μετ᾽ αὐτῆς, καὶ τὸν ἴδιον ὑποσχομένη παρέξειν, ἠγνωμόνησε περὶ τὴν ἀντίδοσιν.

Τότε διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ ὁ βασιλεὺς, καὶ πέμπει ἐπὶ τὸν Ἑλισσαῖον ἀφελεῖν αὐτοῦ τὴν κεφαλήν. Λέγει ὁ προφήτης τῷ ἐλθόντι ἐπ᾽ αὐτὸν, ὅτι αὔριον ἔσται τοῦ λιμοῦ ἡ λύσις. Ὡς δὲ διηπίστει, προλέγει αὐτῷ θάνατον. Λεπροὶ τέσσαρες ἀπειρηκότες τῷ λιμῷ, βουλεύονται παραδοῦναι ἑαυτοὺς τοῖς πολεμίοις, καὶ ἐλθόντες εἰς τὴν παρεμβολὴν, ἀνθρώπων μὲν κενὸν τὸ χωρίον εὗρον, τὰς δὲ σκηνὰς αὐτῶν πλήρεις πλούτου πολλοῦ. Καὶ διαρπάσαντες ἅπερ ἠδύναντο φέρειν, ἐλθόντες ἀπήγγειλαν τῷ βασιλεῖ. Καὶ τὸ μὲν πρῶτον δόλον ὑπώπτευσεν εἶναι τὸ πρᾶγμα ὁ βασιλεύς· ἀποστείλας δὲ ἱππεῖς καὶ μαθὼν τὸ σαφὲς, ἐπαφῆκε τὸν λαὸν τῇ τῆς παρεμβολῆς διαρπαγῇ· καὶ ἐλύθη ὁ λιμός.

Καὶ ὁ διαπιστήσας τῷ Ἑλισσαίῳ ὑπὸ τοῦ ὄχλου συμπατηθεὶς ἀπέθανε. Προλέγει τῇ γυναικὶ ὁ Ἑλισσαῖος, ἧς ἐζωοποίησε τὸν υἱὸν, ἑπταετῆ λιμὸν, καὶ παραινεῖ μετοικίζεσθαι ἐκ τῆς χώρας ἐκείνην. Ὡς δὲ μετῴκησε, καὶ ἐπαύσατο ὁ λιμὸς, πάλιν ἐπανῆλθε, καὶ προσελθοῦσα τῷ βασιλεῖ τὴν τῶν κτημάτων ᾔτει δεσποτείαν. Ὁ βασιλεὺς Συρίας ἀποστέλλει πρὸς τὸν Ἑλισσαῖον πευσόμενος εἰ φεύξεται τὴν νόσον, ἐν ᾗ κατείχετο. Ὁ δὲ τῷ ἐλθόντι εἶπεν, ὅτι οὐ διαφεύξεται, καὶ προεφήτευσεν αὐτῷ καὶ τὴν τῶν Ἰσραηλιτῶν ἀπώλειαν. Ὡς δὲ ἀπέθανεν ἐκεῖνος, ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἀζαήλ. Ὡς δὲ καὶ Ἰωρὰμ ἐτελεύτησεν ὁ βασιλεὺς Ἰούδα, διαδέχεται αὐτὸν ὁ υἱὸς αὐτοῦ Ὀχοζίας.

Πέμψας ὁ Ἑλισσαῖος ἕνα τῶν υἱῶν τῶν προφητῶν, ἐκέλευσε χρῖσαι Ἰοῦ, καὶ βασιλεύσας ὁ Ἰοῦ ἀναιρεῖ τὸν Ἰωρὰμ, καὶ ῥίπτει αὐτὸν εἰς τὸν ἀμπελῶνα Ναβουθαὶ, ὃν ἥρπασεν ὁ πατὴρ τοῦ Ἰωράμ. Ὡς δὲ ἀνεῖλε καὶ τὸν Ὀχοζίαν, εἰσῆλθεν εἰς τὴν πόλιν Ἰσραήλ. Ἡ δὲ Ἰεζάβελ κοσμηθεῖσα παρέκυπτεν ἄνωθεν.

Ὁ δὲ βασιλεὺς εἶπε τοῖς εὐνούχοις ῥῖψαι αὐτὴν, καὶ ῥιφεῖσα ἀπέθανεν. Ἀπέκτεινε δὲ ὁ Ἰοῦ καὶ τοὺς ἑβδομήκοντα υἱοὺς Ἀχαὰβ, εἷλε καὶ τοὺς ἀδελφοὺς Ὀχοζίου, ἀνεῖλε δὲ καὶ τοὺς ἱερεῖς τοῦ Βάαλ, καὶ τὸν Βάαλ συνέτριψε. Τότε ὁ Ἀζαὴλ συνέκοπτε τὸν Ἰεζραήλ.

Ἀποθανόντος δὲ τοῦ Ἰοῦ, βασιλεύει Ἰωάχαζ υἱὸς αὐτοῦ. Τὰ κατὰ τὸν Ἰωὰς τὸν βασιλέα Ἰούδα, καὶ τὸν ἱερέα Ἰωδαὲ, καὶ τὴν Γοθολίαν. Παρεδόθη τοῖς ἐχθροῖς Ἰσραὴλ, καὶ πάλιν ὁ Θεὸς ᾠκτείρησεν αὐτούς. Ὡς δὲ ἀπέθανεν Ἰωάχαζ, βασιλεύει τοῦ Ἰσραὴλ Ἰωὰς ὁ υἱὸς αὐτοῦ, καὶ ἐλθὼν πρὸς τὸν Ἑλισσαῖον ἔκλαιεν. Ὁ δὲ προσέταξεν αὐτῷ, πέντε βέλη λαβόντι, τοξεῦσαι ἐπὶ τὴν γῆν. Ὡς δὲ τρία τοξεύσας ἔστη, εἶπεν αὐτῷ, ὅτι Τρίτον πατάξεις τὴν Συρίαν· εἰ γὰρ τὰ πέντε ἐτόξευσας, ἕως συντελείας αὐτὴν ἐπάταξες ἄν. Ἀποθανὼν Ἑλισσαῖος θάπτεται, καὶ ῥιφείς τις νεκρὸς πρὸς τῷ τάφῳ αὐτοῦ ἀνέστη. Ὡς δὲ ἀπέθανεν Ἀζαὴλ, ἐβασίλευσεν υἱὸς Ἄδερ ἀντ᾽ αὐτοῦ.

Ἐπάταξε τρὶς τοὺς Σύρους Ἰωὰς, καὶ ἀπέθανε, καὶ βασιλεύει Ἱεροβοὰμ ὁ υἱὸς αὐτοῦ. Ἀποθανόντος δὲ καὶ τοῦ Ἰωὰς βασιλέως Ἰούδα, ἐβασίλευσεν Ἀμεσίας ὁ υἱὸς αὐτοῦ· καὶ πατάξας τὸν Ἐδὼμ, συνέβαλε καὶ τῷ Ἰωὰς βασιλεῖ Ἰσραήλ. Ὁ δὲ ἐνίκησεν αὐτὸν, καὶ εἰσῆλθεν εἰς Ἱερουσαλήμ. Ἀποθανόντος τοῦ Ἱεροβοὰμ, ἐβασίλευσε τοῦ Ἰσραὴλ Ζαχαρίας ὁ υἱὸς αὐτοῦ. Ἀποθανόντος δὲ Ἀμεσίου βασιλέως Ἰούδα, ἐβασίλευσεν Ἀζαρίας, ὁ καὶ Ὀζίας. Ἐπὶ τούτου ἤρξατο Ὠσηὲ προφητεύειν.

Τὸν δὲ Ζαχαρίαν ἀνελὼν ὁ Σελῦς, ἐβασίλευσε τοῦ Ἰσραήλ. Οὗτος ἐχρήσατο τῇ συμμαχίᾳ Φουᾶ βασιλέως Ἀσσυρίων, χίλια τάλαντα δοὺς αὐτῷ. Τελευτήσαντος αὐτοῦ, Μαναεὶμ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ. Μετὰ δὲ τὸν Ὀζίαν ἐβασίλευσε τοῦ Ἰούδα ὁ υἱὸς αὐτοῦ Ἰωθάμ· καὶ τούτου τελευτήσαντος ἐβασίλευσεν Ἄχαζ υἱὸς Ἰωθάμ. Ἐφ᾽ οὗ Ῥαασεὶν ὁ Σύρος ἀνῆλθε καὶ Φακὲς υἱὸς Ῥωμελίου. Ὁ δὲ Ἄχαζ ἀπέστειλε πρὸς Θεγλαφαλσὰρ τὸν Ἀσσύριον, εἰς συμμαχίαν καλῶν. Ὁ δὲ ἐλθὼν ἔλαβε τὴν Δαμασκὸν, καὶ τὸν Ῥαασσὶν ἐθανάτωσε. Ἀνέβη δὲ καὶ Σαλμανασὰρ ὁ Ἀσσύριος ἐπὶ Ὠσηὲ τὸν υἱὸν Ἐλᾶ, καὶ ἐγένετο αὐτῷ δοῦλος. Ὡς δὲ ἔγνω ὁ Ἀσσύριος, ὅτι ἀποστῆναι βούλεται, καὶ γὰρ ἐπρεσβεύσατο πρὸς τὸν Αἰθίοπα, ἐπολιόρκησεν αὐτὸν, καὶ ἔδησεν αὐτὸν, καὶ τὴν Σαμάρειαν λαβὼν καὶ ἑτέρας πόλεις, μετῴκισεν εἰς Ἀσσυρίους. Κατηγορία τοῦ Ἰσραὴλ ἐνταῦθα καὶ τοῦ Ἰούδα. Οἱ ἀπὸ Βαβυλῶνος ἀχθέντες καὶ κατοικισθέντες ἐν τῇ Σαμαρείᾳ, ἐπειδὴ μὴ ἐφοβοῦντο τὸν Θεὸν, διεφθείροντο ὑπὸ τῶν λεόντων. Τότε πέμπεται ἱερεὺς ἐκεῖθεν, καὶ φωτίζει αὐτοὺς τὸν νόμον τοῦ Θεοῦ, καὶ τὸν Κύριον ἐφοβοῦντο, καὶ τοῖς εἰδώλοις ἐλάτρευον.

Τὰ κατὰ τὸν Ἐζεκίαν καὶ τὸν Ἀσσύριον, ἃ καὶ ἐν τῷ Ἡσαΐᾳ κεῖται. Τὰ κατὰ τὸν Μανασσῆ καὶ τὴν ἀσέβειαν αὐτοῦ, καὶ τὰς μιαιφονίας. Ὡς δὲ ἀπέθανε καὶ οὗτος, ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Ἀμών. Τελευτήσαντος δὲ τοῦ Ἀμὼν, ἐβασίλευσεν Ἰωσίας ὁ υἱὸς αὐτοῦ· περὶ οὗ ἐπροφητεύθη τῷ Ἱεροβοὰμ δούλῳ τοῦ Σολομῶντος, ὅτε καὶ ἡ χεὶρ τοῦ βασιλέως ἐξηράνθη. Οὗτος ἐκαθῆρε τὴν Ἱερουσαλὴμ, καὶ πάντα τόπον, ἀνασκάψας τόπους τῶν ἱερέων τῶν εἰδώλων, συντρίψας τὰ εἴδωλα.

Περὶ αὐτοῦ εἴρηται, ὅτι ὅμοιος αὐτῷ οὐ γέγονεν ἔμπροσθεν βασιλεὺς, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ. Ἐπὶ τούτου ἤρξατο προφητεύειν Ἱερεμίας· ἐπὶ τούτου ἦν Ὀλδᾶ προφῆτις. Ὡς δὲ ἀνεῖλεν αὐτὸν Φαραὼ Νεχαὼ, βασιλεύει ὁ Ἰωάχαζ ὁ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. Ὁ δὲ Φαραὼ καὶ τοῦτον καταλύσας, καὶ εἰς Αἴγυπτον ἀγαγὼν, ἔνθα καὶ ἀπέθανε, κατέστησεν υἱὸν Ἰωσίου Ἐλιακεὶμ τὸν καὶ Ἰωακεὶμ, καὶ ἐφορολόγει τὴν γῆν.

Ὃς πρῶτος γενόμενος τοῦ Ναβουχοδονόσορ, ἐῤῥίφη ἔξω τῶν τειχῶν. Περὶ αὐτοῦ φησιν ὁ Ἱερεμίας· Ἔσται τὸ θνησιμαῖον αὐτοῦ ἐῤῥιμμένον τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτός· καὶ τότε, Ταφῇ ὄνου ταφήσεται. Μετὰ γὰρ τὸ διαλυθῆναι, τότε ἐτάφη.

Ἀποθανόντος δὲ Ἐλιακεὶμ τοῦ καὶ Ἰωακεὶμ υἱοῦ Ἰωσίου, βασιλεύει Ἰωακεὶμ ὁ υἱὸς αὐτοῦ, ἔκγονος Ἰωσίου· ὁ δὲ Ἰωακεὶμ οὗτος καὶ Ἰεχονίας ἐκαλεῖτο· οὐκέτι λοιπὸν βασιλεὺς Αἰγύπτου ἐξῄει τῆς χώρας αὐτοῦ. Ἐλθὼν δὲ ὁ Ναβουχοδονόσορ καὶ πολιορκήσας τὴν πόλιν, ἐπειδὴ ἐξῆλθε πρὸς αὐτὸν μετὰ τῆς μητρὸς αὐτοῦ ὁ Ἰωακεὶμ ὁ καὶ Ἰεχονίας, καὶ ἀπῴκισεν αὐτὸν εἰς Βαβυλῶνα, καὶ κατεστήσατο τὸν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ, υἱὸν δὲ Ἰωσίου βασιλέα ἐν Ἱερουσαλήμ.

Οὗτος δὲ ἦν Μαθανίας ὁ καὶ Σεδεκίας. Ὡς δὲ ἠθέτησεν ἐν τῷ βασιλεῖ Βαβυλῶνος, ἐλθὼν ὁ Ναβουχοδονόσορ πολιορκεῖ τὴν Ἱερουσαλήμ· καὶ ἑλὼν αὐτὴν καὶ ἐμπρήσας, τὸν μὲν Σεδεκίαν πηρώσας ἔδησε καὶ ἀπήγαγεν εἰς Βαβυλῶνα· τὸν δὲ Γοδολίαν κατέστησεν ἐπὶ τῶν καταλειφθέντων ἐν Ἱερουσαλήμ. Ὡς δὲ ἀπέκτεινεν αὐτὸν ὁ Ἰσμαὴλ, ἀναστάντες οἱ ὑπολειφθέντες, εἰσῆλθον εἰς Αἴγυπτον. Μετὰ δὲ ταῦτα τὸν Ἰωακεὶμ ἐν Βαβυλῶνι πολλῆς ἠξίωσε τιμῆς Εὐιλὰδ Μαρωδὰκ ὁ βασιλεὺς Βαβυλῶνος.

Ἡ μὲν οὖν βασιλεία τῆς Σαμαρείας, ὡς ἤδη εἴρηται, πέπαυται ἐπὶ Ὠσηὲ υἱοῦ Ἰωλὼ (l. Ἠλὰ) τοῦ σφάξαντος τὸν Φακεὲ υἱὸν Ῥωμελίου. Ἡ δὲ τῆς Ἱερουσαλὴμ βασιλεία πέπαυται ἐπὶ Σεδεκίου. Καὶ αὐτὸς γὰρ ἀπαχθεὶς εἰς Βαβυλῶνα, καὶ ἀφαιρεθέντων αὐτῷ τῶν ὀφθαλμῶν, εἰς λάκκον ἐβλήθη ἔτη κϛʹ ... Ὃν μετὰ ταῦτα ὑψώσας ὁ βασιλεὺς Βαβυλῶνος, ἔδωκεν αὐτῷ θρόνον ἐπάνω τῶν ἐκεῖσε βασιλειῶν, καὶ συνήσθιε καὶ συνέπινεν αὐτῷ ἕως ἡμέρας ζωῆς αὐτοῦ. Καὶ ἐπὶ τούτου λήγει τὸ βιβλίον, αἰχμαλωτισθέντος τοῦ λαοῦ, καὶ τῆς πόλεως πάσης ἁλούσης.

Ἔστι δὲ τὰ ὀνόματα τῶν βασιλέων τῆς Ἰουδαίας καὶ τοῦ Ἰσραὴλ, καὶ ὁποῖον τῆς ἑκάστου πράξεως τὸ τέλος, καὶ πόσα ἔτη ἕκαστος αὐτῶν ἐβασίλευσε, ὡς ἐν ἐπιτόμῳ διαλαβεῖν (ἐστι) ἀπὸ τῶν προκειμένων δʹ βιβλίων, οὕτως.

Μετὰ τὸ ἀπολέσθαι τὸν Σαοὺλ βασιλεύσαντα ἔτη μʹ, βασιλεύει Δαυῒδ ἐπὶ πάντα τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν ἔτη μʹ οὕτως· ἐν μὲν Χεβρὼν ἔτη ζʹ, ἐν δὲ παντὶ τῷ Ἰσραὴλ καὶ τῷ Ἰούδᾳ ἔτη λγʹ. Καὶ ἐποίησε τὸ εὐθὲς ἐν τελείᾳ καρδίᾳ. Ἐπὶ τούτου ἦσαν προφῆται Ναθὰν καὶ Γάδ. Σολομῶν ὁ υἱὸς Δαυῒδ ἐβασίλευσεν ἐπὶ πάντα τὸν λαὸν ἔτη μʹ καὶ αὐτός· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ αὐτοῦ ἦσαν προφῆται Ναθὰν καὶ Γάδ. Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιζʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου ἐσχίσθη ἡ βασιλεία, καὶ ἔμειναν μετ᾽ αὐτοῦ μὲν ἐν Ἱερουσαλὴμ φυλαὶ δύο, ἡ Ἰούδα καὶ ἡ Βενιαμίν. Ἐν δὲ τῇ Σαμαρείᾳ φυλαὶ δέκα. Ἐπὶ τούτου ἦσαν προφῆται Ἀχίας ὁ Σιλωνίτης, καὶ Ἀδδώ. Ἀβία ὁ υἱὸς αὐτοῦ ἐβασίλευσε ἔτη τρία. Καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ ὡς Δαυῒδ, ἀλλ᾽ ἐπορεύθη ἐν τῇ ἁμαρτίᾳ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐπὶ τούτου ἦν Ἀδδὼ ὁ προφήτης. Ἀσὰ ὁ υἱὸς αὐτοῦ ἔτη μαʹ, καὶ ἐποίησε τὸ εὐθές· ἀλλ᾽ ἔτι ἦν τὰ ὑψηλά. Ἐπὶ τούτου ἦσαν Ἀζαρίας υἱὸς Ὠδὴδ, καὶ Ἀναμὶ, οἱ προφῆται. Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἔτη κεʹ, καὶ ἐποίησε τὸ εὐθές· ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχε. Καὶ μετὰ ταῦτα μέμψιν ἔσχεν ἀνομίας, ὅτι ἐφιλίασε τῷ Ὀχοζίᾳ βασιλεῖ Ἰσραὴλ, καὶ ἐκοινώνησεν αὐτῷ εἰς πλεῖον πραγματείας.

Ἐπὶ τούτου ἦσαν προφῆται Ἠλίας, Ἑλισσαιὲ, Μιχαίας, καὶ Ἰοῦ ὁ τοῦ Ἀνεμὶ, καὶ Ὀζιὴλ ὁ τοῦ Ζαχαρίου, καὶ Ἐλιάδαδ ὁ τοῦ Ἀδιὰ ἀπὸ Μαρίσσης. Ἰωρὰμ ὁ υἱὸς αὐτοῦ ἔτη ηʹ, καὶ ἐποίησε τὸ πονηρόν. Εἶχε γὰρ γυναῖκα θυγατέρα Ἀχαάβ. Καὶ ἐπὶ τούτου ἦσαν Ἠλίας καὶ Ἑλισσαῖος. Ὀχοζίας υἱὸς αὐτοῦ ἔτος αʹ, καὶ ἐποίησε τὸ πονηρόν. Μετ᾽ αὐτὸν Γοθολία ἡ μήτηρ αὐτοῦ, ἔτη ἑπτά. Ἰωᾶς υἱὸς Ὀχοζίου ἔτη μʹ. Οὗτος ἐφόνευσε τὸν Ζαχαρίαν, καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὅλῃ τῇ ψυχῇ αὐτοῦ, ἕως Ἰωδαὲ ὁ συνετὸς ἔζη, καὶ ἐφώτισεν αὐτόν. Τοῦτον ἀπέκτειναν οἱ δοῦλοι αὐτοῦ ἐν οἴκῳ Μαελώθ. Ἐπὶ τούτου ἐπροφήτευσε Ζαχαρίας υἱὸς Ἰωδαέ. Ἀμεσίας υἱὸς αὐτοῦ ἔτη ιθʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐν ἀρχῇ, ἀλλ᾽ οὐχ ὡς Δαυΐδ. Ἔτι γὰρ ὁ λαὸς ἐθυσίαζεν ἐν τοῖς ὑψηλοῖς, καὶ τὰ ἄλση οὐκ ἐξῆρε. Καὶ ἐπὶ τούτου ἐπροφήτευσαν προφῆται, ἀλλ᾽ οὐκ ἐγράφησαν τὰ ὀνόματα αὐτῶν. Μετὰ ταῦτα μέντοι Ἀμεσίας πατάξας τοὺς ἐν Σηεὶρ, ἐπήρθη, καὶ ἐλάτρευσε τοῖς εἰδώλοις τῶν Σηεὶρ, καὶ ἐπατάχθη παραδοθεὶς τοῖς ἐχθροῖς. Ἀζαρίας ὁ καὶ Ὀζίας ἔτη νβʹ, καὶ ἐποίησε κατὰ τὴν ἀρχὴν τὸ εὐθὲς, ὡς ὁ πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν. Εὐοδούμενος δὲ ἐπήρθη, καὶ ἠθέλησεν ἑαυτῷ θυμιᾶσαι ἐν τῷ ναῷ, ὅπερ μόνοις τοῖς ἱερεῦσιν ἔξεστι. Διὸ καὶ ἐλεπρώθη ἀκούσας· Οὐ σοὶ, Ὀζία, θυμιᾶσαι τῷ Κυρίῳ, ὃ μόνοις τοῖς ἱερεῦσιν ἔξεστιν. Ἐπὶ τούτου προφήτης Ἡσαΐας.

Ἰωθὰμ ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιϛʹ, καὶ ἐποίησε τὸ εὐθὲς ὡς ὁ πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρε. Καὶ ἐπὶ τούτου ἦν Ἡσαΐας. Ἀχὰζ υἱὸς αὐτοῦ ἔτη ιϛʹ, καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦν Ἡσαΐας καὶ Ὠδὴδ προφῆται. Ἐζεκίας ὁ υἱὸς αὐτοῦ ἔτη κθʹ, καὶ ἐποίησε τὸ εὐθὲς ὡς Δαυῒδ τελείως. Οὗτος καθεῖλεν ὄφιν χαλκοῦν, ὃν ἐκρέμασε Μωϋσῆς. Ἐπὶ τούτου Σεναχηρεὶμ καὶ Ῥαψάκης οἱ Ἀσσύριοι βλασφημοῦντες ἐπατάχθησαν μὲν αὐτοὶ, μετὰ ταῦτα ἐν μιᾷ δὲ νυκτὶ χιλιάδας ρπεʹ ἐξελθὼν ἄγγελος ἀνεῖλε. Μέλλων δὲ Ἐζεκίας ἀποθνήσκειν, ἔλαβε προσθήκην ἔτη ιεʹ. Μανασσῆς ὁ υἱὸς αὐτοῦ ἔτη νεʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ὅσα δὲ κατέσκαψεν Ἐζεκίας, ταῦτα οὗτος ἀνήγειρε, καὶ γέγονεν ἄλλος Ἱεροβοὰμ τῷ Ἰούδᾳ, ὥστε δι᾽ αὐτὸν παθεῖν τὴν Ἱερουσαλὴμ, ὡς τὴν Σαμάρειαν. Καὶ γὰρ ἐπ᾽ αὐτοῦ ἐλέχθη, Ὃς ἐξήμαρτε τὸν Ἰούδαν. Διὸ καὶ αἰχμάλωτος ἀπήχθη εἰς Βαβυλῶνα. Ἀλλ᾽ ἐν τῇ αἰχμαλωσίᾳ, ὡς ἐν τοῖς Παραλειπομένοις γέγραπται, μετανοήσαντα αὐτὸν μετέστρεψεν ὁ Θεὸς εἰς Ἱερουσαλὴμ, καὶ πάλιν ἀντελάβετο τῆς βασιλείας. Μετανοῶν δὲ καὶ διδάσκων τὸν λαὸν δουλεύειν τῷ Θεῷ, ἐτελεύτησεν. Οὐκ ἐτάφη δὲ ἐν πόλει Δαυῒδ, ἀλλ᾽ ἐν τῷ κήπῳ αὐτοῦ, κήπῳ Ὀζᾶ.

Ἀμὼς ὁ υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρὸν, ὡς ὁ πατὴρ αὐτοῦ Μανασσῆς, καὶ ἀνεῖλον αὐτὸν οἱ παῖδες αὐτοῦ, καὶ ἐτάφη ἐν κήπῳ Ὀζᾶ, ἔνθα καὶ ὁ πατὴρ αὐτοῦ. Ἰωσίας ὁ υἱὸς αὐτοῦ ἔτη λαʹ. Τοῦτον ὁ λαὸς ἤγειρε βασιλέα, ὄντα ἐτῶν ηʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐν πάσῃ ὁδῷ Δαυῒδ, καὶ οὐκ ἀπέστη δεξιᾷ, οὐδὲ ἀριστερᾷ. Καὶ γὰρ καὶ τὰ ἄλση ἐξέκοψε, καὶ τὰ εἴδωλα πάντα καθεῖλε.

Γενόμενος δὲ ἐτῶν ιϛʹ, τόν τε νόμον ζητήσας, καὶ εὑρὼν ἀμεληθέντα, ἀναγνωσθῆναι πεποίηκε, καὶ τὸ πάσχα ἐποίησε, καὶ ἐκήρυξεν, ὡς γέγραπται. Τοῦτον δὲ ἀνεῖλε Φαραὼ Νεχαὼ ἐπὶ τοῦ Εὐφράτου φιλονεικήσαντα πρὸς αὐτόν. Ἐπὶ τούτου Ἱερεμίας καὶ Σοφονίας ἦσαν οἱ προφῆται, καὶ Ὀλδὰ ἡ προφῆτις γυνὴ Σελλῆ.

Ἰωάχαζ υἱὸς αὐτοῦ μῆνας τρεῖς, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ μετέστησεν αὐτὸν Φαραὼ Νεχαώ· καὶ ἐπὶ τούτου ἦν Ἱερεμίας. Ἐλιακεὶμ ἕτερος υἱὸς Ἰωσίου, ὃς μετωνομάσθη Ἰωακεὶμ, ἔτη ιαʹ, καὶ ἐποίησε τὸ πονηρόν.

Ἰωακεὶμ ὁ καὶ Ἰεχονίας, ὁ υἱὸς αὐτοῦ, μῆνας γʹ, καὶ ἐποίησε τὸ πονηρὸν καὶ ἀπήχθη εἰς Βαβυλῶνα. Ματθὰν ὁ υἱὸς αὐτοῦ. Τοῦτον Ναβουχοδονόσορ ἐποίησε βασιλέα, καὶ μετωνόμασε αὐτὸν Σεδεκίαν. Καὶ ἐβασίλευσεν ἔτη ιβʹ, καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦν Ἱερεμίας. Ἕως τούτου ἡ βασιλεία τοῦ Ἰούδα, καὶ κατελύθη, ὥσπερ καὶ τῆς Σαμαρείας. Καὶ γὰρ ἡ πόλις ἑάλω, καὶ πάντες ἀπήχθησαν αἰχμάλωτοι εἰς Βαβυλῶνα μετὰ σκευῶν. Εἰσὶ δὲ βασιλεῖς καʹ, ἐκτὸς Γοθολίας.

Ὀνόματα τῶν βασιλέων τῶν γενομένων ἐν Σαμαρείᾳ, καὶ ποῖον τῆς ἑκάστου πράξεως γέγονε τέλος, καὶ πόσα ἔτη ἕκαστος ἐβασίλευσεν, οὕτως. Ἱεροβοὰμ υἱὸς Ναβὰθ ἔτη κδʹ. Οὗτος σχισθείσης τῆς βασιλείας ἀνελθὼν ἀπ᾽ Αἰγύπτου πρῶτος ἐβασίλευσεν ἐν Σαμαρείᾳ, καὶ ἐποίησε τὸ πονηρὸν ὡς οὐδεὶς ἕτερος. Φοβούμενος γὰρ μὴ καταληφθῇ, ἐποίησε δαμάλεις χρυσᾶς δύο, καὶ ἠπάτησε τὸν λαὸν λέγων· Οὗτοί εἰσιν οἱ θεοὶ, οἱ ἀναγαγόντες ἡμᾶς ἐκ γῆς Αἰγύπτου.

Ἐπλάσατο καὶ ἑορτὰς καὶ ἱερέας· Καὶ οὗτος ἐξήμαρτε τὸν Ἰσραήλ. Αὐτῷ γὰρ πάντες οἱ μετ᾽ αὐτὸν κατηκολούθησαν. Ἐπὶ τούτου ἦν προφήτης Ἀχίας ὁ Σιλονίτης, καὶ ὁ ἐπικαλεσάμενος ἐπὶ τὸ θυσιαστήριον κατ᾽ αὐτοῦ. Ναβὰθ υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ οὐκ ἔτι τις ἐκ γένους αὐτοῦ ἐβασίλευσε.

Ζαμβρὶ ἑτέρου γένους ἔτη ιβʹ. Βαασᾶ ἔτη κδʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου προφῆται ἦσαν Ἠλίας, καὶ Ἑλισσαῖος, καὶ Μιχαίας, καὶ ὁ προφητεύσας τῷ Ἀχαὰβ περὶ τῆς Συρίας καὶ τοῦ υἱοῦ Ἀδὲρ, καὶ ὁ πατάξας αὐτὸν τραύματι, καὶ ἐλέγξας τὸν Ἀχαὰβ, καὶ πολλοὶ καθ᾽ ἑαυτοὺς υἱοὶ τῶν προφητῶν.

Ὀχοζίας υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦσαν Ἠλίας καὶ Ἑλισσαῖος· αὐτοῦ γὰρ τοὺς πεντηκοντάρχους ἐπάταξεν ἐν πυρὶ Ἠλίας ἐν ῥήματι Κυρίου. Ἰωρὰμ υἱὸς Ἀχαὰβ ἔτη ιβʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ οὐκέτι τις τοῦ γένους αὐτοῦ ἐβασίλευσε. Καὶ ὁ μὲν Ἠλίας ἀνελήφθη ἐπὶ τούτου· ὁ δὲ Ἑλισσαῖος διέμεινεν ἕως Ἱεροβοὰμ, υἱὸν Ἰωὰς βασιλέως Ἰσραήλ. Ἦσαν δὲ καὶ ἐπὶ τούτου οἱ υἱοὶ τῶν προφητῶν. Ἰοῦ ἑτέρου γένους, υἱὸς Ναμεσσῆ, ἔτη κβʹ.

Οὗτος ἀνεῖλε τὸ γένος Ἀχαὰβ καὶ τοὺς προφήτας τοῦ Βάαλ ἐν τῷ πτερνισμῷ, καὶ τὴν στήλην αὐτοῦ συνέτριψε. Καὶ ἐν τούτοις ποιήσας τὸ εὐθὲς, ἔσχε ἐπαγγελίαν, ὅτι Υἱοὶ τέταρτοι καθίσονταί σοι ἐπὶ θρόνου. Ἰοαχὰζ υἱὸς αὐτοῦ ἔτη ιζʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἐπολέμησε τὴν Ἱερουσαλὴμ, καὶ ἔλαβε τὸ χρυσίον καὶ τὰ σκεύη. Ἱεροβοὰμ υἱὸς αὐτοῦ ἔτη μαʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ζαχαρίας υἱὸς αὐτοῦ μῆνας ϛʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ἕως τούτου γεγόνασι τοῦ γένους Ἰοῦ υἱοὶ τέταρτοι. Σελλοὺμ ἑτέρου γένους, υἱὸς Ἰαβὶς, ἡμέρας λʹ, καὶ ἐποίησε τὸ πονηρόν. Μαναὴμ ἄλλου γένους, υἱὸς Γαδδὴ, ἔτη κʹ, καὶ ἐποίησε τὸ πονηρόν.

Ἐπὶ τούτου Ἡσαΐας καὶ Ὠσηὲ ἦσαν προφητεύοντες. Φακεὲ ἄλλου γένους, υἱὸς Ῥωμελίου ἔτη κʹ. Οὗτος ἔσφαξε τὸν Φακείαν, καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου ἦσαν Ἡσαΐας καὶ Ὠσηὲ οἱ προφῆται. Ὠσηὲ ἑτέρου γένους, υἱὸς Ἠλᾶ, ἔτη θʹ. Οὗτος ἔσφαξε τὸν Φακεὲ, καὶ ἐποίησε τὸ πονηρὸν, πλὴν οὐχ ὡς οἱ πρὸ αὐτοῦ. (Ὕστερος) Ὠσηὲ γέγονε βασιλεὺς Σαμαρείας.

Ἐπ᾽ αὐτοῦ γὰρ πέπαυται, καὶ ἀπώλετο ἡ Σαμάρεια, καὶ λοιπὸν Ἀσσύριοι κατῴκησαν ἐν αὐτῇ. Ἐξ ὧν αἱρετικοὶ Σαμαρεῖται γεγόνασι, καλούμενοι Σαδουκαῖοι. Ἐν τούτοις οὖν καὶ τελευτᾷ ὁ πᾶς σκοπὸς τῶν βιβλίων τῶν Βασιλειῶν.