Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Σύνοψις τῆς θείας γραφῆς

Ἰωάννης ὁ Χρυσόστομος

Σύνοψη των Μεγάλων Προφητών: Ησαΐας, Ιερεμίας, Ιεζεκιήλ και Δανιήλ

Οι προφητείες περί του Χριστού, της Εκκλησίας και της Νέας Διαθήκης, οι έλεγχοι κατά του Ισραήλ και των εθνών, τα οράματα της κρίσεως και η βαβυλώνια αιχμαλωσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 12 από 13

Περὶ τῶν τοῦ Θεοῦ ἔργων, περὶ τῶν τιμωριῶν, περὶ τῆς ἀνθρωπίνης φύσεως, ὅτι πολλῶν ἐμπέπλησται φόνων καὶ φροντίδων. Περὶ τῶν τοῦ Θεοῦ ἔργων. Σύνοψις τῶν τῷ προφήτῃ Ἡσαΐᾳ εἰρημένων. Κατηγορία τοῦ Ἰσραὴλ καὶ συμφορὰ, καὶ παραίτησις θυσιῶν, καὶ παραίνεσις βελτίονος βίου. Προφητεία περὶ τῆς Ἐκκλησίας, καὶ τῆς ἐσομένης εἰρήνης.

Κατηγορία τοῦ Ἰσραὴλ, καὶ πολιορκία ἐσομένη. Κατηγορία τῆς τρυφῆς αὐτῶν καὶ τῆς ὑπερηφανίας. Ἀποβολὴ τοῦ Ἰσραὴλ διὰ τοῦ παραδείγματος τοῦ ἀμπελῶνος. Διαβάλλει τοὺς ἄρχοντας τοῦ Ἰσραὴλ εἰς πλεονεξίαν καὶ εἰς μέθην, καὶ προλέγει αὐτοῖς ἐρήμωσιν.

Καὶ ἀπειλεῖ τοῖς προτιμῶσι τοὺς ψευδοπροφήτας τῶν προφητῶν. Ἄνοδος τῶν πολεμίων αὐτῶν. Ὁρᾷ τὴν ὀπτασίαν, ἐν ᾗ ἐκαθάρθη αὐτοῦ τὰ χείλη. Ἐπιστρατεύει ὁ Σύρων βασιλεὺς μετὰ τῶν Ἰσραηλιτῶν ἐπὶ τὴν Ἱερουσαλὴμ, καὶ προφητεύει ὁ Ἡσαΐας περὶ τοῦ Χριστοῦ, καὶ περὶ τῆς ἐρημώσεως Ἱερουσαλὴμ, καὶ περὶ τῆς ἀνόδου Ναβουχοδονόσορ.

Προφητεία τῶν εἰς Χριστὸν πιστευόντων. Περὶ τῆς ἰσχύος καὶ ὑπερηφανίας καὶ ἀπωλείας τοῦ Ἀσσυρίου. Περὶ τῶν πιστευόντων Χριστῷ, περὶ τῆς κατὰ σάρκα γεννήσεως τοῦ Χριστοῦ· περὶ τῆς τῶν εἰς αὐτὸν πιστευόντων ἐπιεικείας. Ἀπώλειαν Βαβυλῶνος καὶ τῶν ἀλλοφύλων προφητεύει. Ἀπώλεια Μωαβιτῶν. Περὶ Χριστοῦ προφητεία. Ἀπώλεια Δαμασκοῦ, καὶ τοῦ Ἰσραὴλ συμφορὰ καὶ σωτηρία. Ἀπώλεια Αἰγύπτου.

Ἀλληγορεῖ κάκωσιν εἰς τὰ ἔθνη τὰ μὴ πιστεύσαντα τῷ Κυρίῳ, καὶ εἰς τὴν ἐρήμωσιν τῆς ἀσεβείας αὐτῶν. Κελεύεται Ἡσαΐας γυμνὸς περιπατῆσαι. Ἐπιστρατεία Μήδων καὶ Βαβυλωνίων γενομένη κατὰ Ἰδουμαίας καὶ Ἀραβίας. Πολιορκία Ἱερουσαλὴμ ἡ ἐσχάτη ὑπὸ Ναβουχοδονόσορ. Πρόῤῥησις τῷ Σωμνᾷ τῷ ταμίᾳ περὶ τῆς ἀπωλείας. Οἱ δὲ ταμίαι, τουτέστιν, οἱ φύλακες τῶν ἐν τῷ ἱερῷ χρημάτων, ἀπὸ τῶν ἱερέων ἦσαν.

Ἀπώλεια Τύρου, καὶ ἡ μετὰ ταῦτα σωτηρία, καὶ περὶ τῶν Ἐκκλησιῶν ἀλληγορικῶς. Ἀπώλεια Βαβυλῶνος ὑπὸ Μήδων, καὶ ἐπ᾽ αὐτῇ εὐχαριστία τῷ Θεῷ ὑπὸ τοῦ προφήτου. Καὶ περὶ τῶν Χριστῷ πιστευόντων προφητεία, περὶ τῆς τοῦ διαβόλου ἀπωλείας τῆς ὑπὸ Χριστοῦ γενομένης· περὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα παρουσίας· περὶ τῆς εἰς Χριστὸν πίστεως.

Ἐγκαλεῖται ὁ Ἰσραὴλ, ὅτι τὴν ἐλπίδα ἀπὸ Θεοῦ ἀποστήσας, ἐπὶ τοὺς Αἰγυπτίους αὐτὴν μετήγαγε· καὶ προαγορεύεται αὐτῷ κακὰ, καὶ εὐθηνία μετὰ ταῦτα. Προφητεύεται δὲ ἐν τῷ αὐτῷ περὶ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, περὶ τῆς ἐπιστροφῆς τῶν ἐθνῶν τῆς εἰς Χριστὸν, καὶ περὶ τῆς ἐρημώσεως Ἱερουσαλήμ. Περὶ τῆς Ἐκκλησίας ἱστορία, ὡς μὲν κατὰ τὴν πρόχειρον εἰς τὴν Ἰδουμαίαν καὶ τὴν Ἱερουσαλὴμ, κατ᾽ ἀναγωγὴν δὲ εἰς τὴν ἐρημίαν τῶν Ἰουδαίων, καὶ εἰς τὴν εὐπραγίαν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας. Τὰ κατὰ τὸν Σεναχηρείμ. Προφητεία περὶ Ἰωάννου τοῦ Προδρόμου, καὶ τῶν εἰς Χριστὸν πιστευόντων. Τῆς τοῦ Θεοῦ δυνάμεως ἔνδειξις, καὶ κατηγορία τοῦ Ἰσραὴλ, ὡς εἰδωλολατροῦντος, καὶ τῶν εἰς τὸν λαὸν εὐεργεσιῶν ὑπόμνησις. Περὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως, καὶ εἰδώλων ἀσθενείας. Περὶ Χριστοῦ προφητεία, καὶ τῶν εἰς αὐτὸν πιστευόντων. Ὀνειδίζει τῷ Ἰσραὴλ ἁμαρτιῶν ἕνεκεν. Λέγει διὰ τὴν παρακοὴν αὐτῶν ἐπενηνέχθαι αὐτοῖς τὰς συμφοράς. Περὶ τῆς εἰς Χριστὸν πίστεως. Ὅτι καὶ μὴ θύοντα εἴασε τὸν λαὸν, καὶ οὐκ ἀπῄτει τὴν διὰ θυσιῶν λατρείαν. Καὶ περὶ τῶν εἰς Χριστὸν πιστευόντων προφητεία. Ἔλεγχος τῆς τῶν εἰδώλων ἀσθενείας, καὶ ἔνδειξις τῆς τοῦ Θεοῦ δυνάμεως.

Ἀπώλεια Βαβυλῶνος, καὶ τῆς σκληροκαρδίας Ἰουδαίων ἔλεγχος, καὶ χρηστῶν πραγμάτων προφητεία. Περὶ Χριστοῦ προφητεία καὶ παράκλησις Ἱερουσαλήμ. Περὶ τῶν ἀποστόλων καὶ περὶ Χριστοῦ προφητεία. Περὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα γεννήσεως, καὶ περὶ πάθους, καὶ ἀναστάσεως, καὶ πλήθους τῶν εἰς αὐτὸν πιστευόντων. Περὶ τοῦ Χριστοῦ ἅμα καὶ περὶ τοῦ Ἰσραὴλ κατὰ ἱστορίαν, κατὰ ἀναγωγὴν περὶ τῶν εἰς Χριστὸν πιστευόντων. Κατηγορία Ἰουδαίων εἰδωλολατρείας ἕνεκεν, καὶ τῆς νηστείας αὐτῶν παραίτησις, καὶ ἑτέρας νηστείας βελτίονος ὑπόδειξις. Εἶτα κατηγορία τῶν δολερῶν αὐτῶν ἔργων καὶ βουλευμάτων, καὶ προφητεία περὶ τῶν εἰς Χριστὸν πιστευόντων. Περὶ Χριστοῦ προφητεία, καὶ περὶ τῶν ἰάσεων τῶν εἰς ψυχὴν καὶ εἰς σῶμα γενομένων ὑπ᾽ αὐτοῦ, καὶ περὶ τῶν ἀποστόλων καὶ περὶ τῶν λοιπῶν τῶν πιστευόντων αὐτῷ. Περὶ τοῦ πάθους. Καὶ παρὰ τοῦ προφήτου, ὡς παρὰ τοῦ λαοῦ, ἐξομολόγησις, καὶ παρὰ τοῦ Κυρίου ἔλεγχος ἐκείνων ἀπειθείας, καὶ πρόσληψις τῶν πιστευόντων αὐτῷ, καὶ κατηγορία τῆς Ἰουδαίων εἰδωλολατρείας. Περὶ τῶν πιστευόντων ἐξ Ἰουδαίων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.

Κατηγορία τῶν ἀπειθησάντων περὶ τῆς μελλούσης ζωῆς. Σύνοψις τῶν τῷ προφήτῃ Ἱερεμίᾳ εἰρημένων. Προαγόρευσις τῶν ἐσομένων κακῶν τῷ Ἰσραὴλ ὑπὸ τοῦ Ναβουχοδονόσορ. Ἔλεγχος τῆς εἰδωλολατρείας τοῦ Ἰσραὴλ, καὶ ὑπόμνησις τῆς τοῦ Θεοῦ εὐεργεσίας εἰς αὐτοὺς, καὶ τῶν κακῶν, ἃ ἐκ τοῦ πεποιθέναι Αἰγυπτίοις ὑπέμειναν. Τῆς τῶν εἰδώλων ἀσθενείας ἔλεγχος, καὶ τῆς αὐτῶν τῶν Ἰσραηλιτῶν ἀνθρωποθυσίας κατηγορία. Τοῦ Ἰσραὴλ κατηγορία, καὶ ἀπὸ συγκρίσεως τῆς πρὸς αὐτὸν αὔξησις τῶν τοῦ Ἰούδα τολμημάτων· καὶ προαγόρευσις χρηστῶν τῷ Ἰσραὴλ, εἰ ἐπιστρέψει πρὸς τὸν Θεόν· καὶ ὑπὸ τοῦ προφήτου, ὡς παρὰ τοῦ λαοῦ, ἐξομολόγησις. Ἡ ἄνοδος τῶν Βαβυλωνίων, καὶ τοῦ προφήτου θρῆνος ἐπὶ τῇ μελλούσῃ ἐρημώσει, καὶ αὐτῆς τῆς ἐρημώσεως ὑπογραφή. Κατηγορία τοῦ λαοῦ, ὅτι οὐδένα ἔσχεν οὕτω δίκαιον, ὥστε στῆσαι τοῦ Θεοῦ τὴν ὀργὴν, καὶ τῆς πονηρίας αὐτῶν ἔλεγχος. Ὅτι οὐ μέχρι θεμελίων ἔχει καταστραφῆναι Ἱερουσαλὴμ ὑπὸ τοῦ Ναβουχοδονόσορ. Καὶ ἄνοδος τῶν Βαβυλωνίων, καὶ κατηγορία τῆς ἀπειθείας τοῦ Ἰσραὴλ, ὅτι οὐκ ἠνείχοντο ἀκοῦσαι τοῦ προφήτου. Κατηγορία τῶν ψευδοπροφητῶν παραλογιζομένων τὸν λαόν· τοῦ γὰρ Ἱερεμίου λέγοντος, ὅτι Πόλεμος ἔσται, αὐτὸς ἔλεγεν, Οὐχὶ, ἀλλὰ εἰρήνη ἔσται.

Παραίτησις θυσιῶν, καὶ ἄνοδος τοῦ Βαβυλωνίου, καὶ τῆς ἀνεπιστρόφου διανοίας Ἰουδαίων ἔλεγχος. Παραινεῖ τῷ Ἰούδᾳ πρὸς τὸ γενέσθαι αὐτοὺς βελτίονας, καὶ ἀπειλεῖ, εἰ μὴ γένοιντο, τὰ αὐτὰ πείσεσθαι αὐτοὺς τῷ Ἰσραήλ· καὶ κωλύει τὸν Ἱερεμίαν δεῖσθαι ὑπὲρ αὐτῶν. Παραίτησις θυσιῶν, κατηγορία τῆς ἀπροσεξίας αὐτῶν, καὶ τῆς ἀνθρωποθυσίας, ἣν ἐποιοῦντο τοῖς δαίμοσι. Καὶ προαγόρευσις τοῦ τάφον ἔσεσθαι τὸν τόπον τοῦ εἰδώλου αὐτῶν, καὶ τοῦ μηδὲ τάφοις τινὰς τῶν ἀναιρουμένων παραδίδοσθαι. Ἔτι περὶ τῆς ἀνόδου τῶν πολεμίων, καὶ θρῆνος Ἱερεμίου ἐπὶ ταῖς κακίαις αὐτῶν. Κατηγορία τῶν Ἰουδαίων, ὡς ἀπεριτμήτων τῇ καρδίᾳ, καὶ παραίνεσις πρὸς τὸ μὴ εἰδωλολατρεῖν, καὶ ὡς παρὰ τοῦ λαοῦ θρῆνος ἐπὶ τοῖς μέλλουσι κακοῖς, καὶ κατηγορία παρὰ τοῦ Θεοῦ.

Παραίνεσις τοῦ Ἰσραὴλ πρὸς τὸ ὑπακούειν Θεῷ, καὶ κατηγορία τῶν πατέρων αὐτῶν, καὶ αὐτῶν κακὰ ἐσόμενα. Καὶ κωλύεται πάλιν Ἱερεμίας προσεύχεσθαι ὑπὲρ αὐτῶν. Ἀποδύρεται ὁ προφήτης ἐπιβουλευόμενος ὑπὸ Ἰουδαίων ἐν Ἀναθὼθ, καὶ προλέγει διὰ τοῦτο ἑπόμενον αὐτοῖς ὄλεθρον. Τὸ περίζωμα κελεύεται κρύψαι Ἱερεμίας, καὶ προλέγει πληρωθήσεσθαι αὐτοὺς, καὶ μεθυσθήσεσθαι ἀπὸ κακῶν. Περὶ τῆς ἀβροχίας· καὶ κωλύεται προσεύχεσθαι ὑπὲρ αὐτῶν ὁ προφήτης, καὶ παραιτεῖται ὁ Θεὸς τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ τὰς νηστείας, καὶ ἀπειλεῖ τοῖς ψευδοπροφήταις κακὰ, ἐπειδὴ ἔλεγον ὅτι οὐκ ἔσονται συμφοραὶ τῷ λαῷ. Ἱκετεύει τὸν Θεόν· ὁ δέ φησιν, οὐκ εἰσακούσεσθαι, οὐδὲ ἐὰν Μωϋσῆς καὶ Σαμουὴλ πρεσβεύωσιν ὑπὲρ αὐτῶν, ἀλλὰ δώσειν αὐτοὺς εἰς μάχαιραν καὶ θάνατον, καὶ λιμὸν καὶ αἰχμαλωσίαν, καὶ εἰς διασπασμὸν κακῶν. Καὶ Ἱερεμίας εὔχεται τιμωρηθῆναι τοὺς ὀνειδίζοντας αὐτόν· ὁ δὲ Θεός φησιν αὐτῷ· Ἐὰν ἐξάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσῃ. Κελεύεται μὴ γῆμαι ὁ Ἱερεμίας, μηδὲ θρηνεῖν, μηδὲ τοῦ γινομένου τοῖς ἀποθνήσκουσι κοινωνεῖν τοῖς Ἰσραηλίταις. Περὶ τῶν ἀποστόλων, περὶ Χριστοῦ προφητεία· τοὺς λόγους τῶν ἀπιστούντων αὐτῷ ὁ προφήτης προλέγει, καὶ κατεύχεται αὐτῶν.

Καὶ παραινεῖ τοῖς Ἰουδαίοις, ὥστε τὸ σάββατον τηρεῖν. Εἰς τὸν οἶκον τοῦ κεραμέως πέμπεται ὁ προφήτης. Πέρας λαλήσω, φησὶν ὁ Θεὸς, ἐπὶ βασιλείας, ὥστε ἀναιρεῖν αὐτήν· καὶ ἐὰν ἐπιστρέψωσιν, οὐ μὴ ἀνέλω. Καὶ πέρας λαλήσω, φησὶν, ἐπὶ ἔθνος ἢ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι. Καὶ ἐὰν ποιήσωσι τὸ πονηρὸν, οὐ ποιήσω κἀγὼ περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα ποιῆσαι αὐτοῖς. Τοῦτο δὲ χρήσιμον πρὸς Ἰουδαίους τὸ κεφάλαιον, ὅταν λέγωσιν ὅτι ἐπηγγείλατο αὐτοῖς ἀγαθὰ ὁ Κύριος. Ἀπειθήσαντες γὰρ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, αὐτοὶ ἑαυτοῖς αἴτιοι ἐγένοντο τῶν παρόντων κακῶν. Τὴν κατ᾽ αὐτοῦ γινομένην ἐπιβουλὴν ὑπὸ Ἰουδαίων ὁ προφήτης προλέγει, καὶ κατεύχεται αὐτῶν, ὅτι πονηρὰ ἀντὶ ἀγαθῶν ἀποδεδώκασι.

Κελεύεται ὁ Ἱερεμίας βικὸν ὀστράκινον λαβὼν, καὶ διαμαρτυράμενος τὰ κακὰ τοῦ λαοῦ, συντρῖψαι τὸν βικὸν κατ᾽ ὀφθαλμοὺς αὐτῶν, καὶ εἰπεῖν· Οὕτω συντριβήσεται Ἱερουσαλήμ. Καὶ ἐμβληθεὶς ὑπὸ τοῦ Πασχὼρ εἰς τὸν καταράκτην, προφητεύει τῷ Πασχὼρ τὰ ἐκδεξόμενα αὐτῷ κακά. Εἶτα ἀσχάλλει ἐπὶ τοῖς διασύρουσιν αὐτὸν, καὶ κατεύχεται αὐτῶν, καὶ καταρᾶται τῇ ἡμέρᾳ τῇ ἑαυτοῦ. Πέμπει Σεδεκίας ὁ βασιλεὺς μαθεῖν παρὰ Ἱερεμίου, εἰ ἀπελεύσεται ἀπ᾽ αὐτοῦ Ναβουχοδονόσορ. Ὁ δέ φησιν, ὅτι ὁ Θεὸς πολεμήσει τοὺς Ἰουδαίους, καὶ τὸν βασιλέα Σεδεκίαν.

Εἰ δὲ βούλοιτο ὁ λαὸς ἑκὼν προσχωρῆσαι τῷ Ναβουχοδονόσορ, σωθήσεσθαι αὐτὸν, καὶ τὸν βασιλέα δὲ οὐκ ἀπολεῖσθαι, εἰ τῆς οἰκείας ἀποστὰς κακίας, τοῖς τοῦ Θεοῦ προστάγμασι προσέχειν ἐθέλοι. Κατὰ τοῦ Ἰωακεὶμ καὶ τοῦ Ἰεχονίου, καὶ κατὰ τῶν ποιμένων εἰς τὸν Κύριον προφητεία, καὶ τῶν ψευδοπροφητῶν κατηγορία. Χρηστὰ τῷ Ἰούδᾳ προφητεύει. Τῷ δὲ ὑπολειφθέντι λαῷ ἐν Ἱερουσαλὴμ μετὰ Σεδεκίου διὰ τοῦ ὑποδείγματος τῶν συκῶν προφητεύει τοῦ Ναβουχοδονόσορ τὴν ἄνοδον, καὶ πάντων τῶν ἐθνῶν τὴν ἀπώλειαν διὰ τοῦ ποτηρίου τούτου δηλῶν. Προαγορεύει ἀπώλειαν τῆς Ἱερουσαλήμ. Καὶ συλλαμβάνεται ἐπὶ θανάτῳ Ἱερεμίας ὑπὸ τῶν ἱερέων, καὶ ἐκφεύγει τὸν κίνδυνον. Κελεύεται ὁ προφήτης περιθεῖναι ἑαυτῷ δεσμοὺς, καὶ τοῖς πρέσβεσι τῶν ἀλλοφύλων εἰπεῖν, ὥστε ἀπαγγεῖλαι τοῖς βασιλεῦσιν αὐτοῖς ὑποταγῆναι τῷ Ναβουχοδονόσορ· ἀπειλεῖν γὰρ τὸν Θεὸν θάνατον τοῖς μὴ ὑποτασσομένοις αὐτῷ. Παραινεῖ δὲ ταύτην τὴν παραίνεσιν καὶ τῷ Σεδεκίᾳ, καὶ τῷ λαῷ, καὶ τοῖς ἱερεῦσιν. Ὁ δὲ ψευδοπροφήτης Ἀνανίας ἀνθίστατο Ἱερεμίᾳ τῷ προφήτῃ, λέγων, τὰ σκεύη τὰ ἱερὰ ἐπανήξειν, καὶ τὸν Ἰεχονίαν, ὃς ἦν υἱὸς Ἰωακεὶμ ἀδελφοῦ Σεδεκίου. Καὶ συνέτριψε καὶ τοὺς κλοιοὺς τοῦ προφήτου. Πέμπεται τοίνυν ὁ Ἱερεμίας θάνατον αὐτῷ προλέγων ἐν αὐτῷ ἐκείνῳ τῷ ἐνιαυτῷ, ὡς καὶ συνέβη.

Τὰ κακὰ τοῖς ἐν Βαβυλῶνι ψευδοπροφήταις προλέγει, καὶ τῷ λαῷ μακρὸν τὸν τῆς αἰχμαλωσίας χρόνον, ἀλλ᾽ ὅμως ἔσεσθαι ἐπάνοδον. Ἐπὶ τούτοις ἠγανάκτει Σαμέας, καὶ ἐπιτιμᾷ τῷ ἱερεῖ, ὅτι οὐκ ἐκώλυσε τὸν Ἱερεμίαν τοιαῦτα προφητεῦσαι. Διὰ τοῦτο ἀπειλεῖ ὁ Θεὸς ἀπολέσειν αὐτόν. Εἶτα λόγος παρακλητικὸς τῷ Ἰσραήλ. Δηλοῖ τὸν καιρὸν, καθ᾽ ὃν ἔμελλον ἐπανέρχεσθαι ἐκ Βαβυλῶνος. Οὗτος δὲ ἦν ὁ τοῦ φασὲκ, καθὼς καὶ ἐν τῷ Ἔσδρᾳ ἔστιν εὑρεῖν, ὅτι τῇ ἑορτῇ τῶν ἀζύμων ἐπανῆλθον. Ὥστε φανερῶς ἐλέγχονται ψευδόμενοι Ἰουδαῖοι. Τὰ γὰρ ἐν τῷ τόπῳ τούτῳ γεγραμμένα περὶ αὐτῶν ἀγαθὰ ἔτι προσδοκῶσιν, ἅπερ ἦλθον. Περὶ τῶν ἀναιρεθέντων παιδίων ὑπὸ Ἡρώδου. Περὶ τῆς Νέας Διαθήκης προφητεία. Καὶ τὴν ἐν τῷ τόπῳ δὲ τούτῳ οἰκοδομὴν γεγραμμένην τῆς πόλεως ἔτι προσδοκῶσιν Ἰουδαῖοι. Καὶ αὕτη δὲ τέλος ἔσχεν, ὅτε ἀνῆλθον ἐκ Βαβυλῶνος γενομένη. Κελεύεται ὁ Ἱερεμίας ἀγοράσαι τὸν ἀγρὸν τοῦ πατραδέλφου αὐτοῦ, καὶ ἀγοράσας λέγει, ὅτι ἡ πόλις παρεδόθη, καὶ κελεύειν ἀγοράσαι ἀγρόν. Ὁ δὲ Θεός φησι πρὸς αὐτόν· Τὰ μὲν παρόντα κακὰ διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ· ἔσται καιρὸς, ὅτε πάλιν κατοικηθήσεται ἡ πόλις.

Προλέγει τῷ Σεδεκίᾳ, ὅτι ἁλώσεται, καὶ ἐγκαλεῖ τοὺς δούλους, οὓς ἠλευθέρωσαν, πάλιν καταδουλωσαμένοις, καὶ ἀπειλεῖ μεγάλην ἔσεσθαι συμφοράν. Διὰ τοῦτο κελεύει τοὺς υἱοὺς Ἰωναδὰβ ποιεῖν οἶκον. Οἱ δὲ παραιτοῦνται. Κελεύεται ὁ Ἱερεμίας γράψαι, ὅσα προεφήτευσεν ἐπὶ Ἰσραὴλ, ἵνα οὕτω γοῦν φοβηθῶσιν, ἀκούσαντες πάλιν τὰ μέλλοντα αὐτοὺς διαδέχεσθαι κακά. Ὁ δὲ προστάσσει τῷ Βαροὺχ, τοῦ ποιῆσαι, καὶ ἐποίησε. Καὶ γράψας ἀνέγνω τοῖς Ἰουδαίοις. Ὡς δὲ ἤκουσαν οἱ ἄρχοντες, ἀνήγγειλαν τῷ βασιλεῖ Ἰωακείμ.

Ὁ δὲ λαβὼν τὸ βιβλίον κατέκαυσε. Καὶ κελεύεται Ἰερεμίας ἕτερον γράψαι βιβλίον τοιοῦτον. Καὶ προφητεύει τῷ βασιλεῖ συμφορὰς διὰ τὸ τόλμημα τοῦτο. Προφητεύει τὴν ἅλωσιν Ἱερουσαλήμ· καὶ συλλαμβάνεται καὶ ἐμβάλλεται εἰς δεσμωτήριον ὁ Ἱερεμίας, καὶ μεταπεμφθεὶς ἐκεῖθεν ὑπὸ Σεδεκίου, λέγει αὐτῷ, ὅτι ἁλώσεται, καὶ ἀξιοῖ ὥστε μὴ παραπεμφθῆναι εἰς τὸ δεσμωτήριον. Καὶ λαβόντες αὐτὸν οἱ ἄρχοντες ἐνέβαλον εἰς τὸν λάκκον τοῦ βορβόρου. Καὶ ἀνήγαγεν αὐτὸν ἐκεῖθεν ὁ Ἀβδαμελέκ. Καὶ μεταπεμφθεὶς πάλιν ὑπὸ τοῦ βασιλέως, προαγορεύει αὐτῷ σωτηρίαν, εἰ βουληθείη ἑκὼν ἐξελθεῖν πρὸς τοὺς πολεμίους· εἰ δὲ μὴ βουληθείη, ὄλεθρον πάσῃ τῇ πόλει, καὶ αὐτῷ μεγάλα κακὰ ἔσεσθαι. Ὡς δὲ οὐκ ἔπεισεν ἐξελθεῖν, ἀνῆλθεν ὁ βάρβαρος, καὶ ἑάλω ἡ πόλις μετὰ Σεδεκίου. Καὶ τῷ Ἱερεμίᾳ εὖ ἐχρήσαντο οἱ ἄρχοντες τοῦ Ναβουχοδονόσορ. Τῷ Ἀβδεμελὲκ προαγορεύει σωτηρίαν. Αὐτοὺς δὲ λαβόντας αἵρεσιν παρὰ τοῦ ἀρχιμαγείρου, ὥστε ἀπελθεῖν ὅπου βούλοιντο, ἔρχεται πρὸς Γοδολίαν, ὃν κατέστησεν ἄρχοντα τοῖς ὑπολειφθεῖσιν ἐν τῇ Ἰουδαίᾳ. Συνήχθησαν πρὸς Γοδολίαν οἱ διεσπαρμένοι ἐν τοῖς ἀγροῖς Ἰουδαῖοι.

Ἰσμαὴλ ἀναιρεῖ τὸν Γοδολίαν, καὶ ἑτέρους τινὰς, καὶ λαβὼν τὸν λαὸν τοῦ Γοδολίου, ἐπορεύθη εἰς τὴν Ἀμμωνῖτιν χῶραν ὁ Ἰσμαήλ. Ὡς δὲ εἶδεν αὐτὸν ὁ Ἰωάνναν, εἷς τις τῶν ἀρχόντων, εὐνοϊκῶς διακείμενος πρὸς Γοδολίαν, ἔφυγε μετὰ τῶν ὀκτὼ μόνων ἀνδρῶν ὁ Ἰσμαὴλ, καὶ τὸν λαὸν ἔλαβεν ὁ Ἰωάνναν. Ὥστε δεηθῆναι τοῦ Θεοῦ περὶ αὐτῶν δεηθεὶς, καὶ συμβουλεύσας αὐτοῖς μὴ εἰσελθεῖν εἰς Αἴγυπτον (θάνατον γὰρ ἀπειλεῖν τὸν Θεὸν, εἰ μετοικήσαιεν ἐκεῖ), οὐκ ἔπεισεν. Ἐπεὶ δὲ ἦλθον ἕως Τάφνας, παραινεῖ αὐτοῖς μὴ εἰδωλολατρεῖν. Ὡς δὲ ἀντέλεγον, προαγορεύει αὐτοῖς ὄλεθρον μέγαν, καὶ τῷ βασιλεῖ τῶν Αἰγυπτίων τὴν ἀπώλειαν Αἰγύπτου προλέγει, καὶ τῶν ἀλλοφύλων, τὴν ἀπώλειαν Μωαβιτῶν λέγει, καὶ Ἀμμανιτῶν καὶ Ἰδουμαίων, τὴν ἀπώλειαν Δαμασκοῦ καὶ Ἐλὰμ προλέγει, καὶ τὴν ἀπώλειαν Βαβυλῶνος, καὶ τὴν ἄνοδον τῶν Ἰουδαίων τὴν ἐκεῖθεν. Πῶς ἑάλω Ἱερουσαλὴμ προλέγει, καὶ ἀπὸ ἀτιμίας εἰς τιμὴν ἦλθε Ἰωακεὶμ, ὁ ἑκὼν προσχωρήσας τῷ Ναβουχοδονόσορ μετὰ τῆς μητρὸς αὐτοῦ.

Σύνοψις τῶν τῷ προφήτῃ Ἰεζεκιὴλ εἰρημένων. Ὁρᾷ τὴν ὀπτασίαν τῶν Χερουβὶμ ὁ προφήτης, καὶ κελεύεται λαλῆσαι τοῖς Ἰσραηλίταις παρὰ τοῦ Θεοῦ. Φέρεται ὑπὸ τοῦ Πνεύματος εἰς τὴν αἰχμαλωσίαν, καὶ παρορμᾶται ὑπὸ τοῦ Θεοῦ πρὸς τὸ μετὰ παῤῥησίας καὶ ἀόκνως τοῖς τε ἀνόμοις καὶ τοῖς δικαίοις τὴν εἰς τὴν ζωὴν φέρουσαν διαγγέλλειν, καὶ τὰς τοῦ Θεοῦ προμηνύειν ἐντολάς. Κελεύεται ἐγκλεῖσαι ἑαυτὸν, καὶ τῆς Ἱερουσαλὴμ πολιορκίαν προμηνῦσαι διὰ τοῦ ὑποδείγματος τῆς πλίνθου καὶ τοῦ τηγάνου. Κελεύεται δὲ καὶ ἐπὶ ἓν πλευρὸν κοιμηθῆναι ἡμερῶν ἀριθμὸν, φανερῶν τὴν ἐν τῇ αἰχμαλωσίᾳ ἐσομένην τῷ λαῷ θλίψιν. Προλέγει διὰ τῶν ἄρτων, οὓς ἐπὶ βολβίτων ποιεῖ, καὶ διὰ τοῦ μερισμοῦ τῶν τριχῶν τὸν θάνατον αὐτῶν καὶ τὴν διασποράν· καὶ τὴν ἐρήμωσιν τῆς πόλεως καὶ τῶν εἰδώλων προστίθησιν. Ὁρᾷ τὰς ἀνομίας τοῦ λαοῦ καὶ τὴν εἰδωλολατρείαν. Μετὰ ταῦτα τοὺς ἕως ὀλέθρου τῆς πόλεως ἐλθόντας. Ὁρᾷ δὲ πάλιν τὰ Χερουβὶμ, καὶ προλέγει τῇ πόλει κακά. Περὶ τῶν εἰς Χριστὸν πιστευόντων. Προμηνύει τὴν αἰχμαλωσίαν αὖθις τοῦ λαοῦ τὴν ἐπὶ Σεδεκίου, καὶ τὴν αὐτοῦ Σεδεκίου τύφλωσιν τὴν ὑπὸ τοῦ Ναβουχοδονόσορ γενομένην.

Προλέγει, μὴ εἰς μακρὸν χρόνον ἐκβήσεσθαι τὰ κακὰ, ἀλλ᾽ ἐγγὺς εἶναι. Ἀπειλεῖ τοῖς ψευδοπροφήταις, καὶ ἀπαραίτητα αὐτῶν φησι τὰ κακὰ εἶναι, ἅπερ ὑποστήσονται· ὡς μηδὲ Ἰὼβ, ἢ Δανιὴλ, ἢ Νῶε τοὺς υἱοὺς αὐτῶν δύνασθαι ῥύσασθαι· καὶ τὴν εἰς τέλος ἐρήμωσιν αὐτῶν διὰ τῆς κληματίδος τῆς ἀμπέλου δηλοῖ. Διηγεῖται τὴν ἀσχημοσύνην τοῦ λαοῦ τὴν ἐξ ἀρχῆς, πρὶν ἢ προσλαβέσθαι αὐτὸν τὸν Θεὸν, καὶ τὴν εὐπρέπειαν τὴν μετὰ τὸ προσλαβέσθαι· καὶ τὴν εἰδωλολατρείαν αὐτοῦ, καὶ τὴν διὰ ταύτην αὐτοὺς διαδεξαμένην ἄλωσιν, καὶ μεγάλας δείκνυσιν αὐτῆς τὰς ἀνομίας ἀπὸ συγκρίσεως Σοδόμων καὶ Σαμαρείας, οὔσας καὶ καθ᾽ ἑαυτὰς μεγάλας. Δύναται δὲ τὰ χρηστὰ, ἃ προλέγει, τὸ, Ἀναστήσω τὴν διαθήκην μου μετὰ σοῦ, περὶ τῶν εἰς Χριστὸν πιστευόντων λέγεσθαι.

Τὴν ἄνοδον τοῦ Ναβουχοδονόσορ προλέγει. Πρὸς τοὺς λέγοντας· Οἱ πατέρες ἔφαγον τὸν ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ὠμοδίασαν. Περὶ τῆς μητρὸς τῶν περὶ Σεδεκίαν τὸν βασιλέα. Διαμαρτύρεται τοῖς πρεσβυτέροις τὰς ἀνομίας τῶν πατέρων αὐτῶν. Τὸ δὲ, Διότι ἐπὶ τοῦ ὄρους μου τοῦ ἁγίου, ἐπ᾽ ὄρους ὑψηλοῦ Ἰσραὴλ λέγει· Ἀδωναῒ, Κύριε, ἐκεῖ δουλεύσουσί μοι πᾶς οἶκος Ἰσραὴλ εἰς τέλος, εἰς τοὺς πιστεύοντας τῷ Χριστῷ δύνασθαι λαμβάνεσθαι.

Ἐπὶ Θεμὰν, καὶ ἐπὶ Ἰσραὴλ, καὶ ἐπὶ υἱοὺς Ἀμμών. Καὶ τὰς ἀνομίας καὶ τὰς ἁμαρτίας λέγει τοῦ Ἰσραὴλ, καὶ τῶν ἱερέων, καὶ τῶν ἀρχόντων καὶ ψευδοπροφητῶν. Καὶ ἐζήτουν, φησὶν, ἄνδρα ἀναστρεφόμενον ὀρθῶς, καὶ ἑστῶτα ἐν διακοπῇ φραγμοῦ πρὸ προσώπου μου ἐν καιρῷ τῆς γῆς, τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτόν· καὶ οὐχ εὗρον.

Περὶ τῆς εἰδωλολατρείας τοῦ λαοῦ Ἰσραὴλ τῆς ἐν Αἰγύπτῳ, καὶ τῆς μετὰ ταῦτα, καὶ τῶν συμφορῶν. Καὶ ἔτι οὔτε πένθος ποιῆσαι συγχωρηθήσονται ἐπὶ τοῖς συμβαίνουσι χαλεποῖς. Κατὰ Ἀμμανιτῶν καὶ Ἰδουμαίων, καὶ ἀλλοφύλων, καὶ τῆς Σὼρ, ἣν Τύρον λέγουσιν εἶναι. Προλέγει συμφορὰς μεγάλας, κατὰ τοῦ ἄρχοντος Τύρου καὶ Σιδῶνος, καὶ Αἰγύπτου, καὶ τοῦ Αἰγυπτίων βασιλέως. Ἀπειλεῖ τῷ σκοπῷ τοῦ λαοῦ, εἰ μὴ προείποι τῷ λαῷ, οὗ τέθειται σκοπὸς πρὸς τὰς παρὰ τοῦ Θεοῦ ἐπιφερομένας συμφοράς. Καὶ λέγει, ὡς μήτε ἄνομον ἀπόλλυσθαι διὰ τὰς προτέρας ἀνομίας, ἐὰν ἐπιστρέψῃ τοῦ ποιῆσαι τὰ ἀρεστὰ τῷ Θεῷ· μήτε δίκαιον σώζεσθαι, διὰ τὰς προτέρας δικαιοσύνας, ἐὰν μεταβληθεὶς γένηται ἄνομος καὶ ἄδικος.

Ἦλθέ τις πρὸς τὸν προφήτην ἀπαγγέλλων, ὅτι ἑάλω Ἱερουσαλήμ· λέγει δὲ καὶ περὶ τούτου ἐγκαλῶν, ὅτι μὴ προσέχωσι τοῖς προφητευομένοις. Προφητεύει δὲ καὶ κατὰ τῶν ποιμένων τοῦ Ἰσραήλ· καὶ ἐπαγγέλλεται δώσειν αὐτοῖς ἕνα ποιμένα· ὅπερ ἐπὶ τοῦ Ζοροβάβελ γέγονεν, ὅπερ καὶ αὐτὸ ἀναισχυντοῦντες Ἰουδαῖοι οὔπω γεγενῆσθαί φασι· γέγονε δὲ, ὡς ἔφην, ἐπὶ Ζοροβάβελ. Προφητεύει κατὰ Ἰδουμαίων καὶ τοῖς Ἰσραηλίταις χρηστὰ, ἅπερ φησὶν ὁ Θεὸς ποιήσειν Ἰουδαίοις, οὐκ ἐπειδὴ ἄξιοί εἰσιν, ἀλλ᾽ ἵνα μὴ τὸ ὄνομα αὐτοῦ βεβηλωθῇ. Ἄγεται ὁ προφήτης εἰς τὸ πεδίον, καὶ προφητεύει ἐπὶ τὰ ὀστᾶ τὰ ξηρά. Προφητεύει δὲ καὶ περὶ τοῦ Ζοροβάβελ, ὅτι εἷς ἄρχων ἔσται Ἰουδαίων· δύναται δὲ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λαμβάνεσθαι. Προφητεύει καὶ περὶ Γὼγ καὶ Μαγὼγ ἐπελθόντων τοῖς Ἰουδαίοις μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος, καὶ ἡττηθέντων. Τινὲς δὲ ἀλληγορικῶς λαμβάνουσιν εἰς τὰς Ἐκκλησίας, καὶ εἰς τὸν διάβολον, καὶ τοὺς κατὰ καιρὸν διωγμοὺς ἐπενεχθέντας ὑπὸ ἀσεβῶν βασιλέων. Προφητεύει δὲ τοῦ ναοῦ τὴν οἰκοδομὴν, καὶ τὴν ἀποκατάστασιν τῆς νομικῆς λατρείας· ἅπερ καὶ αὐτὰ προσδοκῶσι μὲν ἔτι Ἰουδαῖοι· ἐξέβη δὲ ἐπὶ Ἔσδρα καὶ Ζοροβάβελ.

Τὴν δὲ οἰκοδομὴν τῆς πόλεως, ἣν προλέγει, καὶ τὸ ὕδωρ τὸ κατὰ μικρὸν ἐκπορευόμενον καὶ αὐξανόμενον, δύναται ἐπὶ τοὺς ἐπιστρέφοντας ἐπὶ τὸν Χριστὸν λαμβάνεσθαι, νεκροὺς ὄντας πρὶν ἢ πιστεῦσαι, μετὰ δὲ τὸ πιστεῦσαι ζωοποιουμένους.

Σύνοψις τῶν τῷ προφήτῃ Δανιὴλ εἰρημένων. Ἐκλέγονται οἱ περὶ τὸν Δανιὴλ, καὶ παραδίδονται τῷ ἀρχιευνούχῳ, καὶ σιτοῦνται σπέρματα· καὶ παραστάντες τῷ βασιλεῖ, πάντων ἀνεδείχθησαν σοφώτεροι. Ὁρᾷ τὸ ἐνύπνιον Ναβουχοδονόσορ, καὶ τοὺς μάγους ἀπορήσαντας γνωρίσαι καὶ ἐπιλῦσαι αὐτὸ κελεύει σφαγῆναι. Κινδυνεύσαντας δὲ καὶ τοὺς περὶ Δανιὴλ ἔσωσεν ὁ Θεὸς, ἀποκαλύψας αὐτῷ τῷ Δανιὴλ τὴν εἴδησιν τοῦ ἐνυπνίου. Ὁ Δανιὴλ εἰσαχθεὶς λέγει τὸ ἐνύπνιον τῷ βασιλεῖ καὶ τὴν σύγκρισιν αὐτοῦ. Ὁ δὲ λίθος ὁ τμηθεὶς ἄνευ χειρῶν ὁ Χριστός ἐστι· τὸ δὲ ἄνευ χειρῶν, τὸ χωρὶς συνουσίας ἐκ τῆς Παρθένου αὐτὸν τεχθῆναι. Στήσας τὴν εἰκόνα Ναβουχοδονόσορ, κελεύει προσκυνεῖν πάντας, καὶ τοὺς τρεῖς παῖδας εἰς τὴν κάμινον ἐμβάλλει μὴ προσκυνήσαντας. Ὡς δὲ οἱ περὶ τὴν κάμινον ἀνῃρέθησαν, καὶ ὕμνουν οἱ παῖδες τὸν Θεὸν, καλέσας αὐτοὺς, καὶ ἰδὼν σώους, τόν τε Θεὸν ἐξεπλάγη, καὶ αὐτοὺς ἀρχῇ τῇ τῶν Ἰουδαίων ἐτίμησε, καὶ δόγμα ἔθηκε, τὸν βλασφημοῦντα εἰς τὸν Θεὸν ἀπόλλυσθαι. Ὁρᾷ ἐνύπνιον Ναβουχοδονόσορ· καὶ τῶν σοφῶν Βαβυλῶνος πάλιν διαπορησάντων, ἐπιλύει αὐτὸ ὁ Δανιὴλ, συμβουλεύει τε τῷ βασιλεῖ, τὰς ἀνομίας αὐτοῦ ἐν ἐλεημοσύναις λυτρώσασθαι. Καὶ οὐ μετ᾽ οὐ πολὺν χρόνον ἐξέβη τὸ ἐνύπνιον· καὶ ᾔνεσε τὸν Θεὸν ὁ Ναβουχοδονόσορ.

Τῶν σκευῶν τῶν ἱερατικῶν ἐξενεχθέντων κατὰ πρόσταξιν τοῦ βασιλέως υἱοῦ Ναβουχοδονόσορ, καὶ τῶν ἑστιωμένων εἰς αὐτὰ πινόντων, ἐξῆλθεν ἀστράγαλος χειρὸς, καὶ ἔγραψεν ἐν τῷ τοίχῳ γραφὴν, ἣν καὶ αὐτὴν τῶν σοφῶν Βαβυλῶνος ἀπορούντων ἐπιγνῶναι, ὁ Δανιὴλ ἐπέγνω, καὶ ἐπέλυσε, καὶ ἐνεδύθη πορφύραν, καὶ περιέθηκαν αὐτῷ μανιάκην χρυσοῦν, καὶ ἐκήρυξαν αὐτὸν τρίτον ἄρχοντα εἶναι ἐν τῇ βασιλείᾳ. Βασιλεύσας Δαρεῖος ὁ Μῆδος, καὶ καταστήσας ἄρχοντα τὸν Δανιὴλ, ἀναγκάζεται ὑπὸ τῶν τακτικῶν καὶ σατραπῶν δόγμα κυρῶσαι, ὥστε τὸν αἰτοῦντα παρὰ ἀνθρώπου ἢ θεοῦ αἴτημα, πλὴν παρὰ τοῦ βασιλέως, εἴσω τριάκοντα ἡμερῶν, ἐμβληθῆναι εἰς τὸν λάκκον τῶν λεόντων.

Καὶ τούτου γενομένου, παρατηρήσαντες τὸν Δανιὴλ εὐχόμενον τῷ Θεῷ, διαβάλλουσι, καὶ καταναγκάζουσι τὸν βασιλέα ἐμβαλεῖν αὐτὸν εἰς τὸν λάκκον. Ἐμβαλὼν δὲ, καὶ προσελθὼν, καὶ σῶον εὑρὼν, τὸν μὲν ἀνήγαγε τοῦ λάκκου, τοὺς δὲ βάλλοντας αὐτὸν μετὰ τῶν γυναικῶν ἀπώλεσε τοῖς λέουσι παραδούς.

Καὶ δόγμα ἔθηκε, πάντας φοβεῖσθαι τὸν Θεόν. Ὁρᾷ τὴν ὅρασιν τῶν θηρίων, διὰ μὲν τῆς λεαίνης τὴν Ἀσσυρίων βασιλείαν, διὰ δὲ τῆς ἄρκτου, τῶν Μήδων καὶ Περσῶν, διὰ δὲ τῆς παρδάλεως, τῶν Μακεδόνων, διὰ δὲ τοῦ τετάρτου θηρίου, τῶν Ῥωμαίων.

Προφητεύει δὲ καὶ περὶ τοῦ Χριστοῦ, καὶ περὶ Ἀντιόχου τοῦ ἀσεβοῦς. Οὗτος γάρ ἐστι τὸ κέρας τὸ μικρὸν, τὸ ἐκτινάξαν τρία τῶν ἔμπροσθεν. Προφητεύει πῶς Ἀλέξανδρος ὁ Μακεδὼν κατέλυσε τὴν βασιλείαν Περσῶν· τὸν μὲν κριὸν τὸν βασιλέα Περσῶν λέγων, τὸν δὲ τράγον Ἀλέξανδρον τὸν Μακεδόνα. Ἡ δὲ ἐσχάτη ὅρασις ἐνταῦθα, περὶ τῆς βασιλίσσης νότου φησὶν ἐν τῷ βιβλίῳ τῶν Μακκαβαίων εὑρίσκεσθαι.