Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Σιναΐτης – Πρὸς τὸν ποιμένα

Ἰωάννης ὁ Σιναΐτης

Ποιμαντικός έλεγχος και διακριτική καθοδήγηση (Κεφάλαια ΣΤ΄-Ι΄)

Οδηγίες για τον ορθό τρόπο ελέγχου, την εξατομικευμένη προσφορά των πνευματικών φαρμάκων και τη διαφύλαξη της εσωτερικής ησυχίας του ποιμένα εν μέσω θορύβων, μαζί με σχετικά ερμηνευτικά σχόλια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Σιναΐτης

—

Κεφάλαιο 3 από 7

ΚΕΦΑΛ. ϛʹ. Λόγοις γὰρ οἰκειοῦ τὰ ἐν ἄλλοις· καὶ οὐ δεήσῃ πολλῆς αἰδοῦς πάντοτε. Λύπει νοσοῦντα πρὸς χρόνον, ἵνα μὴ μακροχρονίσῃ, ἢ τελευτήσῃ ἐκ σιωπῆς ἐπαράτου. Πολλοὶ τῇ σιωπῇ τοῦ κυβερνήτου καλῶς πλέειν ὑπελάμβανον, ἕως οὖ τῷ βραχεῖ προσέκρουσαν.

Παύλου τοῦ μεγάλου τῷ Τιμοθέῳ ἀκούσωμεν γράφοντος· Ἐπίμενε αὐτοῖς, φησίν, εὐκαίρως, ἀκαίρως· εὐκαίρως μὲν οἶμαι, ὅτε οἱ ἐλεγχόμενοι τὸν ἔλεγχον ἡδέως ὑπομένουσιν· ἀκαίρως δέ, ὅτ’ ἂν ἐπὶ τοῦτο δάκνωνται. Ἐπεὶ καὶ αἱ πηγαί, καὶ μηδενὸς τοῦ διψῶντος ἀναβλύζουσιν νάματα· ἔστι φύσις, ἵν’ οὕτως εἴπω, περὶ τὸ αἰδεστικὸν ἐν προεστῶσι παρεποῦσα, καὶ τὰ ὀφείλοντα τοῖς ὀφείλουσι πολλάκις σιωπῶσα. Ἥτις τὸ τῶν διδασκάλων ποιεῖν ἐπὶ τοῖς μαθητευομένοις μὴ παραιτήσοιτο.

Καὶ γραφῇ τὰ χρειώδη ἀπαγγέλματα σημειοῦσθαι αὐτοῖς ἐπιχειρήσοιεν. Ἀκούσωμεν ἔν τισι τῆς θείας φωνῆς λεγούσης· Ἔκκοψον αὐτήν, ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Καί· Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν. Καί· Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου. Καὶ ἐπὶ τοῦ Σαοὺλ ὁμοίως. Ταῦτα πάντα τὸν ποιμένα γινώσκειν ἀναγκαῖον, ἐν ποίοις, καὶ πῶς, καὶ πότε ὀφείλουσιν γίνεσθαι. Θεοῦ γὰρ οὐδὲν ἀληθέστερον. Εἴ τις ἰδίᾳ ἐλεγχόμενος οὐκ αἰσχύνεται, οὗτος καὶ τὸν ἐπὶ πλήθους ἔλεγχον, ἀφορμὴν ἀναισχυντίας ἐποιήσατο, ἑκουσίως τὴν ἑαυτοῦ σωτηρίαν βδελυξάμενος.

ΕΙΣ ΚΕΦΑΛ. ϛʹ. Σχόλιον αʹ. Πρὸς τὸν προϊστάμενον ποίμνης, καὶ λογισμοὺς τῶν ἀδελφῶν δεχόμενον· ὁ λόγος φησί· Ὅταν προσέλθῃ σοί τις ἐξομολογήσασθαι· καὶ πολλάκις ἐνδοιάζῃ, σπούδαζε λόγοις μόνοις οἰκειοῦσθαι τὰ ἐκείνου· οἶον, λέγε πρὸς αὐτόν· Ὧ ἀδελφέ, μὴ λυποῦ· κἀγὼ γὰρ τὸ καὶ τὸ ἔπραξα. Ἤτοι, ἄπερ ἐκεῖνος ἐνδοιάζει, κἀκεῖνος λαβὼν θάρσος εἴπῃ σοι πάντα καθαρῶς· σὺ δὲ σπούδαζε μὴ καὶ ἔργοις ἐκεῖνα ἃ λέγεις οἰκειοῦσθαι, ἤγουν πράττειν· ἀλλὰ λόγοις μόνοις, καὶ οὐδεμία σοι φροντὶς ἤγουν βλάβη.

Σχόλιον Ἰωάννου τοῦ Δαμασκηνοῦ βʹ. Τῆς λύπης εἴδη δʹ· ἄχος, ἄχθος, φθόνος, ἕλεος. Ἄχος μὲν οὖν ἐστι λύπη ἀφωνίαν ἐμποιοῦσα· ἄχθος δὲ λύπη βαρύνουσα· φθόνος δὲ λύπη ὑπ’ ἀλλοτρίοις ἀγαθοῖς· ἕλεος δὲ λύπη ὑπ’ ἀλλοτρίοις κακοῖς.

Σχόλιον γʹ. Κόλαζε χωρὶς ὀργῆς τὸν ἁμαρτάνοντα, ἐν λόγῳ μᾶλλον πείθων αὐτὸν καὶ μὴ ὀργῇ διορθοῦσθαι.

Ἄλλο Δίκην ὑφέξει ὁ ποιμαίνων λαόν, καὶ μὴ ἐκκόπτων τὰ μικρὰ αὐτῶν ἁμαρτήματα.

Ἄλλο. Πρέπον ἐστὶ ἐλέγχειν τὸν ἁμαρτάνοντα ἐπιμελῶς καὶ σπουδαίως πρὸς διόρθωσιν· εἰ δὲ ἐπιμήει τῇ κακίᾳ μὴ διορθούμενος, τοῦτον ἐκδιώκειν ἀπὸ τῆς ἀδελφότητος, ἵνα μὴ καὶ τοὺς λοιποὺς καταστρέψῃ.

Ἄλλο. Περὶ ἑκάστης ἀρχῆς μικρᾶς τε καὶ μεγάλης γέγραπται, ἵνα τοῖς τεταγμένοις διαμαρτύρωνται, καὶ μὴ παρασιωπῶσι τὰ τούτων πταίσματα μικρά τε καὶ μεγάλα, καὶ ὁ μὲν ἰσχύων ἐκκόψαι τὸ κακόν, καὶ οὐκ ἐκκόψει, ἐκ τοῦ διαμαρτύρασθαι οὐ λυτροῦται τῆς κατακρίσεως· ὁ δὲ μὴ ἰσχύων, ἀλλὰ διαμαρτυράμενος, καὶ μὴ ὑπακουόμενος, οὗτος μὲν τὴν ἑαυτοῦ ψυχὴν ῥύει· οἱ δὲ τὸ κακὸν πράττοντες ἐν αὐτῷ ἀποθανοῦνται· ἑκάστη δὲ ἀρχὴ ἀπαιτεῖται διαμαρτύρασθαι, καὶ τοῖς ὀρθῶς πορευομένοις μὴ ἐκπεσεῖν, ἐπεί, ἐάν τις ἐκ τῶν ὑποτεταγμένων δικαίων ἐκπέσῃ, οὐ προεμαρτύρατο δὲ αὐτῷ, ὁ πρωτεύων κρῖμα λήψεται.

Σχόλιον. Ἀπὸ ἀρχιερέων καὶ βασιλέων καὶ τῶν λοιπῶν ἕως εὐτελοῦς πένητος, ὧν ἐξουσιάζει ἀπαιτεῖται διαμαρτύρασθαι κατὰ τὴν ἑαυτοῦ δύναμιν ἕκαστος, οὐ μόνον τοῖς ἀτάκτοις, ἀλλὰ καὶ τοῖς ἐναρέτοις, οὐ μόνον ὑπὲρ πράξεων ἐναντίων, ἀλλὰ καὶ φαύλων ἐνθυμήσεων οἱ ἄρχοντες τῶν ὑπηκόων, ὑπερεύχεσθαι, κατὰ τὸν Ἰώβ, ὀφείλουσιν.

ΚΕΦΑΛ. Ζʹ. Σκοπῶ δὲ κἀκεῖνο, ὅπερ παρὰ πολλοῖς εὐγνώμοσιν ἀῤῥώστοις εἶδον γινόμενον· τὴν γὰρ ἑαυτῶν δειλίαν καὶ ἀσθένειαν ἐπιστάμενοι, καὶ μὴ βουλομένους τοὺς ἰατροὺς δεσμῆσαι αὐτούς, καὶ ἑκουσίῳ βίᾳ ἰατρεῦσαι ἐδυσώπησαν. Διὸ τὸ μὲν πνεῦμα πρόθυμον, διὰ τὴν μέλλουσαν ἐλπίδα· ἡ δὲ σὰρξ ἀσθενής, διὰ τὰς προλαβούσας προλείψεις. Ἐγὼ δὲ ἑωρακώς, πείθεσθαι τοὺς ἰατροὺς ἐδυσώπησα. Οὐδὲ πᾶσιν ὁ ὁδηγὸς στενὴν καὶ τεθλιμμένην προσερχομένοις λέγειν ὀφείλει· οὐδὲ μὴν ἑκάστῳ τὸν ζυγὸν χρηστὸν καὶ τὸ φορτίον ἐλαφρόν. Σκοπεῖν δὲ μᾶλλον καὶ προσφυῶς ἁρμόζειν τὰ φάρμακα. Τοῖς μὲν ἐκ χαλεπῶν καταβεβαρυμένοις ἁμαρτημάτων, καὶ εὐχερῶς πρὸς τὴν ἀπόγνωσιν ἔχουσι, τὸ δεύτερον· τοῖς δὲ πάλιν πρὸς τὸ ὑψηλὸν καὶ οἰηματικὸν φρόνημα κλίνουσι, τὸ πρῶτον ἁρμόδιον φάρμακον. Τινὲς ὁδὸν ὁδεύειν μακρὰν ἔχοντες, καὶ ἐρωτήσαντες τοὺς γινώσκοντας, εὐθεῖαν ταύτην καὶ λείαν, καὶ ἀκίνδυνον παρ’ αὐτῶν εἶναι ἀκηκόασι· καὶ μέντοι τῇ ἀκοῇ χαυνωθέντες πρὸς τὴν ὁδοιπορίαν περὶ τὰ μέσα ταύτης, ἢ ἐκινδύνευσαν, ἢ καὶ ὑπέστρεψαν, ἀπαρασκεύαστοι πρὸς τὰς θλίψεις εὑρεθέντες· ὥσπερ καὶ τὸ ἔμπαλιν νόει μοι, ὅπου ἔρως θεῖος ἥψατο καρδίας, ἐκεῖ φόβος ῥημάτων οὐκ ἴσχυσε· καὶ ὅπου φόβος γεέννης ἐπέφανεν, ἐκεῖ πόνων παντοίων ὑπομονή.

Ὅπου δὲ βασιλείας ἐλπὶς γνωρίζεται, ἐκεῖ ὅλων τῶν κάτω καταφρόνησις. Δεῖ τὸν καλὸν στρατηγόν, τὴν ἑκάστου τῶν ἀρχομένων στάσιν καὶ τάξιν σαφῶς ἐπίστασθαι· ἴσως γάρ εἰσιν ἐν τῷ πλήθει τινὲς σὺν αὐτῷ ὑπὲρ τῶν συστρατιωτῶν πρόμαχοι καὶ μονομάχοι ὀφείλοντες ἐν ἡσυχίᾳ καθίστασθαι· οὐ δύναται μόνος κυβερνήτης χωρὶς τῆς τῶν ναυτῶν συνεργείας, τὴν ναῦν διασώσασθαι· οὐδὲ ἰατρὸς τὸν κάμνοντα ἰάσασθαι, εἰ μὴ πρότερον παρ’ αὐτοῦ τοῦ διὰ δυσωπήσεως καὶ τῆς τοῦ τραύματος φανερώσεως προτραπεὶς ὁλοπίστως. Οἱ αἰδεσθέντες ἰατρούς, σηπεδόνας πεποιήκασι· πολλοὶ δὲ καὶ πολλάκις τεθνήκασιν.

ΚΕΦΑΛ. Ηʹ. Νεμομένων τῶν προβάτων, τῇ σύριγγι τοῦ λόγου ὁ ποιμὴν κεχρημένος μὴ παύσηται· καὶ μάλιστα μελλόντων τούτων εἰς ὕπνον ἔρχεσθαι· οὐδὲν γὰρ οὔτως δέδοικε λύκος, ὡς σύριγγος ποιμαντικῆς ἀπήχημα· οὐδὲ πάντοτε ταπεινοῦν ἀλόγως, οὐδὲ πάντοτε ὑψοῦν ἀφρόνως ἑαυτὸν ὁ προεστὼς ὀφείλει, ὁρῶν Παῦλον ἐν ἀμφοτέροις ὁδεύοντα· Κύριος πολλάκις συνεκάλυψε τοὺς ὀφθαλμοὺς τῶν ἀρχομένων ἔν τισι τοῦ προεστῶτος ἐλλείμμασιν· αὐτὸς δὲ ταῦτα φανερώσας ἀπιστίαν ἐγέννησεν. Εἶδον προεστῶτα ἐξ ἄκρας ταπεινώσεως τοῖς τέκνοις ἔν τισι συμβουλευόμενον· καὶ εἶδον ἕτερον τὴν ἰδίαν σοφίαν ἄσοφον ἐξ οἰήσεως αὐτοῖς ἐμφανίζειν βουλόμενον· καὶ εἰρωνικῶς διατιθέμενον πρὸς αὐτούς, σπανίως μέν, ὅμως κατά τινα περίστασιν εἶδον ἐμπαθεῖς ἀπαθῶν ἄρξαντας, καὶ κατὰ μικρὸν τοὺς ἀρχομένους αἰδεσθέντας, καὶ τὰ ἴδια πάθη περικόψαντας· τοῦτο δὲ οἶμαι, ὁ μισθὸς τῶν σωζομένων ἐν αὐτοῖς ἐνήργησε, καὶ γέγονεν αὐτοῖς ἡ ἐμπαθὴς ἐγχείρησις, ἀπαθείας ὑπόθεσις.

ΚΕΦΑΛ. Θʹ Προσεκτέον μή πως τά του λιμένος ἐν τῷ πελάγει σκορπίσωμεν· οἴδασι τὸ εἰρημένον οἱ πρὸς τοὺς θορύβους τοὺς ἐκτὸς ἔτι ἀγύμναστοι τυγχάνοντες· μέγα μὲν ὡς ἀληθῶς τὸ εὐψύχως καὶ ἀνδρείως ὑπομένειν τὸν τῆς ἡσυχίας καύσωνα, καὶ τὴν γαλήνην, καὶ τὴν ὀλιγωρίαν, καὶ μὴ ἐπιζητεῖν τὰς τῶν ἔξω τοῦ πλοίου τῆς κέλλης μετεωρίσεις καὶ παρακλήσεις, ὥσπερ οἱ ὀλίγωροι τῶν ναυτικῶν ἐν καιρῷ ἀκρασίας τὴν ἐν τοῖς ὕδασι πῆξιν· μεῖζον δὲ καὶ ἀσύγκριτον, τὸ μὴ τοὺς θορύβους δεδιέναι, ἀλλὰ μένειν ἐπὶ τοῖς τούτων κτύποις τῇ καρδίᾳ ἀπτόητον, καὶ ἀκίνητον, μετὰ ἀνθρώπων μὲν ἐκτός, μετὰ Θεοῦ δὲ ἐντὸς διατρίβοντες.

ΚΕΦΑΛ. Ιʹ. Ἔστω σοι, ὦ θαυμάσιε, ἡ τῶν ἐκτὸς κατάστασις τῶν ἡμετέρων ὑπόθεσις. Τὶς μὲν κατάδικος ἐν τῷ φοβερῷ ἡμῶν καὶ ἀληθῶς δικαστηρίῳ παραγίνεται, τὶς δὲ ἀνεύθυνος πρὸς ἐργασίαν Θεοῦ καὶ δουλείαν ἐπειγόμενος· ἐναντίαι γὰρ πάντων ἑκατέρων αἱ ἀφίξεις, καὶ οἰκείων καταστάσεων δεόμεναι.

Ἐπερωτάσθω πρὸ πάντων ὁ ὑπεύθυνος, ἰδίᾳ μέντοι τίνες αἱ αὐτοῦ πράξεις κατ’ εἶδος καθεστήκασι. Δυοῖν τρόπων ἕνεκα· ὅπως τε τῇ ἐξαγορεύσει διὰ παντὸς νυττόμενος, ἀπαῤῥησίαστος μείνῃ· καὶ ἵνα γνῷ ποίων τραυμάτων ἀνάδοχοι γεγόναμεν, καὶ εἰς ἀγάπην ἡμῶν διεγείρηται· μηδὲ τοῦτό σε λανθανέτω, ὦ τίμιε, ὥσπερ οὐδὲ ἀγνοεῖται, μὴ γένοιτο· λέγω δή, τὸ συγκρίνεσθαι παρὰ Θεοῦ καὶ τοὺς τόπους, καὶ τὰς ἀναβιώσεις, καὶ τὰς ἕξεις τῶν ὑπευθύνων· πολὺ γὰρ τὸ ποικίλον καὶ διάφορον κέκτηνται.

Πολλάκις ὁ ἀσθενέστερος καὶ ταπεινότερος τῇ καρδίᾳ εὑρίσκεται· διόπερ καὶ κουφοτέρως τιμωρεῖσθαι παρὰ τῶν πνευματικῶν δικαστῶν ὀφείλει. Τὸ δὲ ἐναντίον πρόδηλον.

ΕΙΣ ΚΕΦΑΛ. Ιʹ. Σχόλιον. Ὁ πρὸς ὑγείαν προσφέρων τὴν παιδείαν, ἐν τῇ ἀγάπῃ παιδεύει· ὁ δὲ ἐκζητῶν τὴν ἐκδίκησιν, κενός ἐστιν ἐκ τῆς ἀγάπης. Ὁ Θεὸς παιδεύει ἐν τῇ ἀγάπῃ, οὐκ ἀμυνόμενος, μὴ γένοιτο· ἀλλ’ ἵνα ἰαθῇ ἡ εἰκὼν αὐτοῦ ζητεῖ, καὶ οὐ φυλάσσει εἰς καιρὸν τὴν ὀργήν. Οὖτος δὲ ὁ τρόπος τῆς ἀγάπης ἐκ τῆς εὐθύτητός ἐστι, καὶ ἐμπαθῶς εἰς ἄμυναν οὐκ ἐκκλίνει.