Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Σιναΐτης – Πρὸς τὸν ποιμένα

Ἰωάννης ὁ Σιναΐτης

Ο ρόλος, οι ιδιότητες και η πνευματική κατάσταση του ποιμένα (Κεφάλαια Α΄-Ε΄)

Ορισμός του αληθινού ποιμένα ως ιατρού και κυβερνήτη των ψυχών. Εκτενής αναφορά στα πνευματικά φάρμακα, την αναγκαιότητα της απάθειας του προεστώτος και την αντιμετώπιση των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Σιναΐτης

—

Κεφάλαιο 2 από 7

ΚΕΦΑΛ. Αʹ. Ποιμὴν κυρίως ἐστίν, ὃς τὰ ἀπολωλότα λογικὰ δι’ ἀκακίας, δι’ οἰκείας σπουδῆς καὶ εὐχῆς ἀναζητῆσαι, καὶ ἀνορθῶσαι δυνάμενος. Κυβερνήτης ἐστὶν ὁ ἰσχὺν νοερὰν ἐκ Θεοῦ καὶ οἰκείων μόχθων εἰληφώς, οὐ μόνον ἐκ τρικυμίας, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς ἀβύσσου, τὴν ναῦν ἀνασπάσαι δυνάμενος. Ἰατρός ἐστιν ὁ τὸ σῶμα καὶ τὴν ψυχὴν κεκτημένος ἄνοσον. μηδὲ μιᾶς ἐμπλάστρου παρ’ ἄλλων τὸ παράπαν δεόμενος. Διδάσκαλος ὄντως ἐστὶν ὁ νοερὰν δέλτον γνώσεως Θεοῦ δακτύλῳ, ἤγουν ἐνεργείᾳ ἐλλάμψεως ἐξ αὐτοῦ δι’ ἑαυτοῦ κομισάμενος, καὶ τῶν λοιπῶν βίβλων ἀνενδεὴς γενόμενος· ἀπρεπὲς διδασκάλοις, ἐξ ἀντιγράφων ἐκπαιδεύειν, καὶ ζωγράφοις ἐκ μεταβόλων σημειοῦσθαι· ὁ τοὺς κάτω παιδεύων, ἄνωθεν ἐκ τοῦ ὕψους διδάσκου· καὶ τῷ σχήματι τῷ αἰσθητῷ τὸν ἕτερον παιδεύου· μὴ ἐπιλάθου τοῦ φάσκοντος· Οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπων τὴν διδασκαλίαν παιδεύων. Οὐ γὰρ πέφυκε τὰ κάτω, τὰ χαμαὶ θεραπεύειν ποτέ· ἀγαθὸς κυβερνήτης διασώσει πλοῖον· καὶ καλὸς ποιμὴν ζωοποιήσει καὶ ἰάσεται τὰ νοερὰ πρόβατα. Καθ’ ὅσον τὰ πρόβατα ποιμένι ἀπαραλείπτως προκόψαντα ἀκολουθοῦσι, κατὰ τοσοῦτον ὑπὲρ αὐτῶν τῷ οἰκοδεσπότῃ ἀπολογήσεται.

Λιθαζέτω τῷ λόγῳ ὁ ποιμὴν καὶ τὰ ἐξ ὀκνηρίας ἢ γαστριμαργίας ἀπομένοντα πρόβατα· ἔστι γὰρ καὶ τοῦτο ἀγαθοῦ ποιμένος τεκμήριον, ὁπόταν τὰ πρόβατα ἐκ τοῦ φλογμοῦ τοῦ καύματος, μᾶλλον δὲ τοῦ σώματος, νυστάζειν τῇ ψυχῇ ἄρξονται, τότε σφοδροτέρως ὑπὲρ αὐτῶν πρὸς τὸν οὐρανὸν ὁρῶν ὁ ποιμὴν γρηγορήσειεν.

Εἰώθασι γὰρ κατὰ τὸν καιρὸν τοῦ καύσωνος ἐκείνου, πολλὰ λυκόβρωτα γίνεσθαι· πλὴν εἰ καὶ αὐτὰ κατὰ τὸν ἐκτὸς ἐν τοῖς προβάτοις ὀρώμενον τύπον, τὴν κεφαλὴν τῆς ψυχῆς ἐν τῷ καιρῷ τοῦ φλογμοῦ κάτω εἰς γῆν κλίνουσιν, ἔχομεν τὸν εἰπόντα·

Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει· σκοτίας καὶ νυκτὸς παθῶν καταλαβούσης τὴν ποίμνην, ὅριζε ἀκινήτως τὸν κύνα πρὸς Θεόν, εἰς τὴν νυκτερινὴν φυλακήν· οὐδὲν δὲ ἀπεικὸς τὸν σὸν νοῦν νοήσεις τὸν ἀναιρέτην τῶν θηρίων.

ΕΙΣ ΚΕΦΑΛ. Αʹ. Σχόλιον αʹ. Σῶμα ἄνοσον ἐνταῦθά φησιν, οὐ τὸ μὴ πάσχον ἀσθένειαν ἐκ παρατροπῆς, ἢ πλεονασμοῦ τῶν συστατικῶν στοιχείων· ἀλλὰ τὸ ἐκδυσάμενον τὰς ἐπιθυμίας τὰς ἡδυπαθεῖς, καὶ τὴν ἐκ τούτων φθοράν. Ὡς ἔφη καὶ ἐν τῷ Περὶ ἀπαθείας· ὅτι ἀπαθὴς κυρίως ἐστίν, ὁ τὴν σάρκα μὲν ἀφθαρτοποιήσας, τὸν δὲ νοῦν τῆς κτίσεως ἀνυψώσας.

Σχόλιον βʹ. Ὁ μὴ ἄνωθεν διδασκόμενος, ἀλλὰ καὶ τὰ κάτω ἔτι φρονῶν, πῶς τοὺς ὁμοίους ἰάσεται· Τυφλὸς γάρ, φησί, τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται.

Σχόλιον γʹ. Τὸ ἕτερον, ἥγουν τὸ πνευματικόν· ὡς γὰρ σὺ τοὺς μαθητὰς παιδεύεις αἰσθητῶς, οὕτως καὶ σὲ νοητῶς ὁ Θεός.

ΚΕΦΑΛ. Βʹ. Φύσεως ἰδίωμα καὶ τοῦτο ὁ ἀγαθὸς ἡμῶν πεποίηκε Κύριος, ἵνα τὸν ἰατρὸν ὁρῶν ὁ νοσῶν εὐφραίνηται· ἴσως, εἰ καὶ μηδὲν παρ’ αὐτοῦ ὠφελεῖται· κέκτησο καὶ σύ, ὦ θαυμάσιε, ἔμπλαστρα, ξηρία, κολλούρια, ποτά, σπόγγους, ἀναυσίαν, φλεβοτόμα, καυστῆρας, ἀλείμματα, ὑπνωτήρια, μάχαιραν, καταδέσμους.

Εἰ δὲ τούτων ἀποροῦμεν, πῶς τὴν ἐπιστήμην ἐνδειξώμεθα; Οὐδαμῶς· οὐ γὰρ λόγων, ἀλλ’ ἔργων οἱ μισθοὶ δίδονται. Ἔμπλαστρόν ἐστιν ἴασις παθῶν ὁρωμένων, ἤγουν σωματικῶν. Δόσις ἐστὶν ἴασις παθῶν τῶν ἐντός, καὶ κένωσις ῥύπου ἀοράτου.

Ξηρίον ἐστὶ ἀτιμία δάκνουσα, καὶ οἰήσεως σηπεδόνα θεραπεύουσα. Κολλούριόν ἐστιν ὀφθαλμοῦ ψυχῆς νοὸς κάθαρσις, ἐκ θολώσεως θυμοῦ ταραχθέντος. Ποτόν ἐστι στύφουσα ἐπίπληξις, καὶ μετ’ ὀλίγον θεραπεύουσα.

Φλεβότομόν ἐστι σύντομος κένωσις ὀζωδίας ἀφανοῦς· φλεβότομόν ἐστι κυρίως ἐπιτατικὴ καὶ ἀπότομος ἐπένεξις εἰς σωτηρίαν τῶν νοσούντων. Σπόγγος ἐστὶν ἡ μετὰ τὴν φλεβοτομίαν ἢ χειρουργίαν, διὰ προσηνῶν καὶ ἠπίων λόγων καὶ ἀπαλῶν τοῦ ἰατροῦ ἐν τῷ νοσοῦντι θεραπεία καὶ κατάψυξις.

Καυτήρ ἐστιν ὅρος καὶ ἐπιτίμιον εἰς μετάνοιαν πρὸς χρόνον διδόμενον φιλανθρώπως· ἄλειμμά ἐστιν, ἡ μετὰ τὸν καυτῆρα ἢ διὰ λόγου, ἢ διὰ μικρᾶς παρακλήσεως ἐπιτιθεμένη τῷ νοσοῦντι παραμυθία. Ὑπνωτικόν ἐστι τὸ φορτίον τοῦ ὑπηκόου ἀναδέξασθαι, καὶ διὰ τῆς ὑποταγῆς ἀνάπαυσιν αὐτῷ καὶ ὕπνον ἄϋπνον, καὶ τύφλωσιν ὁσίαν τοῦ μὴ βλέπειν τὰ ἑαυτοῦ καλὰ χαρίσασθαι. Κατάδεσμοί εἰσι, τοὺς τῇ κενοδοξίᾳ ἐκλυομένους καὶ κεχαυνωμένους, καὶ δι’ ὑπομονῆς ἕως θανάτου στερεοῦν καὶ ἐπισφίγγειν. Τέλος δὲ πάντων μάχαιρά ἐστιν ὄρος καὶ ἀπόφασις ἐπὶ ἐκτομῇ νεκρωθέντος ψυχικῶς μέλους καὶ σεσηπότος, ἵνα μὴ καὶ τοῖς λοιποῖς τὴν οἰκείαν ψώραν μεταδώσει. Μακαρία ἀναυσία, ἐν ἰατροῖς καὶ ἐν προεστῶσιν ἀπάθεια· οἱ μὲν γὰρ μὴ ναυσιῶντες ἐν πάσῃ ὀζωδίας θεραπείᾳ ἀόκνως ἐπιχειρήσουσιν· οἱ δὲ πᾶσαν τεθνηκυῖαν ψυχὴν ἀναστῆσαι δυνήσονται.

Καὶ αὕτη μία τῶν αὐτοῦ προσευχῶν τοῦ προεστηκότος γεγένηται, τὸ πᾶσι κατὰ τὴν ἑαυτῶν ἀξίαν προσπάσχειν τε καὶ συνδιατίθεσθαι· μή πως ὡς ὁ Ἰακὼβ καὶ αὐτός, καὶ τὸν ἀγαπώμενον καὶ τοὺς συμφοιτητὰς καταβλάψοι· τοῦτο δὲ πάσχειν πεφύκασιν, ἐπειδὴ οὔπω τὰ τῆς ψυχῆς αἰσθητήρια τελείως γεγυμνασμένα κέκτηνται πρὸς διάκρισιν καλοῦ τε καὶ μέσου καὶ κακοῦ.

ΕΙΣ ΚΕΦΑΛ Βʹ. Σχόλιον αʹ. Νόσος ἐστὶ ψυχῆς ἡ τῆς κακίας ἕξις· θάνατος δέ, ἡ κατ’ ἐνέργειαν ἁμαρτία.

Σχόλιον βʹ. Ταῦτα πάντα διὰ λόγον γίνεται· καὶ πῶς εἶπεν, οὐ γὰρ λόγων, ὡς οἶμαι, τοῦτο λέγει οὐκ ὀνομάτων ἡγουμένων, ἀλλ’ ἐμπράκτως ἡμῶν ἐκπορευομένων τὰ τῆς ζωῆς ῥήματα, οἱ μισθοὶ δίδονται.

Σχόλιον ἄλλο. Βίον ἢ λόγον βλέπε· λόγῳ μὲν τὴν ἀρετὴν δίδασκε· βίῳ δὲ αὐτὴν κήρυσσε.

Ἄλλο. Κρειττόνων μὲν τὸ διδάσκειν, ἀλλὰ καὶ τοὺς κινδύνους μείζους ἐπιφέρει· τὸ δὲ μανθάνειν ὅσῳ καταδεέστερον, τοσούτῳ καὶ ἀκινδυνότερον.

Ἄλλο Γρηγορίου τοῦ Θεολόγου. Βίου μὲν οὐδεὶς πώποθ’ ὑψώθη δίχα· λόγου δὲ πολλοὶ τοῦ καλῶς ψοφουμένου· οὐ γὰρ λαλούντων, εὖ βιούντων δ’ ἡ χάρις.

Σχόλιον γʹ. Κολλούριόν ἐστιν ὀφθαλμοῦ ψυχῆς νοὸς κάθαρσις, ἐκ θολώσεως θυμοῦ ταραχθέντος· στύφουσα ἐπίπληξις· καὶ τὸ λοιπόν.

Τοῦ Χρυσοστόμου. Τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ μέσα· οἶον ψυχὴ καὶ σὰρξ τῶν μέσων ἐστί, καὶ τοῦτο κακεῖνο γενέσθαι δυνάμει· τὸ δὲ πνεῦμα τῶν ἀγαθῶν ἀεί, καὶ οὐδέποτε ἕτερον γινόμενον. Πάλιν, τὸ φρόνημα τῆς σαρκός, τοῦτ’ ἔστιν ἡ πονηρὰ πρᾶξις, τῶν ἀεὶ κακῶν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται. Ἂν τοίνυν τῷ βελτίονι δῷς τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐγένου τῆς ἐκείνου μερίδος· ἂν τῷ χείρονι, πάλιν τῆς ἐνταῦθα ἀπωλείας κατέστης κοινωνός, οὐ παρὰ τὴν φύσιν τῆς ψυχῆς καὶ τῆς σαρκός, ἀλλὰ παρὰ τὴν γνώμην τὴν κυρίαν ἀμφότερα ταῦτα ἐλέσθαι.

Ἄλλο. Ὁ ἐφησυχάζων, καὶ μὴ ἐλέγχων τὴν ἁμαρτίαν τοῦ πλησίον αὐτοῦ, ἄσπλαγχνός ἐστιν· ὥσπερ ὁ τὸν ἰὸν ἐναφεὶς τῷ δηχθέντι ὑπὸ τοῦ ἰοβόλου.

ΚΕΦΑΛ. Γʹ. Πολλὴ ἡ τοῦ προεστῶτος αἰσχύνη προσευχομένου πρὸς τὸ δωρηθῆναί τι τῷ ὑπηκόῳ ὅπερ αὐτὸς οὔπω προκέκτηται. Ὥσπερ οἱ πρόσωπον βασιλέως θεασάμενοι, καὶ τοῦτον ἑαυτοῖς φίλον καταστήσαντες, καὶ τοὺς λειτουργοὺς αὐτοῦ ἅπαντας δύνανται λοιπὸν καὶ τοὺς ἀγνωρίστους αὐτῷ ἢ καὶ ἐχθρούς, εἴπερ βουληθῶσιν, καὶ τῆς αὐτοῦ δόξης ἀπολαῦσαι, οὕτως καὶ ἐπὶ τῶν ἁγίων νόει· τοὺς ἀκροτάτους φίλους, καὶ αἰδοῦνται οἱ φίλοι καὶ ὑπακούουσιν. Ἵσως δὲ καὶ βιάζονται ὑπ’ αὐτῶν· κακὸν κεκτῆσθαι φίλους, τοὺς νοεροὺς φίλους· οὐδεὶς γὰρ οὕτως συνεργεῖ ἡμῖν πρὸς ἀρετήν. Διηγήσατό μοί τις τῶν θεοφιλῶν, ὡς ὅτι πάντοτε μέν, μάλιστα δὲ ἐν ταῖς ἐτησίοις καὶ Δεσποτικαῖς ἑορταῖς ὁ Θεὸς τοὺς αὑτοῦ θεράποντας δωρεαῖς ἀμείβεται.

ΚΕΦΑΛ. Δʹ. Τελείως αὐτὰ ὀφείλει τὰ πάθη ὁ ἰατρὸς ἐκδύσασθαι, ἵνα ἐν καιρῷ τινι δυνήσηταί τινα, καὶ μάλιστα τὸν θυμόν, ὑποκρίνασθαι. Εἰ μὴ γὰρ αὐτὰ εἰς ἄκρον ἀπώ[σαι]το, οὐ δυνήσεται αὐτὰ ἀπαθῶς ὑποδύεσθαι.

Εἶδον ἵππον ἔτι μικρὸν ἀγυμνάστως διακείμενον, ὂς ὑπὸ χαλινοῦ ἀγόμενος, καὶ ἡσυχίως βαδίζων, ἐξαίφνης τῷ ἰδίῳ κυρίῳ ἐπεβούλευσεν, μικρὸν τοῦ χαλινοῦ αὐτοῦ χαυνωθέντος· ἐπὶ δυσὶ δαίμοσι τὸ παρὸν ὡς ἐπίπαν πρόβλημα ἐπακολουθεῖν πέφυκεν· οἱ βουλόμενοι ζητεῖν ζητείτωσαν ἐμπόνως.

ΕΙΣ ΚΕΦΑΛ. Δʹ. Σχόλιον αʹ. Τῇ κενοδοξίᾳ καὶ τῇ γαστριμαργίᾳ ἢ τῇ πορνείᾳ· αὕται γὰρ μέχρι τέλους τὸν πρὸς ἡμᾶς οὐ καταλύουσι πόλεμον.

Ἄλλο. Ὁ τῆς ὀξυχολίας οὖτοι, καὶ ὁ τῆς πορνείας· ἐὰν γάρ τις μικρὸν ἀμελήσει, ταχέως ἐξεγείρονται, καὶ τοσοῦτον ὅτι καὶ μέχρι τέλους συμπαραμένουσι, καὶ τὴν φύσιν καταδουλοῦνται, ὡς φυσικά.

Ἄλλο. Εἰ διότι ἡ γαστριμαργία καὶ ἡ πορνεία ἀλλήλων ἔχονται, καὶ διὰ τοῦτο ὡς ἓν ἀμφότερα τάττονται. Ἀλλὰ σὺ ζήτει καὶ τὸ ἕτερον πάθος, ὅπερ ἐστὶν ἡ κενοδοξία.

ΚΕΦΑΛ. Εʹ. Τότε τὴν ἐκ Θεοῦ δεδομένην αὐτῷ ὁ ἰατρὸς ἐπιγνώσεται σοφίαν, ὁπόταν τὰ τοῖς πολλοῖς ἀθεράπευτα πάθη θεραπεῦσαι δυνήσηται. Οὐ θαυμαστὸς διδάσκαλος ὁ τοὺς εὐμαθεῖς παῖδας σοφοὺς ἀπεργασάμενος, ἀλλ’ ὁ τοὺς ἀμαθεῖς καὶ ἀσόφους σοφίσας καὶ τελειώσας· τότε ἡ τῶν ἡνιοχούντων εὐφυΐα ἐπαινεῖται καὶ ἐμφανίζεται, ὅταν ἐν ἀδοκίμοις ἵπποις νικήσωσι, καὶ τοὺς ἵππους διασώσωνται· ἐὰν εἴληφας ὄμματα προβλέπειν τὰ κύματα, τοῖς ἐν τῷ πλοίῳ σαφῶς πρόλεγε· εἰ δὲ μή, σὺ τοῦ ναυαγίου αἴτιος καθίστασαι, ὡς σὺ παρὰ πάντων πιστευθεὶς ἀμερίμνως τὴν κυβέρνησιν. Εἶδον ἰατροὺς τῷ ἀῤῥώστῳ τὰς αἰτίας μὴ προμηνύσαντας· καὶ μέντοι ἐκ τούτου καὶ τοῖς νοσοῦσιν, καὶ ἑαυτοῖς, πολὺν τὸν κόπον καὶ τὴν συντριβὴν προξενήσαντας· καθόσον ὁ προεστὼς τήν τε τῶν ὑπηκόων, τήν τε τῶν πόῤῥωθεν πίστιν πρὸς αὐτὸν πολλὴν θεάσεται, κατὰ τοσοῦτον λοιπὸν ἑαυτὸν πάσῃ φυλακῇ τηρήσοιεν. Ἐν πᾶσιν οἷς τε πράττει καὶ φθέγγεται, γινώσκων ὡς πάντες εἰς αὐτὸν ὡς εἰς ἀρχέτυπον εἰκόνα βλέπουσι, καὶ τὰ παρ’ αὐτοῦ εἰς ὄρον, καὶ νόμον λογίζονται. Ποιμένα ἀληθινὸν ἀποδείξει ἀγάπη· δι’ ἀγάπην γὰρ ὁ ποιμὴν ἐσταυρώθη.