Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Διαλεκτικά (Κεφάλαια φιλοσοφικά)

Ἰωάννης ὁ Δαμασκηνός

Τα παρακολουθήματα των κατηγοριών και η κίνηση

Εξέταση των αντικειμένων, της έξεως και της στερήσεως, του προτέρου και του υστέρου, καθώς και των διαφόρων ειδών μεταβολής και κινήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 8

Περὶ ἀντικειμένων. Πᾶν ἀντικείμενον ἢ ὡς πρᾶγμα ἀντίκειται ἢ ὡς λόγος. Καὶ εἰ μὲν ὡς λόγος λόγῳ, ποιεῖ κατάφασιν καὶ ἀπόφασιν. Κατάφασις μὲν οὖν ἐστι τὸ εἰπεῖν, τί τινι ὑπάρχει, οἷον καλός ἐστιν, ἀπόφασις δὲ τὸ εἰπεῖν, τί τινι οὐχ ὑπάρχει, οἷον οὐκ ἔστι καλός· λέγονται δὲ ἀμφότερα ἀπόφανσις.

Εἰ δὲ ὡς πρᾶγμα ἀντίκεινται, ἢ ὡς πρὸς ἀντιστρέφοντα λέγονται καὶ ποιεῖ τὰ πρός τι, ἅτινα καὶ συνεισάγουσιν ἄλληλα καὶ συναναιροῦσιν, ἢ οὐ πρὸς ἀντιστρέφοντα καὶ οὐκ ἔχουσι σχέσιν. Καὶ ταῦτα ἢ οὐ μεταβάλλει εἰς ἄλληλα, ὅμως δὲ ἄμφω κατὰ φύσιν εἰσὶ καὶ ποιεῖ τὰ ἐναντία ὡς ἡ θερμότης καὶ ἡ ψύξις, ἢ τὸ μὲν μεταβάλλει εἰς τὸ ἕτερον, τὸ δὲ ἕτερον οὐ μεταβάλλει. Καὶ τὸ μὲν αὐτῶν ἐστι κατὰ φύσιν τὸ δὲ παρὰ φύσιν, καὶ ποιεῖ τὰ κατὰ στέρησιν καὶ ἕξιν ἀντικείμενα ὡς ὄψις καὶ τυφλότης· ἕξις μὲν γάρ ἐστιν ἡ ὄψις ὡς ἐκ τοῦ ἔχειν, στέρησις δὲ τῆς ἕξεως ἤγουν τῆς ὁράσεως ἡ τυφλότης.

Τῶν δὲ ἐναντίων τὰ μέν εἰσιν ἄμεσα, τὰ δὲ ἔμμεσα. Ἄμεσα μὲν οὖν εἰσιν, ὧν ἀναγκαῖον τὸ ἕτερον ἤγουν τὸ ἓν ὑπάρχειν τῷ ὑποκειμένῳ αὐτοῖς ἢ τοῦτοις, ὧν κατηγοροῦνται, οἷον νόσος καὶ ὑγίεια ἐν σώματι ζῴου ὑποκειμένῳ, καὶ ἀνάγκη πάντως ἐν τῷ σώματι ἢ νόσον εἶναι ἢ ὑγίειαν· νόσον δέ φαμεν πᾶσαν τὴν παρατροπὴν τῆς φύσεως. —Ἔμμεσα δέ, ὧν οὐκ ἀνάγκη τὸ ἕτερον ὑπάρχειν τῷ ὑποκειμένῳ ἢ τούτοις, ὧν κατηγοροῦνται, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν· ἐναντία γάρ εἰσι, καὶ οὐ πάντως ἀνάγκη ἓν αὐτῶν ὑπάρχειν τῷ σώματι· οὐ γὰρ ἀνάγκη πᾶν σῶμα ἢ λευκὸν εἶναι ἢ μέλαν, εἰσὶ γὰρ σώματα φαιὰ καὶ πυῤῥά· — εἰ μὴ ἄρα τὸ ἓν τῶν ἀντικειμένων ἀφωρισμένως φύσει ὑπάρχει τινὶ ὡς ἡ θερμότης τῷ πυρὶ καὶ ἡ ψύξις τῇ χιόνι. Τῶν μὲν οὖν ἐμμέσων τὰ μὲν ἔχουσιν ὀνόματα, ὡς τὸ μέσον τοῦ λευκοῦ καὶ τοῦ μέλανος λέγεται φαιόν, τὰ δὲ οὐκ ἔχουσιν ὀνόματα· τὸ μέσον γὰρ τοῦ δικαίου καὶ τοῦ ἀδίκου οὐκ ἔχει ὄνομα, ἀλλὰ τῇ ἀποφάσει ἑκατέρου τὸ ἀνὰ μέσον γνωρίζεται οἷον οὐδὲ δίκαιον οὐδὲ ἄδικον.

Ἀκολουθοῦσι δὲ τοῖς ἐναντίοις ἰδιώματα τέσσαρα· πρῶτον, ὅτι τῷ μὲν ἀγαθῷ ἐξ ἀνάγκης τὸ κακὸν ἐναντίον, τῷ δὲ κακῷ ποτὲ μὲν ἀγαθόν, ποτὲ δὲ ἄλλο κακόν· τῇ μὲν γὰρ σωφροσύνῃ ἐναντίον ἡ ἀκολασία, τῇ δὲ ἀκολασίᾳ ποτὲ μὲν σωφροσύνη, ποτὲ δὲ ἠλιθιότης. Ἠλιθιότης δέ ἐστι τὸ μὴ κινεῖσθαι μηδὲ ἐγείρεσθαι τὰ πάθη. Ἡ μὲν οὖν ἀκολασία ἔλλειψίς ἐστι τῆς σωφροσύνης, ἡ δὲ ἠλιθιότης ὑπερβολή, ἐναντία δὲ ἡ ὑπερβολὴ τῇ ἐλλείψει. —δεύτερον, ὅτι ἀδύνατον ἅμα τὰ ἐναντία ἐπὶ τῶν ἀτόμων εἶναι κατὰ τὸ αὐτό, οὐκ ἐνδέχεται γὰρ ἅμα Σωκράτην ὑγιαίνειν καὶ νοσεῖν, ἢ κατὰ τὸ αὐτὸ μέλος θερμαίνεσθαι ἅμα καὶ ψύχεσθαι. —τρίτον, ὅτι τὰ ἐναντία ἐν τῷ αὐτῷ ὑποκειμένῳ ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ, γένει μὲν ὡς ἐν ἁπλῷ σώματι τὸ λευκὸν καὶ τὸ μέλαν, εἴδει δὲ ὡς ἐν σώματι ζῴου ὑγίεια καὶ νόσος, ἀριθμῷ δὲ δῆλον· τὸ γὰρ αὐτὸ σῶμα τῶν ἐναντίων εἶναι δεκτικὸν ἐνδέχεται κατὰ τὴν ἑαυτοῦ μεταβολήν. —τέταρτον, ὅτι τὰ ἐναντία ἢ ὑπὸ τὸ αὐτὸ γένος ὡς τὸ λευκὸν καὶ τὸ μέλαν ὑπὸ τὸ χρῶμα, ἢ ὑπὸ τὰ ἐναντία γένη ὡς δικαιοσύνη καὶ ἀδικία ὑπὸ τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἅτινα ἐναντία εἰσίν, ἢ αὐτὰ τὰ ἐναντία γένη εἰσὶν ὡς τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐναντία ὄντα γένη.

Περὶ ἕξεως καὶ στερήσεως. Ἕξις λέγεται ἡ ἐνέργεια τοῦ ἐχομένου καὶ τοῦ ἔχοντος ὡς τοῦ ὅπλου καὶ τοῦ ὡπλισμένου ἤγουν τοῦ ἐνδύοντος καὶ τοῦ ἐνδυομένου· —δεύτερον αἱ ἐπείσακτοι ἐνέργειαι μόνιμοι οὖσαι εἴτε φυσικαὶ εἴτε ψυχικαί· καὶ φυσικαὶ μὲν ὡς ἡ θερμότης ἐν τοῖς θερμαινομένοις, ψυχικαὶ δὲ ὡς ἐπιστήμη· —τρίτον, ὅπερ οὔπω μὲν ἔχει, ἔχει δὲ ἐπιτηδειότητα δέξασθαι, ὅπερ ἐστὶ πρῶτον σημαινόμενον τοῦ δυνάμει· —τέταρτον ἡ φυσικὴ ποιότης ἤγουν φυσικὴ ἕξις ὡς ἡ θερμότης τοῦ πυρὸς καὶ τοῦ καθεύδοντος ἡ ὄψις, ὅπερ ἐστὶ δεύτερον σημαινόμενον τοῦ δυνάμει, δύναται γὰρ καίειν, ἐνεργείᾳ δὲ οὐ καίει, πρῶτον δὲ σημαινόμενον τοῦ ἐνεργείᾳ· —πέμπτον ὡς ἡ τελικὴ ἐνέργεια ὡς ἡ ὅρασις ἡ ἤδη ὁρῶσα καὶ ἡ θερμότης ἡ ἤδη θερμαίνουσα.

Στέρησις δὲ τῆς ἕξεως ἀποβολή. Ἀντίκειται οὖν τῷ μὲν πρώτῳ σημαινομένῳ τῆς ἕξεως ἡ στέρησις τοῦ ὅπλου ἤγουν τοῦ ἐνδύματος, —τῷ δὲ δευτέρῳ ἡ ἀποβολὴ τῶν ἐπεισάκτων ἕξεων, ὅτε τὸ θερμανθὲν ψυχρανθῇ· — τῷ τρίτῳ, ὅπερ οὐδὲ ὅλως πέφυκεν ἔχειν τὸ γένος, ὡς λέγομεν ἔχειν ἐπιτηδειότητα τὸ βρέφος πρὸς μουσικήν, τὴν δὲ συκῆν οὐδαμῶς. Ἐστέρηται οὖν ἡ συκῆ, ἐπειδὴ τὸ γένος τῶν φυτῶν οὐκ ἔχει ἐπιτηδειότητα δέξασθαι μουσικήν. Καὶ ὅπερ τὸ μὲν γένος ἔχει ἐπιτηδειότητα, τὶ δὲ τῶν εἰδῶν οὐκ ἔχει· τὸ γὰρ ζῷον ἔχει ἐπιτηδειότητα ὁρᾶν, ὁ δὲ ἀσπάλαξ εἶδος ὢν τοῦ ζῴου οὐκ ἔχει ἐπιτηδειότητα τοῦ ὁρᾶν· —τῷ δὲ τετάρτῳ ἡ ἀποβολὴ τῆς δυνάμεως τῆς καθ᾽ ἕξιν· —τῷ δὲ πέμπτῳ ἡ ἀποβολὴ τῆς τελικῆς ἐνεργείας, ὅπερ ἀνωτέρω εἴρηκε τὴν κατὰ στέρησιν καὶ ἕξιν τῶν ἀντικειμένων ἀντίθεσιν ἤγουν τῆς δυνάμεως εἴτε τῆς ποιητικῆς εἴτε τῆς παθητικῆς· αὕτη δὲ χαρακτηρίζεται τοῖς τρισὶ τούτοις, ὅπερ πέφυκεν ἔχειν οὐδὲ ὅλως δὲ ἔχει, ἀλλὰ τελείως ἐστέρηται, καὶ ὅτε πέφυκεν ἔχειν, καὶ ἔνθα πέφυκεν ἔχειν. Οἷον τὸν λίθον οὐ λέγομεν εἶναι τυφλόν, οὐ πέφυκε γὰρ ἔχειν ἕξιν ὁράσεως· οὐδὲ τὸν ἀρτιγέννητον κύνα λέγομεν εἶναι τυφλὸν οὐδὲ τὸ ἀρτιγέννητον βρέφος νωδόν, ἐπειδὴ οὐ πεφύκασι κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἔχειν· οὐδὲ τὸν πόδα λέγομεν τυφλόν, οὐ γὰρ πέφυκε τὸ ζῷον ἐν τῷ ποδὶ ἔχειν τὴν ἕξιν τῆς ὁράσεως.

Ὅτε οὖν κατὰ τὰ τρία ταῦτα πέφυκεν ἔχειν καὶ μὴ ἔχει, λέγεται στέρησις.

Περὶ προτέρου καὶ ὑστέρου. Τὸ δὲ πρότερον διαιρεῖται εἰς τέσσαρα σημαινόμενα. Καὶ κυριώτατόν ἐστι τὸ τῷ χρόνῳ πρότερον. Λέγεται δὲ κυρίως ἐπὶ μὲν ἐμψύχων τὸ πρεσβύτερον, ἐπὶ δὲ τῶν ἀψύχων τὸ παλαιότερον· καταχρηστικῶς δὲ καὶ ἀντ᾽ ἀλλήλων λαμβάνονται. —δεύτερον δὲ τὸ φύσει πρότερον, ὅπερ συνεισφέρεται μέν, οὐ συνεισφέρει δέ, καὶ συναναιρεῖ καὶ οὐ συναναιρεῖται ὡς τὸ ζῷον πρότερον τοῦ ἀνθρώπου· ζῴου γὰρ μὴ ὄντος οὐδὲ ἄνθρωπος ἔσται, ζῷον γὰρ ὁ ἄνθρωπος. Ἀνθρώπου δὲ μὴ ὄντος ἔσται ζῷον, καὶ ὁ ἵππος γὰρ καὶ ὁ κύων ζῷά εἰσι· καὶ ἀνθρώπου ὄντος πάντως ἔσται ζῷον, ζῷον γὰρ ὁ ἄνθρωπος. Ζῴου δὲ ὄντος οὐ πάντως ἄνθρωπος ἀλλ᾽ ἴσως ἵππος, κύων· καὶ ταῦτα γὰρ ζῷά εἰσι. —τρίτον τὸ κατὰ τάξιν, ὥσπερ φαμὲν πρῶτον τὸ 〈α〉, δεύτερον τὸ 〈β〉, εἶτα τὰ συλλάβια, εἶτα αἱ ψῆφοι. —τέταρτον τὸ κατ᾽ ἀξίαν, ὥς φαμεν· πρῶτον ἐπίσκοπος, εἶτα πρεσβύτερος. Ἐκβάλλουσι δὲ τοῦτον τὸν τρόπον τινές· ἐνδέχεται γὰρ τὸν πρῶτον κατὰ τάξιν ὕστερον εἶναι κατ᾽ ἀξίαν. — πέμπτον, ὥς φαμεν τὸ αἴτιον καὶ αἰτιατόν, ὡς ὁ Σωκράτης πρότερος τῆς ἰδίας εἰκόνος· αὐτὸς γάρ ἐστιν αἴτιος τῆς ἰδίας εἰκόνος. Καὶ ὁ πατὴρ πρότερος καὶ μείζων τοῦ υἱοῦ· ὁ γὰρ πατήρ ἐστιν αἴτιος τοῦ υἱοῦ, ἐκ γὰρ τοῦ πατρὸς ὁ υἱὸς γεννᾶται.

Διὸ καὶ ὁ μακάριος Γρηγόριος κατὰ τοῦτο τὸ σημαινόμενον ἔλαβε τὸ ὑπὸ τοῦ κυρίου ἡμῶν ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ῥηθέν· «Ὁ πατήρ μου μείζων μού ἐστιν.» Ἄλλοι δὲ προστιθέασι τὸ κατ᾽ ἐπίνοιαν, ὡς πρότερον τῶν θεμελίων τὸν τοῖχον. Τοῦτο δὲ ἀνάγεται ὑπὸ τὸν τέταρτον τρόπον, τὸν κατ᾽ ἀξίαν· τὸ γὰρ τῇ ἐπινοίᾳ πρότερον, τοῦτο τῷ πράγματι ὕστερον.

Ὁσαχῶς δὲ τὸ πρότερον, τοσαυταχῶς καὶ τὸ ὕστερον. Τὸ δὲ πρότερον καὶ τὸ ὕστερον καὶ τὸ μᾶλλον καὶ ἧττον οὔκ εἰσι τῶν ὁμωνύμων ἀλλὰ τῶν ἀφ᾽ ἑνός.

Περὶ τοῦ ἅμα. Ἅμα λέγεται κυρίως μέν, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ, οἷον δύο τινὲς ἐγεννήθησαν ἐν τῇ αὐτῇ ῥοπῇ. Οὗτος ὁ τρόπος ἀντίκειται τῷ πρώτῳ τρόπῳ τῶν σημαινομένων τοῦ προτέρου. Δεύτερον σημαινόμενον τῶν ἅμα τὰ ἀλλήλοις συνυπάρχοντα καὶ μὴ ὄντα ἕτερον ἑτέρου αἴτιον ἢ αἰτιατὸν ὡς τὸ διπλάσιον καὶ τὸ ἥμισυ· ἅμα γὰρ συνυπάρχουσι καὶ συναναιροῦσιν ἄλληλα καὶ συνεισφέρουσιν. Οὗτος δὲ ὁ τρόπος ἀντίκειται τῷ δευτέρῳ καὶ τῷ πέμπτῳ τρόπῳ τοῦ προτέρου· ἐν μὲν γὰρ τῷ δευτέρῳ οὐ συνεισάγουσιν οὐδὲ συναναιροῦσιν ἄλληλα, ἐν δὲ τῷ πέμπτῳ τὸ μὲν αἴτιον, τὸ δὲ αἰτιατόν. Τρίτον σημαινόμενον τῶν ἅμα τὰ ἀντιδιῃρημένα εἴδη· ἀντιδιῃρημένα δὲ εἴδη λέγεται τὰ ἐκ τῆς αὐτῆς διαιρέσεως κατενεχθέντα οἷον τὸ λογικὸν καὶ τὸ ἄλογον ἐκ τοῦ ζῴου. Οὗτος δὲ ὁ τρόπος ἀντίκειται τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ σχεδὸν τοῖς ἄλλοις τρισί.

Περὶ κινήσεως. Κίνησίς ἐστιν ἐντελέχεια τοῦ δυνάμει, καθὸ τοιοῦτόν ἐστιν, οἷον ὁ χαλκὸς δυνάμει ἐστὶν ἀνδριάς· δύναται γὰρ ὁ χαλκὸς ἀπολαβεῖν τὸ εἶδος τοῦ ἀνδριάντος. Ἐντελέχεια οὖν ἐστι τοῦ χαλκοῦ τοῦ δυνάμει ὄντος ἀνδριάντος τὸ διαλύεσθαι, τὸ διαπλάττεσθαι, τὸ διαξέεσθαι, ἅπερ εἰσὶ κινήσεις. Ἐν ὅσαις οὖν κατηγορίαις θεωρεῖται τὸ δυνάμει, ἐν ταύταις θεωρηθήσεται ἡ κίνησις· ἐν ὅσαις δὲ οὐ θεωρεῖται τὸ δυνάμει, οὐδὲ ἡ κίνησις θεωρηθήσεται. Θεωρεῖται οὖν ἐν τῇ οὐσίᾳ, ἐν τῷ ποσῷ, ἐν τῷ ποιῷ, ἐν τῇ ποῦ κατηγορίᾳ. Ἐν μὲν τῇ οὐσίᾳ γένεσις καὶ φθορά, ἐν δὲ τῷ ποσῷ αὔξησις καὶ μείωσις, ἐν δὲ τῷ ποιῷ ἀλλοίωσις, ἐν δὲ τῇ ποῦ τὸ κύκλῳ φερόμενον, ὅπερ καλεῖται περιφορά, καὶ τὸ ἐπ᾽ εὐθείας κινούμενον, ὅπερ λέγεται ἐπ᾽ εὐθείας κίνησις. Τῆς δὲ ἐπ᾽ εὐθείας κινήσεως διαφοραί εἰσιν ἕξ· τὸ ἄνω, τὸ κάτω, τὸ ἔσω, τὸ ἔξω, τὸ δεξιά, τὸ ἀριστερά.

Διὸ μετὰ τῆς περιφορᾶς ἑπτὰ τοπικαὶ κινήσεις εἰσί· πᾶν γὰρ μεταβαλλόμενον ἢ καθ᾽ αὑτὸ μεταβάλλεται ἢ κατά τι τῶν ἐν αὐτῷ ἢ κατά τι τῶν περὶ αὐτό· καὶ εἰ μὲν καθ᾽ αὑτό, ποιεῖ γένεσιν καὶ φθοράν· εἰ δὲ κατά τι τῶν ἐν αὐτῷ ἢ κατὰ τὸ ποσόν, καὶ ποιεῖ αὔξησιν καὶ μείωσιν, ἢ κατὰ τὸ ποιόν, καὶ ποιεῖ ἀλλοίωσιν· εἰ δὲ κατὰ τὸ περὶ αὐτό, ποιεῖ τὴν κατὰ τόπον μεταβολήν· ὁ γὰρ τόπος οὔτε αὐτό ἐστι κινούμενον οὔτε τι τῶν ἐν αὐτῷ, ἀλλὰ τοῖς κινουμένοις παρέπεται καὶ περὶ τὰ κινούμενά ἐστι.

Διαφέρει δὲ γένεσις καὶ φθορά· γένεσις μὲν γάρ ἐστιν ἡ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πρόοδος· ὅπερ γὰρ οὐκ ἦν πρότερον, τοῦτο γίνεται. Ἡ δὲ φθορὰ τὸ ἀνάπαλιν ἀπὸ τοῦ ὄντος ἐπὶ τὸ μὴ εἶναι μεταβολή. — αὔξησις δὲ καὶ μείωσις· αὔξησις μὲν γάρ ἐστιν ἡ ἐπὶ τὸ μεῖζον κίνησις· μείωσις δὲ ἡ ἐπὶ τὸ ἔλαττον. —ἐν δὲ τῇ ἀλλοιώσει πάλιν τὰ ἀντικείμενα πάθη, θερμότης ψύξει, τῷ λευκῷ τὸ μέλαν. Ἀντίκειται τοίνυν τῇ μὲν γενέσει φθορά, τῇ δὲ αὐξήσει μείωσις, τῇ δὲ ἀλλοιώσει τὸ ἀντικείμενον καὶ ἡ ἠρεμία. Ἀντικείμενον μὲν θερμάνσει ψύξις ἠρεμία τε· ὅταν γὰρ λάβῃ πέρας τὸ θερμαινόμενον καὶ ἔλθῃ ἐπὶ τὴν ἄκραν θερμότητα, ἠρεμεῖ καὶ παύεται τοῦ θερμαίνεσθαι. Οὕτω καὶ τῇ κατὰ τόπον μεταβολῇ καὶ ἡ ἐναντία κίνησις ἀντίκειται καὶ ἡ ἠρεμία, ἐναντία μέν, ὡς ἡ ἄνω κίνησις τῇ κάτω ἠρεμίᾳ τε· ἐὰν γὰρ βῶλον ῥίψῃ τις ἐπὶ τὰ ἄνω, οὐ πρότερον ἐπὶ τὰ κάτω κινηθήσεται, πρὶν ἠρεμία τις γένηται. Τῇ δὲ οὐρανίᾳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις. Δοκεῖ δὲ ἡ ἀλλοίωσις παρέπεσθαι ταῖς λοιπαῖς κινήσεσι· καὶ γὰρ καὶ τὸ γινόμενον καὶ τὸ φθειρόμενον καὶ τὸ αὐξάνον καὶ τὸ μειούμενον καὶ τὸ κινούμενον κατὰ τόπον πάντως ἀλλοιοῦται.

Ἐπὶ δὲ τῶν φυσικῶν κινήσεων, εἰ καὶ εὑρίσκομεν παρεπομένην τὴν ἀλλοίωσιν ταῖς λοιπαῖς κινήσεσιν, ὅμως ἐνδέχεται ἀλλοιοῦσθαι μέν, μὴ μέντοι δὲ κινεῖσθαι καθ᾽ ἑτέραν κίνησιν, ὡς ἐπὶ λίθου· οὗτος γὰρ θερμαίνεται καὶ ψύχεται καὶ οὔτε αὔξει οὔτε γίνεται· καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. Ὥστε εἰ καὶ παρέπεται ἀλλοίωσις ταῖς λοιπαῖς κινήσεσιν, ὅμως ἐνδέχεται καθ᾽ αὑτὴν θεωρεῖσθαι· ὅθεν ὁμολογεῖται αὐτῶν τὸ διάφορον.

Κίνησιν δὲ λέγει Ἀριστοτέλης τὴν μεταβολήν. Ἐν γὰρ τῷ πέμπτῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως ἀπέδειξεν, ὅτι γένεσις καὶ φθορὰ μεταβολαὶ μέν εἰσι, κινήσεις δὲ οὔκ εἰσι, διότι ἡ κίνησις σῳζομένου τοῦ πράγματος γίνεται. Εἰ δὲ καὶ τῇ ἀλλοιώσει καὶ τῇ κατὰ τόπον μεταβολῇ ἔφημεν δύο ἐναντία εἶναι, τήν τε κίνησιν καὶ τὴν ἠρεμίαν, ἰστέον, ὡς οὐκ ἀδύνατον κατ᾽ ἄλλο καὶ ἄλλο δύο ἑνὶ εἶναι ἐναντία· ἠρεμία μὲν γὰρ ὡς λῆξις καὶ στέρησις, ἡ δὲ ἀντικειμένη κυρίως ὡς θερμάνσει ψύξις.

Περὶ τοῦ ἔχειν. Τὸ ἔχειν κατὰ ὀκτὼ τρόπους λέγεται· —ἢ γὰρ ὡς ἕξιν ἢ διάθεσιν ἢ ἄλλην ποιότητα· λεγόμεθα γὰρ ἔχειν ἐπιστήμην καὶ ἀρετήν. —ἢ ὡς ποσόν· λέγεται γὰρ τρίπηχυ μέγεθος ἔχειν τὸ ξύλον. —ἢ ὡς οὐσίαν περὶ οὐσίαν, ὅπερ ἐστὶ γενικώτατον γένος. Τοῦτο δέ—ἢ περὶ ὅλον τὸ σῶμα ὡς χιτών—ἢ περί τι μέρος ὡς δακτύλιος ἐν δακτύλῳ—ἢ ὡς μέρος ἐν ὅλῳ· λεγόμεθα γὰρ ἔχειν χεῖρα· —ἢ ὡς ἐν ἀγγείῳ, ὡς λέγομεν οἶνον ἔχειν τὸ κεράμιον, —ἢ ὡς κτῆμα· λεγόμεθα γὰρ οἰκίαν ἔχειν ἢ ἀγρόν, λεγόμεθα δὲ καὶ γυναῖκα ἔχειν, καὶ ἡ γυνὴ ἄνδρα ἔχειν. Ἔοικε δὲ οὗτος ὁ τρόπος ἀλλότριος εἶναι τοῦ ἔχειν, ἐπειδὴ ἀντιστρέφει· οὐδὲν γὰρ μᾶλλον σημαίνει ἔχειν τὸν ἄνδρα γυναῖκα ἢ τὴν γυναῖκα ἄνδρα, οὐδὲ γὰρ ἕτερον ἑτέρου ἐπικρατεῖ, ἀλλ᾽ ἴσως καὶ ἀδιαφόρως ἔχουσιν. Εἰ δὲ καὶ ὁ κτήτωρ ἔχει κτῆμα καὶ τὸ κτῆμα κτήτορα καὶ ἀντιστρέφει, ἀλλ᾽ οὐχ ὡς ἀνὴρ γυναῖκα καὶ γυνὴ ἄνδρα· ὁ γὰρ κτήτωρ αὐτοκρατὲς καὶ κυριώτατόν ἐστι τοῦ κτήματος, καὶ διὰ τοῦτο μᾶλλον ὁ μὲν κτήτωρ ἔχειν λέγεται, τὸ δὲ κτῆμα ἔχεσθαι. Δῆλον δέ, ὅτι τὸ ἔχειν τῶν ὁμωνύμων ἐστί.

Τινὲς τὰς αὐτὰς διαφορὰς λέγουσι τοῦ ἔχειν, ὅσας καὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν· ὡς γὰρ τὰ ποιοῦντα καὶ πάσχοντα ἢ ἔμψυχά ἐστιν ἢ ἄψυχα, οὕτω καὶ ἐνταῦθα ἢ ἔμψυχόν ἐστι τὸ ἔχον καὶ τὸ ἐχόμενον ἢ ἄψυχον. Πῶς οὖν τῶν διαφόρων γενῶν αἱ αὐταὶ διαφοραὶ ἔσονται;

Ἀλλ᾽ ἔστιν εἰπεῖν, ὅτι τὸ ἔχον ἢ περὶ ὅλον τὸ σῶμά ἐστιν ἢ περὶ μέρος, καὶ πάλιν τοῦτο ἢ ἀμυντήριόν ἐστιν ἢ κόσμος.