Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Διάλογος Χριστιανοῦ καὶ Σαρακηνοῦ
Η σάρκωση του Λόγου και η υποστατική ένωση
Εξήγηση του μυστηρίου της καθόδου του Θεού Λόγου, της ενανθρώπησης και της λειτουργίας των δύο φύσεων στο πρόσωπο του Χριστού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η σάρκωση του Λόγου και η υποστατική ένωση
Εξήγηση του μυστηρίου της καθόδου του Θεού Λόγου, της ενανθρώπησης και της λειτουργίας των δύο φύσεων στο πρόσωπο του Χριστού.
Καὶ ἐάν σοι εἴπῃ ὁ Σαρακηνός· Πῶς κατῆλθεν ὁ θεὸς εἰς κοιλίαν γυναικός; εἰπὲ αὐτῷ· Χρησώμεθα τῇ γραφῇ σου καὶ τῇ γραφῇ μου· ἡ γραφή σου λέγει, ὅτι προεκάθηρεν ὁ θεὸς τὴν παρθένον Μαρίαν ὑπὲρ πᾶσαν σάρκα γυναικός, καὶ κατέβη τὸ πνεῦμα τοῦ θεοῦ καὶ ὁ λόγος εἰς αὐτήν, καὶ τὸ εὐαγγέλιόν μου λέγει· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.» Ἰδοὺ μία φωνὴ ἀμφοτέρων τῶν λέξεων καὶ ἓν νόημα. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι πρὸς τὴν ἡμετέραν ἰδιότητα λέγει ἡ γραφὴ κατάβασιν θεοῦ καὶ ἀνάβασιν τροπολογικῶς καὶ οὐ κυριολογικῶς· κυρίως γὰρ κατάβασις καὶ ἀνάβασις ἐπὶ σωμάτων λέγεται κατὰ φιλοσόφους, ὁ δὲ θεὸς τὰ πάντα περιέχει καὶ οὐ περιέχεται ὑπό τινος τόπου. Ἔφη γάρ τις τῶν προφητῶν· «Τίς ἐμέτρησε τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ τῆς θαλάσσης καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί;» Καὶ ὅλως, πάντα τὰ ὕδατα ὑπὸ χειρῶν εἰσιν τοῦ θεοῦ καὶ πᾶς ὁ οὐρανὸς σπιθαμὴ καὶ πᾶσα ἡ γῆ δράξ. Πῶς ἐνδέχεται αὐτὸς ἐν ἰδίᾳ χειρὶ τῇ κατεχούσῃ τὰ πάντα καταβῆναι καὶ ἀναβῆναι;
Ἐὰν ἐρωτήσῃ σε ὁ Σαρακηνὸς λέγων· Καὶ εἰ θεὸς ἦν ὁ Χριστός, πῶς ἔφαγεν καὶ ἔπιεν καὶ ὕπνωσεν καὶ τὰ ἑξῆς; εἰπὲ αὐτῷ, ὅτι ὁ προαιώνιος λόγος τοῦ θεοῦ ὁ κτίσας τὰ σύμπαντα, καθὼς μαρτυρεῖ ἡ γραφή μου καὶ ἡ γραφή σου, αὐτὸς ἔκτισεν ἐκ τῆς σαρκὸς τῆς ἁγίας παρθένου Μαρίας ἄνθρωπον τέλειον ἔμψυχον καὶ ἔννουν· ἐκεῖνος ἔφαγεν καὶ ἔπιεν καὶ ὕπνωσεν, ὁ δὲ λόγος τοῦ θεοῦ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν οὐδὲ ὕπνωσεν οὐδὲ ἐσταυρώθη οὐδὲ ἀπέθανεν, ἀλλ᾽ ἡ ἁγία σάρξ, ἣν ἔλαβεν ἐκ τῆς ἁγίας παρθένου, ἐκείνη ἐσταυρώθη. Γίνωσκε δέ, ὅτι ὁ Χριστὸς διπλοῦς μὲν λέγεται ταῖς φύσεσιν, εἷς δὲ τῇ ὑποστάσει. Εἷς γάρ ἐστιν ὁ προαιώνιος λόγος τοῦ θεοῦ καὶ μετὰ τὴν πρόσληψιν τῆς σαρκὸς ὑποστατικῶς ἤτοι προσωπικῶς καὶ οὐ φυσικῶς· οὐ γὰρ προσετέθη τῇ τριάδι τέταρτον πρόσωπον μετὰ τὴν ἀπόρρητον ἕνωσιν τῆς σαρκός.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.