Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Διάλογος Χριστιανοῦ καὶ Σαρακηνοῦ

Ἰωάννης ὁ Δαμασκηνός

Θεία πρόγνωση, χάρις και ανοχή του πάθους

Ερμηνεία της θείας εκλογής και του βαπτίσματος των προ Χριστού αγίων, καθώς και διάκριση μεταξύ του ενεργού θελήματος και της παραχώρησης του Θεού ως προς τη σταύρωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 5

Ὁ δὲ Σαρακηνός· Καὶ πῶς φησιν ὁ θεὸς πρὸς Ἰερεμίαν· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ ἐκ μήτρας ἡγίακά σε;» Ὁ Χριστιανός· Παντὸς ἀνδρὸς ἐν κοιλίᾳ ἔπλασεν ὁ θεὸς τὴν ἔμψυχον καὶ σπερματικὴν δύναμιν ἀπὸ Ἀδὰμ καὶ καθεξῆς. Ἀδὰμ γὰρ ἐν κοιλίᾳ ἔχων τὸν Σὴθ ἐγέννησεν, ὡς προεῖπον, καὶ Σὴθ τὸν Ἐνώς, καὶ ἕκαστος ἄνθρωπος προέχων ἐν τῇ κοιλίᾳ αὐτοῦ υἱὸν καὶ ὁ υἱὸς ἐγέννησε καὶ γεννᾷ μέχρι τοῦ παρόντος. Τὸ δὲ «ἐκ μήτρας ἡγίακά σε» νόησον τὴν ὄντως γεννῶσαν τὰ τέκνα τοῦ θεοῦ κατὰ τὴν μαρτυρίαν τοῦ ἁγίου εὐαγγελίου· «ὅσοι γὰρ ἔλαβον αὐτόν, φησίν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος ἀνδρὸς οὐδὲ ἐκ θελήματος σαρκός, ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν» διὰ τοῦ βαπτίσματος.

Ὁ δὲ ἐναντίος· Καὶ ἦν πρὸ Χριστοῦ βάπτισμα; Ὁ γὰρ Ἰερεμίας πρὸ Χριστοῦ γεννᾶται. Ὁ Χριστιανός· Ἦν κατὰ τὴν μαρτυρίαν τοῦ ἁγίου ἀποστόλου φάσκοντος, ὅτι οἱ μὲν διὰ νεφέλης, οἱ δὲ διὰ θαλάσσης ἐβαπτίσθησαν. Καὶ ὁ κύριος ἐν εὐαγγελίοις φησίν· «Ἐὰν μή τις γεννηθῇ δι᾽ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Ὥστε ὁ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ λοιποὶ πρὸ Χριστοῦ ἅγιοι εἰσερχόμενοι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν προεβαπτίσθησαν, ἐπεὶ κατὰ τὴν μαρτυρίαν τοῦ Χριστοῦ, εἰ μὴ ἐβαπτίσθησαν, οὐκ ἂν ἐσῴζοντο.

Μαρτυρεῖ δὲ τὸ πνεῦμα τὸ ἅγιον λέγον· «Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας», τουτέστι τῆς τοῦ βαπτίσματος. Χάριν τούτου ὁμολογοῦμεν, ὅτι πάντες οἱ σωθέντες καὶ οἱ σῳζόμενοι διὰ βαπτίσματος ἐσώθησαν καὶ σῴζονται χάριτι θεοῦ.

Ὁ Σαρακηνός· Τὸν ποιοῦντα τὸ θέλημα αὐτοῦ τοῦ θεοῦ καλὸν εἶναι λέγεις ἢ κακόν; Γνοὺς δὲ τὴν πανουργίαν αὐτοῦ ὁ Χριστιανὸς ἔφη· Ὃ θέλεις εἰπεῖν, ἐπίσταμαι. Ὁ Σαρακηνός· Φανέρωσόν μοι αὐτό. Ὁ Χριστιανός· Εἰπεῖν θέλεις, ὅτι ὁ Χριστὸς θέλων ἔπαθεν ἢ μὴ θέλων;

Καὶ ἐάν σοι εἴπω· Θέλων ἔπαθεν, ἵνα μοι εἴπῃς· Ἄπελθε λοιπόν, προσκύνησον τοὺς Ἰουδαίους, διότι τὸ θέλημα τοῦ θεοῦ σου ἐποίησαν. Ὁ Σαρακηνός· Οὕτως, φησί, σοὶ ἤθελον εἰπεῖν· εἰ ἔστι σοι λόγος, ἀποκρίθητί μοι. Ὁ Χριστιανός· Ὅ τι σὺ λέγεις θέλημα εἶναι, ἐγὼ λέγω ἀνοχὴν καὶ μακροθυμίαν. Ὁ Σαρακηνός· Πόθεν δύνῃ τοῦτο παραστῆσαι; Ὁ Χριστιανός· Διὰ πράγματος· διὸ καθημένου ἐμοῦ καὶ σοῦ ἢ ἱσταμένου δύναταί τις ἐξ ἡμῶν ἄνευ τῆς ἐξουσίας καὶ δεσποτείας τοῦ θεοῦ ἀναστῆναι ἢ κινηθῆναι; Καὶ ὁ Σαρακηνός· Οὔ. Ὁ Χριστιανός· Τοῦ θεοῦ εἰπόντος· «Μὴ κλέψῃς, μὴ πορνεύσῃς, μὴ φονεύσῃς», θέλει, ἵνα κλέψωμεν καὶ πορνεύσωμεν καὶ φονεύσωμεν; Ὁ Σαρακηνός· Οὐχί· εἰ γὰρ ἤθελεν, οὐκ ἂν εἶπεν· «Μὴ κλέψῃς, μὴ πορνεύσῃς, μὴ φονεύσῃς.» Ὁ Χριστιανός· Δόξα τῷ θεῷ, ὅτι σὺ ὡμολόγησας λέγων, ἃ θέλω εἰπεῖν. Ἰδοὺ συνέθου μοι, ὅτι οὐδεὶς ἐξ ἡμῶν ἄνευ τοῦ θεοῦ δύναται ἀναστῆναι ἢ κινηθῆναι καὶ ὅτι οὐ θέλει ὁ θεός, ἵνα κλέπτωμεν ἢ πορνεύωμεν. Ἐὰν ἄρτι ἀναστὰς ἀπέλθω καὶ κλέψω ἢ πορνεύσω, τί αὐτὸ λέγεις θέλημα θεοῦ ἢ συγχώρησιν καὶ ἀνοχὴν καὶ μακροθυμίαν;

Ὁ Σαρακηνὸς νοήσας καὶ θαυμάσας ἔφη· Ἀληθῶς, οὕτως ἔχει. Ὁ Χριστιανός· Νόησον καὶ τοῦτο, ὅτι δυναμένου τοῦ θεοῦ πατάξαι ἀνεχώρησεν πρὸς τὸ παρόν, τουτέστιν ἐμακροθύμησεν ἐπὶ τὴν ἁμαρτίαν. Ἀλλ᾽ ὅταν θέλῃ, ἂν οὐ μετανοήσω, ἀποδίδωσί μοι, καθάπερ καὶ τοῖς Ἰουδαίοις ἐποίησεν. Μετὰ γὰρ ἔτη ὀλίγα ἀνέστησεν κατ᾽ αὐτῶν τὸν Τίτον καὶ Οὐεσπασιανὸν καὶ τοὺς Ἕλληνας καὶ καθεῖλεν τὰ φρυάγματα αὐτῶν.