Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰ βαΐα

Ἰωάννης ὁ Δαμασκηνός

Προοίμιο της εορτής των Βαΐων

Εισαγωγή στην πανήγυρη των Βαΐων και προτροπή προς τους πιστούς για πνευματική ετοιμασία και υποδοχή του Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 9

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου μοναχοῦ τοῦ Δαμασκηνοῦ λόγος εἰς τὰ βαΐα Φαιδρὰ μὲν ἡ παροῦσα ἑορτὴ καὶ πανήγυρις καὶ εὐφροσύνης ἀνάμεστος—βασιλικὴ γὰρ ἐπιδημία πάρεστι σήμερον—καὶ δορυφορία τιμία προευτρεπίζεται καὶ προφητικὴ φωνὴ ἀνακηρύττεται εὐφραίνεσθαι τὴν Ἱερουσαλὴμ παρασκευάζουσα καὶ χορεύειν τὴν Σιών, κατατέρπεσθαι ἐξ ὅλης καρδίας τῇ εἰσόδῳ τοῦ βασιλέως καὶ χαίρειν σφόδρα καὶ ἀγάλλεσθαι τῇ αὐτοῦ παρουσίᾳ. Διὸ δὴ καὶ ἡμεῖς ταύτην τὴν χαρὰν ἀναλαβόντες τὰ εἰκότα τῇ ἑορτῇ συνεορτάσωμεν καὶ περιλαμφθέντες τῇ διανοίᾳ τὸν τῆς δικαιοσύνης ἥλιον ἐν ἑτοιμασίᾳ καρδίας καὶ ὠσὶν εὐηκόοις Χριστὸν ὑποδεξώμεθα πρὸς τὸ πάθος ἐρχόμενον· ἰδοὺ γὰρ ἔρχεται, ἰδοὺ ἥκει, ἰδοὺ παραγέγονεν πρᾷος καὶ ἐπιβεβηκὼς ἐπὶ πώλου ὄνου.

Ὅθεν πάντες αὐτὸν προϋπαντήσωμεν χαρμονικῶς ἐκγεραίροντες. Καὶ εἰ μὲν νενεκρωμένοι ἦμεν τοῖς παραπτώμασι καὶ ταῖς σειραῖς τῶν ἁμαρτιῶν τυγχάνομεν συνδεδεμένοι καὶ ὀδωδότες τοῖς ἕλκεσι τῶν ἐγκλημάτων, προαποστείλωμεν τὰς ἡμῶν συγγενεῖς πρὸς ἱκεσίαν, τὴν τῆς μετανοίας ὑπογραμμὸν Μάρθαν καὶ Μαρίαν τὴν ὑποτύπωσιν τῆς ταπεινώσεως καὶ τῆς πίστεως ζῆλον, καὶ οὕτω λαμπρῶς ὡς ὁ Λάζαρος τῇ αὐτοῦ παρουσίᾳ πάντα ἀποσεισάμενοι πρὸς ὑπάντησιν καὶ δεῖπνον τοῦ Ἰησοῦ ἑτοιμασθῶμεν. Εἰ δὲ γηραιοὶ τῇ κακίᾳ ὡς οἱ Φαρισαῖοι διακείμεθα, τὸ ἄκακον τῶν νηπίων ἀναλαβόντες πρὸς εὐφημίαν τὰ χείλη κινήσωμεν καὶ πάντα ζῆλον καὶ φθόνον ἀποσοβησόμενοι πᾶσαν κακίας κουφότητα ἀπορρίψωμεν καὶ καθαροὶ τῷ καθαροτάτῳ φωτὶ πλησιάσαντες τὸν τῆς σωτηρίας ἡμῶν δεσπότην ὑποδεξώμεθα καὶ ὡς νικητῇ καὶ λυτρωτῇ ἡμῶν τὴν τῶν παίδων ᾠδὴν ἐκβοήσωμεν· «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου,» λῦσαι ἡμᾶς ἐκ τῆς ἀρᾶς καὶ λύπης τοῦ προπάτορος. Εὐλογημένος ὁ χαρὰν ἀντὶ λύπης ἡμῖν δωρησάμενος.