Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰ βαΐα
Η άλειψη με το μύρο στη Βηθανία και η φιλαργυρία του Ιούδα
Ερμηνεία της προσφοράς του πολύτιμου μύρου από τη Μαρία ως προτύπωση της ταφής του Χριστού και ο έλεγχος της φιλαργυρίας του Ιούδα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η άλειψη με το μύρο στη Βηθανία και η φιλαργυρία του Ιούδα
Ερμηνεία της προσφοράς του πολύτιμου μύρου από τη Μαρία ως προτύπωση της ταφής του Χριστού και ο έλεγχος της φιλαργυρίας του Ιούδα.
Εἶτα τί οὖν ὁ εὐαγγελιστής, τί μετ’ ὀλίγον φαίη; «Ἰησοῦς οὖν οὐκέτι παρρησίᾳ,» φησί, «περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλ’ ἀπῆλθεν ἐγγὺς τῆς ἐρήμου καὶ ἐκεῖ διέτριβε μετὰ τῶν μαθητῶν.» Ἐντεῦθεν οὖν δῆλον, ὅτι οὐκ εὐθὺς καὶ παραυτὰ μετὰ τὴν τοῦ Λαζάρου ἔγερσιν ἐν Ἱεροσολύμοις καὶ ὑπὸ παίδων εὐφημίζεται, ἀλλὰ διάστημα χρόνου ἡμερῶν τὴν παριππασίαν διέστησεν· διὸ καὶ τῆς ἑορτῆς κατεπειγούσης παραγέγονεν, ὡς αὐτὸς ὁ εὐαγγελιστὴς ἐκδιδάσκει. «Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν.» Ὅρα μοι τῆς ὑπερβαλούσης εὐσπλαγχνίας τὸ μέγεθος καὶ τοῦ μυστηρίου τὸ πέρας. «Πρὸ ἓξ ἡμερῶν,» φησί, «τοῦ πάσχα·» οὐχ ἁπλῶς οὐδέ, ὡς ἔτυχε, τοῦτο τέθεικεν ὁ εὐαγγελιστής, ἀλλὰ καὶ μάλα εἰκότως· πρὸ ἓξ γὰρ ἡμερῶν τῆς τελευτῆς τοῦ πάσχα ἤγουν αὐτοῦ τοῦ ἀμνοῦ τοῦ μέλλοντος τυθῆναι ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς ἦλθεν Ἰησοῦς, ὁ αὐτὸς ἀμνός, ἵνα φάγῃ τὸ ἱερὸν δεῖπνον.
Καὶ ποῦ, φησίν, ἦλθεν; «Εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν,» ὅπου ὁ φθόνος προέκειτο, ὅπου ὁ διάβολος τὸ κέντρον εἴληφεν, ὅπου ὁ ᾅδης τὴν κλοπὴν ὑπέδυ, ὅπου ὁ θάνατος τὴν αἰχμαλωσίαν πέπονθε, ὅπου ὁ Ἰούδας τὸν δόλον καὶ τὸ νόσημα τῆς φιλαργυρίας ἐκφαίνει καὶ τὸν διάβολον εἰσοικίζεται. Ἐκεῖ ἔρχεται ὁ Ἰησοῦς, ἵνα τῆς ταφῆς προλάβῃ τὰ ἀρώματα.
Εἶτα «ἐποίησαν αὐτῷ δεῖπνον,» εὐτρέπισαν τὸ δίφρον καὶ τῆς μυσταγωγίας προεσήμαναν τὸ πέρας καὶ χάριν ἐπιτάφιον καὶ ἀνταμοιβὴν τῆς ἐγέρσεως τῷ ζωαρχικῷ Χριστῷ προσένειμαν. «Ἡ γὰρ Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.» Ἀκριβῆ τὴν ἀπόδειξιν ὁ εὐαγγελιστὴς τέθεικε τὴν τοῦ μυρεψικοῦ νάρδου πιστικωτάτην πολυτιμίαν, ὡς καὶ τὸν οἶκον ἐκπληροῦν τῆς εὐωδίας· τοῖς γὰρ ποσὶ τοῦ ἀθανάτου μύρου τὸ αἰσθητικὸν ἐπιχέουσα ἡ πιστοτάτη γυνὴ προσημαίνουσα, ὅτι αὐτοὶ οἱ πόδες καταπατήσουσιν ἐν τῷ ᾅδῃ τὴν τοῦ δράκοντος κεφαλὴν καὶ τὰς πύλας συνθλάσουσιν ἐν τῇ ἡμέρᾳ τοῦ πάσχα.
Ἄμοιρος ὢν ὁ Ἰούδας τῶν πνευματικῶν αἰσθητηρίων τὴν ὄσφρησιν μὴ ἰσχύσας ἀγαγεῖν, τὴν δωρεὰν τοῦ ἐμβατεύοντος ἐν ταῖς καρδίαις καὶ ἁγιάζοντος μύρου Χριστοῦ ἀναφανδὸν τὴν νενοσηκυῖαν προὔθηκεν ἐν σκήψει εἰπών· «Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη διακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;» Ἀληθῶς, ὡς εἴρηκας, ὦ βασκαινότατε τῶν μαθητῶν καὶ ἀθλιώτατε τῶν γηγενῶν· πτωχοῖς γὰρ δέδοται ἡ τιμὴ τοῦ μύρου τοῦ ἀθανάτου. Τὸ γὰρ γλωσσόκομον τῶν βαλλομένων ἐν σοὶ ὑπερπλεονάσαν ὁ τῆς φιλαργυρίας ἔρως οὐ τριακοσίων μόνον δηναρίων πωλεῖ, τὸ ἀτίμητον μύρον, ἀλλὰ καὶ τριάκοντα ἀργυρίοις τοῦτο πεπρακέναι ἀπηυτομόλησας. Διὸ καὶ τοῖς πενομένοις ἡμῖν καὶ ἐνδεομένοις ἐλέους τὸ πεπραμένον παρὰ σοῦ μύρον ἀποδοθὲν πλουτισμὸν ἡμῖν σωτηρίας παρέσχε καὶ ἀδαπάνητον θησαυρὸν ἐναπέθετο καὶ σὲ μὲν τυχὸν τῷ πυρὶ ἐκείνῳ παρέπεμψεν, ἡμᾶς δὲ τοὺς ὠνησαμένους αὐτὸν καὶ συνταφέντας διὰ τοῦ βαπτίσματος ἁγιάσας τῷ μύρῳ τῆς χάριτος ὄλβον ἀφθαρσίας ἀπένειμεν.
Ἄμοιρος δὲ ὢν ὁ Ἰούδας τῶν πνευματικῶν αἰσθητηρίων καὶ μὴ ἰσχύσας ἀγαγεῖν τὴν δωρεὰν τοῦ ἐμβατεύοντος ἐν ταῖς καρδίαις καὶ ἁγιάζοντος μύρου Χριστοῦ ἀναφανδὸν τὴν ἰδίαν τῆς ψυχῆς αὐτοῦ νόσον μεθ’ ὑποκρίσεως προὔθηκεν εἰπών· «Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη διακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;» Ἀληθῶς εἴρηκας, ὦ βασκανίας μεστὲ μαθητά, ὦ πάντων ἀνδρῶν ἀθλιώτατε· πτωχοῖς γὰρ δίδοται ἡ τιμὴ τοῦ μύρου τοῦ ἀθανάτου· τὸ γὰρ γλωσσόκομον τῶν βαλλομένων ἐν σοὶ ὑπερπλεονάσαν ὁ τῆς φιλαργυρίας ἔρως οὐ τριακοσίων μόνον δηναρίων, τὸ ἀτίμητον μύρον, πωλεῖ, ἀλλὰ καὶ τριάκοντα ἀργυρίων τοῦτο πεπρακέναι ἀπηυτομόλησε. Διὸ καὶ τοῖς πενομένοις ἡμῖν καὶ δεομένοις ἐλέους τὸ πεπραμένον μύρον παρὰ τοῦ προδότου ἀποδοθὲν πλουτισμὸν ἡμῖν σωτηρίας παρέσχε καὶ ἀδαπάνητον θησαυρὸν ἐναπέθετο κἀκεῖνον, τὸν Ἰούδαν φημί, τῷ πυρὶ τῷ αἰωνίῳ παρέπεμψεν, ἡμᾶς δὲ τοὺς ὠνησαμένους αὐτὸν καὶ διὰ τοῦ βαπτίσματος συνταφέντας αὐτῷ ἁγιάσας ὁ πραθεὶς δι’ ἡμᾶς τῷ μύρῳ τῆς χάριτος ὄλβον ἀφθαρσίας ἀπένειμεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.