Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰ βαΐα
Η ανεύρεση και η ερμηνεία της όνου και του πώλου
Ιστορική και αναγωγική προσέγγιση της αποστολής των μαθητών για την εύρεση των υποζυγίων, τα οποία συμβολίζουν την παλαιά συναγωγή και τον νέο λαό των εθνών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ανεύρεση και η ερμηνεία της όνου και του πώλου
Ιστορική και αναγωγική προσέγγιση της αποστολής των μαθητών για την εύρεση των υποζυγίων, τα οποία συμβολίζουν την παλαιά συναγωγή και τον νέο λαό των εθνών.
Ὅθεν οὖν, ὦ φιλόχριστον ἄθροισμα, ἵνα μὴ τούτου τοῖς λόγοις ἐνδιατρίψαντες χρονικῶς ἐμβατεύσωμεν, ἐπὶ τὰ πρόσω βαδιοῦμεν καὶ τὸ ἑξῆς τοῦ λόγου καταρξώμεθα καὶ ἐπὶ τὸν Ματθαῖον μετελθόντες εἴπωμεν· «Τότε ἀπέστειλεν ὁ Ἰησοῦς δύο τῶν μαθητῶν λέγων αὐτοῖς.» «Τότε.» Πότε φησί; Μετὰ τοῦ δείπνου τοῦ ἱεροῦ ἐκείνου, μετὰ τὴν ἔξοδον τοῦ οἴκου Λαζάρου, μετὰ τοῦ μύρου ἄλειψιν καὶ τῆς Βηθανίας τὴν κατάληψιν καὶ τῆς Βηθφαγῆς τὴν ἐγγυτάτην βάσιν.
Καὶ ποῦ αὐτοὺς πέπομφεν; Ὅρα μοι, ἀκροατά. «Πορεύεσθε,» φησίν, «εἰς τὴν κατέναντι κώμην καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες ἀγάγετέ μοι. Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε, ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει, εὐθέως ἀποστέλλει αὐτούς.» Ὁρᾷς τὴν ταχυτῆτα τοῦ φθέγματος καὶ τὴν ἀποστολὴν τοῦ πράγματος;
Ἀλλὰ φέρε, ὦ μοι φιλόχριστον ἄθροισμα, καὶ ἐπὶ τὸν ἄλλον εὐαγγελιστήν, τὸν Ματθαῖον, μεταβάντες τοῖς προειρημένοις τὰ ἑξῆς τοῦ λόγου συνάψωμεν. «Τότε,» φησίν, «ἀπέστειλεν ὁ Ἰησοῦς δύο τῶν μαθητῶν λέγων αὐτοῖς.» «Τότε.» Πότε; Μετὰ τὸ δεῖπνον ἐκεῖνο τὸ ἱερόν, μετὰ τὴν ἀπὸ τοῦ οἴκου τοῦ Λαζάρου ἔξοδον, μετὰ τὴν τοῦ μύρου ἀλοιφήν, μετὰ τὸ τὴν Βηθανίαν καταλαβεῖν καὶ τὴν γείτονα αὐτῆς Βηθφαγῆ.
Καὶ ποῦ, φησίν, τούτους ἀπέστειλε, ποῦ; Εἰς τὴν ἀπέναντι κώμην· «πορεύεσθε» γάρ, φησίν, «εἰς τὴν ἀπέναντι κώμην καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες ἀγάγετέ μοι. Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε, ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει, καὶ εὐθέως ἀποστέλλει αὐτούς.» Ὁρᾷς τὴν ταχυτῆτα τοῦ φθέγματος καὶ τὴν ἀποστολὴν τοῦ πράγματος; «Πορεύεσθε,» φησίν, «εἰς τὴν κατέναντι κώμην.» Εἰ μὲν θεωρητικῶς καὶ ἀναγωγητικῶς αὐτῷ νοητέον, «τύπος ἦν ἡ κατέναντι κώμη τοῦ παρόντος βίου· ἄντικρυς γὰρ ἦν καὶ οὐ πλησίον θεοῦ τυχὸν διὰ τὴν πεπτωκυῖαν εἰκόνα καὶ οὐδαμῶς ἐγειρομένην. Διό, ὅτε ἤγγισε πλησίον αὐτῆς τῆς κώμης Χριστὸς ὁ θεὸς διὰ ἐνσάρκου αὐτοῦ παρουσίας, τότε λοιπὸν ἀποστέλλει τὰς δύο διαθήκας, τήν τε παλαιὰν καὶ τὴν νέαν, τοῦ ἀγαγεῖν αὐτῷ τοὺς δύο λαούς, τὴν πεπαλαιωμένην ὄνον καὶ γεγηρακυῖαν συναγωγὴν τῶν Ἰουδαίων καὶ τὸν νέον καὶ ἀγύμναστον τῶν ἐθνῶν λαόν,» τοῦ πωλοδαμνῆσαι αὐτὸν τῇ τούτου παρουσίᾳ σφιξανήσαντος ἐπ’ αὐτὸν καὶ τῶν μαθητῶν ἐφαστροκότων τὰς ἐσθῆτας αὐτῶν τῇ διδασκαλικῇ τῶν ἐπενδύσεων γεγυμνασμένην διαγωγήν· αὐτοὶ γὰρ ἐπιστρώσαντες ἡμᾶς ὡς ἐσθῆτας λόγους διδασκαλίας καὶ ἐπιθήσαντες τὸ τῆς ἀφθαρσίας ἔνδυμα τοῦ βαπτίσματος.
Τότε καὶ Ἰησοῦς ἄνεισιν ἐφ’ ἡμᾶς καὶ ἐπανεπαύσατο, παραθήγοντος καὶ συνεπομένου ἡμῖν καὶ συμπαρομαρτοῦντος καὶ τῆς πεπαλαιωμένης συναγωγῆς.
Εἰ δὲ κατὰ ἀκολουθίαν ἐπιζητητέον τὴν ἀκρίβειαν τῶν γεγονότων· Ἀλλ’ εἰ μὲν ἀναγωγικῶς εἴτουν θεωρητικῶς ταῦτα δεῖ νοητέον, τύπον νοήσειεν ἄν τις «τὴν ἀπέναντι κώμην» τοῦ παρόντος βίου· ἄντικρυς γὰρ ἡμῶν καὶ οὐ πλησίον θεοῦ τυχὸν διὰ τὴν πεπτωκυῖαν εἰκόνα καὶ ἀναστῆναι μηδ’ ὁπωσοῦν δυναμένην. Διὸ καί, ὅτε ἤγγισεν πλησίον αὐτῆς τῆς κώμης Χριστὸς ὁ θεὸς διὰ τῆς ἐνσάρκου παρουσίας αὐτοῦ, τότε λοιπὸν ἀποστέλλει τὰς δύο διαθήκας, τήν τε παλαιὰν καὶ τὴν νέαν, τοῦ ἀγαγεῖν αὐτὸν τοὺς δύο λαοὺς δι’ αὐτῶν, τὴν πεπαλαιωμένην ὄνον καὶ γεγηρακυῖαν τῶν Ἰουδαίων συναγωγὴν καὶ τὸν νέον καὶ ἀγύμναστον λαὸν τῶν ἐθνῶν, τοῦ πωλοδαμνῆσαι αὐτόν, ὥστε τὸν Ἰησοῦν ἐπικαθεσθῆναι ἐπ’ αὐτόν. Οἱ γὰρ μαθηταὶ τοῦ Ἰησοῦ στρωννύουσιν ἡμᾶς ὡς ἐσθῆτας, λόγους διδασκαλίας ἐπιτιθέντες καὶ τὸ τῆς ἀφθαρσίας ἔνδυμα τοῦ ἁγίου βαπτίσματος ἡμᾶς ἐπενδύοντες. Καὶ τότε ἄνεισιν ὁ Ἰησοῦς ἐφ’ ἡμᾶς καὶ ἐπαναπαύεται ἀκολουθούσης τῆς ὄνου καὶ συμπαρομαρτούσης τουτέστι τῆς παλαιᾶς συναγωγῆς ἀπὸ ζήλου καί τινος παραθήξεως.
Εἰ μὲν οὖν ἀναγωγικῶς δεῖ νοεῖν, ὡς ἔφημεν, ταῦτα νοήσομεν· εἰ δὲ καὶ κατὰ ἀκολουθίαν δεῖ ζητεῖν τὴν τῶν γενομένων ἀκρίβειαν, οὕτω ζητήσομεν. Ἔστειλεν ὁ Ἰησοῦς δύο τῶν μαθητῶν αὐτοῦ, Ἰωάννην φημὶ καὶ Ἰάκωβον, εἰς τὴν κατέναντι κώμην. Κατέναντι γὰρ τῶν Αἰλιέων ἡ Βηθλεέμ· ἡ δὲ ἦν μεταξὺ Βηθλεὲμ καὶ Ναζαρέθ, ὡς ἐξ ἀρχῆς καὶ ἄνωθεν ἡμῖν παραδέδοται παρὰ ἱστορικοῖς ἀνδράσιν. Ἐν ταύτῃ οὖν τῇ κώμῃ πέπομφε τοὺς μαθητὰς ἀγαγεῖν τὸν πῶλον καὶ τὴν ὄνον. Ὁ δὲ κύριος αὐτῶν ἦν ὁ πατὴρ τῶν αὐτῶν μαθητῶν Ζεβεδαῖος. Τοῦτον καὶ τὴν πεῦσιν ποιήσαντα τὴν ἀνταπόκρισιν τοῖς μαθηταῖς ὁ Ἰησοῦς ἐντέταλκεν εἰπεῖν· «Ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει.» Ὅθεν ἀτάραχοι καὶ ἀθόρυβοι γεγαννυμένοι οἱ κύριοι τοῖς παισὶν ὡς οἰκείοις τὴν ὄνον προσένειμαν.
Ἀπέστειλεν ὁ Ἰησοῦς δύο τῶν μαθητῶν αὐτοῦ, τὸν Ἰωάννην καὶ τὸν Ἰάκωβον δηλονότι, εἰς τὴν ἀπέναντι κώμην. Ἀπέναντι γὰρ τῶν Ἱεροσολυμιτῶν ἡ Βηθλεέμ, ἡ δὲ ἦν μεταξὺ Βηθλεὲμ καὶ Ναζαρέθ, ὡς ἐξ ἀρχῆς καὶ ἄνωθεν ἡμῖν παρὰ ἱστορικῶν ἀνδρῶν παραδέδοται. Ἐν ταύτῃ οὖν τῇ κώμῃ πέπομφε τοὺς μαθητὰς ἀγαγεῖν τὸν πῶλον καὶ τὴν ὄνον. Ὁ δὲ κύριος τῶν ζῴων ἦν τῶν μαθητῶν αὐτῶν ὁ πατήρ, ὁ Ζεβεδαῖος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.