Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰ βαΐα
Προφητικές μαρτυρίες περί της ελεύσεως του Χριστού
Παράθεση χωρίων από τους προφήτες και τον απόστολο Παύλο, τα οποία προαναγγέλλουν τη χαρμόσυνη είσοδο του βασιλέως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προφητικές μαρτυρίες περί της ελεύσεως του Χριστού
Παράθεση χωρίων από τους προφήτες και τον απόστολο Παύλο, τα οποία προαναγγέλλουν τη χαρμόσυνη είσοδο του βασιλέως.
Πάντα γὰρ συγχαίρει τῇ νῦν πανηγύρει, πάντα συνεορτάζει σήμερον τὸν λυτρωτὴν ἡμῶν πρὸς τὸ πάθος ἐρχόμενον, βλέποντα τοῦ λῦσαι ἡμᾶς ἐκ τῆς κατάρας· οἷα γὰρ καὶ τὰ τεκμήρια τῆς εὐφροσύνης δηλοῦσιν. Δαυὶδ πρῶτος κελαδῶν ἐν ἀγαλλιάσει κρούων τὴν κινύραν συμμελουργεῖ καὶ συμψάλλει ἡμῖν· «Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.» Τί λέγεις, ὦ θεοπάτωρ; Πῶς νῦν θαυμαστὸν φῆς τὸ ὄνομα τὸ ἀεὶ ὑπερθαύμαστον; Καὶ διὰ τί νῦν θαυμαστόν; «Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.» Ποία μεγαλοπρέπεια, ὦ προφῆτα; Τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας. Καὶ πῶς φησι τοῦτο; «Ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.» Ὢ τῆς προφητικῆς ταύτης εὐφωνίας.
Εἶτα Ζαχαρίας αὖθις προτρεπόμενος τὴν Ἱερουσαλὴμ περὶ τῆς νῦν πανηγύρεως ἐπευφημίζει λέγων· «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυττε χαράν, θύγατερ Ἱερουσαλήμ.» Τί χαρήσομαι, φησίν, ὦ προφῆτα, ἢ τί κηρύξω; «Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾷος.» Πῶς καὶ τίνι τρόπῳ; Ἐπὶ ἁρμάτων καὶ ὀχημάτων καὶ ἀσπιδοχρυσοκολλήτου θέας καὶ τῆς λοιπῆς στρατοπεδαρχίας καὶ φαντασίας τῶν ἀνάκτων; Οὐμενοῦν.
Ἀλλὰ πῶς; Τράνωσον ἡμῖν καὶ τὴν ἔλευσιν. Εἰπὲ δὲ καὶ τὴν εἴσοδον. Βεβαίωσον τοῦ Φαρισαϊκοῦ λαοῦ τὸ ἀτίθασσον τὴν τούτου πρόοδον, ἵνα μὴ βασιλέως εἴσοδον ἀκούσαντες ἐπ’ ὀχήματος αὐτὸν ἀπεκδέχωνται, ἀγνοοῦντες τὴν τῆς ὑψηλῆς ταπεινώσεως ἑαυτοῦ καὶ εὐσπλαγχνίας συγκατάβασιν.
Τί οὖν ὁ προφήτης· «Ἐλεύσεταί σοι δίκαιος καὶ σῴζων, φησίν, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον»; Οὕτως αὐτὸν θεωροῦσα, ὦ θύγατερ, «χαῖρε καὶ εὐφραίνου» καὶ «ὕψωσον τὴν φωνήν σου» καὶ «λέγε τῇ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι.» Ταύτην οὖν τὴν φωνὴν σήμερον χρησάμενος καὶ ὁ Παῦλος, ὁ τέττιξ τῆς ἐκκλησίας, πᾶσι παραινῶν λέγει· «Χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε.» Εἶδες τῆς ἑορτῆς ταύτης τὴν χαρὰν τὴν ἀνεκλάλητον;
Εἶδες συμφωνίαν εὐφραινομένων καὶ ὁμοφωνίαν προφητῶν καὶ ἀποστόλων καὶ ἦχον ἑορταζόντων; Λοιπὸν οὖν ἐν τούτοις εὐωχηθέντες καὶ φαιδρῶς λαμπρυνθέντες φέρε τῶν εὐαγγελικῶν ῥημάτων τὴν ἡδύφωνον καὶ γλυκύρρειθρον καὶ σωτηριόβροντον γλῶτταν εἰς μέσον προθέντες ἐξ αὐτῶν ἀρυσώμεθα νάματα ὠφελείας καὶ ἐπιγνῶμεν, τίς ἡ παροῦσα ἑορτὴ καὶ τί τῶν εὐφημιῶν τὸ μεγαλώνυμον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.