Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰ βαΐα

Ἰωάννης ὁ Δαμασκηνός

Η υποδοχή του Κυρίου και οι μακαρισμοί

Περιγραφή της χρήσης των βαΐων και των ιματίων από το πλήθος, μαζί με σειρά μακαρισμών προς τον Χριστό που προσέρχεται εκουσίως στο πάθος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 9

Πρὸς τοῦτον καὶ τὴν πεῦσιν ποιησόμενον τὴν ἀπόκρισιν ὁ σωτὴρ τοῖς μαθηταῖς ποιήσασθαι ἐνετείλατο· «Ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει.» Ὅθεν καὶ ἀταράχως καὶ χαιρούσῃ μᾶλλον ψυχῇ οἱ κύριοι τοῖς παισὶ τὰ ζῷα παρέσχοντο. «Ποιήσαντες δέ, αὐτοῖς καθῶς προσέταξεν ὁ Ἰησοῦς, ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπάνω αὐτῶν. Ὁ δὲ πλεῖστος ὄχλος ἐστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.» Γυμνωθέντες, φησί, τῆς Ἰουδαϊκῆς ἐσθῆτος ἐν τῇ λεωφόρῳ τῇ ἀγαθῇ προσρίπτοντες ἐσθῆτα πίστεως ἐνεδύοντο· «Ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.» Πάντες οὖν τῇ εἰσόδῳ Χριστοῦ προϋπήντησαν οὐκ ἐπ’ ὀχήματος αὐτὸν βλέποντες, ἀλλ’ ἐπὶ ὑποζύγιον πενιχρόν, καὶ ὡς ἐπὶ θρόνου καθήμενον δορυφοροῦντες τοὺς χιτῶνας ἐστρώννυον, ἐνδεδυμένοι θώρακα πίστεως· οἱ δὲ πενιχρότατοι καὶ ἐνδεεῖς ἐσθῆτος τοὺς κλάδους τῶν δένδρων ὡς βραβεῖα νίκης διέρραινον ἐν τῇ γῇ τῷ νικητῇ τοῦ θανάτου.

Ἄλλοι ἐπισείοντες τὰ τῶν φοινίκων κλάδη ὡς βασιλεῖ ἐπευφήμιζον· οἱ δὲ τὸν τοῦ ἐλέους δοτῆρα καὶ σωτῆρα τῶν ὅλων ἐπιγνόντες σύμβολα ἐλέους, τῶν ἐλαιῶν τὰ κλάδη, προσήγαγον. «Ποιήσαντες οὖν, καθάπερ ὁ κύριος τούτοις προσέταξεν, ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν αὐτοῖς τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπάνω αὐτῶν. Ὁ δὲ πλεῖστος ὄχλος ἐστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.» Τῆς γὰρ Ἰουδαϊκῆς γυμνωθέντες ἐσθῆτος καὶ ταύτην ἀπιστίας οὖσαν ἐσθῆτα ἐν τῇ ἀγαθῇ προσρίπτοντες λεωφόρῳ ἐσθῆτα πίστεως ἐνενδύοντο. «Ἄλλοι δέ,» φησίν, «ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.» Πάντες γὰρ ἐν τῇ εἰσόδῳ Χριστοῦ προϋπήντησαν, οὐκ ἐπ’ ὀχήματος αὐτὸν βασιλικοῦ βλέποντες, ἀλλ’ ἐπάνω εὐτελοῦς καὶ πενιχροῦ ὑποζυγίου καθήμενον καὶ ὡς ἐπὶ θρόνου βασιλικοῦ καθήμενον δωροφοροῦντες τοὺς χιτῶνας αὐτῶν ὑπεστρώννυον, ἐνδεδυμένοι θώρακα πίστεως· οἱ δὲ πενέστατοι καὶ ἐνδεεῖς ὄντες ἐσθῆτος τοὺς κλάδους τῶν δένδρων ἐκκόπτοντες ἐπερρίπτουν τῇ γῇ καὶ τὸν σωτῆρα ὡς νικητὴν τοῦ θανάτου ἐδόξαζον. Ἄλλοι πάλιν τὰ ἀπὸ τῶν φοινίκων μετὰ πολλῆς ἡδονῆς ἐπισείοντες ὡς βασιλεῖ τῷ σωτῆρι Χριστῷ εὐφημίας προσῆγον.

Ἕτεροι τὸν Χριστὸν αὖθις ὡς ἐλέους δοτῆρα καὶ τῶν ὅλων καλῶς ἐπιγνόντες σωτῆρα, τὰ στελέχη τῶν ἐλαιῶν, σύμβολα ὄντα ἐλέους, τούτῳ προσέφερον. «Οἱ δὲ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ, δόξα δὴ τῷ υἱῷ Δαυίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.» Εὐλογημένος ὁ ἐρχόμενος εἰς σωτηρίαν τοῦ κόσμου, θεὸς κατὰ τοῦ διαβόλου καὶ βασιλεὺς κατὰ τοῦ τυράννου.

Εὐλογημένος ὁ ἐρχόμενος ζητῆσαι τὸν πλανηθέντα καὶ ἀνορθῶσαι τὸ πεπτωκός. Εὐλογημένος ὁ ἐρχόμενος τοῦ παραχωρῆσαι τὴν φλογίνην ῥομφαίαν καὶ τὰ νῶτα δοῦναι τῇ εἰσόδῳ τοῦ παραδείσου. Εὐλογημένος ὁ ἐρχόμενος ποιμὴν κατὰ λύκου, ὁ φιλάνθρωπος κατὰ μισανθρώπου.

Εὐλογημένος ὁ ἐρχόμενος αἰχμαλωτίσαι τὸν ᾅδην καὶ ἐλευθερῶσαι τὸν κόσμον. Εὐλογημένος ὁ ἐρχόμενος πολεμῆσαι τὸν πολέμιον καὶ δῆσαι τὸν ἰσχυρόν. Εὐλογημένος ὁ ἐρχόμενος ἐπὶ τὸ πάθος τὸ ἑκούσιον. Εὐλογημένος ὁ ἐρχόμενος τοῦ ἀνακαλέσασθαι τὸν Ἀδὰμ ἐκ τῆς πρὶν κατακρίσεως. «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις.» «Σῶσον δή,» ὁ «ἐν τοῖς ὑψίστοις», φησίν, εὐφημούμενος καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς σε ἀνυμνοῦντας. Εὐλογημένος εἶ, ὁ κάτω ὅλος καὶ ἄνω ὅλος. Ὡσαννά σοι τῷ βασιλεῖ, ὡσαννά σοι τῷ εὐεργέτῃ, ὡσαννά σοι τῷ ἐν τοῖς ὑψίστοις. «Οἱ δὲ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες·

Ὡσαννὰ τῷ υἱῷ Δαυίδ,» τουτέστι δόξα δὴ τῷ υἱῷ Δαυίδ· «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.» Εὐλογημένος ὁ ἐρχόμενος εἰς σωτηρίαν τοῦ κόσμου. Εὐλογημένος ὁ ἐρχόμενος ζητῆσαι τὸν πλανηθέντα καὶ ἀνορθῶσαι τὸν πεπτωκότα. Εὐλογημένος ὁ ἐρχόμενος θεὸς κατὰ τοῦ διαβόλου καὶ βασιλεὺς κατὰ τοῦ τυράννου. Εὐλογημένος ὁ ἐρχόμενος προστάξαι τὰ νῶτα, τὴν φλογίνην δοῦναι ῥομφαίαν καὶ τὰ Χερουβὶμ τῆς εἰς τὸν παράδεισον εἰσόδου παραχωρῆσαι καὶ τοῦ τῆς ζωῆς ξύλου, ὧν διὰ τὴν παρακοὴν ἐξεβλήθημεν καὶ ἠλλοτριώθημεν πρότερον.

Εὐλογημένος ὁ ποιμὴν ὁ κατὰ τοῦ δεινοτάτου λύκου ἐρχόμενος, ὁ τὴν ἰδίαν ψυχὴν καταθεῖναι μέλλων, ὅσον ἔδει, ὑπὲρ τῶν ἰδίων προβάτων αὐτοῦ, ὁ φιλάνθρωπος κατὰ τοῦ μισανθρώπου. Εὐλογημένος ὁ ἐρχόμενος αἰχμαλωτίσαι τὸν ᾅδην καὶ ἐλευθερῶσαι τὸν κόσμον. Εὐλογημένος ὁ ἐρχόμενος ἐπὶ τὸ πάθος τὸ ἑκούσιον. Εὐλογημένος ὁ ἐρχόμενος τῷ πικρῷ πολεμίῳ, καὶ τὸν ἰσχυρὸν ἀλύτοις συνδῆσαι δεσμοῖς. Εὐλογημένος ὁ ἐρχόμενος ἐπὶ τὸ πάθος τὸ ἑκούσιον. Εὐλογημένος ὁ ἐρχόμενος ἀνακαλέσασθαι τὸν Ἀδὰμ ἐκ τῆς πρὶν ἐκείνης πικρᾶς κατακρίσεως. «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· ὡσαννὰ ἐν τοῖς ὑψίστοις.» «Σῶσον δή,» φησίν, καὶ ἡμᾶς ὁ «ἐν τοῖς ὑψίστοις» εὐφημούμενός τε καὶ δοξαζόμενος. Εὐλογημένος ὁ κάτω ὅλος καὶ ἄνω ὅλος. Ὡσαννά σοι τῷ βασιλεῖ, ὡσαννά σοι τῷ εὐεργέτῃ, ὡσαννά σοι τῷ ἐν ὑψίστοις.