Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰ βαΐα
Ο ύμνος των παίδων και η αντίδραση των Φαρισαίων
Εγκώμιο της πίστεως των νηπίων που δοξολογούν τον Χριστό, ρητορική απολογία τους προς τους πατέρες τους και η αγανάκτηση των άπιστων Φαρισαίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο ύμνος των παίδων και η αντίδραση των Φαρισαίων
Εγκώμιο της πίστεως των νηπίων που δοξολογούν τον Χριστό, ρητορική απολογία τους προς τους πατέρες τους και η αγανάκτηση των άπιστων Φαρισαίων.
Τοιαῦτα τὰ τῶν θεολόγων νηπίων ἐκείνων μαθήματα· ἐπειδὴ γὰρ καὶ μέγας αὐτοῖς ὁ τῆς ἀληθείας διδάσκαλος. Τοιαῦτα τὰ τῆς μυσταγωγικῆς ἐκείνης συμφωνίας ᾄσματα. Τοιαῦτα τῆς ἱερᾶς ἐκείνης ὁμηγύρεως λόγια ὥσπερ «χρυσίον καὶ λίθον τίμιον πολύν». Τούτων τὰ μελῳδήματα καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Τούτοις τοῖς παισὶν ἄγγελοι ἐπευφήμιζον, τούτων τοῖς ἐπαίνοις ἀγγέλων δῆμος ἐπεχωρίαζε.
Τούτων τοῖς εὐφημήμασιν οὐρανίων ἀρχῶν καὶ ἐξουσιῶν οὐρανῶν αἱ δυνάμεις ἀνέμελπον λέγοντες ᾆσμα τὸν ἐπὶ τῶν Χερουβὶμ καὶ ἐπὶ πώλου καθήμενον. Ἀληθῶς κοινὴ πανήγυρις ἦν καὶ ἔστιν οὐρανίων καὶ ἐπιγείων· αὐτὸς γὰρ ὁ κάτω ἐπὶ πώλου καθήμενος καὶ ὑπὸ παίδων γεραιρόμενος ἄνω ἐν τοῖς κόλποις τοῦ πατρὸς ὢν ὑπὸ ἀγγέλων δοξάζεται.
Ὢ τῆς μυστικῆς ταύτης ἱερᾶς πανηγύρεως. Ὢ τῆς γλυκυτάτης ἐκείνης φωνῆς τῶν προφητοδιδάκτων νηπίων, μᾶλλον δὲ εἰπεῖν τῶν ἐκ χάριτος θείας πεπαιδευμένων. Ὢ τῆς θαυμαστῆς ἐκείνης ὁμηγύρεως. Τίς γὰρ καὶ τοίνυν καθορῶν τούτους τοὺς ἱεροπρεπεῖς παῖδας ἐν εἰκόνι γραφῆς κλαδηφοροῦντας καὶ τῷ Χριστῷ προσυπαντοῦντας οὐχ ὡραΐζεται εὔτερπνος τῇ θεωρίᾳ καὶ ψυχὴν ἁγιάζεται καὶ ὡς παρόντας ἐν τῇ γραφῇ κατοπτεύων τούτους ἐμφιλοχωρεῖ τῷ διηγήματι—καὶ τὸ πρωτότυπον ἐν τῷ παραγωγῷ τῆς θεωρίας ἀποσῴζοιτο καὶ Χριστὸν ὡς παρόντα σὺν τοῖς παισὶν ἐπευφημίζοιτο—καὶ ὅλως τὸν νοῦν ἐν τῇ τέρψει μεθιστῶν τῆς θέας οὐ προστρέχει τοῦτον ὑποδέξασθαι καὶ πρὸς τὴν Ἱερουσαλὴμ συνέπεσθαι καὶ ἐν τῷ ναῷ σὺν αὐτῷ καθιέναι καὶ πάντα συμπράττειν, ὅσαπερ αὐτὸς βούλεται.
Τοιαῦτα τὰ τῶν θεολόγων νηπίων ἐκείνων μαθήματα, ἐπειδὴ καὶ μέγας ἦν αὐτοῖς ὁ τῆς ἀληθείας διδάσκαλος. Τοιαῦτα τὰ τῆς μυσταγωγίας ἐκείνης καὶ συμφωνίας παναρμόνια ᾄσματα. Τοιαῦτα τὰ τῆς ἱερᾶς ἐκείνης ὁμηγύρεως ἱερώτατα λόγια «ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον», τὰ ἐκείνων πανθαύμαστα μελῳδήματα. Ἐκείνους τοὺς παῖδας ἄνωθεν ὑπερευφήμησαν ἄγγελοι, τοῖς ἐπαίνοις ἐκείνων ἀρχαγγέλων δῆμος ἐσκίρτησαν, ἐπεκρότησαν ταῖς εὐφημίαις ἐκείνων, οὐρανίων ἀρχῶν καὶ ἐξουσιῶν δυνάμεις ἀνέμελπον λέγοντες· Ἆισμα καὶ δόξα καὶ ὕμνος τῷ ἐπὶ τῶν Χερουβὶμ καὶ ἐπὶ τοῦ πώλου καθημένῳ ἀνωτάτω πάντων θεῷ. Ἀληθῶς κοινὴ πανήγυρις ἦν οὐρανίων ἅμα καὶ ἐπιγείων· αὐτὸς γὰρ ὁ κάτω καθήμενος ἐπὶ πώλου καὶ ὑπὸ παίδων ἀκάκων καλῶς γεραιρόμενος ἀνυμνούμενος ἄνω ἐν τοῖς κόλποις ὢν τοῦ πατρὸς ὑπ’ ἀγγελικῆς οὐσίας πάσης δοξάζεται καὶ δυνάμεως.
Ὢς τῆς μυστικῆς ταύτης δὴ καὶ ἱερᾶς πανηγύρεως. Ὢ τῶν προφητοδιδάκτων, μᾶλλον δὲ τῶν ὑπὸ τῆς θείας τοῦ παναγίου πνεύματος χάριτος ἐμπνευσθέντων τὸ τηνικάδε παιδίων ἐκείνων καὶ τῶν ἡδίστων ἐκείνων φωνῶν. Ὢ τῆς θαυμαστῆς ἐκείνων καὶ καλῆς ὁμηγύρεως.
Τίς καὶ νῦν ἐν εἰκόνι γραφῆς τοὺς ἱεροπρεπεῖς ὁρῶν παῖδας κλάδη φέροντας ἐν ταῖς χερσὶ καὶ τῷ Χριστῷ προσυπαντῶντας οὐχ ὡραΐζεται ἐν πολλῇ εὐφροσύνῃ τῇ θεωρίᾳ καὶ τὴν ψυχὴν ἁγιάζεται καὶ ὡσὰν ὁρῶν παρόντας ἐκείνους ἐν τῇ γραφῇ ἡδέως ἐμφιλοχωρεῖ τῷ θαύματι—κἀν τῷ παραγώγῳ τῆς θεωρίας τὸ πρωτότυπον ἀποσῴζοι καὶ Χριστὸν σύναμα τοῖς ἀπειροκάκοις νηπίοις ἐκείνοις ὡς παρόντα δοξάζοι καὶ ἐπαινοίη καὶ ὅλον ἐν τῇ τέρψει τῆς θέας τὸν νοῦν μεθιστῶν οὐ προστρέχει τοῦτον ὑποδέξασθαι καὶ πρὸς τὴν Ἱερουσαλὴμ ἐπειγομένῳ συνέπεται κἀν τῷ ναῷ συνεισέρχεται εἰσιόντι καὶ πάντα ἐκείνῳ, ὅσα γε βούλεται ἐκεῖνος, συμπράττει καὶ συνεργάζεται;
Ἀλλὰ θαυμάσωμεν ἂν καὶ τὴν τῶν Φαρισαίων ἀπόνοιαν καὶ ἀμετάθετον ἀσεβῆ γνώμην. Οἱ παῖδες αὐτῶν μετὰ βαΐων Χριστὸν ὑποδέχονται, καὶ αὐτοὶ μετὰ μαχαιρῶν αὐτῷ ἐπέρχονται. Βρέφη θηλάζοντα γαλακτόρια μητέρων τοῦτον εὐφημίζουσι, καὶ λαὸς ἀτίθασσος τὸν τὸ μάννα αὐτοῖς ἐν ἐρήμῳ ἐπομβρίσαντα θανατῶσαι ἐπιχειροῦσιν.
Ὢ ψελλισμάτων νηπίων ὑπὲρ γλώττης σοφιζομένης καὶ κελαδούσης τὰ μάταια. Οὐ δεδοίκασι τὰ ἱερὰ βρέφη τῶν πατέρων τὴν ὠμότητα, οὐ τὸ αὐστηρὸν αὐτῶν ἠδυνήθη τρέψαι τούτων τὸ εὐπίστατον οὐδὲ ἀπειλαὶ αὐτῶν κατεμάλαξαν τούτων τὸ στερροπιστότατον, ἀλλ’ ὅσον τῷ θυμῷ διεγείροντο, πλεῖον τὸ ὡσαννὰ τῇ βοῇ προσετείνοντο καὶ ἡ ὁδὸς τῶν ἱματίων καὶ τῶν κλάδων κατεστρώννυτο.
Ἀλλὰ σκοπήσωμεν μετὰ θαύματος καὶ τὴν τῶν Φαρισαίων ἀπόνοιαν τὴν ἀσεβῆ τε καὶ ἀμετάθετον γνώμην αὐτῶν, ὅπως οἱ μὲν παῖδες αὐτῶν μετὰ βαΐων καὶ ὕμνων θαυμασίων τὸν Χριστὸν ὑποδέχονται, αὐτοὶ δὲ μετὰ μαχαιρῶν καὶ ξιφῶν αὐτῷ ὥσπερ τινὲς θῆρες ἐπέρχονται ἄγριοι καὶ ἀτίθασσοι, βρέφη θηλάζοντα τοῦτον ἀνευφημοῦσι καὶ λαὸς ἀνήμερος τὸν τὸ μάννα ἐν ἐρήμῳ αὐτοῖς ἐπομβρήσαντα θανατῶσαι ἐπιχειροῦσιν.
Ὢ ψελλισμάτων νηπίων ὑπὲρ γλώττας σοφιζομένας καὶ λαλούσας τὰ μάταια. Οὐ δεδοίκασι τὰ ἱερὰ βρέφη τῶν πατέρων τὴν ὠμότητα. Οὐ τὸ αὐστηρὸν αὐτῶν ἠδυνήθη τρέψαι τὴν εὐπιστίαν ἐκείνων καὶ τὸ στερρὸν περὶ τὴν εὐσέβειαν, ἀλλ’ οὐδὲ αἱ ἀπειλαὶ αὐτῶν τὸ ἐκείνων ἀνένδοτον κατεμάλαξαν, ἀλλ’ ὅσον οὗτοι τοῖς θυμοῖς διηγείροντο, πλέον οἱ ἱεροὶ παῖδες τὸ ὡσαννὰ ἀνεβόων καὶ ἀνεκήρυττον καὶ ἡ ὁδὸς πλέον ὑπὸ τῶν κλάδων καὶ τῶν ἱματίων αὐτῶν κατεστρώννυτο.
Καὶ πρὸς αὐτοὺς τὰ ἱερὰ βρέφη ἀπεφθέγγοντο· Τί θυμομαχεῖτε πρὸς ἡμᾶς, ὦ πατέρες; Οὐχὶ κοινὸν προφήτην ἐδεξάμεθα οὕτως ἡμῖν παρακελεύοντα ποιεῖν; Οὐχὶ οὗτος τὸν τυφλὸν ἐφωταγώγησε καὶ τὸν παράλυτον ἰάσατο καὶ τὸν νεκρὸν ἤγειρε Λάζαρον; Οὐχὶ ὡς θεὸς θαυματουργίας ἡμῖν ἀπειργάσατο οὗτος ὁ τότε τοὺς πατέρας ὑμῶν ἐν τῇ ἐρήμῳ διαθρέψας καὶ τὸ νῦν ἐκ πέντε ἄρτων πεντακισχιλίους ἔθρεψεν;
Εἰ οὖν ὑμεῖς, ὦ πατέρες, νοητοὺς ὀφθαλμοὺς καμμύσαντες οὐ κατανοεῖτε τὰ γινόμενα, ἡμεῖς αὐτὸν καθορῶμεν ὑπ’ ἀγγέλων δορυφορούμενον καὶ ὡς θεὸν ἀνυμνούμενον. Ὅθεν καὶ τῷ φόβῳ κινούμενοι τὸ «ὡσαννὰ ἐν τοῖς ὑψίστοις» κραυγάζομεν συγκαλούμενοι καὶ ὑμᾶς, ἵνα μὴ ὑπὸ τῶν αὐτῶν ἀγγέλων ἀοράτως μαστιγωθῆτε.
Τίνα δὲ ἦσαν, ἃ καὶ πρὸς τοὺς γογγύζοντας πατέρας τὰ ἀγαθὰ βρέφη καὶ πνευματοκίνητα ἀπεφθέγγοντο; Τί θυμομαχεῖτε πρὸς ἡμᾶς, ὦ πατέρες; Οὐχὶ κοινὸν προφήτην ἐδεξάμεθα οὕτως ἡμῖν παρακελεύοντα ποιεῖν; Οὐχ οὗτος τὸν τυφλὸν ἐφωταγώγησε καὶ τὸν παράλυτον ἰάσατο; Οὐχ οὗτος τὸν τεταρταῖον ἐξανέστησε Λάζαρον; Οὐχ ὡς θεὸς θαυματουργίας ἀπείρους οὗτος ἡμῖν ἀπειργάσατο, οὗτος ὁ τότε τοὺς πατέρας ἡμῶν ἐν τῇ ἐρήμῳ διαθρέψας; Αὐτός ἐστιν, ὃς καὶ νῦν ἐκ πέντε ἄρτων τοὺς πεντακισχιλίους ἐξέθρεψεν. Εἰ οὖν ὑμεῖς, ὦ πατέρες, τοὺς νοητοὺς καμμύσαντες ὀφθαλμοὺς τὰ γινόμενα οὐ κατανοεῖτε, ἀλλ’ ἡμεῖς γε κατανοοῦμεν ταῦτα. Αὐτοὶ καί γε ὁρῶμεν ὑπ’ ἀγγέλων τοῦτον καὶ ἀνυμνούμενον καὶ δορυφορούμενον ὡς θεόν. Ὅθεν καὶ ὑπὸ πολλοῦ τοῦ φόβου κινούμενοι τὸ «ὡσαννὰ ἐν τοῖς ὑψίστοις» κραυγάζομεν, συγκαλούμενοι καὶ ὑμᾶς, ἵνα καὶ ὑμεῖς ὑπὸ τῶν αὐτῶν ἀγγέλων μυσταγωγηθῆτε.
Ταῦτα ἀκούσαντες οἱ ἀπιστότατοι καὶ πονηρότατοι Φαρισαῖοι καὶ ἀμηχανίᾳ τῆς ἀδυναμίας κατασχεθέντες καὶ τὴν ψυχὴν ἀλλοιωθέντες πρὸς τὸν κύριον ἐφθέγγοντο· «Ἀκούεις, τί οὗτοι λέγουσιν;» ὡσανεὶ λέγοντες· Οὐ βαρύνει εὐφημούμενος ὡς θεός; «Ἀκούεις, τί οὗτοι λέγουσιν;» Καταδέχει ἀκούειν βασιλεὺς καὶ θεὸς καὶ «ἐρχόμενος ἐν ὀνόματι κυρίου». Τί θέλεις ἄλλην μαρτυρίαν κατὰ σοῦ, εἰ ταῦτα καταδέχῃ; «Ἀκούεις, τί οὗτοι λέγουσι;» Τί οὖν ὁ Ἰησοῦς; «Ναί· οὐδέποτε ἀνέγνωτε» ἐν ταῖς γραφαῖς· «Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;» Δέχομαι ταῦτα, φησί· προφητικὸν γὰρ ἐκπληροῦσι λόγιον, καὶ οἱ παῖδες ὑμῶν γίνωνται ὑμῶν διδάσκαλοι, καὶ ἐξ αὐτῶν μάθετε τὴν ἀλήθειαν, ὦ κωφοὶ καὶ τυφλοί, λαὸς ἀπειθὴς καὶ ἀντιλέγων. Καλῶς περὶ ὑμῶν Ἡσαΐας προεκήρυξεν, ὅτι «τοῖς ὠσὶν αὐτῶν βαρέως ἀκούσουσι καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν καμμύσουσι».
Οἱ δὲ ἀκούοντες ταῦτα πονηρότατοι ὄντες καὶ ἀπιστότατοι καὶ ἀμηχανίᾳ ἀφάτῳ ὑπὸ πολλῆς ἀπορίας κατασχεθέντες καὶ τὴν ψυχὴν σκοτισθέντες ὑπὸ βασκανίας, οὐδ’ ὅσης εἰπεῖν δυνατόν, πρὸς τὸν κύριον ἀναισχύντως ἄγαν ἐφθέγγοντο· «Ἀκούεις, τί οὗτοι λέγουσιν;» Ὥσπερ οὖν εἰ ἔλεγον ἄντικρυς· Οὐ βαρύνει ὡς θεὸς εὐφημούμενος; Ἆρα καταδέχει ἀκούειν βασιλεὺς παρ’ αὐτῶν καὶ θεός, καὶ μέντοι καὶ «ἐν ὀνόματι κυρίου ἐρχόμενος»; Τίνα θέλεις ἑτέραν κατὰ σοῦ μαρτυρίαν, εἰ ταῦτα ἀληθῶς καταδέχῃ; «Ἀκούεις» γάρ, «τί οὗτοί σοι λέγουσι.» Τί οὖν ὁ Ἰησοῦς; «Ναί· οὐδέποτε ἀνέγνωτε» ἐν ταῖς γραφαῖς· «Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;» Δέχομαι τοιγαροῦν τὰ τούτων ἐγὼ προφητικὴν ἐκπληρούντων φωνήν· οἳ δὴ καὶ ὑμῶν διδάσκαλοι γενηθήτωσαν καὶ διδαξάτωσαν ὑμᾶς τὴν ἀλήθειαν, κωφοὶ καὶ τυφλοί, λαὸς ἀπειθής τε καὶ ἀντιλέγων, περὶ ὧν καὶ Ἡσαΐας καλῶς προεφήτευσεν ὁ προφήτης, ὅτι «τοῖς ὠσὶν ὑμῶν βαρέως ἀκούσετε καὶ τοῖς ὀφθαλμοῖς ὑμῶν ἀνοήτως λίαν καμμύσετε».
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.