Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰ βαΐα
Η έκπληξη των Ιεροσολύμων και η εκδίωξη των εμπόρων
Η ταραχή των κατοίκων της πόλεως κατά την είσοδο του Κυρίου και η εκδίωξη των κολλυβιστών από το ιερό.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η έκπληξη των Ιεροσολύμων και η εκδίωξη των εμπόρων
Η ταραχή των κατοίκων της πόλεως κατά την είσοδο του Κυρίου και η εκδίωξη των κολλυβιστών από το ιερό.
Ὁ δὲ Ἰησοῦς ἐλθὼν «εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος» ὁ νῦν εὐφημούμενος; «Τίς ἐστιν οὗτος» ὁ βασιλεὺς τῆς δόξης, ὁ ὑπὸ παίδων δορυφορούμενος; «Τίς ἐστιν οὗτος» ὁ ἐπὶ πώλου καθήμενος; Μήτιγε οὗτός ἐστιν Ἰησοῦς ὁ Ναζωραῖος;
Μήτιγε ἦλθε καταλῦσαι τὴν πατροπαράδοτον ἡμῖν νομοθεσίαν; «Τίς ἐστιν οὗτος» ὁ μετὰ φωνῆς δοξαζόμενος καὶ ἐπὶ πενιχροῦ πώλου ἀσαγεῖ καθήμενος; «Τίς ἐστιν οὗτος;» Τί τὸ νῦν σημεῖον τὸ ὁρώμενον, ὃ οὐ γέγονε πώποτε; Τίς εἶδε βασιλέα εὐφημούμενον καὶ ἐπὶ ὑποζύγιον καθήμενον καὶ εὐτελῆ στολὴν ἠμφιεσμένον; Πλανῶνται τάχα οἱ παῖδες;
Ἀλλὰ καὶ «ὡσαννὰ ἐν τοῖς ὑψίστοις» αὐτοὶ προσφθέγγονται. Ξένα τὰ ῥήματα, ξένα τὰ πράγματα, καὶ ἡ εὐφήμησις καινὴ καὶ ἡ εἴσοδος θαυμαστή. Ταῦτα οἱ Ἱεροσολυμῖται φθεγγόμενοι καὶ ἀτενίζοντες ὡς ἐν ἐκστάσει τῷ Ἰησοῦ διηπόρουν ἐπὶ τῷ πράγματι.
Ὁ δὲ Ἰησοῦς ἐλθὼν εἰς Ἱεροσόλυμα, ὥς φησιν ὁ εὐαγγελιστής, πᾶσαν τὴν πόλιν σεισθῆναι ἐποίησεν· οἳ δὴ καί· «Τίς ἐστιν οὗτος» ὁ νῦν εὐφημούμενος; ἔλεγον. «Τίς ἐστιν οὗτος» ὁ ὑπὸ παίδων ὡς βασιλεὺς τῆς δόξης δορυφορούμενος καὶ ἐπὶ πώλου εὐτελῶς ἄγαν καθήμενος; Μήτιγε οὗτός ἐστιν Ἰησοῦς ὁ Ναζωραῖος; Μήτιγε ἦλθε καταλῦσαι τὴν πατροπαράδοτον θρησκείαν ἡμῶν καὶ νομοθεσίαν; «Τίς ἐστιν οὗτος» ὁ οὕτως ἐνδόξως λίαν ἀνευφημούμενος καὶ ἐπὶ γυμνοῦ καὶ πενιχροῦ ὀναρίου καθήμενος; «Τίς ἐστιν οὗτος;» Τί τὸ σημεῖον τοῦτο, τὸ νῦν μὲν ὁρώμενον, μηδέποτε δὲ γενόμενον πρότερον; Τίς γὰρ εἶδέ ποτε βασιλέα οὕτως ἀνευφημούμενον, οὕτω θριαμβευόμενον; Τίς εἶδε βασιλέα οὕτως εὐτελῆ ἠμφιεσμένον στολὴν καὶ πᾶσιν εὐτελῶς παρὰ τὴν τῶν βασιλέων συνήθειαν χρώμενον; Πλανῶνται ἴσως οἱ παῖδες; Ἀλλὰ τὸ «ὡσαννὰ ἐν τοῖς ὑψίστοις» προσφθέγγονται. Ξένα ῥήματα, ξένα πράγματα, καινὴ ἡ εὐφημία, καινὴ καὶ ἡ εἴσοδος. Ταῦτα οἱ Ἱεροσολυμῖται φθεγγόμενοι μετ’ ἐκπλήξεως καὶ ὡς ἐν ἐκστάσει τῷ Ἰησοῦ ἀτενίζοντες διηπόρουν ἐπὶ τῷ πράγματι.
Ὁ δὲ εἰσελθὼν εἰς τὸ ἱερὸν τοῦ θεοῦ «ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς· καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν.» Μετὰ τὴν αἴνεσιν τῶν παίδων, μετὰ τὴν ὑμνῳδίαν τοῦ ὄχλου καὶ τὴν ἐπικάθησιν τοῦ πώλου καὶ τὸν θόρυβον τῶν Ἱεροσολυμιτῶν πρόσεισιν ὁ Ἰησοῦς ἐν τῷ ναῷ. Καὶ ἄθρει μοι ἀναφανδὸν τὴν τῶν Ἰουδαίων κατάλυσιν· ἐξέβαλε γὰρ πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἤγουν τοὺς ἐν νόμῳ καυχομένους καὶ διδόντας καὶ ἀντιλαμβάνοντας καὶ τὰς καθέδρας τῶν κολλυβιστῶν αὐτῶν νομίμως κατέστρεψε καὶ τὰς καθέδρας τῆς ὑψιπετοῦς αὐτῶν ἐπάρσεως κατέβαλε· καὶ πάντα τὰ ἔθη αὐτῶν διὰ τὴν λῃστρικότητα αὐτῶν διαρρήξας λέγει· «Ὁ οἶκός μου οἶκος προσευχῆς ἐστιν, ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν» ἤγουν ἀκαθάρτων δαιμόνων, καὶ ζητεῖτέ με ἀποκτεῖναι· διὸ ἀπὸ τοῦ νῦν «καλέσω τὸν οὐ λαόν μου λαόν μου, καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην.» Ὁ δὲ Ἰησοῦς εἰσελθὼν εἰς τὸ ἱερὸν τοῦ θεοῦ «ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς.
Καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν.» Μετὰ τὴν αἴνεσιν τὴν θαυμασίαν ἐκείνην τῶν παίδων, μετὰ τὴν ἀληθινὴν ὑμνῳδίαν τοῦ ὄχλου, μετὰ τὴν ἐπὶ τοῦ πώλου καθέδραν, μετὰ τὴν τῶν Ἱεροσολυμιτῶν ταραχὴν καὶ τὸν θόρυβον ἐκεῖνον τὸν ἄτοπον καὶ τὸν ἄτακτον εἴσεισιν εἰς τὸν ναὸν ὁ σωτήρ. Σὺ δὲ θέα μοι καθαρῶς τὴν τῶν Ἰουδαϊκῶν ὄντως κατάλυσιν· ἐξέβαλε γὰρ τοὺς πωλοῦντας καὶ ἀγοράζοντας πάντας εἴτουν τοὺς καυχωμένους πάντας ἐν νόμῳ καὶ διδόντας καὶ ἀντιλαμβάνοντας, καὶ μέντοι καὶ τὰς καθέδρας τῶν κολλυβιστῶν νομίμως κατέστρεψε, τουτέστι τὰς καθέδρας τῆς ὑπερνεφοῦς ἐπάρσεως τούτων κατέβαλε καὶ πάντα τὰ ἔθη αὐτῶν τὰ μισάνθρωπα διὰ τὴν λῃστρικὴν αὐτῶν καὶ θηριώδη ὠμότητα καταλύσας. «Ὁ οἶκός μου», φησίν, «οἶκος προσευχῆς ἐστιν, ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν,» τουτέστι πονηρῶν καὶ ἀκαθάρτων δαιμόνων. «Ζητεῖτε δὲ καὶ ἐμὲ ἀποκτεῖναι» ἀδίκως, ὅθεν καὶ ἀπὸ τοῦ νῦν «τὸν οὐ λαόν μου καλέσω λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην».
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.