Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰ βαΐα

Ἰωάννης ὁ Δαμασκηνός

Πνευματική προτροπή και καταληκτήρια δοξολογία

Προτροπή προς τους πιστούς για κάθαρση του έμψυχου ναού του σώματος και πανηγυρικός ύμνος υποδοχής που ολοκληρώνεται με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 9 από 9

Διὸ τοιγαροῦν, ὦ θεία νεολαία καὶ πιστότατον ἄθροισμα, ὑμεῖς οἱ κληθέντες εἰς λαὸν κυρίου καὶ βασίλειον ἱεράτευμα, μὴ ποιήσωμεν τὸν οἶκον κυρίου, τὸν ἱερὸν ἡμῶν σκηνόψυχον ναόν, σπήλαιον λῃστοτάτων καὶ ἀκαθάρτων δαιμόνων. Παῦλος ἡμῖν διαμαρτύρεται λέγων· «Εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός.» Καθαρίσωμεν τὸν ναὸν τοῦ σώματος, ἁγιάσωμεν ἡμῶν τὴν ψυχήν, ἀποσμήξωμεν ἐξ ἡμῶν τοὺς ὑψιπετεῖς περιστεριώδεις λογισμούς. Μὴ ποιήσωμεν αὐτοὺς ἐγκαθέδρους ὠνουμένους καὶ πιπράσκοντας. Ἐξοστρακίσωμεν ἐκ τοῦ ἡμῶν ἐμψύχου ναοῦ τὰς τραπέζας τῶν πολυμερίμνων καὶ εὐκαπηλεύτων καὶ χαμερπεστάτων καὶ πεποικιλμένων πολυειδῶν παθῶν κολλυβιστάς, ἵνα οὕτως ὑποδεξάμενοι κύριον μὴ ἐκβληθῶμεν ὑπ’ αὐτοῦ ὡς ἀχρεῖοι καὶ σύνοικοι λῃστῶν.

Εἰ μή, ἑαυτοὺς καθαγνίσαντες μετὰ τῶν παίδων κλαδηφορήσωμεν καὶ μετὰ τῶν μαθητῶν τοὺς χιτῶνας τοὺς νοητούς, πίστιν, ἐλπίδα καὶ ἀγάπην, ὑποστρώσαντες καὶ μετὰ Ζαχαρίου τοῦ προφήτου τὸ «χαῖρε σφόδρα» τῇ θυγατρὶ Σιὼν μελῳδήσαντες καὶ μετὰ Σοφονίου τὸ «εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου» μέλψαντες καὶ μετὰ τοῦ πιστοτάτου ὄχλου Χριστὸν ὑπαντήσαντες «ὡσαννὰ» ἐκβοήσωμεν, «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.» Εὐλογημένος ὁ ὢν καὶ προὼν καὶ νυνὶ ἐρχόμενος ἐν ὀνόματι κυρίου. Αὐτῷ πρέπει τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ ζωοποιῷ αὐτοῦ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοιγαροῦν, ὦ θειοτάτη νεολαία ὑμεῖς καὶ πιστότατον ἄθροισμα, οἱ εἰς λαὸν κυρίου κληθέντες ὑμεῖς καὶ τῷ ὄντι βασίλειον ἱεράτευμα, μὴ ποιήσωμεν τὸν οἶκον κυρίου, τὸ ἐξ ἀμφοτέρων, ψυχῆς λέγω καὶ σώματος, ἱερὸν κρᾶμα ἡμῶν, λῃστῶν σπήλαιον, ἀκαθάρτων δηλονότι δαιμόνων· φοβερὸν γὰρ τοῦτό ἐστι καὶ φοβερὰ ἡ τοῦ παναγίου ἀπόφασις πνεύματος, ἣν διὰ τοῦ ἁγίου Παύλου πεποίηται· «Εἴ τις» γάρ, φησί, «τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθείρει τοῦτον ὁ θεός.» Καθαρίσωμεν τοῦτον τοῦ σώματος ἡμῶν τὸν ναόν. Ἁγιάσωμεν ἡμῶν τὴν ψυχήν. Ἀποσοβήσωμεν ἐξ ἡμῶν τοὺς ὑψιπετεῖς κατὰ τὰς περιστερὰς λογισμούς. Μὴ ποιήσωμεν αὐτοὺς ἐγκαθέδρους ὠνουμένους ὁμοῦ καὶ πιπράσκοντας.

Ἐξοστρακίσωμεν ἐκ τοῦ ἐμψύχου ναοῦ ἡμῶν τὰς τραπέζας τῶν πολυμερίμνων καὶ εὐκαπηλεύτων καὶ πεποικιλμένων καὶ πολυειδῶν κολλυβιστῶν, τουτέστι τῶν χαμερπῶν τε καὶ ἀτίμων παθῶν, ἵνα οὕτως ὑποδεξάμενοι κύριον μὴ ἐκβληθῶμεν ὑπ’ αὐτοῦ ὡς ἀχρεῖοι καὶ συνοικοῦντες λῃσταῖς.

Μετὰ τῶν παίδων κλαδηφορήσωμεν. Μετὰ τῶν μαθητῶν τοὺς νοητοὺς χιτῶνας, πίστιν, ἐλπίδα καὶ ἀγάπην δηλαδή, ὑποστρώσωμεν. Μετὰ Ζαχαρίου τοῦ προφήτου τὸ «χαῖρε σφόδρα, θύγατερ Σιὼν» μελῳδήσωμεν, μετὰ Σοφονίου τὸ «εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου». Ἀναμέλψωμεν καὶ μετὰ τοῦ πιστοτάτου ὄχλου Χριστῷ.

Ὑπαντήσωμεν «ὡσαννὰ» ἐκβοῶντες· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.» Εὐλογημένος ὁ ὢν καὶ προὼν καὶ νυνὶ ἐρχόμενος ἐν ὀνόματι κυρίου. Αὐτῷ πρέπει ἡ τιμὴ καὶ ἡ προσκύνησις σὺν τῷ ἀνάρχῳ πατρὶ αὐτοῦ καὶ τῷ ζωοποιῷ αὐτοῦ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.