Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰ βαΐα
Το συνέδριο των Φαρισαίων κατά του Ιησού
Σχολιασμός της απόφασης των αρχιερέων να εξοντώσουν τον Κύριο μετά την ανάσταση του Λαζάρου λόγω φθόνου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το συνέδριο των Φαρισαίων κατά του Ιησού
Σχολιασμός της απόφασης των αρχιερέων να εξοντώσουν τον Κύριο μετά την ανάσταση του Λαζάρου λόγω φθόνου.
Καὶ πρῶτον μὲν Ἰωάννην τὸν εὐαγγελιστὴν ἀναπτύξαντες τούτου τὰς φωνὰς ἀναλάβωμεν· καλὸν γάρ ἐστι πᾶσαν πραγματείαν διελθεῖν. Τί οὖν αὐτὸς ἐκδιδάσκει, ἀκούσωμεν. Μετὰ τὴν τοῦ ἱεροῦ Λαζάρου ἐκ νεκρῶν ἀναβίωσιν «συνήγαγον οἱ ἱερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον λέγοντες· Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ; Ἐὰν αὐτὸν ἀφῶμεν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν τὸν τόπον καὶ τὸ ἔθνος.» Ὢ τῆς ἀνοίας. Συμβούλιον κατὰ τοῦ Ἰησοῦ ἱεροφαρισαϊκὸς δῆμος συνεκρότησεν, ἵν’ αὐτὸν ἀπολέσωσιν. Ὢ τῆς τυφλώσεως.
Ὢ τῆς ὑπὲρ νοῦν ἐκπλήξεως. Ἔδει μὲν ὑμᾶς, ὦ προφητοκτόνοι, χαρᾷ χαρῆναι διὰ τὴν ζωοποίησιν καὶ ἐναβρύνεσθαι ἐπὶ τοῖς θαύμασιν. Ὢ βασκανίας ἅλωσις. Τί κακὸν ἐποίησεν ὁ Ἰησοῦς, ὦ ἀχάριστα πνεύματα, ἵνα θανάτῳ τοῦτον καταδικάσητε; Διότι νεκρὸν ἤγειρεν ἐκ τάφου καὶ ζωὴν τῷ ὀδωδότι δεδώρηται; Τί πονηρὸν ἐποίησεν, ἵνα οἱ Ῥωμαϊκοὶ ὄχλοι διαρρήξωσιν ὑμῶν τὸ ἔθνος; Μὴ στρατόπεδον ἐκίνησεν; Μὴ λαοὺς διετάραξεν; Οὐχὶ μᾶλλον εὐεργεσίας ὑμῖν παρέσχε; Τί τῷ φθόνῳ πῦρ πωλεῖσθε, ὦ τάλανες, καὶ πάλιν τὸν Λάζαρον θανατοῦν ἐπεγείρεσθε; Ὀδωδότα τοῦτον ἐγείρας οὐκ ἂν καὶ ὑφ’ ὑμῶν νεκρωθέντα ἀναστήσειε; Τί κόπους ἡμᾶς ἑαυτοὺς παρέχετε καὶ τῷ πατρὶ ὑμῶν, τῷ διαβόλῳ, χάριτας ἀποπληροῦτε;
Ἀληθῶς τοίνυν τὸ ἡμῖν ῥηθησόμενον πληρωτικὸν γενήσεται, καὶ ἀροῦσιν ὑμῶν οἱ Ῥωμαῖοι καὶ τὸν τόπον καὶ τὸ ἔθνος, καὶ διττῶς τῇ ἀπωλείᾳ παραπεμφθήσεσθε. Καὶ πρῶτα μὲν Ἰωάννην τὸν εὐαγγελιστὴν ἀναπτύξαντες τούτου τὰς ἱερὰς καὶ ἁγίας φωνὰς ἀναγνώσωμεν. Τί οὖν αὐτὸς ἐκδιδάσκει, ἀκούσωμεν.
Μετὰ τὴν ἐκ νεκρῶν τοῦ ἱεροῦ ἀναβίωσιν Λαζάρου «συνήγαγον οἱ ἱερεῖς τε καὶ Φαρισαῖοι συνέδριον λέγοντες· Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ; Ἐὰν ἀφῶμεν οὕτως αὐτόν, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν τὸν τόπον ἡμῶν καὶ τὸ ἔθνος.» Ὢ τῆς ἀνοίας. Συμβούλιον κατὰ τοῦ Ἰησοῦ δῆμος ἱεροφαρισαϊκὸς συνεκρότησεν, ἵν’ αὐτὸν ἀπολέσωσιν. Ὢ τῆς τυφλώσεως. Ὢ τῆς παμπόλλης παραπληξίας. Ἔδει μὲν ὑμᾶς, ὦ προφητοκτόνοι, χαρᾷ χαρῆναι διὰ τὴν ζωοποίησιν καὶ σφόδρα ἀγαλλιαθῆναι ἐπὶ τῷ θαύματι, ὑμεῖς δὲ βασκανίᾳ ἑάλωτε, τῷ δεινοτάτῳ τούτῳ τῶν ἀνθρωπίνων παθῶν πάθει.
Τί κακὸν ὁ Ἰησοῦς πεποίηκεν, ὦ ἀχάριστα πλάσματα, ἵνα θανάτῳ τοῦτον καταδικάσητε; Ὅτι νεκρὸν τοῦ τάφου ἐξήγειρε καὶ ζωὴν τῷ ὀδωδότι δεδώρηται; Τί πονηρὸν εἰργάσατο, ἵνα οἱ Ῥωμαϊκοὶ ὄχλοι τὸ ἔθνος ὑμῶν διαρρήξωσιν; Μὴ στρατόπεδον ἐκίνησεν; Μήτι λαοὺς ἀνῆψε καὶ διετάραξεν; Οὐχὶ μᾶλλον ὑμῖν εὐεργεσίας ἀπείρους παρέσχε; Τί τῷ φθόνῳ πῦρ πωλεῖσθε, ὦ τάλανες, καὶ πάλιν τὸν Λάζαρον θανατῶσαι διηγείρεσθε; Τί δὲ ὁ τοῦτον ὀδωδότα ἐξαναστήσας τοῦ τάφου οὐχὶ καὶ παρ’ ὑμῶν νεκρωθέντα πάλιν τοῦτον πάλιν ἐξαναστήσει; Τί κόποις ματαίοις ἑαυτοὺς ἐμπαρέχετε καὶ τῷ πατρὶ ὑμῶν, τῷ διαβόλῳ, τὰς φίλας ἀποπληροῦτε οὕτω πως χάριτας; Διὰ τοῦτ’ ἀληθῶς καὶ τὸ ῥηθὲν παρ’ ὑμῶν πληρωθήσεται, καὶ ἐλθόντες ἀροῦσιν οἱ Ῥωμαῖοι καὶ τὸν τόπον καὶ τὸ ἔθνος ὑμῶν καὶ διττῇ παραδοθήσεσθε ἀπωλείᾳ κρίσει δικαιοτάτῃ θεοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.