Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰς ἐπιστολὰς τοῦ Παύλου

Ἰωάννης ὁ Δαμασκηνός

Ερμηνεία στην Προς Ρωμαίους Επιστολή

Ερμηνευτικός υπομνηματισμός της Προς Ρωμαίους επιστολής, με κέντρο τη δικαίωση εκ πίστεως, τον ρόλο του νόμου, τη θεία χάρη και τη φανέρωση της δικαιοσύνης του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 14

ΕΙΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ. ΚΕΦΑΛ. ΠΡΩΤΟΝ. «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς Ἀπόστολος.» Τρεῖς εἰσὶ δουλείας τρόποι· εἷς μὲν ὁ κατὰ τὴν δημιουργίαν, καθ᾽ ὅ φησιν, ὅτι Τὰ σύμπαντα δοῦλα σά. Ἕτερος δὲ ὁ ἀπὸ πίστεως, κατὰ τὸ εἰρημένον· Ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. Ὁ τρίτος ὁ ἀπὸ τῆς πολιτείας κατὰ τὸ εἰρημένον· Μωϋσῆς ὁ θεράπων μου ἐτετελεύτηκεν.

Ἐπειδὴ τοίνυν κατὰ πάντας τοὺς τρόπους, τὸ τῆς δουλείας ἀξίωμα ἐδέδεικτο, εἰκότως ἐν καυχήματος τάξει προτάττει τοῦτο τῆς ἐπιστολῆς. «Ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ.» Δείκνυσιν ὅσον αὐτοῦ τὸ ἀξίωμα. Εἴ γε ἀφώριστο ἀπὸ τοῦ Θεοῦ εἰς τὸ διακονῆσαι τὸ Εὐαγγέλιον αὐτοῦ.

Εὐαγγέλιον δὲ Θεοῦ καλεῖ, ἀπὸ τῶν προοιμίων διεγείρων τὸν ἀκροατήν. «Ὁ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις.» Ἐπειδὴ καινοτομίαν ἐνεκάλουν τῷ δόγματι, δείκνυσιν αὐτὸ πρεσβύτερον Ἑλλήνων ὄν· καὶ ἐν τοῖς προφήταις προδιαγραφόμενον. «Περὶ τοῦ Υἱοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα.» Οὐ περὶ ἀνθρώπου ψιλοῦ, φησὶν, ὁ λόγος ἡμῖν.

Διάτοι τοῦτο προσέθηκεν τὸ, κατὰ σάρκα, αἰνιττόμενος, ὅτι καὶ κατὰ πνεῦμα γένεσίς ἐστι τοῦ αὐτοῦ· τῇ τάξει δὲ τοῦ μυστηρίου ἠκολούθησεν. Πρῶτον γὰρ εἶδον αὐτὸν ἄνθρωπον ἐπὶ γῆς· καὶ τὸν γεννώμενον ἀνακηρυττόμενον καὶ τότε ἔγνωσαν Θεὸν, φησίν. «Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως ἐκ νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Τὸν ἐκ Δαβὶδ γεννώμενον ἀνακηρύττομεν, φησὶν, ὅτι καὶ Υἱὸς Θεοῦ ἐστιν οὗτος ὁ σαρκωθείς· πρῶτον, ἀπὸ τῶν προφητῶν δι᾽ ὃ ἔλεγεν· Ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν. Δεύτερον, ἐξ αὐτοῦ τοῦ τρόπου τῆς γεννήσεως, ὃ καὶ αὐτῷ ἔδειξεν εἰπών· ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα· ὅτι τὸν τῆς φύσεως ἔλυσεν νόμον ἐκ Παρθένου τεχθείς· τρίτον, ἀπὸ τῶν θαυμάτων· τοῦτο γάρ ἐστιν ἐν δυνάμει.

Τέταρτον, ἀπὸ τοῦ πνεύματος ὅπερ ἐδίδου τοῖς πιστεύουσιν εἰς αὐτὸν, δι᾽ οὗ πάντας ἁγίους ποίει. Διὸ Πνεῦμα ἁγιωσύνης εἶπεν· πέμπτον, ἀπὸ τῆς ἀναστάσεως αὐτοῦ· πρῶτος γὰρ αὐτὸς καὶ μόνος ἑαυτὸν ἤγειρεν. Τοῦ ὁρισθέντος, δείχθεντος, ἀποφανθέντος, ὁμολογηθέντος ἀπὸ τῆς πάντων γνώμης καὶ ψήφου. «Δι᾽ οὗ ἐλάβομεν.» Ὅρα τὴν εὐγνωμοσύνην· οὐδὲν ἑαυτοῦ βούλεται, ἀλλὰ πάντα τοῦ Δεσπότου. «Χάριν καὶ ἀποστολήν.» Οὐχ ἡμεῖς ἑαυτοῖς κατωρθώσαμεν, φησὶ, τὸ γενέσθαι ἀποστόλους· οὔτε γὰρ καμόντες πολλὰ τὴν ἀξίαν ταύτην ἐλάβομεν· ἀλλὰ χάριν ἐλάβομεν, καὶ τῆς ἄνωθεν δημιουργίας τὸ κατόρθωμα γέγονεν. «Εἰς ὑπακοὴν πίστεως.» Οὐκ εἶπεν, εἰς ζήτησιν καὶ κατασκευὴν πίστεως, ἀλλ᾽ εἰς ὑπακοήν. Ὅταν γὰρ ὁ Δεσπότης ἀποφαίνηται, τοὺς ἀκούοντας οὐ περιεργάζεσθαι χρὴ τὰ λεγόμενα καὶ πολυπραγμονεῖν, ἀλλὰ δέχεσθαι μόνον. «Ἐν πᾶσιν τοῖς ἔθνεσιν.» Ὅρα πῶς ἔσται τὸ κήρυγμα· εἴ γε πάλαι μὲν ὁ διὰ Μωϋσέως νόμος, ἑνὶ ἐκηρύττετο ἔθνει· τὸ δὲ Εὐαγγέλιον εἰς πέρατα τῆς οἰκουμένης διαδέδοται. «Ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ.» Οὐχ ἵνα τὴν οὐσίαν περιεργασώμεθα, φησίν· ἀλλ᾽ ἵνα εἰς τὸ ὄνομα πιστεύσωμεν. Τοῦτο γὰρ ἦν τὸ ὄνομα, ὃ καὶ τὰ σημεῖα ἐποίει. Ἐν γὰρ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, φησὶν, ἔγειρε καὶ περιπάτει. «Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ· πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ.»

Δύο διὰ τούτων ἔστιν ἰδεῖν ἀγαθὰ, καὶ κολακείας ἀπηλλαγμένην τὴν τοῦ Ἀποστόλου ψυχήν· εἴ γε Ῥωμαίοις κρατοῦσι τότε, καὶ εὐθὺς τὴν ἀρχὴν δεξαμένοις τῆς οἰκουμένης ἐπιστέλλων, οὐδέν τι κολακικόν φησιν· καὶ τὸ εὐθέως καλεῖν αὐτῶν τὸν τύφον, εἴ γε παρακολούθους αὐτοὺς τῶν ἐθνῶν ἔταξεν.

Περὶ γὰρ τῶν ἐθνῶν διαλαβὼν τὸ, ἐν οἷς καὶ ὑμεῖς ἐπήγαγεν. «Κλητοῖς ἁγίοις.» Ὅρα πῶς συνεχῶς τὸ ὄνομα τίθησιν· Κλητὸς Ἀπόστολος. Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοί. Πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ κλητοῖς. Τοῦτο δὲ οὐ περιττολογῶν ποιεῖ, ἀλλὰ βουλόμενος αὐτοὺς τῆς εὐεργεσίας ἀναμνῆσαι. Τὸ δὲ, ἀγαπητοῖς Θεοῦ, διαιροῦντός ἐστιν ἀπὸ τῶν πιστευσάντων τοὺς μὴ τοιούτους. Καὶ ἄλλως δὲ τοὺς πιστεύσαντας καλεῖ πάντας, καθ᾽ ὃ ἡγιάσθησαν διὰ λουτροῦ παλιγγενεσίας. «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

Πόσον ἴσχυσεν ἡ τοῦ Χριστοῦ ἀγάπη δείκνυσιν, ὅτι οἱ ἐχθροὶ καὶ ἠτιμημένοι, ἅγιοι καὶ δίκαιοι γεγόνασιν ἐξαίφνης. Ὅταν γὰρ Πνεῦμα καλέσῃ, υἱοὺς ἀπέδειξεν· ὅταν δὲ υἱοὺς εἶπεν, ἁπάντων τῶν ἀγαθῶν τὸν θησαυρὸν ἀπεκάλυψεν. »Πρῶτον μὲν εὐχαριστῷ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, περὶ πάντων ὑμῶν.

Ἁρμόζον τὸ προοίμιον τῇ φιλοθέῳ ψυχῇ, ἐφ᾽ οἷς εὐσεβοῦσιν ἕτεροι εὐαρεστεῖν τῷ Θεῷ. «Ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.» Ὃς γὰρ ἄρτι δεξαμένης τὴν βασιλείαν τότε τῆς Ῥώμης, εἰκὸς τοὺς ἐν αὐτῇ πιστοὺς ἐν πάσῃ περιφέρεσθαι πόλει. «Μάρτυς γάρ μου ἐστιν ὁ Θεὸς, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου.» Ἐπειδὴ περὶ ἀδήλου πράγματος ἦν αὐτῷ ὁ λόγος, τοῦτο δὲ ἦν ἡ ἀγάπη ἡ εἰς αὐτοὺς ἀνθρώπους μηδὲ εἰδότας αὐτόν· τούτου χάριν τὸν Θεὸν ἐπὶ τοῦ πράγματος τούτου μάρτυρα καλεῖ. «Ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως.» Ἄνω τοῦ Πατρὸς εἰπὼν τὸ Εὐαγγέλιον, ἐνταῦθα τοῦ Υἱοῦ αὐτοῦ εἶναι λέγει, δεικνὺς τὴν ἑνότητα Πατρὸς καὶ Υἱοῦ. «Μνείαν ὑμῶν ποιοῦμαι πάντοτε ἐπὶ τῶν προσευχῶν μου, δεόμενος, εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς.

Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῷ χάρισμα ὑμῖν πνευματικὸν, εἰς τὸ στηριχθῆναι ὑμᾶς.» Δείκνυσιν ὅσος ἐστὶν εἰς τὸ πείθεσθαι Θεῷ, ὅπου γε σφόδρα σπουδάζων καὶ εὐχόμενος τὴν Πόλιν ἰδεῖν, παρὰ τὸ τοῦ Θεοῦ δοκοῦν, οὐ παρεγίνετο πρὸς αὐτούς. «Τοῦτο δέ ἐστιν, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ἡμῶν τε καὶ ἐμοῦ. Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι πολλάκις προεθέμην τοῦ ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσί τε καὶ Ἰουδαίοις.» Ἵνα μὴ δόξῃ τισὶν μεγαλοφρονεῖν, εἶναι λέγων εἰς τὸ μεταδοῦναι ἡμῖν χάρισμα, τούτου χάριν καὶ αὐτὸς τῆς παρ᾽ ἐκείνων παρακλήσεως δεῖσθαι λέγει. «Σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· οὕτως, τὸ κατ᾽ ἐμὲ πρόθυμον, καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.» Δείκνυσιν ὡς εἰ καὶ ἡ διὰ φιλοδοξίαν προσρίπτει ἑαυτὸν τῇ βασιλευούσῃ Πόλει, ἀλλ᾽ ὡς ἐκ παντὸς τρόπου προσῆκον αὐτῷ μυσταγωγεῖν αὐτούς. ᾟ γὰρ πάντων ἐθνῶν κήρυξ ἐτέθη, δῆλον ὅτι καὶ κηρύττειν Ῥωμαίοις ὀφειλέτης ἐστίν. «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον.» Καίτοι ἀλλαχοῦ φησιν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Τίνος οὖν ἕνεκα ἐνταῦθα οὐ λέγει καυχῶμαι, ἀλλ᾽ οὐκ αἰσχύνομαι;

ἐπειδὴ σφόδρα ἐπτοημένοι ἦσαν εἰς τὰ τοῦ βίου πράγματα Ῥωμαῖοι, ἄρτι τὴν ἀρχὴν τῆς οἰκουμένης ἀναδεξάμενοι, αὐτὸς δὲ ἐκήρυττεν Ἰησοῦν τὸν ἐσταυρωμένον· διὰ τοῦτο φησὶν, οὐκ αἰσχύνομαι, ἐκείνους διδάσκων, τέως μὴ ἐπαισχύνεσθαι. ᾜδει γὰρ ὅτι ἂν τοῦτο κατορθώσωσιν, ταχέως προϊόντες καὶ ἐπὶ τὸ καυχᾶσθαι ἥξουσιν. «Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι.» Ἐπειδή ἐστιν δύναμις Θεοῦ καὶ εἰς κόλασιν κατὰ τὸ εἰρημένον περὶ τῆς κολάσεως τῶν Αἰγυπτίων, τούτου χάριν προσέθηκεν τὸ, Εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, καὶ ἵνα μὴ ἁπλῶς καὶ ἀδιακρίτως τοῖς πᾶσιν δίδοσθαι νομισθῇ ἐπήγαγε, παντὶ τῷ πιστεύοντι. «Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.» Ἐνταῦθα τὸ, πρῶτον, οὐκ ἀξιώματος ὄνομα ἀλλὰ τάξεως σημασία· ὥσπερ ἀμέλει καὶ [διὰ] τῶν δεχομένων τοῦ βαπτίσματος χάριν, οὗ οὐχ ὁ πρῶτος πλεονεκτεῖ τοῦ δευτέρου, ἢ τοῦ τρίτου ἢ τοῦ ὑστάτου πλέον λαμβάνει. «Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται.» Ὁ γενόμενος, φησὶν, δίκαιος, οὐ κατὰ τὸν παρόντα μόνον βίον, ἀλλὰ τὸν μέλλοντα ζήσεται. «Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.» Τοῦτό φησιν, ὅτι καὶ οἱ παλαιοὶ ἐκ πίστεως ἐσώθησαν, ὧν αὐτὸς κατάλογον ἐν τῇ πρὸς Ἑβραίους ποιεῖται. «

Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ᾽ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων,» Ἀπὸ τῶν ἀγαθῶν προτρεψάμενος ἐπὶ τὸ κήρυγμα ἐλθεῖν, καὶ ἀπὸ τῶν ἐναντίων πάλιν ἐργάζεται τὴν προτροπήν· ἢ γὰρ ὑπισχνούμενον ἀγαθὰ, ἢ ἐκφοβοῦντα δεῖ τὴν προτροπὴν ἐργάζεσθαι.

Ἐγγὺς οὖν παρίστησιν αὐτοὺς τοῦ θείου δικαστηρίου. «Τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε. Τὰ γὰρ ὁρατὰ αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης,» Καὶ τίνες οὗτοι; Οἱ Ἑλλήνων παῖδες, οἱ ξύλοις καὶ λίθοις ἀνατιθέντες τὴν τοῦ Θεοῦ προσκύνησιν, καὶ ὅσον εἰς αὐτοὺς ἀδικοῦντες τὴν τοῦ Θεοῦ δόξαν, εἰ καὶ οὐκ ἀδικεῖται. «Εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Διότι γνόντες τὸν Θεὸν, οὐκ ὡς Θεὸν ἐδόξασαν, ἢ εὐχαρίστησαν, ἀλλ᾽ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν.» Καίτοι οὐ διὰ τοῦτο ἐποίησεν αὐτὰ ὁ Θεὸς, εἰ καὶ τοῦτο ἐξέβη· οὐ γὰρ ἵνα αὐτοὺς ἀπολογίας ἀποστερήσῃ, διδασκαλίαν τοσαύτην εἰς μέσον ἔθηκεν, ἀλλ᾽ ἵνα αὐτὸν ἐπιγνῶσιν· ἀγνοήσαντες δὲ, πάσης ἑαυτοὺς ἀπεστέρησαν ἀπολογίας. «Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ.» Ἵνα δείξῃ τῆς γνώμης αὐτῶν τὸ κατηγόρημα· ὃ γὰρ ἔχει τις, τοῦτο ἀλλάσσει. «Ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.»

Ὅρα πόσα τὰ κατηγορήματα· πρῶτον, ὅτι οὐκ ἔγνωσαν Θεόν· δεύτερον, ὅτι ἔχοντες ἀφορμὰς εἰς τοῦτο μεγάλας, ἀπώλισθον· τρίτον, ὅτι σοφοὶ λέγοντες εἶναι· τέταρτον, ὅτι εἰς δαίμονας κατήγαγον καὶ λίθους καὶ ξύλα τὸ σέβας ἐκεῖνο. «Διὸ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν, εἰς ἀκαθαρσίαν,» Τὸ παρέδωκεν, ἀντὶ τοῦ εἴασεν κεῖται. «Τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς.» Ἐντεῦθεν ἔχουσι τὴν δίκην καὶ πρὸ θείου δικαιωτηρίου· καὶ αὐτοὶ γὰρ ἑαυτοὺς ταῦτα διέθηκαν, ἅπερ ἂν αὐτοὺς οἱ ἐχθροὶ διαθεῖναι οὐκ ἴσχυσαν. «Οἵ τινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα,» «Δείκνυσιν ὡς πάσης ἀσελγείας ἡ ἀσεβεία ἐστὶ πρώτη.

Ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας, Ἀμήν. Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Ὁμοίως δὲ καὶ οἱ ἄῤῥενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργασάμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν αὐτοῖς ἀπολαμβάνοντες.

Καὶ καθὼς οὐκ ἐδοκίμασαν ἔχειν τὸν Θεὸν ἐν τῇ γνώσει, παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.» Εἰ καὶ ἐκεῖνοι, φησὶν, ἀφέντες αὐτὸν, προσεκύνησαν κνωδάλοις, ἀλλ᾽ οὐδὲν αὐτοῦ παρεφθάρη δόξα· ἔστι γὰρ εὐλογητός. «Πεπληρωμένους πάσῃ ἀδικίᾳ, κακίᾳ, πονηρίᾳ, πλεονεξίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας, ψιθυρίας, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας.» Εἰπὼν τὸ γενικὸν, καὶ κατ᾽ εἶδος λοιπὸν διεξέρχεται τὰ κακὰ, ἅπερ ἡ ἀσέβεια εἰργάσατο. θεομισεῖς. «Ἐφευρετὰς κακῶν.» Ἵνα τῆς γνώμης λοιπὸν γένηται κατηγόρημα, ἐφευρετὰς κακῶν αὐτοὺς προσηγόρευσεν. «Γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀνελεήμονας· οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγινώσκοντες.» Καὶ κατὰ τῆς φύσεως ἔστησαν, φησίν. «Ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες, ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.» Δύο θεὶς ἀντιθέσεις, ἐνταῦθα ἀνεῖλεν ἀμφοτέρας.

Τί γὰρ ἂν εἴποις, φησὶν, ὅτι οὐκ οἶδας τὰ πρακτέα; Σὺ μὲν οὖν εἰ καὶ τοῦ μὴ εἰδέναι αἴτιος, ἀφεὶς τὸν γνωρίζοντά σοι Θεόν· νῦν δὲ καὶ διὰ πολλῶν δείκνυμεν εἰδότα καὶ ἑκόντα πλημμελοῦντα· ἀλλ᾽ ὑπὸ πάθους ἕλκῃ. Τί οὖν καὶ συμπράττεις καὶ ἐπαινεῖς· ΚΕΦΑΛ. Βʹ. «Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. Οἶδα μὲν δὲ, ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας;» Πρὸς τοὺς ἄρχοντας μὲν τῆς Ῥώμης ἀποτείνει τὸν λόγον, καὶ πρὸς ἕκαστον δὲ ἄνθρωπον ἁρμόσει· ἑαυτοὺς γὰρ κρίνομεν, ἀφ᾽ ὧν τὰ παραπλήσια ἡμὶν πράττοντας ἑτέρους κρίνομεν. «Λογίζῃ δὲ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει;» Ἀνθυποφορά· ἀλλὰ τέως οὐ κολάζομαι, φησίν· ὁ δὲ τὴν ὑπέρθεσιν οὐκ εἰς συγγνώμην, ἀλλ᾽ εἰς μείζονα κόλασιν κατασκευάζει, τοὺς μὴ βουλομένους δι᾽ αὐτῆς χωρεῖν εἰς μετάνοιαν. «Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν,» Ὁ γὰρ μήτε διὰ τῶν ἀγαθῶν, μήτε διὰ τῶν ἠπειλημένων κολάσεων εἰς μετάνοιαν ἐρχόμενος, πῶς οὐ παντελῶς σκληρότατος ἂν εἴη; «

Θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν γὰρ καθ᾽ ὑπομονὴν ἔργου ἀγαθοῦ.» Σὺ ἑαυτῷ, φησὶν, ἐπισπᾶσαι τὴν ὀργὴν, οὐχ ὁ Θεός σοι. Καὶ τὸ θησαυρίζεις δὲ, ὡς πάντη τε καὶ πάντως ἐσομένης, εἰ μὴ τῇ μετανοίᾳ αὐτὴν ἀπονιψόμεθα. «Δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον.» Οὐ δυνάμενος εἰπεῖν τὰ ἀγαθὰ τὰ μέλλοντα ἔσεσθαι ἀγαθὰ τοῖς ἁγίοις αὐτοῦ παριστῶσι, διὰ τῶν ἐν ἀνθρώποις τιμῶν αὐτὰ κατασημαίνει. Δόξαν δὲ λέγων, καὶ τιμὴν καὶ ἀφθαρσίαν ἐπὶ τὰ ὄντως ἀγαθὰ, ἃ οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. «Τοὺς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ.» Ἵνα δείξῃ πάλιν τῆς γνώμης τὸ κατηγόρημα, οὐκ εἶπεν, ἐξ ἀγνοίας, ἀλλ᾽ ἐξ ἐριθείας. «Ὀργὴ καὶ θυμός· θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν· Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος.» Ὥσπερ διὰ τῶν πιστευομένων ἡμῖν ἀγαθῶν τὰς ἀμοιβὰς τὰς μελλούσας εἰσάγει· οὕτω καὶ διὰ τῶν λυπηρῶν πάλιν τῶν παρ᾽ ἡμῖν, τὰς μελλούσας κολάσεις. «Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ.» Πανταχοῦ τοῖς καλοῖς περιφράττει τὸν ἀκροατὴν, προτρεπόμενος εἰς αὐτὸ ἐλθεῖν.

Πρῶτον γὰρ διεξέρχεται τὰς ἀμοιβὰς, ἃς ἀπολήψονται οἱ ἅγιοι· εἰς τὰς μέσας τὰς κολάσεις θεὶς, πάλιν ἐπὶ τὰς τῶν καλῶν ἀμοιβὰς ἔρχεται. Δόξαν καὶ τιμὴν λέγων ὑπάρξειν τῷ ἐργαζομένῳ τὸ καλόν· οὕτως γὰρ μᾶλλον ἐπισπάσαιτο εἰς ἔργον τὸν ἀκροατήν. «Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται.» Ἀντὶ τοῦ, μὴ ἔχοντες κατηγοροῦντα τὸν νόμον· ἄρχεται δὲ σύγκρισιν ποιεῖς, Ἰουδαίων τε καὶ τῶν πρὸ τῆς χάριτος Ἑλλήνων· Ἑλλήνας δὲ μὴ τοὺς εἰδωλολάτρας λάμβανε, ἀλλὰ τοὺς θεοσεβεῖς· οἷος ἦν ὁ Μελχισεδὲκ, Νινευΐται, ὁ Ἰὼβ, ὁ Κορνήλιος. Κατασκευάζει δὲ τοῦτο σαφῶς, ἵνα δείξῃ, ὅτι οὐδὲν ὠφελεῖται ὁ Ἰουδαῖος διὰ νόμου, ἀλλὰ καὶ σφόδρα βαρεῖται· τοῦτο δὲ ποιεῖ, ὅπως ἂν εἰς τὸ δέξασθαι τὴν χάριν αὐτῶν ἐκκαλέσηται· ἔλεγον γὰρ οἱ Ἰουδαῖοι μὴ χρῄζειν τῆς χάριτος δικαιούμενοι ἐν νόμῳ· Διὸ δείκνυσιν, ὡς οὐδὲν αὐτοὺς ὠφελεῖ. Ἀδύνατον γὰρ αὐτὸν κατορθωθῆναι· ἀλλὰ καὶ ἐπικαταράτους ποιεῖ.

Ταῦτα δὲ πάντα, ὡς εἶπον, κατασκευάζει συγκλείων αὐτοὺς εἰς τὴν διὰ πίστεως χάριν. «Οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ᾽ οἱ ποιηταὶ νόμου δικαιωθήσονται. Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιοῦσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος· οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων. Ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ ἐν ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ Εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ.» Ἄνω μνησθεὶς τῆς κρίσεως τοῦ Θεοῦ, ἐνταῦθα σαφῶς ἐκκαλύπτει, ὡς Χριστός ἐστιν ὁ κρίνων ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Αὐτῷ γὰρ πᾶσαν τὴν κρίσιν δέδωκεν ὁ Πατήρ· τοῦτο δὲ ποιεῖ, τῶν τῆς Καινῆς Διαθήκης δογμάτων ἀνοίγων αὐτοῖς τὴν ὁδόν. «Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου· πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει.» Συγκρίνας τὸν Ἰουδαίων τοῖς Ἕλλησιν, καὶ σφόδρα καταπαλαίσας, μικρὸν ὑφαιρεῖ τοῦ βάρους. Ὥσπερ τινὸς ἀντιπίπτοντος καὶ λέγοντος αὐτοῦ. Ποῦ οὖν τὰ σεμνὰ τῶν Ἰουδαίων; Δείκνυσιν οὖν ὄνομα μόνον. τὰς αὐτούς. Μᾶλλον μὲν οὖν καὶ ἐν αὐτοῖς τούτοις ἐν οἷς ἐφρόνουν μέγα, τιμωρίας ἀξίους.

Ὅρα δὲ πῶς πλαγίως πλήσσει πανταχοῦ· εἰ καὶ καυχᾶσαι ἐν νόμῳ, ἀλλ᾽ οὐ πράττεις τὰ τοῦ νόμου· καὶ τὸ, πέποιθας σεαυτὸν, πάλιν λέγων· ὡς· μὴ ὄντα μὲν τοῦτο ὅπερ ἐκεῖνος λέγει, προβαλλόμενον δὲ καὶ ὥσπερ ἁρπάζων τὰ ῥήματα μόνον ἁρπάζει τὴν τιμήν. «Παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα μόρφωσιν τῆς γνώσεως, καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ.» Μέγα γὰρ κατέτρεχον τῶν προσηλύτων, δι᾽ αὐτὸ τοῦτο τὸ δοκεῖν εἶναι διδάσκαλοι. «Ὁ οὖν διδάσκων τὸν ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις;» Βαρυτέραν ἀπεργάζεται τοῦ Ἰουδαίου τὴν τιμωρίαν, ἐν τούτοις αὐτὸν παραβάτην ἀποφαίνων, ἐν οἷς ἑτέρων εἶναι διδάσκαλος ἀξιοῖ. «Ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς;» Εἰς τοσαύτην γὰρ μανίαν χρημάτων ἔρωτος προέβησαν, ὡς εἰδωλικῶν ἅπτεσθαι χρημάτων. «Ὃς ἐν νόμῳ καυχάσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; Τὸ γὰρ ὄνομα τοῦ Θεοῦ δι᾽ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, καθὼς γέγραπται.» Ἐν ἑτέροις εἴδεσι δείξας παράνομον, ἐνταῦθα καὶ καθολικώτερον ἐπάγει τὴν παρανομίαν, αὐτοῦ τοῦ νόμου εἰς μέσον φέρων τὸ ὄνομα. Καὶ σαφῶς αὐτοῦ παραβάτην τῶν Ἰουδαίων ἀποδείκνυσιν, ὡς καὶ αἴτιον γινόμενον τοῦ βλασφημεῖσθαι τὸ ὄνομα τοῦ Θεοῦ. «Περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς, ἐὰν δὲ παραβάτης νομοῦ ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν.

Ἐὰν οὖν ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσει, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία, τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου.» Δείξας ὡς οὐδὲν χρήσιμος αὐτοῖς ὁ νόμος, μᾶλλον δὲ ὡς καὶ κολάσεως αὐτοῖς αἴτιος, ὥσπερ ἀντιπιπτούσης ἀντιθέσεως, τί οὖν; οὐδὲν ἡ περιτομή; Ὅρα πῶς καὶ ταύτην κωλύει, πάλιν αὐτὴν ἀποφαίνων περιττὴν, καὶ τῶν ἀκροβύστων διαφέρουσαν οὐδὲν, μὴ πληρουμένων τῶν ἐντολῶν τοῦ νόμου. Τὰ γὰρ τοῦ νόμου προστάγματα ἀδύνατον τελειοῦσθαι ἦν. Ὥσπερ δὲ ἐν τοῖς ἀνωτέρω τὸν ἀκρόβυστον μετὰ τοῦ Ἰουδαίου συνέκρινεν· οὕτω καὶ ἐνταῦθα μετὰ περιτομῆς δεικνὺς, κατὰ τοῦτο πολὺ λιπόμενον τὸν ἔχοντα τὴν περιτομήν. «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ, Ἰουδαῖός ἐστιν· οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ᾽ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾽ ἐκ τοῦ Θεοῦ.» Ἐπειδὴ πάντα σωματικὰ ἦν τὰ κατὰ νόμον, περιτομὴ καὶ θυσία, καὶ σώματος ῥαντισμοὶ, ὅρα πῶς ταῦτα προφανῶς ἀναιρεῖ, οὐκέτι λεληθότως, λέγων ὅτι ἔνδον ἐστὶν ἡ περιτομὴ, καὶ ἔνδον ἐστὶν ὁ Ἰουδαῖος, ὥσπερ καὶ ἔνδον ἐστὶν ὁ νόμος. Τί οὖν καυχᾶσαι, φησὶ, καὶ τὰ σαρκὸς ἐπιτελῶν μεγαλοφρονεῖς;

Οὐ γὰρ ἐπὶ τούτοις ἔπαινος κεῖται ἐκ τοῦ Θεοῦ. ΚΕΦΑΛ. Γʹ. Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου; καὶ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; Πολὺ κατὰ πάντα τρόπον. Πρῶτον μὲν ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ.» Ἀνθυποφορὰ, καὶ ταύτης ἡ λύσις· οὐκ ἀφ᾽ ὧν ἐκεῖνοι κατορθοῦσιν, ἀλλ᾽ ἐκ τῆς φιλοτιμίας τοῦ Θεοῦ· τὸ γὰρ πιστευθῆναι τὰ λόγια τοῦ Θεοῦ, τῆς τοῦ Θεοῦ φιλοτιμίας ἔργον ἐστὶν, οὐ τῆς ἐκείνων ἀρετῆς κατόρθωμα. «Τί γὰρ εἰ ἠπίστησάν τινες, μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο· γινέσθω δὲ Θεὸς ἀληθής.» Δείκνυσιν οὕτω πονηροὺς, ὡς καὶ ἐν οἷς τιμῶνται, κολάσεως εἶναι ἀξίους. Εὖ δὲ τὸ τινὲς, εἰ καὶ πάντες ἠπίστησαν, ἵνα μὴ δόξῃ φορτικὸς εἶναι.

Τί γὰρ ἐγκαλεῖς, φησὶν, ὅτι ἠπίστησαν; καὶ τί τοῦτο πρὸς τὸν Θεόν; Μὴ γὰρ τὴν εὐεργεσίαν αὐτοῦ ἀνατρέπει τῶν εὐεργετηθέντων ἡ ἀγνωμοσύνη; ἢ τὴν τιμὴν ποιεῖ μὴ εἶναι τιμήν; ἀλλὰ καὶ μείζονα αὐτοῦ δείκνυσιν τὴν φιλανθρωπίαν, ὅταν καὶ τὸν μέλλοντα αὐτὸν ἀτιμάζειν φαίνηται τιμῶν. «Πᾶς δὲ ἄνθρωπος ψευστὴς, καθὼς γέγραπται· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου.» Ὃ εἶπεν συνεσκιασμένως ἐν τοῖς ἔμπροσθεν, νῦν προφανῶς τίθησιν· πάντα ἄνθρωπον αὐτῶν ἐψευσμένων τῆς πίστεως εἰρηκώς. «Καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.» Ὁ νοῦς οὕτως· Εἴ τις, φησὶν, κρίνει τά τε ὑπάρξαντα Ἰουδαίοις παρὰ τοῦ Θεοῦ, τά τε ὑπ᾽ αὐτῶν εἰς αὐτὸν ἀντιδοθέντα, τὴν νικῶσαν δῴῃ τῷ Θεῷ, τοσοῦτον γινομένῳ φιλοτίμῳ, ὡς μηδὲ τῆς ἀχαριστίας αὐτῶν δυνηθείσης ἀνακόψαι τὴν εὐεργετικὴν δεξιάν. «Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; μὴ ἄδικος ὁ Θεὸς, ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. Μὴ γένοιτο! Ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον;» Ἀντίθεσις πάλιν· ἡ δὲ ἀντίθεσις αὕτη· Εἰ κακῶς γενόμενος, φησὶν, αἴτιος ἐγενόμην, τοῦ τὴν νικοῦσαν δέξασθαι τὸν Θεὸν, οὐκ ὀφείλω κολάζεσθαι. Λύει δὲ αὐτὴν οὕτως· Εἰ δίκαιος ὁ Θεὸς κριτὴς, καὶ τὸν κόσμον κρίνει ἐν δικαιοσύνῃ, κατὰ τὸ γεγραμμένον, κολάζει σε δὲ, δικαίως δηλονότι κολάζει σε· πῶς τοίνυν ἀδίκως κολάζεσθαι φῆς, αἴτιος ὢν τῆς αὐτοῦ νίκης;

Κατορθῶν γάρ τις μᾶλλον τὸν νόμον μέγαν κηρύσσει τὸν νομοθέτην, ἢ παραβαίνων καὶ κολαζόμενος· τὸ δὲ κατὰ ἄνθρωπον λέγω, κατὰ τὸ ἀνθρώπινον φθέγγομαι, ἐπειδὴ ὡς ἐπὶ ὑποδείγματος. τὴν λύσιν ἐργάζει. «Εἰ δὲ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι; καὶ μὴ, καθὼς βλασφημούμεθα, καὶ καθώς φασί τινες ἡμᾶς λέγειν, ὅτι Ποιησώμεθα τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά· ὧν τὸ κρῖμα ἔνδικόν ἐστιν.» Πάλιν τὴν αὐτὴν πλατύτερον τίθησιν· ἡ δὲ διάνοια αὕτη· Εἰ τοῦτό φατε, ὡς συνήργησεν τὸ ψεῦδος ὑμῶν εἰς τὴν δόξαν τοῦ Θεοῦ, ὅμοιον ποιεῖτε τοῖς διαβάλλουσιν ἐμὲ, ὡς εἰρηκότα, ἐκ τῶν κακῶν εἶναι τὰ κάλα· εἰ δὲ οὔτε τοιοῦτόν τι ἐγὼ ἀπεφηνάμην, ἐκείνων τε τῶν ἐπὶ τούτων διαβαλλόντων ἐμὲ, τὸ κρῖμα ἔνδικόν ἐστιν· λείπεται καὶ ὑμᾶς τῇ αὐτῇ ἐνόχους φαίνεσθαι δίκῃ. Τί δὲ ἦν ὃ διέσυρον τὸν Ἀπόστολον;

Εἰρηκότος αὐτοῦ· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Οἱ παρ᾽ Ἕλλησιν δοκοῦντες σοφοὶ, κωμῳδοῦντες αὐτὸν ἔφασκον· Οὐκοῦν ἐκ τῶν κακῶν ἐστι τὰ καλὰ, καὶ δεῖ τὴν κακίαν ἐπιτηδεύειν, ὅπως τῶν καλῶν ἐπιτύχωμεν. Ὁ δὲ Ἀπόστολος οὐ τοῦτο ἔλεγεν, ὅτι ἡ προσοχὴ τῶν κακῶν ἄγει τὰ ἀγαθά· ἀλλ᾽ ἐπὶ τοῦ παρεληλυθότος χρόνου ἐξέλαβεν αὐτό· ὅτι καίτοι καὶ τῆς ἁμαρτίας κρατησάσης, ἡ Χριστοῦ χάρις ὑπερπερισσεύσασα καὶ κατήργησεν θάνατον, καὶ ἀνάστασιν δέδωκεν, καὶ τῶν ἄνω ἠξίωσεν μόνον· καὶ ὅτι οὗτος αὐτῷ ὁ σκοπὸς, καὶ οὐκ ἐκεῖνος ὃν κωμῳδοῦντες ἐκεῖνοι ἔλεγον, δῆλον ἐκ τοῦ ἐπενεγκεῖν αὐτόν· Τί οὖν; ἁμαρτήσωμεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ᾽ ὑπὸ χάριν;

Μὴ γένοιτο. Οἵτινες γὰρ, φησὶν, ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσωμεν ἐν αὐτῇ; Ἀλλὰ ταύτας τὰς λύσεις ἐνταῦθα οὐ προσφέρει. Οὐ γὰρ εἰς τοῦτο αὐτὸ συνέτεινεν ἡ ἀντίθεσις, ἀλλὰ τοῦτο μόνον βούλεται δεῖξαι, ὅτι Ὅμοιον ἐκείνοις φατὲ, ὧν ὁ λόγος δίκην ἕξει τὴν ἐσχάτην· ὥσπερ γὰρ ἐκεῖνοι ἐκ τῶν κακῶν τὰ καλά φασιν, οὕτως καὶ ὑμεῖς ἐκ τῆς ἑαυτῶν ἀδικίας τὴν νίκην τοῦ Θεοῦ λέγετε. «Τί οὖν; προεχόμεθα; Οὐ πάντως. Προαιτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ᾽ ἁμαρτίαν εἶναι· καθὼς γέγραπται, Ὅτι οὐκ ἔστι δίκαιος οὐδείς.

Οὐκ ἔστιν ὁ συνιὼν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· πάντες ἐξέκλιναν, ἅμα ἐχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα· οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει. Ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.» Ἀνθυποφορά. Τί οὖν λέγεις, ὦ Παῦλε, πρότερον μὲν τῇ τιμωρίᾳ; Οὐδὲ μέσως, φησίν· πάντως· οὐ καθόλου ἀναιρῶν τὸ πρῶτον εἶναι ἐν τῇ τιμωρίᾳ τὸν Ἰουδαῖον, καίτοι γε ἀνωτέρω τοῦτο ποιήσας· ἀλλὰ φείδεται, μὴ δόξῃ ὡς ἐχθρὸς κατατρέχειν τῶν Ἰουδαίων, καὶ κατήγορον αὐτῶν παρίστησι τὸν Δαβὶδ, τὰ ἁμαρτήματα αὐτῶν ἐκεῖνον ἐκκαλύπτειν ἐῶν. «Οἴδαμεν δὲ, ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ.» Ἐπειδὴ πολλὴν αὐτῶν κατάῤῥησιν εἰσήγαγεν τὸν Προφήτην λέγοντα, ἵνα μὴ ἀντιλέγῃ ὁ Ἰουδαῖος, ὅτι περὶ τῶν ἐθνῶν τὰ τοιαῦτα λέγει, προλαβὼν αὐτὸ ἀναιρεῖ, φάσκων, ὅτι οὐδήπου ὁ γραπτὸς νόμος Ἰουδαίους ἀφεὶς, ἑτέροις διαλέγεται· νόμον δὲ ἡ Γραφὴ καὶ τοὺς προφήτας φησίν. «Ἵνα πᾶν στόμα φραγῇ.»

Αἰνίττεται πάλιν τῶν Ἰουδαίων τὸ φρύαγμα, ἀποκλείων αὐτοῖς τὴν παῤῥησίαν· οὐ διὰ τοῦτο, φησὶν, [ὅτι διὰ τοῦτο] ἥμαρτον, ἵνα φραγῇ αὐτῶν τὸ στόμα· ἀλλὰ διὰ τοῦτο ἠλέγχοντο, ἵνα μὴ ἀγνοῶσιν ἁμαρτίαν. «Καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ.

Διότι ἐξ ἔργων τοῦ νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ.» Ὑπόδικός ἐστιν, ὁ ἑαυτῷ μὲν μὴ δυνάμενος βοηθεῖν, τῆς ἑτέρου δὲ χρῄζων ἐπικουρίας. «Διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.» Δικαιῶσαι μὲν οὐδένα, φησὶν, ὁ νόμος δύναται· τοῦτο δὲ μᾶλλον ἴσχυεν, τὸ διδάξαι τὴν ἁμαρτίαν· οὐ τοῦτο δὲ λέγει ὡς τοῦ θείου νόμου διδασκάλου ὄντος τῶν κακῶν· ἀλλ᾽ ὡς ἐλέγχοντος ἑκάστου, ἣν ἁμαρτάνει ἁμαρτίαν. Καὶ τοῦτο δὲ γέγονεν ἐκ τῆς Ἰουδαίων ῥᾳθυμίας. Ὁ γὰρ νόμος, ἵνα φυλάττωνται τὸ κακὸν, δέδοται· ἐπειδὴ δὲ ἀναπεπτώκασιν, ἔλεγχος τῆς ἁμαρτίας αὐτῶν ἐστι. «Νῦν δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται.» Ἑλλήνων, φησὶν, τὸν φυσικὸν παραβαινόντων νόμον, Ἰουδαίων δὲ, τὸν γραπτὸν, καὶ αὐτοῦ δὲ ἀσθενοῦντος δικαιῶσαι, τί ἔδει λοιπὸν, ἢ φανερωθῆναι τὴν τοῦ Θεοῦ δικαιοσύνην; Αὕτη δέ ἐστιν ἡ διὰ πίστεως χάρις. «Μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν· δικαιοσύνη δὲ διὰ πίστεως Ἰησοῦ Χριστοῦ.» Ἐπειδὴ χωρὶς τοῦ νόμου εἶπεν τὴν δικαίωσιν, καὶ εἶδεν τὸν Ἰουδαῖον θορυβούμενον, ἐπήγαγεν, ὡς οὐ καινοτομία τὸ λεγόμενον. Αὐτὸς γὰρ ὁ νόμος καὶ οἱ προφῆται, φησὶν, τὴν αὐτὴν δικαιοσύνην προανεκήρυττον. «Ἐπὶ πάντας τοὺς πιστεύοντας. Οὐ γάρ ἐστι διαστολή.» Πάλιν δείκνυσιν μηδὲν πλέον ἔχοντας τῶν ἐθνῶν ἐν τῷ δικαιοῦσθαι· μία γὰρ χάρις τοῖς πᾶσιν ἡπλοῦται παρὰ τοῦ Θεοῦ, καὶ οὐκ ἔστι προσωπόληψις παρ᾽ αὐτῷ.

Καὶ τοῦτό ἐστι τὸ, Οὐκ ἔστι διαστολή. «Πάντες γὰρ ἥμαρτον.» Εἰ πάντες ὁμοίως ἥμαρτον, καὶ οὐδὲν διαφέρει τοῦ Ἕλληνος ὁ Ἰουδαῖος κατὰ τὴν ἁμαρτίαν· τί ὁ παραβάτης τὴν σωτηρίαν τὸ πλέον ζητεῖ; «Ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ· δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ.» Οἱ παραβαίνοντες τὸν νόμον, φησὶν, τιμωρίας ἀεὶ ὑπεύθυνοι· ὁ δὲ τιμωρίας ὑπεύθυνος, στεφανοῦσθαι ὀφείλει, ὥστε ὑστερεῖται τοῦ δοξασθῆναι παρὰ Θεοῦ. Ἀλλ᾽ οὗτοι, φησὶν, οἱ ὑστερούμενοι δικαιοῦνται δωρεάν· καὶ πόθεν, ἢ διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ; «Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ ἑαυτοῦ αἵματι.» Ὅρα πῶς ἀναμιμνήσκει τῶν ἐν τῇ Παλαιᾷ· οὗτός ἐστι, φησὶν, ὁ τύπος ἦν, ἐκεῖνο τὸ ἱλαστήριον, καὶ τοῦ αἵματος αὐτοῦ σύμβουλον ἐκεῖνο τὸ αἷμα τὸ ἁγιάζον τὸν λαόν. «Εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ.» Ἔνδειξιν δικαιοσύνης, τὸ μὴ μόνον δειχθῆναι τὸν Θεὸν δίκαιον, ἀλλὰ καὶ δικαιοῦντα τοὺς πιστεύοντας εἰς Χριστόν. Ὥσπερ ἀμέλει καὶ ἔνδειξις πλούτου, τὸ καὶ ἑτέρους δύνασθαι πλουτίζειν μένοντα πλούσιον. «Διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ, πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον, καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦν.»

Τουτέστι, τὴν νέκρωσιν· ἐνέκρωσαν γὰρ ἡμᾶς τὰ ἁμαρτήματα, κατὰ τὸ, Ψυχὴ ἁμαρτάνουσα, αὕτη καὶ ἀποθανεῖται, «Ποῦ οὖν ἡ καύχησις;» Κατασκευάσας τὸ δεῖσθαι αὐτοὺς τῆς χάριτος, θαῤῥῶν ἐπάγει τὸ μὴ δύνασθαι αὐτοὺς ἔτι καυχᾶσθαι ἐν νόμῳ· οὕτω γε, οὐχ ὅτι σώζειν οὐκ ἴσχυεν αὐτῶν τινα, ἀλλὰ καὶ κατέκρινεν. «Ἐξεκλείσθη· διὰ ποίου νόμου; τῶν ἔργων;

Οὐχί.» Οὐκ εἶπεν, ἀνῃρέθη, ἢ διέφθαρται, φειδόμενος τοῦ ἀκροατοῦ. «Ἀλλὰ διὰ νόμου πίστεως.» Ἐπειδὴ τῷ ὀνόματι τοῦ νόμου ἔβλεπεν μάλιστα τὸν Ἰουδαῖον προσκείμενον, τούτου ἕνεκα καὶ τὴν διὰ πίστεως χάριν ὀνομάζει πίστεως νόμον. «Λογιζόμεθα γὰρ δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου.» Ἀντὶ τούτου, τὸ θαῤῥοῦμεν, τοῦτο ἐφανερώθη. «Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον, οὐχὶ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν· εἴπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ πίστεως.» Πάλιν κοινὴν πᾶσιν ἀνθρώποις τὴν σωτηρίαν προθεὶς, γενναίως ἀγωνίζεται φάσκων· Ἐπειδὴ πάντων ἀνθρώπων ποιητής ἐστιν ὁ Θεὸς, τούτου χάριν τοὺς πάντας σώζει. Οὐ γὰρ ἔχει τις εἰπεῖν, ὡς Ἰουδαίων μέν ἐστι Θεὸς, τῶν δὲ ἐθνῶν οὔ· εἷς δὲ πάντων κτίστης, πάντων ἐστὶ καὶ Σωτὴρ δηλονότι. «Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο! ἀλλὰ νόμον ἱστάνομεν.» Ἐπειδὴ εἶπεν τὸν νόμον τῶν ἔργων ἐκκεκλεῖσθαι, ὡς μὴ δύνασθαι ἐν αὐτῷ καυχᾶσθαι, λοιπὸν τούτου χάριν ἐπάγει· Μὴ θορυβηθῇς, φησίν. Οὐ γὰρ νόμον ἡ πίστις ἀναιρεῖ, ἀλλὰ τὸν νόμον συνίστησι. Πῶς δὲ συνίστησιν; εἷς σκοπὸς τῷ νόμῳ, τὸ τὸν ἄνθρωπον σῶσαι· εἰ δὲ ἡ πίστις τοῦτο ποιεῖ, καὶ σώζει τῇ χάριτι, τὸν σκοπὸν δηλονότι τοῦ νόμου συνίστησιν.

ΚΕΦΑΛ. Δʹ. «Τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπάτορα ἡμῶν κατὰ σάρκα;» Ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἔστρεφον οἱ Ἰουδαῖοι, ὅτι ὁ πατριάρχης καὶ τῷ Θεῷ φίλος περιτομὴν ἐδέξατο πρῶτος, βούλεται διδάξαι, ὅτι κἀκεῖνος ἐκ πίστεως ἐδικαιώθη· πατέρα δὲ αὐτὸν κατὰ σάρκα ἐκάλεσεν, ἐκβαλὼν αὐτοὺς τῆς πρὸς αὐτὸν γνησίας συγγενείας, καὶ προοδοποιῶν τοῖς ἔθνεσι τὴν πρὸς αὐτὸν ἀγχιστείαν. «Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ᾽ οὐ πρὸς τὸν Θεόν. Τί γὰρ ἡ Γραφὴ λέγει;

Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Δύο εἰσὶ καυχήματα, τὸ μὲν ἀπὸ τῶν ἔργων, τὸ δὲ ἀπὸ τῆς πίστεως. Πόλυ δὲ μεῖζον τοῦ ἀπὸ τῶν ἔργων τὸ ἀπὸ τῆς πίστεως· ὁ μὲν ἐπὶ τοῖς ἔργοις καυχούμενος, τοὺς οἰκείους ἔχει προβαλέσθαι πόνους, ὁ δὲ ἐπὶ τὸ πιστεῦσαι τῷ Θεῷ καλλωπιζόμενος, πολὺ μείζονα καυχήσεως ἀφορμὴν ἐπιδείκνυται, ἅτε δοξάσας καὶ μεγαλύνας τὸν Θεόν· καὶ ὁ μὲν ἐργαζόμενος τὰς ἐντολὰς, ὑπήκουσεν αὐτῷ· ὁ δὲ πιστεύσας, τὴν προσήκουσαν ἔλαβεν περὶ αὐτοῦ δόξαν, καὶ τῆς διὰ τῶν ἔργων ἐπιδείξεως μειζόνως ἐδόξασεν καὶ ἐθαύμασεν· καὶ ἐκεῖνο μὲν τὸ καύχημα τοῦ κατορθοῦντός ἐστιν. Τοῦτο δὲ Θεὸν δοξάζει, καὶ ὅλον ἐστὶν αὐτοῦ· καυχᾶται γὰρ ἐπὶ τῷ περὶ αὐτοῦ μεγάλα φαντάζεσθαι, ἅπερ εἰς τὴν ἐκείνου διαβαίνει δόξαν. «Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα· τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην.» Βούλει, φησὶ, τῆς πίστεως καὶ τῶν ἔργων εἰδέναι τὸ μέσον; Ἕκαστον ἀπὸ τέλους δοκίμαζε, καὶ εὑρήσεις, τῶν μὲν ἐργαζομένων μισθὸν ὄντα τὸ τέλος, τῶν δὲ πιστευόντων δικαιοσύνην ὑπάρχειν τὸ πέρας.

Ὁ μὲν γὰρ μὴ φονεύειν ἢ μοιχεύειν κατορθοῖ, ἢ τί τοιοῦτο· ὁ δὲ τὴν προσήκουσαν δόξαν λαμβάνει περὶ Θεοῦ, ὅτι τὸν ἀσεβῆ οὐ μόνον ἀπαλλάξαι δίκης ἰσχύει, ἀλλὰ καὶ δίκαιον ἀποφῆναι. «Καθάπερ καὶ Δαβὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου, οὗ ὁ Θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων· Μακάριοι ὧν ἀφεθήσαν αἱ ἀνομίαι, καὶ ὧν ἐκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ, οὗ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν.» Εἰπὼν τῆς πίστεως δικαιοσύνην, τὸν μισθὸν ἐπὶ τὸ μεῖζον αὔξων· μακαρισμὸν δὲ νῦν λέγει· ὅμοιον δὲ ὡσεὶ λέγοι· εἰς μέσον προάγων μὲν τὸν Δαβίδ· Τίνι τὴν μακαριότητα δίδωσιν; τῷ ἐργαζομένῳ, ἢ τῷ πιστεύοντι; μακαριότητα δὲ λέγει τὴν κορυφὴν τῶν ἁπάντων ἀγαθῶν. «Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν, ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; Λέγομεν γὰρ ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. Πῶς οὖν ἐλογίσθη;

Ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, ἀλλ᾽ ἐν ἀκροβυστίᾳ.» Δεῖξαι βούλεται τὴν πίστιν πρὸ περιτομῆς ὑπάρχουσαν, ἐπειδὴ τῇ περιτομῇ μέγα ἐφρόνουν Ἰουδαῖοι· κατασκευάζει δὲ αὐτὸ ἐκ τοῦ Ἀβραὰμ, δεικνὺς αὐτὸν πρῶτον πιστεύσαντα καὶ δικαιωθέντα, εἶτα μετὰ ταῦτα λαβόντα τὴν περιτομὴν, καὶ αὐτὴν διὰ χρείαν τῶν μετὰ ταῦτα, οὐ δι᾽ ἑαυτόν. «Καὶ σημεῖον ἔλαβεν περιτομὴν, σφραγίδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι᾽ ἀκροβυστίαν, εἰς τὸ λογισθῆναι αὐτοῖς δικαιοσύνην, καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.» Διὰ τοῦτο μετὰ τὴν πίστιν περιετμήθη, φησὶν, ἵνα καὶ τὸ γένος τὸ ἐξ αὐτοῦ κατὰ σάρκα μὴ μισῆται τὴν πίστιν τοῦ Ἀβραὰμ, καὶ γένηται διὰ τῶν ἀμφοτέρων τῆς πίστεως πατὴρ, πρῶτον μὲν τῶν ἐθνῶν, καθὸ καὶ ἐν ἀκροβυστίᾳ ἔσχεν τὴν πίστιν· δεύτερον δὲ τῶν ἐν περιτομῇ· καὶ οὐχ ἁπλῶς τῶν ἐν περιτομῇ, ἀλλὰ τῶν μιμουμένων τὴν πίστιν αὐτοῦ, ἧς καὶ σημεῖον γέγονεν ἡ περιτομή. Διὸ καὶ ἐπήγαγε, τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ· ὥστε εἰ ἐκβάλλοιεν οἱ Ἰουδαῖοι τὴν πίστιν, λανθάνοντες ἐκβάλλοντες τὴν περιτομήν.

Εἰ γὰρ σημεῖον τῆς πίστεως ἡ περιτομὴ, ἀναιροῦσι δὲ ἐκεῖνο τὸ πρᾶγμα, τουτέστιν ἧς καὶ σημεῖον ἡ περιτομὴ, τίς ἔτι τῆς σφραγίδος ἡ χρεία; Εἰ γὰρ οὐ δεικνύει τὸν στρατιώτην, περιττὴ καὶ ἀνόνητος. «Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ, ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον εἶναι κόσμου, ἀλλὰ δικαιοσύνης πίστεως.» Δείξας προτερεύουσαν τὴν πίστιν τῆς περιτομῆς, δείκνυσι πάλιν, ὡς καὶ ἡ πλήρωσις τῆς ἐπαγγελίας πρὸς Ἀβραάμ. «Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία· ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Οὗ δὲ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαῖαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι· οὐ τῷ ἐκ τοῦ νόμου, ἀλλὰ τῷ ἐκ πίστεως Ἀβραὰμ, ὅς ἐστιν πατὴρ πάντων ἡμῶν, καθὼς γέγραπται.» Εἰ ἐκ τῶν ἔργων, φησὶν, τοῦ νόμου πιστεύομεν τὴν ἐπαγγελίαν λαβεῖν, περιττὴ ἡ πίστις. Περιττῆς δὲ γενομένης αὐτῆς καὶ ἀργῆς, οὐ δύναται μένειν ἡ ἐπαγγελία. Πῶς δέ, ἄκουε. Νόμος ἐπικαταράτους ποιεῖ καὶ τιμωρίας ἐνόχους· ἄνθρωπος δὲ ὑπεύθυνος κατάρᾳ καὶ δίκῃ οὐδέποτε κληρονομίας ἂν τύχοι.

Εἰ δὲ τὸν νόμον παρέντες, σκοπήσομεν τὴν πίστιν τὴν ἄνευ ἔργων δικαιοῦσαν, τῇ δικαιοσύνῃ χάριν ὀφειλομένην εὑρήσομεν· εἰ δὲ ὀφείλεται χάρις καὶ δικαιοσύνη καὶ ἁγιασμὸς τῷ πιστεύοντι, ὡς ἐν τοῖς ὀπίσω δεδήλωται, δῆλον ὅτι καὶ τῆς κληρονομίας τῆς ἐπαγγελίας μεταλαβεῖ. Οὐκοῦν εἰ ὁ νόμος ἐπικαταράτους ποιεῖ, ἡ δὲ πίστις δικαιοῖ, τοῖς δικαιουμένοις, οὐ τοῖς καταράτοις, ἡ ἐπαγγελία μένει. «Ὅτι πατέρα πολλῶν ἐθνῶν ἔθηκά σε· κατέναντι οὗ ἐπίστευσεν Θεοῦ.» Τῶν διὰ πίστεως δηλονότι, ἵνα μὴ λέγοιεν οἱ Ἰουδαῖοι, ὅτι Ἰσμαηλιτῶν καὶ Ἀγαρηνῶν, καὶ Ἰδουμαίων, ἐπήγαγεν, οὗ ἐπίστευσεν κατέναντι Θεοῦ· τὸ δὲ, κατέναντι, ἀντὶ τοῦ, ὁμοίως. Λέγει οὖν, ὥσπερ ὁ Θεὸς, ᾧ καὶ ἐπίστευσεν Ἀβραὰμ, πάντων ἐστὶν ἄρχων τῶν ἐθνῶν, ὡσαύτως καὶ Ἀβραὰμ πατήρ ἐστι πάντων τῶν ἐθνῶν. Εἰ δὲ μὴ πάντων, ἀλλὰ τῶν προειρημένων, οὐδὲ χώραν εἶχεν ἡ δωρεὰ, καθὸ μηδὲ διδομένης αὐτῆς, πάντων τῶν ἐξ αὐτοῦ ὑπῆρχεν πατὴρ κατὰ τὸν τῆς φύσεως νόμον, Ἕκαστος γὰρ τῶν ἐξ ἑαυτοῦ ὑπάρχει πατήρ· δείκνυται ἄρα, ὡς πάντων τῶν ἐθνῶν πατέρα αὐτὸν εἶναί φησιν. «Τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα.»

Ὅτι περὶ τῶν ἐθνῶν, τῶν μὴ ἐξ αὐτοῦ τὸ γένος ἐχόντων, πατέρα τίθησι τὸν Ἀβραὰμ, δῆλον μὲν καὶ ἐκ τοῦ κατέναντι εἰπεῖν, καὶ ἐκ τοῦ ἐπαγαγεῖν δὲ, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, δηλῶν τὴν ἐκ νεκρῶν σωμάτων τοῦ Ἰσαὰκ γονὴν, ὅτι δι᾽ αὐτοῦ πολλῶν γέγονεν πατὴρ ἐθνῶν, διὰ τὴν ἐξ αὐτοῦ συμβᾶσαν τῷ κόσμῳ σωτηρίαν· τουτέστι Χριστὸν εἰς ὃν πάντα τὰ ἔθνη πιστεύσαντα χώραν δεδώκασι τῷ Ἀβραὰμ αὐτῶν καλεῖσθαι πατέρα. «Ὃς παρ᾽ ἐλπίδα ἐπ᾽ ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι πατέρα αὐτὸν πολλῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον, Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ μὴ ἀσθενήσας τῇ πίστει, κατενόησεν τὸ αὐτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ᾽ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι· διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.

Παρ᾽ ἐλπίδα μὲν, τὴν ὅσον ἐν ἀνθρώποις, ἐπ᾽ ἐλπίδι δὲ, τῇ εἰς Θεὸν λέγει.» «Οὐκ ἐγράφη δὲ δι᾽ αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ, ἀλλὰ καὶ δι᾽ ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν.» Ἵνα μὴ λέγῃ ὁ ἀκροατὴς, Καὶ τί πρὸς ἡμᾶς; ἐκεῖνος γάρ ἐστιν ὁ δικαιωθείς· ἵστησιν ἡμᾶς ἐγγὺς τοῦ πατριάρχου, μᾶλλον δὲ καὶ πολλῷ πλέον· τοσαύτη γὰρ ἡ εὐγένεια, ὡς τὴν ἐκείνου πίστιν τῆς ἡμετέρας τύπον εἶναι. «Ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν.» Ἵνα τὰς ἁμαρτίας ἡμῶν ἀνενέγκῃ ἐπὶ τοῦ ξύλου. «Καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.» Διὰ γὰρ τοῦτο καὶ ἀπέθανεν καὶ ἀνέστη, ἵνα δικαίους ἡμᾶς ἐργάσηται.

ΚΕΦΑΛ. Εʹ. «Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Πολλὰ διαλεχθεὶς περὶ πίστεως παραίνεσιν εἰσφέρει περὶ βίου λαμπροῦ. Ἐπειδὴ τὴν πίστιν τῆς διὰ τῶν ἔργων δικαιοσύνης προέθηκεν, ἵνα μὴ νομίσῃ τὶς ῥᾳθυμίας ὑπόθεσιν γεγραμμένον εἶναι τὸ λεγόμενον, φησὶν, εἰρήνην ἔχωμεν, τουτέστι μηκέτι ἁμαρτάνωμεν· τοῦτο γάρ ἐστιν πόλεμον ἔχειν πρὸς τὸν Θεόν. «Δι᾽ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν.» Εἰ αὐτὸς ἡμᾶς κατήλλαξεν ἐκπεπολεμημένους, φησὶν, εὔλογον μένειν ἐπὶ τῆς καταλλαγῆς, καὶ ταύτην ἀποδοῦναι αὐτῷ τὴν ἀμοιβὴν, ἵνα μὴ δόξῃ σκαιοὺς καὶ ἀγνώμονας κατηλλαγέναι τῷ Πατρί. «Τῇ πίστει.» Τὰ μὲν αὐτοῦ ποικίλα, φησὶν, καὶ πολλὰ καὶ διάφορα· καὶ γὰρ ἀπέθανεν δι᾽ ἡμᾶς, καὶ κατήλλαξεν ἡμᾶς καὶ προσήγαγεν, καὶ χάριν δέδωκεν ἄφατον· ἡμεῖς δὲ τὴν πίστιν μόνον εἰσενέγκαμεν. «Εἰς τὴν χάριν αὐτὴν ἐν ᾗ ἑστήκαμεν.» Τὸ ἀξιωθῆναι τῆς τοῦ Θεοῦ γνώσεως, τὸ τῆς πλάνης ἀπαλλαγῆναι, τὸ τὴν ἀλήθειαν ἐπιγνῶναι· τὸ πάντων ἐπιτυχεῖν τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν. «Καὶ καυχώμεθα ἐπ᾽ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ.» Δύο τέθεικεν, τὰ παρόντα, καὶ τὰ μέλλοντα· τὸ μὲν γὰρ εἰπεῖν τὴν χάριν, τὰ παρόντα ἐδήλωσεν, ἅπερ ἐλάβομεν ἀγαθά. Τὸ δὲ εἰπεῖν, καὶ καυχώμεθα ἐπ᾽ ἐλπίδι, τὰ μέλλοντα ἐξεκάλυψεν ἅπαντα. «Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν.»

Τί λέγω, φησὶν, τὰ μέλλοντα ἀγαθὰ ἄξια καυχήσεως;

Αὐτὰ μὲν οὖν τὰ παρόντα λυπηρὰ, ἱκανὰ ἡμᾶς καλλωπίσαι, καὶ ποιῆσαι μεγαλοφρονεῖν ἐπ᾽ αὐτοῖς. Καὶ καλῶς, καυχώμεθα, ἵνα κἂν τῷ οἰκείῳ προσώπῳ εἰσάγῃ τὴν παραίνεσιν. «Εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα.» Ἐπειδὴ παράδοξον ἦν τὸ λεγόμενον, τοῦ τὰ λυπηρὰ ἡδονὴν αὐτοῖς ἐμποιεῖν, καὶ καύχημα, πιστοῦται αὐτῷ λογισμῷ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἔχει μὲν καὶ πρὸ τῶν μελλόντων μέγιστον καρπὸν ἡ ὑπομονὴ καὶ ἡ θλίψις, καὶ εὐδόκιμον ποιεῖ τὸν πειραζόμενον· συντελεῖ δέ τι πρὸς τὰ μέλλοντα. Τὴν γὰρ ἐλπίδα ἀκμάζειν ποιεῖ ἐν ἡμῖν· οὐδὲν γὰρ οὕτω χρηστὰ ἐλπίζειν παρασκευάζει, ὡς ἀγαθὸν συνειδός. «Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. Ἔτι γὰρ Χριστὸς, ὄντων ἡμῶν ἀσθενῶν ἔτι, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν. Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα καὶ τολμᾷ τις ἀποθανεῖν.

Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν. Πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα δι᾽ αὐτοῦ ἀπὸ τῆς ὀργῆς.» Ἑτέρα πάλιν κατασκευὴ, ἀφ᾽ ὧν εἰλήφαμεν ἀγαθῶν. «Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες, σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.» Ἀπὸ τοῦ μείζονος ἑτέρα κατασκευὴ, πολλῷ πλέον ἦν, φησὶν, ἐχθροὺς ὄντας καταλλαγῆναι, ἢ [τὸ μεῖζον] τὸ καταλλαγέντας ἐν τῇ ἀγάπῃ μεῖναι. Εἰ δὲ τὸ μεῖζον ἐποίησεν ἀποθανὼν ὑπὲρ ἡμῶν ἔτι ὄντων ἁμαρτωλῶν, πῶς οὐχὶ καὶ τὸ ἔλαττον ποιήσει; Σκόπει δὲ διὰ πόσων βούλεται πιστώσασθαι περὶ τῶν μελλόντων αὐτούς. Πρῶτον μὲν ἀπὸ τῆς τοῦ δικαίου γνώμης ἐντρέπει, εἰπὼν ὅτι ἐπληροφορήθη ὁ Ἀβραὰμ, ὅτι ὃ ἐπηγγείλατο ὁ Θεὸς, δυνατός ἐστι καὶ ποιῆσαι.

Δεύτερον, ἀπὸ τῆς χάριτος τῆς δοθείσης. Τρίτον, ἀπὸ τῆς θλίψεως, ὅτι ἱκανή ἐστιν εἰς ἐλπίδα ἡμᾶς ἀγαγεῖν, καὶ ἀπὸ τοῦ Πνεύματος πάλιν, ὅπερ ἐλάβομεν. Λοιπὸν δὲ, καὶ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τῆς ἡμετέρας κακίας, ἣν πρόσθεν κατεσκεύασεν. Καὶ δοκεῖ μὲν εἶναι τὸ εἰρημένον, εὑρίσκεται δὲ πολλά.

Πρῶτον μὲν, ὅτι ἀπέθανεν· δεύτερον, ὅτι ὑπὲρ ἀσεβῶν· τρίτον, ὅτι κατήλλαξεν, ὅτι ἐδικαίωσεν, ὅτι ἀθανάτους ἐποίησεν, ὅτι υἱοὺς εἰργάσατο καὶ κληρονόμους. «Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.» Οὐ μόνον ἐσώθημεν, φησὶν, ἀλλὰ καὶ καυχώμεθα, δι᾽ αὐτὸ τοῦτο, διὸ νομίζει τις ἡμᾶς αἰσχύνεσθαι· τὸ γὰρ ὑπερβολῇ πονηρίας ζῶντας σωθῆναι, τοῦ σφόδρα ἀγαπηθῆναι παρὰ τοῦ σώζοντος μέγιστον σημεῖόν ἐστιν. Οὐ γὰρ διά τινος ἑτέρου, ἀλλὰ δι᾽ αὐτοῦ τοῦ Μονογενοῦς ἔσωσεν. «Διὰ τοῦτο, ὥσπερ δι᾽ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος εἰσῆλθεν.» Ἔστι μὲν δὲ, πάλιν τὸ εἰρημένον τῆς δικαιοσύνης ἡμῶν, ἧς εἰλήφαμεν, κατασκευή· ἐλήφθη δὲ ἐκ τοῦ ἐναντίου. «Ἐφ᾽ ᾧ πάντες ἥμαρτον.» Τὸ ἐφ᾽ ᾧ, ἀντὶ τοῦ, δι᾽ οὗ· λέγει δὲ, ὅτι ὥσπερ ἐκείνου πεσόντος, τουτέστι τοῦ Ἀδὰμ, καὶ οἱ μὴ φαγόντες ἀπὸ τοῦ ξύλου, γεγόνασιν ἐξ ἐκείνου πάντες θνητοί· οὕτω καὶ ἀναστάντος Χριστοῦ καὶ ἐγερθέντος, πᾶν τὸ σῶμα τῆς ἀθανασίας μετέλαβεν. «Ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ.» Τὸ ἄχρι νόμου, ἀντὶ τοῦ, ἕως τῶν τῆς ἐπιδημίας καιρῶν· τέλος γὰρ νόμου Χριστὸς, κατὰ τὸ γεγραμμένον.

Λέγει οὖν, ὡς διὰ μὲν τοῦ Ἀδὰμ εἰσῆλθεν εἰς τὸν κόσμον ἡ ἁμαρτία, ἔμεινεν δὲ μέχρι τῶν καιρῶν τῆς ἐπιδημίας βασιλεύουσα, καταργεῖται δὲ ὑπὸ Χριστοῦ. «Ἁμαρτία δὲ οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου.» Εἰπὼν, πόσον ἐβασίλευσε χρόνον ἡ ἁμαρτία, λέγει καὶ ἐκ ποίου χρόνου εἰς τὸν κόσμον εἰσῆλθεν· καὶ ποῖος ὁ χρόνος, ἢ ὁ τῆς παραβάσεως τῆς ἐντολῆς, ἧς παραβέβηκεν Ἀδὰμ, ἣν καὶ νόμον ἡ θεία προσαγορεύει Γραφή; Φησὶν οὖν ὡς διὰ τῆς ἐντολῆς χώραν ἔσχεν ἡ ἁμαρτία. Ἠπάτησε γὰρ δι᾽ αὐτῆς τὸν Ἀδὰμ ὁ ὄφις. «Ἀλλ᾽ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ τοῦ Ἀδὰμ μέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ.» Ἐμμένει τῷ διηγήματι περὶ τοῦ χρόνου λέγων τῆς ἁμαρτίας, καὶ πολλάκις περὶ αὐτοῦ ἡμῖν διαλέγεται, ἵνα μαθόντες ἀκριβῶς τὴν δύναμιν τῆς ἁμαρτίας, δοξάζωμεν τὸν καταργήσαντα αὐτὴν διὰ τῆς ἰδίας σαρκός· κατήργησεν δὲ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. «Ὅς ἐστι τύπος τοῦ μέλλοντος.» Τοῦ μέλλοντος μὲν, τουτέστι Χριστοῦ. Λέγει δὲ, ὅτι ὥσπερ ἐκεῖνος τοῖς ἐξ αὐτοῦ, καίτοι γε μὴ φαγοῦσιν ἀπὸ τοῦ ξύλου, γέγονεν αἴτιος θανάτου, τοῦ διὰ τὴν βρῶσιν εἰσαχθέντος, οὕτως καὶ ὁ Χριστὸς τοῖς ἐξ αὐτοῦ οὐ δικαιοπραγήσασι γέγονε πρόξενος δικαιοσύνης, ἣν διὰ τοῦ σταυροῦ πᾶσιν ἡμῖν ἐχαρίσατο. «

Ἀλλ᾽ οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ, ἐν χάριτι τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.» Εἰ ἁμαρτία, φησὶ, τοσοῦτον ἴσχυσεν, καὶ ἁμαρτία ἀνθρώπου ἑνός· πῶς οὐχὶ μᾶλλον περισσεύσει μειζόνως χάρις Θεοῦ; Καὶ χάρις, καὶ οὐ Πατρὸς μόνον, ἀλλὰ καὶ Υἱοῦ. Πολλῷ γὰρ τοῦτο εὐλογώτερον. «Καὶ οὐχ ὡς δι᾽ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα τὸ μὲν γὰρ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα· τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα.» Δείξας ὅτι εὔλογον, δείκνυσιν, ὅτι καὶ ἀναγκαῖον.

Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Τὸν μὲν θάνατον καὶ τὸ κατάκριμα μία ἴσχυσεν ἁμαρτία εἰσενεγκεῖν· ἡ δὲ χάρις οὐ τὴν μίαν ἐκείνην ἀνεῖλεν ἁμαρτίαν μόνον, ἀλλὰ καὶ τὰς δι᾽ ἐκείνην ἐπελθούσας. Ἵνα γὰρ μὴ τὸ ὡς οὕτως ἀκούων, ὅμοιον νομίσῃς τῷ κατακρίματι τὸ χάρισμα· μηδὲ πάλιν τὸν Ἀδὰμ, ἀκούων ἐκείνην ἀνῃρῆσθαι μόνον τὴν ἁμαρτίαν νομίσῃς, ἣν ἐκεῖνος εἰσήνεγκεν, ἀλλὰ καὶ πάσας τὰς λοιπὰς, διδάσκει λέγων· Τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. «Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνὸς, πολλῷ μᾶλλον οἱ περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύουσιν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ.

Ἄρα οὖν ὡς δι᾽ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι᾽ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.» Ἀποφηνάμενος, ὅτι οὐ τοσοῦτον ὠφέλησεν μόνον Χριστὸς, ὅσον ἔβλαψεν ὁ Ἀδὰμ, ἀλλὰ πολλῷ πλέον καὶ μείζονα, ἀναγκαίως τοῦ λόγου ἐπάγει τὴν κατασκευήν.

Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τί τὸν θάνατον ὥπλισε; Τὸ φαγεῖν ἀπὸ τοῦ ξύλου μόνον τὸν ἕνα ἄνθρωπον. Εἰ οὖν ὁ θάνατος τοσαύτην ἔλαβεν ἰσχὺν ἐξ ἑνὸς παραπτώματος, ὅταν εὑρεθῶσί τινες πολλῷ μείζονα τῆς ἁμαρτίας ἐκείνης λαβόντες χάριν καὶ δικαιοσύνην, πῶς δυνήσονται εἶναι λοιπὸν ὑπεύθυνοι τῷ θανάτῳ; Καὶ διὰ τοῦτο οὐκ εἶπεν, χάριν, ἀλλὰ περισσείαν χάριτος. Οὐ γὰρ ὅσον ἐχρῄζομεν εἰς τὴν τῆς ἁμαρτίας ἀναίρεσιν, τοσοῦτον ἐλάβομεν μόνον ἐκ τῆς χάριτος, ἀλλὰ καὶ πολλῷ πλέον· καὶ γὰρ καὶ κολάσεως ἀπηλλάγημεν, καὶ κακίαν ἀπεδυσάμεθα πᾶσαν, καὶ ἀνεγεννήθημεν ἄνωθεν, καὶ ἀνέστημεν, τοῦ παλαιοῦ ταφέντος ἀνθρώπου, καὶ ἐλυτρώθημεν καὶ ὑγιάσθημεν, καὶ εἰς υἱοθεσίαν ἀνήχθημεν, καὶ ἐδικαιώθημεν, καὶ ἐγενόμεθα ἀδελφοὶ τοῦ Μονογενοῦς, καὶ συγκληρονόμοι, καὶ συμμέτοχοι αὐτοῦ κατέστημεν· καὶ σὰρξ αὐτοῦ ἐσμεν, καὶ ὥσπερ σῶμα κεφαλῇ, οὕτως ἡνώμεθα τῷ Χριστῷ. Καὶ ταῦτα πάντα περισσείαν χάριτος ἐκάλεσεν ὁ Παῦλος, δεικνὺς ὅτι οὐ φάρμακον μόνον ἐλάβομεν ἀντίῤῥοπον τοῦ πράγματος, ἀλλὰ καὶ ἰατρείαν καὶ εὐμορφίαν καὶ τιμὴν, καὶ δόξαν καὶ ἀδοξίαν πολὺ τὴν ἡμετέραν ὑπερβαίνοντα φύσιν.

Διὰ τί ποτὲ εἰς πάντας ἀνθρώπους, ποτὲ δὲ οἱ πολλοί; Ἐπειδὴ ὁ μὲν κοινὸς θάνατος κατὰ πᾶν ἐκράτησεν, ὁ δὲ κατὰ προαίρεσιν εἰς πολλούς. Ἀμφοτέροις ἀντέθηκεν τὴν διὰ τοῦ Χριστοῦ γενομένην ἀναλογίαν. «Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί.» Πάλιν τῷ προτέρῳ κέχρηται λογισμῷ, ἐπισφίγγων αὐτὸν τῇ ἐπαναλήψει. «Οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Πάλιν ἐπαγωνίζεται ἐπεξερχόμενος ταῖς κατασκευαῖς.

Ταῦτα δὲ πάντα, φησὶν, διὰ τὸ λέγειν Ἰουδαίους, μὴ δύνασθαι τὸν Χριστοῦ θάνατον δικαιῶσαι τὴν οἰκουμένην. Τὸ δὲ, ἁμαρτωλοὶ κατεστάθησαν πολλοὶ, ἀντὶ τοῦ, ὑπεύθυνοι τῷ διὰ τὴν ἁμαρτίαν θανάτῳ, λέγει. «Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα.» Δείξας ἀπὸ μὲν τοῦ Ἀδὰμ καταδικασθεῖσαν τὴν οἰκουμένην, ἀπὸ δὲ τοῦ Χριστοῦ δικαιωθεῖσαν καὶ σωθεῖσαν ἐκ τῆς καταδίκης, εὐκαίρως καὶ περὶ τοῦ νόμου ζητεῖ τὴν περὶ αὐτοῦ δόξαν ὑποτεμνόμενος.

Λέγει οὖν ὡς οὐ μόνον οὐκ ὠφέλησεν οὐδὲν, ἀλλὰ καὶ ηὐξήθη τὸ νόσημα παρεισελθόντος αὐτοῦ· τὸ δὲ, ἵνα πλεονάσῃ, οὐκ αἰτιολόγον ἐστὶν, ἀλλὰ ἀπὸ τῆς ἐκβάσεως εἰλημμένον. Οὐ γὰρ διὰ τοῦτο ἐδόθη ὁ νόμος ἵνα πλεονάσῃ ἡ ἁμαρτία· ἀλλ᾽ ἐδόθη μὲν, ὥστε μειῶσαι τὸ παράπτωμα. Ἐξέβη δὲ εἰς τοὐναντίον, οὐ παρὰ τὴν τοῦ νόμου φύσιν, ἀλλὰ παρὰ τὴν τῶν δεξαμένων ῥᾳθυμίαν. Παρεισῆλθεν δὲ, εἶπεν, καὶ οὐκ, εἰσῆλθεν, δεικνὺς πρόσκαιρον αὐτοῦ τὴν χρείαν, καὶ οὐ κυρίως προηγουμένην. «Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· ἵνα, ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Οὐ γὰρ κολάσεως ἀπήλλαξε μόνον, ἀλλὰ καὶ τὰ μυρία ἃ προείπομεν δέδωκεν ἡμῖν ἀγαθά· πῶς δὲ ἐπλεόνασεν ἡ ἁμαρτία; Μυρίας δέδωκεν ὁ νόμος ἐντολὰς, βουλόμενος πανταχόθεν στηρίσαι τὸν ἄνθρωπον.

Πασῶν δὲ παραβαινομένων, εἰκότως πλείων ἡ ἁμαρτία. ΚΕΦΑΛ. ϛʹ. «Τί οὖν ἐροῦμεν; ἐπιμένω τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο· οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;» Εἰς τὸ προειρημένον πάλιν ἐπανακάμπτει λόγον· ὁ δὲ νοῦς οὗτος· Διασύροντές τινες τὸν Ἀπόστολον, ἔλεγον· Ἐπειδὴ μέγα ἡμάρτομεν, μὴ ἀποστῶμεν ἁμαρτάνοντες, ἵνα πλείων ἡ χάρις δοθῇ· ἀναιρεῖ δὲ τοῦτο, πρῶτον μὲν, τῇ ἀπαγορεύσει, λέγων, μὴ γένοιτο! ὥσπερ ἐπὶ τῶν ὁμολογουμένων κακῶν εἴωθε τίθεσθαι. Ἔπειτα καὶ ἀναντιῤῥήτῳ λογισμῷ· Οἵτινες, φησὶν, ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ζήσομεν ἐν αὐτῇ; Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Νεκροὶ γεγόναμεν τῇ ἁμαρτίᾳ, πιστεύσαντες καὶ φωτισθέντες· τὸ δὲ νεκροὶ, ὥστε μὴ ὑπακούειν αὐτῇ λοιπόν. «Ἢ ἀγνοεῖτε, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ δόξης τοῦ Πατρὸς, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Ἐπειδὴ ἀσφαλὲς ἦν τὸ εἰρημένον, ἐπεξηγεῖται ἡμῖν αὐτό. Τί οὖν ἐστιν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; εἰς τὸ καὶ αὐτοὶ ἀποθανεῖν ὥσπερ ἐκεῖνος.

Σταυρὸς γάρ ἐστι τὸ βάπτισμα· ὅπερ οὖν ὁ σταυρὸς τοῦ Χριστοῦ καὶ ὁ τάφος, τοῦτο ἡμῖν γέγονεν τὸ βάπτισμα, εἰ καὶ μὴ ἐπὶ τῶν αὐτῶν. Αὐτὸς μὲν γὰρ σαρκὶ ἀπέθανεν καὶ ἐτάφη, ἡμεῖς δὲ ἁμαρτίᾳ ἀμφότερα. Διὰ τοῦτο οὐδὲ, σύμφυτοι γεγόναμεν τοῦ θανάτου, εἶπεν, ἀλλὰ τῷ ὁμοιώματι τοῦ θανάτου· θάνατος μὲν γὰρ καὶ τοῦτο κἀκεῖνο, ἀλλ᾽ οὐχὶ τοῦ αὐτοῦ ὑποκειμένου· ἀλλ᾽ ὁ μὲν σαρκὸς, ὁ τοῦ Χριστοῦ· ὁ δὲ ἁμαρτίας, ὁ ἡμέτερος. «Ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη.» Οὐκ εἶπεν, ἐσταύρωται, ἀλλὰ, συνεσταύρωται, ἐγγὺς φέρων τὸ βάπτισμα τοῦ θανάτου. «Ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας.» Σῶμα ἁμαρτίας τὴν πονηρίαν πᾶσαν καλεῖ· ὥσπερ γὰρ ἄνθρωπον παλαιὸν λέγει τὴν ὁλόκληρον κακίαν, οὕτω καὶ σῶμα τοῦ ἀνθρώπου ἐκείνου, τὴν ἀπὸ διαφόρων μερῶν πονηρίας συγκειμένην κακίαν. «Τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.» Ταύτῃ, φησὶν, αὐτὸ εἶναι βούλομαι νεκρὸν, οὐχ ὥστε ἀφανισθῆναι καὶ ἀποθανεῖν, ἀλλ᾽ ὥστε μὴ ἁμαρτάνειν. Ὅτι ὥσπερ ὁ ἀποθανὼν ἀπήλλακται τοῦ ἁμαρτάνειν, νεκρὸς κείμενος, οὕτω καὶ τὸν ἀναβάντα ἄγει ἀπὸ τοῦ βαπτίσματος. Ἐπειδὴ ἅπαξ ἀπέθανεν ἐκεῖ, νεκρὸν δεῖ μένειν διὰ πάντος τῇ ἁμαρτίᾳ. «Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσωμεν αὐτῷ, εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει.»

Τὸν στέφανον ἐπάγει ταχέως τῶν ἀγώνων· μέγιστον δὲ καὶ πρὸ τοῦ στεφάνου ἡμῖν ἀγαθὸν γίνεται, τὸ κοινωνῆσαι τῷ Δεσπότῃ. «Θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανεν τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ.» Τουτέστιν, οὐδὲ ἐκείνῳ ὑπεύθυνος ἦν τῷ θανάτῳ· ἀλλὰ διὰ τὴν ἁμαρτίαν τὴν ἡμετέραν ἀπέθανεν, ἵνα αὐτὴν ἀνέλῃ, καὶ ἐκκόψῃ τὰ νεῦρα αὐτῆς καὶ τὴν δύναμιν ἅπασαν. «Ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ.» Τουτέστιν ἀκαταλύτως, ὥστε μηκέτι κρατεῖσθαι ὑπὸ τοῦ θανάτου· εἰ γὰρ καὶ τὸν πρότερον θάνατον οὐχ ὑπεύθυνος ὢν ἀπέθανεν, ἀλλὰ διὰ τὴν ἑτέρων ἁμαρτίαν, πολὺ μᾶλλον νῦν οὐκ ἀποθανεῖται καταλύσας αὐτήν. «Οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς εἶναι, νεκροὺς μὲν τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτίᾳ.» Ἐπειδὴ περὶ τῆς τοῦ Χριστοῦ ζωῆς διελέχθη, ἵνα μή τις λέγῃ, Τί οὖν πρὸς ἡμᾶς τὸ εἰρημένον; τὰ τοιαῦτα ἐπάγει λέγων· Εἰ νεκροὺς ὄντας ἀνέστησεν, πολλῷ μᾶλλον ζῶντας κατασχεῖν δυνήσεται.

Οὐκ εἶπεν, τυραννείτω, ὅπερ ἀνάγκη ἦν ἀλλὰ μὴ βασιλευέτω, ὅπερ ἐστὶ προαιρέσεως. «Ἐν τῷ θνητῷ ἡμῶν σώματι, εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ· μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡσεὶ ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ. Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσῃ.» Τὸ σῶμα ἡμῶν πρὸ τῆς Χριστοῦ παρουσίας εὐχείρωτον ἦν τῇ ἁμαρτίᾳ. Οὔτε γὰρ Πνεῦμα παρῆν τὸ βοηθοῦν, οὔτε βάπτισμα τὸ νεκρῶσαι δυνάμενον τὴν ἁμαρτίαν. Ἐπειδὴ δὲ Χριστὸς παραγέγονεν, καὶ βάπτισμα ἐλάβομεν, καὶ τὸ Πνεῦμα διὰ βαπτίσματος, γέγονεν ἡμῖν εὐχειρῆ τὰ παλαίσματα. «Οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ᾽ ὑπὸ χάριν· τί οὖν, ἁμαρτήσομεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλὰ ὑπὸ χάριν; Μὴ γένοιτο!» Τοῦτο δείκνυσι προσκαίρους ὄντας τοὺς ἀγῶνας. «Οὐκ οἴδατε, ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην;» Ἀντίθεσιν θεὶς τὴν λέγουσαν, Τί οὖν; ἁμαρτήσομεν; καὶ πρώτην αὐτὴν λύσιν ἐπαγαγὼν, τὴν ἐξ ἀπαγορεύσεως, μὴ γένοιτο εἰπὼν, ἐπάγει καὶ τὴν δευτέραν ἀπὸ τοῦ ἐχθροῦ, τρίτην τὴν ἀπὸ τῆς κολάσεως· ἡ δὲ ἀπὸ τοῦ ἐχθροῦ αὕτη ἐστίν· Οὐκ οἴδατε, ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε;

Ὅμοιον ὡσεὶ λέγοι· Οὔπω λέγω τὴν γέενναν, οὐδὲ τὴν πολλὴν ἐκείνην κόλασιν, ἀλλὰ τὴν ἐνταῦθα αἰσχύνην, ὅταν δοῦλοι γένησθε, καὶ ἑκόντες δοῦλοι, καὶ ἁμαρτίᾳ δοῦλοι, καὶ ἐπὶ τῷ τοιούτῳ μισθῷ ὥστε πάλιν ἀποθανεῖν.

Εἰ γὰρ πρὸ τοῦ βαπτίσματος θάνατον εἰργάσατο σωματικὸν, καὶ τοσαύτης ἐδεήθη τῆς θεραπείας τὸ ἕλκος, ὥστε τὸν Δεσπότην ἁπάντων εἰς θάνατον κατελθεῖν, καὶ οὕτω λῦσαι τὸ κακὸν, μετὰ τὴν τοσαύτην δωρεὰν καὶ ἐλευθερίαν λαμβάνουσά σε ἑκόντα αὐτὴν πάλιν κλινόμενον, τί οὐκ ἐργάσηται; «Χάρις δὲ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας.» Ἀναμιμνήσκει πάλιν τῶν εὐεργεσιῶν, ὅτι τε μεγάλων ἀπηλλάγησαν κακῶν· καὶ οὐκ ἐξ οἰκείων πόνων, ἀλλ᾽ ἐκ χάριτος Θεοῦ. «Ὑπηκούσατε δὲ ἐκ καρδίας, εἰς ὃν παρεδόθητε τύπον διδαχῆς.» Τὸ μὲν, ἐκ καρδίας, τὸ αὐτεξούσιον δηλοῖ· τὸ παρεδόθητε, τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν αἰνίττεται. «Ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ.» Δύο ἐνταῦθα δείκνυνται τοῦ Θεοῦ δωρεαὶ, τό τε ἁμαρτίας ἐλευθερῶσαι, καὶ τὸ δουλῶσαι τῇ δικαιοσύνῃ, ὅπερ ἐλευθερίας ἁπάσης ἄμεινόν ἐστι. «Ἀνθρώπινον λέγω, διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν.» Ἐπειδὴ πολλὴν ἀπῄτησεν ἀκρίβειαν βίου, νεκροὺς εἶναι κελεύων, δεῖξαι βουλόμενος, ὅτι οὐδὲν ὑπέρογκον ἀπαιτεῖ, ἀλλὰ καὶ σφόδρα σύμμετρον καὶ κοῦφον, ἀπὸ τῶν ἐναντίων αὐτὸ κατασκευάζει λέγων, ἀνθρώπινον λέγω, ὡσανεὶ ἔλεγεν, ἀπὸ τῶν ἐν συνηθείᾳ γινομένων. «

Οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν· ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.» Ὅτε ἐν πονηρίᾳ ἔζητε καὶ ἀσεβείᾳ, μετὰ τοσαύτης ἔζητε ὑπακοῆς, ὡς μηδὲν καθόλου πράττειν καλόν· τοῦτο γάρ ἐστι τὸ, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.

Οὐκοῦν καὶ νῦν, ἐπειδὴ μετέστητε πρὸς τὴν δικαιοσύνην, ὅλους ἑαυτοὺς ἔκδοτε τῇ ἀρετῇ, μηδὲν καθόλου τῆς κακίας πράττοντες. «Τίνα οὖν καρπὸν ἔχετε τότε, ἐφ᾽ οἷς νῦν ἐπαισχύνετε;» Τοιαύτη ἦν ἡ δουλεία, φησὶ, ὡς καὶ τὴν μνήμην αὐτῆς νῦν αἰσχύνην φέρειν. Εἰ δὲ ἡ μνήμη καταισχύνει, πολλῷ μᾶλλον ἡ πρᾶξις.

Διπλῆ τότε παρεβλάπτεσθε, φησὶν, καὶ αἰσχύνης ἄξια πράττοντες, καὶ οὐκ εἰδότες αἰσχύνεσθαι. «Τὸ γὰρ τέλος ἐκείνων θάνατος· νῦν δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ.» Ἐπειδὴ ἡ αἰσχύνη οὐ σφόδρα δοκεῖ φορτικὸν εἶναι, ἐπὶ τὸ πάνυ φοβερὸν ἔρχεται, τὸν θάνατον λέγων. «Ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν· τὸ δὲ τέλος ζωὴν αἰώνιον.» Ὅρα πῶς τὰ μὲν δείκνυσιν ἤδη δεδομένα, τὰ δὲ ἐν ἐλπίσιν ὄντα. Καὶ ἀπὸ τῶν δεδομένων κἀκεῖνα πιστοῦται, ἀπὸ τοῦ ἁγιασμοῦ τὴν ζωήν. «Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος· τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Ἐπειδὴ ὅπλων ἐμνημόνευσεν καὶ βασιλείας, ἐπιμένει τῇ μεταφορᾷ· εἰπὼν δὲ ὀψώνια ἐπὶ τῆς ἁμαρτίας, οὐ τὴν αὐτὴν ἐτήρησεν τάξιν ἐπὶ τὸν Χριστὸν, οὐδ᾽ εἶπεν ὁ μισθὸς τῶν κατορθωμάτων, ἀλλὰ τὸ χάρισμα τοῦ Θεοῦ, δεικνὺς ὅτι οὐκ οἴκοθεν ἀπηλλάγησαν, οὐκ ὀφειλὴν ἀπέλαβον, ἀλλὰ χάριτι πάντα ταῦτα ἐγίνετο.

ΚΕΦΑΛ. Ζʹ. »Ἢ ἀγνοεῖτε ἀδελφοὶ (γινώσκουσι γὰρ νόμον λαλῶ); Καταλύσας τὸν ἠθικὸν λόγον ἐπὶ τὰ δογματικὰ μεταβαίνει, δεικνὺς ὅτι οὐ μόνον ἁμαρτία αὐτῶν οὐ κυριεύει, ἀλλ᾽ οὐδὲ νόμος· εἰ δὲ νόμος οὐ κυριεύει, πολλῷ μᾶλλον ἁμαρτία· κατασκευάζει δὲ αὐτὸ ἀπὸ παραδείγματος· ἄρχεται δὲ ἐξ ἐγκωμίων, τῶν ἀκροατῶν καταγλυκαίνων τὴν ἀκοήν. «Ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ᾽ ὅσον χρόνον ζῇ· ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ. Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, καταργεῖται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς, μοιχαλὶς χρηματίσει, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ. Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα, γενομένην ἀνδρὶ ἑτέρῳ. Ὥστε καὶ ὑμεῖς, ἀδελφοί μου, ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἀνδρὶ ἑτέρῳ τῷ ἐκ νεκρῶν ἐγερθέντι.» Τοῖς ζῶσι, φησὶν, ὁ νόμος κεῖται, τοῖς δὲ τεθνηκόσι οὐκέτι διατάττει. Εἰ δὲ τεθνήκατε καὶ ὑμεῖς, συνταφέντες τῷ Χριστῷ διὰ τοῦ βαπτίσματος, οὐκέτι κυριεύει ὑμῶν ὁ νόμος. Ὅρα δὲ σύνεσιν τοῦ Παύλου· πῶς ἐν μὲν παραδείγματι τὸν νόμον δείκνυσι τετελευτηκότα, λέγων· Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ.

Ἐν δὲ τῇ ἐπαγωγῇ οὐκέτι τοῦτο ποιεῖ· τὸ γὰρ ἀκόλουθον ἦν εἰπεῖν· Ὥστε, ἀδελφοὶ, καὶ ὑμεῖς τοῦ νόμου τελευτήσαντος οὐ κρίνεσθε μοιχείας ἀνδρὶ γενόμενοι ἑτέρῳ· ἀλλ᾽ οὐκ εἶπεν οὕτως τοῦτο, ἀλλ᾽ ἐθανατώθητε τῷ νόμῳ, ἵνα μὴ ὡς ἐχθροὺς ὑποπτεύητε κατὰ τοῦ νόμου βλασφημεῖν. Ὅρα δὲ καὶ πάλιν ὑπερβολὴν κατασκευῆς. Δείκνυσι γὰρ αὐτὸν τὸν νόμον τοῦτο βουλόμενον, τὸ ἀποστῆναι αὐτοῦ καὶ γίνεσθαι ἀνδρὶ ἑτέρῳ· οὐ γὰρ κωλύει, φησὶν, ἑτέρῳ συνεῖναι τελευτήσαντος τοῦ προτέρου. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Αὐτὸς ὁ νόμος ἀπαλλάττει τῶν ἐγκλημάτων ἡμᾶς ἀποστάντας αὐτοῦ, καὶ αὐτοῦ βούλημα τοῦ νόμου, τὸ γενέσθαι ἡμᾶς τοῦ Χριστοῦ. «Ἵνα καρποφορήσωμεν τῷ Θεῷ. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί.» Ἀπὸ τοῦ κρείττονος τὴν προτροπὴν ἐργάζεται, Τότε γὰρ, φησὶν, ἐκαρποφορεῖτε τῷ θανάτῳ· νυνὶ δὲ τῷ Θεῷ.» «Τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου, ἐνεργεῖτο ἐν τοῖς μέλεσιν ὑμῶν, εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. Νυνὶ δὲ κατηργήθημεν ὑπὸ τοῦ νόμου.» Οὐκ εἶπεν, τὰ παθήματα τῶν ἁμαρτημάτων, τὰ ὑπὸ τοῦ νόμου γινόμενα, ἀλλὰ τὰ διὰ τοῦ νόμου.

Καὶ οὐ προσέθηκεν, γινόμενα, ἀλλὰ ἁπλῶς, διὰ τοῦ νόμου· τουτέστι, διὰ τοῦ νόμου φαινόμενα. Ἵνα δὲ μηδὲ τῆς σαρκὸς κατήγορος ᾖ, οὐκ εἶπεν, ἃ ἐνεργεῖ τὰ μέλη· ἀλλ᾽ ἐνεργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· δεικνὺς ἑτέρωθεν οὖσαν τὴν ἀρχὴν τῆς πονηρίας ἀπὸ τῶν ἐνεργούντων λογισμῶν, οὐκ ἀπὸ τῶν ἐνεργουμένων μελῶν· οὔτε δὲ τὸ αἴτιον εἶναί φησιν ἁμαρτημάτων τὸν νόμον, οὔτε ἀπαλλάττειν αὐτὸν ἀπεχθείας· κατηγόρου γὰρ τάξιν ἐπεῖχεν πικροῦ, ἀπογυμνῶν τὰ ἁμαρτήματα. Ὁ γὰρ τῷ μηδὲν πείθεσθαι βουλομένῳ πλείονα ἐπιτάττων, πλεονάζει τὸ παράπτωμα. «Ἀποθανόντες ἐν ᾧ κατειχόμεθα.» Τουτέστι τῇ ἁμαρτίᾳ τοῦ παλαιοῦ ἀνθρώπου τοῦ κατεχομένου ἐν αὐτῇ, ἀποθανόντος καὶ ταφέντος. «Ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος.» Οὐκ ἔστιν μὲν γράμμα ἔτι τὸ καταδικάζον, φησὶν, τουτέστιν ὁ νόμος ὁ παλαιὸς, ἀλλὰ πνεῦμα βοηθοῦν. «Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο!

Ἐπειδὴ πολλὰ ἔδοξεν κατὰ τοῦ νόμου λέγειν, τὰ παθήματα τῶν ἁμαρτιῶν διὰ τοῦ νόμου ἐνεργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· καὶ ἁμαρτία ὑμῶν οὐ κυριεύσει· Οὐ γάρ ἐστε ὑπὸ νόμον. Καὶ πάλιν, Οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Καὶ πάλιν, Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα.

Καὶ πάλιν, Ὁ νόμος ὀργὴν κατεργάζεται. Ἐπειδὴ ταῦτα πάντα ἐδόκει διαβολὴν φέρειν τῷ νόμῳ, ὡς διορθούμενος τὴν ἐκ τούτων ὑπόνοιαν, ἀντιτίθησι καί φησιν· Τί οὖν; ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο! Πρὸ τῆς κατασκευῆς ἀπηγόρευσεν, τὸν ἀκροατὴν οἰκειούμενος, καὶ σκανδαλιζόμενον θεραπεύων. »Ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν. Οὐκ ἐπιθυμήσεις.» Εἰ καὶ σφοδρότερον κεχρῆσθαι δοκεῖ κατὰ τοῦ νόμου, μὴ θαυμάσῃς· πρὸς γὰρ τὸ κατεπεῖγον ὁ Παῦλος ἐνίσταται. Τί δὲ ἦν κατεπεῖγον, ἄκουε· Ἰουδαῖοι σφόδρα ἐφιλονείκουν τῇ χάριτι, τὸν νόμον προκρίνοντες αὐτῆς, καὶ δι᾽ ἐκεῖνον εἰς αὐτὴν ἐνύβριζον· σκοπὸς οὖν τῷ Παύλῳ δεῖξαι, ὥσπερ καὶ ἀληθὲς, τὸν μὲν νόμον μηδαμῶς δυνηθέντα τῶν ἀνθρώπων ἀφανίσαι τὴν ἁμαρτίαν· ἀλλὰ δι᾽ αὐτοῦ μάλιστα τυραννοῦσαν αὐτήν· τὴν δὲ χάριν δι᾽ ἑαυτῆς ἐξαλείψασαν, ἵνα τὸν μὲν νόμον ἀφῶσιν, ἐπὶ δὲ τὴν χάριν ἔλθωσιν· τούτου δὲ ὄντος τοῦ σκοποῦ, ὅρα πῶς λεπτῶς αὐτὸ κατασκευάζει. Τὴν ἁμαρτίαν γὰρ οὐκ ἔγνων, φησὶν, εἰ μὴ διὰ νόμου· ἁμαρτίαν δὲ τὴν ἐπιτεταμένην φησὶν, ἐπεὶ καὶ πρὸ νόμου ἦν. Καὶ πάλιν, Τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν· Οὐκ ἐπιθυμήσεις. Πάλιν τὴν ἐπιτεταμένην λέγων ἐπιθυμίαν καὶ σφόδρα. Οὐδὲ γὰρ διὰ τοῦτο δέδοται νόμος, ἵνα ἀνάψῃ τὴν ἐπιθυμίαν, ἀλλ᾽ ἵνα κατασβέσῃ, εἰ καὶ εἰς τοὐναντίον ἐξέβη.

Τὸ δὲ αἴτιον, τὸ βασιλεύειν ἦν τὴν ἁμαρτίαν, καὶ μὴ δύνασθαι τὸν νόμον κρατεῖν αὐτῆς. Τοῦτο δὲ ἐποίησεν ἡ χάρις· καὶ γὰρ κατέλυσεν αὐτὴν, καὶ Πνεύματος ἡμᾶς ἐνέπλησεν θείου, ὥστε εὐχερῶς αὐτῆς περιγενέσθαι. «Ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν.» Ἐπειδὴ κρατί· ἐπειδὴ οὔπω ἦν χάρις, δι᾽ ἧς καὶ ἀναιρεῖται. «Χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά.» Τουτέστιν, οὐχ οὕτως γνωρίμην, οὐδὲ ἐλεγχομένην. ᾜδεσαν γὰρ καὶ οἱ πρὸ τοῦ νόμου, ὅτι ἡμάρτανον.

Ἀκριβέστερον δὲ ἔμαθον μετὰ τὴν τοῦ νόμου δόσιν· διὰ τοῦτο καὶ πλείονος ἦσαν κατηγορίας ὑπεύθυνοι. «Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ.» Ἀνατρέχει ἐπὶ τὸν τοῦ νόμου χρόνον, τὸ πάντων ἀνθρώπων ἀναλαμβάνων πρόσωπον, δεικνὺς καὶ ἐν αὐτῷ ἐκείνῳ τῷ χρόνῳ τὴν ἁμαρτίαν κρατοῦσαν.

Ἓν δὲ ἐκ πάντων κατασκευάζει, τὴν πολλὴν εὐεργεσίαν τῆς χάριτος. «Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν· ἐγὼ δὲ ἀπέθανον.» Οὐ μὴ οὖσαν ἂν ὑπεστήσατο τὴν ἁμαρτίαν ἡ ἐντολὴ, ἀλλὰ κρυπτομένην ἔδειξεν· ὅπερ καὶ ἔπαινός ἐστι τοῦ νόμου. Εἴ γε πρὸ τούτου μὲν ἀνεπαισθήτως ἡμάρτανον, τούτου δὲ ἐλθόντος, εἰ καὶ μηδὲν ἕτερον ἐκαρποῦντο, ἀλλ᾽ οὖν ἀκριβῶς ἐμάνθανον ὅτι ἡμάρτανον. «Καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὐτὴ εἰς θάνατον.» Οὐκ εἶπεν, γέγονε θάνατος, ἀλλ᾽ εὑρέθη, τὸ καινὸν καὶ παράδοξον τῆς ἀτοπίας δηλῶν. «Ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα τῆς ἐντολῆς ἐξηπάτησέ με, καὶ δι᾽ αὐτῆς ἀπέκτεινεν. Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή· τὸ οὖν ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος; Μὴ γένοιτο.» Ὅρα πῶς πανταχοῦ τῆς ἁμαρτίας μέμνηται, τὸν νόμον ἐγκλημάτων ἀπαλλάττων καὶ κατηγορίας ἁπάσης· διὸ καὶ ἐπάγει, Ὥστε ὁ μὲν νόμος ἅγιος. «Ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον, ἵνα γίνηται καθ᾽ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.» Ἁμαρτίαν τὸν διάβολόν φησιν, τὸν πατέρα καὶ εὑρέτην τῆς ἁμαρτίας, αὐτὸν τὸν θάνατον, ὃς διὰ μόνης τῆς τοῦ Χριστοῦ παρουσίας κατήργηται. Καὶ τοῦτο ἔμπροσθεν αὐτὸς ἐδίδαξεν, εἰπὼν τὸ, Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου, ἐπαγαγών· Χάρις δὲ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ.

Πονηρὸς ὢν ὁ διάβολος, λανθάνειν ἠδύνατο· διὰ δὲ τῆς εἰς ἄνθρωπον ἐπιβουλῆς, καὶ μάλιστα διὰ τοῦ εἰς σωτηρίαν δοθέντος νόμου, παρὰ τούτου φανερὰν ἐποίει δείκνυσθαι τὴν βασιλείαν. «Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν.» Ἵνα μὴ θορυβηθῇ ὁ ἀκροατὴς, ἀκούων, ὅτι διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀφορμὴν ἔλαβεν, καὶ ὅτι ἐλθούσης αὐτῆς ἡ ἁμαρτία ἀνέζησεν, καὶ ὅτι δι᾽ αὐτῆς ἐξηπάτησεν καὶ ἀπέκτεινεν· ἵνα μή τις τῶν τοιούτων ἀκούων, τὸν νόμον τῶν κακῶν τούτων αἴτιον εἶναι νομίζῃ, οὐ μόνον κατηγορίας αὐτὸν ἀπαλλάττει, ἀλλὰ καὶ ἐγκώμιον πλέκει αὐτῷ μέγιστον, λέγων· Οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστι, πνευματικὸν δὲ αὐτὸν εἰπὼν, διδάσκαλον ἀρετῆς αὐτὸν δείκνυσιν ὄντα καὶ κακίας πολέμιον. Τοῦτο γάρ ἐστιν ὅπερ καὶ ὁ νόμος ἐποίει, νουθετῶν, φοβῶν, κολάζων, διορθούμενος, τὰ περὶ ἀρετῆς συμβουλεύων, ἀλλ᾽ οὐκ ἐδυνήθη τὴν ἁμαρτίαν ἀνελεῖν. Εἰκότως· τῆς γὰρ χάριτος μόνης τοῦτο ἔργον ἦν. «Ἐγὼ δὲ σάρκινός εἰμι πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.» Μετὰ γὰρ θανάτου, φησὶν, καὶ ὁ τῶν παθῶν ἐπεισῆλθεν ὄχλος. Ὅτε γὰρ θνητὸν ἐγένετο τὸ σῶμα, ἐδέξατο καὶ ἐπιθυμίαν καὶ ὀργὴν καὶ λύπην, καὶ τὰ ἄλλα πάντα. «Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω.»

Τὸ, οὐ γινώσκω, ἀντὶ τοῦ, σκοτοῦμαι, φησὶν, καὶ συναρπάζομαι, καὶ ἐπήρειαν ὑπομένων, οὐκ οἶδα πῶς ὑποσκελίζομαι, ὅπερ καὶ ἡμεῖς εἰώθαμεν λέγειν· Οὐκ οἶδα ὅπως ὁ δεῖνα ἐλθὼν συνήρπασεν· οὐκ ἄγνοιαν προβαλλόμενοι, ἀλλὰ ἀπάτην τινὰ ἐμφαίνοντες. «Οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ᾽ ὃ μισῶ, τοῦτο ποιῶ. Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός. Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.» Τὸ θέλειν τὸ καλὸν, καὶ μισεῖν τὸ πονηρὸν, γνώσεως ἀπηρτισμένης ἐστίν· ὅθεν δῆλον ὅτι καὶ τὸ, οὐ θέλω, εἴρηκεν, οὐ τὸ αὐτεξούσιον ἀναιρῶν, οὐδὲ ἀνάγκην τινὰ εἰσάγων βιαστικὴν, ἀλλὰ τὸ μὴ ἐπαινεῖν τὰ γινόμενα. Τί οὖν ἐστι τὸ, οὐ θέλω; ἀντὶ τοῦ, οὐκ ἐπαινῶ, ὃ οὐκ ἀποδέχομαι «Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι.» Οὐ τὸ σῶμα διαβάλλει, ἀλλὰ τὸ ὑπερέχον τῆς ἁμαρτίας ἔδειξεν, πάλιν τὸ μέγεθος τῆς δωρεᾶς, τῆς διὰ τῆς χάριτος δεδομένης, κατασημᾶναι θέλων. «Τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν, οὐχ εὑρίσκω.» Πάλιν εἰπὼν, οὐχ εὑρίσκω, οὐκ ἄγνοιαν, φησὶν, ἀλλ᾽ ἐπήρειάν τινα, καὶ ἐπιβουλὴν τῆς ἁμαρτίας. «Οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθὸν, ἀλλ᾽ ὃ οὐδὲ θέλω κακὸν, τοῦτο πράσσω. Εἰ δὲ ὃ θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι, ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.» Ἐπεξεργασία τοῦ εἰρημένου. «

Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται.» Μετὰ, τὸ καλὸν, συναπτέον τὸ συνήγορον, καὶ οὕτω σαφὴς γίνεται ἡ διάνοια, λέγουσα· Εὑρίσκω τὸν νόμον ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλὸν συνηγοροῦντα· τὸ δὲ, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται, εἰ καὶ ἡ ἁμαρτία, φησὶν, ἐπίκειται πρὸς τὸ κακὸν παρεγείρουσα. «Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσί μου.» Ὅρα, πῶς διαγράφει μάχην νόμου φυσικοῦ καὶ ἁμαρτίας, καὶ νίκην τῆς ἁμαρτίας· τὸ γὰρ, αἰχμαλωτίζοντά με, τοῦτο ἐδήλωσεν. Νόμον δὲ τὴν ἁμαρτίαν ἐκάλεσεν, οὐ διὰ τὴν αὐτῆς ἀξίαν, ἀλλὰ διὰ τὴν ὑπακοὴν τῶν πειθομένων αὐτῇ. Ὥσπερ οὖν κύριον τὸν μαμωνᾶ καλεῖ, καὶ Θεὸν τὴν κοιλίαν, οὐ διὰ τὴν οἰκείαν ἀξίαν, ἀλλὰ διὰ τὴν πολλὴν τῶν ὑποτεταγμένων δουλείαν.

Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Χάρις δὲ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἄρα οὖν αὐτὸς ἐγὼ, τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ, νόμῳ ἁμαρτίας.» Μετὰ τὸ ἐκτραγῳδῆσαι τὴν βίαν τῆς ἁμαρτίας, ἐπὶ τὸν οἶκτον ἔρχεται. Τίς με ῥύσεται; ἀλλ᾽ εὐθὺς ἐπάγει τὴν δεδομένην ἐν τοσούτοις κακοῖς σωτηρίας ἐλπίδα· αὕτη δέ ἐστιν ἡ χάρις. Ὅταν δὲ ἀκούσῃς λέγοντας· Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; μὴ νόμιζε τῆς σαρκὸς αὐτὸν κατηγορεῖν.

Οὐδὲ γὰρ εἶπε σῶμα ἁμαρτίας, ἀλλὰ σῶμα θανάτου, τουτέστι, τὸ θνητὸν σῶμα, τὸ χειρωθὲν ὑπὸ τοῦ θανάτου ΚΕΦΑΛ. Ηʹ. «Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι οὐ τῶν προτέρων ἀπηλλάγημεν μόνον, ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀχείρωτοι γεγόναμεν. Τὸ δὲ, μὴ κατὰ σάρκα περιπατοῦσι, προστέθεικεν, τὸ εὔκολον τοῦ κατορθώματος δηλῶν. «Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου, τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.» Νόμον πνεύματος τὴν χάριν λέγει. Νόμον ἁμαρτίας, οὐ τὸν Μωΰσεώς φησι· πῶς γὰρ, ὃν δίκαιον καὶ ἅγιον πολλάκις ὠνόμασεν; ἀλλὰ τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς, τουτέστι τὴν ἁμαρτίαν. «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.» Ὁ νοῦς οὗτος· Ἐπειδὴ ἦλθε, φησὶν, ὁ νόμος εἰς τὸ δικαιῶσαι τὸν ἄνθρωπον διὰ τὸ τυραννεῖν τῆς σαρκὸς τὴν ἁμαρτίαν, τούτου χάριν ἔπεμψε τὸν Μονογενῆ, ἵνα διὰ τῆς σαρκὸς τῆς ἰδίας αὐτοῦ κατακρίνῃ ἁμαρτίαν· καλῶς δὲ τὸ ὁμοίωμα σαρκὸς ἁμαρτίας, ὠνόμασεν τοῦ Χριστοῦ τὴν σάρκα. Οὐ γὰρ ἦν σὰρξ ἁμαρτίας καὶ αὐτὴ, ἀλλ᾽ ὁμοίωμα σαρκός.

Οὐ γὰρ εὑρέθη, φησὶν, δόλος ἐν τῷ στόματι αὐτοῦ. Τὸ δὲ, περὶ ἁμαρτίας, τὴν αἰτίαν τῆς ἀφίξεως δηλοῖ· ὅτι διὰ τὸ καταργῆσαι τὴν ἁμαρτίαν ἀπέστειλεν τὸν Υἱὸν ὁ Πατήρ. Σάρκα τὸ σαρκικὸν φρόνημά φησιν. «Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Τί ἐστι, τὸ δικαίωμα; ἀντὶ, τὸ τέλος, καὶ ὁ σκοπός.

Ὃ γὰρ ἐβούλετο ὁ νόμος ποιεῖν, καὶ οὐκ ἴσχυσεν· τοῦτο δὲ ἦν τὸ δικαιῶσαι τὸν ἄνθρωπον, τοῦτο πεποίηκεν ὁ Χριστός. Ὅρα δὲ πῶς πανταχοῦ τὸ μὴ κατὰ σάρκα περιπατεῖν τίθησι, μονονουχὶ λέγων· Ἠλευθερώθη σὰρξ τοῦ νόμου τῆς ἁμαρτίας, ἐκ μέσου γενομένης τῆς ἁμαρτίας· μὴ πάλιν αὐθαίρετον δουλείαν ἐπισπασώμεθα. «Οἱ γὰρ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα, τὰ τοῦ πνεύματος· τὸ γὰρ φρόνημα τῆς σαρκὸς, θάνατος· τὸ δὲ φρόνημα τοῦ πνεύματος, ζωὴ καὶ εἰρήνη· διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν.» Ἀντὶ τοῦ, οἱ φρονήματος σαρκικοῦ πεπληρωμένοι, τουτέστι κακίας. «Τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται.» Φρόνημα σαρκός φησιν, τὸν γεώδη λογισμὸν, τὸν πρὸς τὰ βιωτικὰ καὶ τὰς πονηρὰς πράξεις ἐπτοημένον.

Οὐ τοῦτο δὲ λέγει, ὅτι ἀδύνατον τὸν πονηρὸν γενέσθαι καλόν· ἀλλ᾽ ὅτι ἀδύνατον πονηρὸν μὲν ὄντα, ὑποταγῆναι τῷ Θεῷ. Μεταβαλλόμενον μέντοι, καλὸν γενέσθαι καὶ ὑποταγῆναι ῥᾴδιον, καὶ, ὡς ἀληθὴς ὁ λόγος, μεστὴ τῶν παραδειγμάτων ἡ ἱστορία. Παῦλος ἐκ διώκτου κήρυξ τῆς ἀληθείας, ὁ λῃστὴς ἐν παραδείσου φυτοῖς· ὁ Μανασσῆς, οἱ Νινευῗται, καὶ ἄλλοι μύριοι. «Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται.» Σάρκα πάλιν τὸν σαρκικὸν βίον καὶ κοσμικὸν λέγει, καὶ τρυφῆς καὶ ἀσωτίας γέμοντα τὸν ὅλον σαρκοποιοῦντα τὸν ἄνθρωπον. «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ᾽ ἐν Πνεύματι.» Δείκνυσιν ὅτι οὐδὲ ἐν σώματί ἐστιν ὁ ὀρθῶς βιῶν, ἀλλ᾽ οἷον ἔτι περιπατῶν ἐν γῇ, ἐν οὐρανῷ πολιτεύεται. «Εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν.» Τὸ, εἴπερ Πνεῦμα, πολλαχοῦ τίθησιν, οὐκ ἀμφιβόλως, ἀλλὰ καὶ σφόδρα πιστικῶς, καὶ ἀντὶ τοῦ ἐπείπερ, ὡς ὅταν λέγῃ· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ἡμᾶς θλίψιν. Ἀντὶ τοῦ, ἐπείπερ τοῦτο δίκαιόν ἐστιν. «Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Οὐκ εἶπεν, εἰ δὲ ὑμεῖς οὐκ ἔχετε, ἀλλ᾽ ἐπ᾽ ἄλλων προήγαγε τὸ λυπηρόν. «Εἰ δὲ Χριστὸς ἐν ὑμῖν.» Πάλιν τὸν Χριστὸν ἐπ᾽ αὐτῶν, αὔξων αὐτοῖς τὴν ἡδονὴν καὶ τὸν περὶ αὐτοῦ πόθον. «Τὸ μὲν σῶμα νεκρὸν δι᾽ ἁμαρτίαν.»

Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οἷς Χριστὸς ἐνοικεῖ, τούτων νεκρὸν τὸ σῶμα τῇ ἁμαρτίᾳ· τουτέστι κατ᾽ οὐδὲν ὑπακούει τῇ ἁμαρτίᾳ, ἀλλ᾽ οἷον τέθνηκεν αὐτῇ, οὐδὲν διαφέρει τῶν ἐν σορῷ κειμένων σωμάτων τὰ σώματα ἡμῶν, πρὸς τὴν τῆς ἁμαρτίας ἐργασίαν. «Τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.» Δικαιοσύνην αὐτὸν τὸν Χριστόν φησιν. Γέγονε γὰρ ἡμῖν ἀπὸ Θεοῦ δικαιοσύνη, κατὰ τὴν αὐτοῦ τοῦ Ἀποστόλου φωνήν. Ζήσεται οὖν ἡμῶν τὸ πνεῦμα ἔνοικον ἔχον τὸν Χριστόν. «Εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος ἡμᾶς ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Ὅμοιον ὡς εἰ λέγοι, Μὴ φοβηθῇς ὅτι νεκρὸν περίκεισαι σῶμα, ἔχε τὸ πνεῦμα, καὶ ἀναστήσεται. Τί οὖν; τὰ μὴ ἔχοντα οὐκ ἀνίστανται; Ναὶ, φησίν· ἀλλ᾽ οὐκ εἰς ζωήν. Διὰ τοῦτο οὐκ εἶπεν, ἀναστήσει, ἀλλὰ ζωοποιήσει, ὃ πλέον τῆς ἀναστάσεως ἦν, καὶ τοῖς δικαίοις μόνον δεδωρημένον. «Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῇν.» Δείξας ὅσον τὸ ἔπαθλον τοῦ πνευματικοῦ βίου, ἀναγκαίως ἐπάγει λοιπὸν τὴν παραίνεσιν, λέγων· οὐκοῦν οὐκ ὀφείλομεν ζῇν κατὰ σάρκα. «Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.» Τὸν θάνατον ἡμῖν ἐκεῖνον αἰνίττεται τὸν ἀθάνατον, τὸν ἐν τῇ γεέννῃ, κόλασίν τε καὶ τιμωρίαν. «

Ὅσοι γὰρ πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν.» Καὶ ἕτερον τίθησιν ὑμῖν μισθὸν, προτρεψόμενος πνευματικῶς ὑμᾶς ζῇν. Οὗτος δέ ἐστιν υἱοθεσία. Οὐκ εἶπεν δὲ, Πνεύματι Θεοῦ ζῶσιν, ἀλλ᾽ ἄγονται· δεικνὺς ὅτι οὕτως βεβούληται ἄγειν αὐτὸ, Κύριον εἶναι τῆς ἡμετέρας ζωῆς, ὡς ὁποιδὰν βούληται, ἄγειν αὐτόν. «Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾽ ἐλάβετε πνεῦμα υἱοθεσίας.» Εἴ τι ἐδόκουν ποιεῖν τῶν ἐντολῶν τοῦ Θεοῦ οἱ ἐν τῇ παλαιᾷ, φόβῳ τῶν κολάσεων ἐποίουν. Ἀθετήσας γάρ τις τὸν νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἀπέθνησκεν. Οἱ δὲ τὸ τῆς χάριτος δεξάμενοι πνεῦμα, πάντα πόθῳ ποιοῦσι Χριστοῦ. Συγκρίνουσιν οὖν ἐνταῦθα ποιεῖται τῶν ἐν τῷ νόμῳ καὶ τῶν ἐν τῇ χάριτι. «Ἐν ᾧ κράζομεν, Ἀββᾶ, Πατήρ.

Πιστοῦται τὴν υἱοθεσίαν ἐκ τῆς προσευχῆς, ἧς προσέταξεν ὁ Κύριος τοὺς πιστεύοντας λέγειν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ὥσπερ δὲ πνεῦμά ἐστι χαρίσματος, καὶ πνεῦμα ἰαμάτων, καὶ πνεῦμα γλωσσῶν, καὶ πνεῦμα προφητείας, οὕτω καὶ πνεῦμα υἱοθεσίας. »Αὐτὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ.» Ὁ Παράκλητος, φησὶν, τῷ χαρίσματι τῷ δεδομένῳ ἡμῖν. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Οὐ τοῦ χαρίσματός ἐστι μόνον φωνὴ, ἀλλὰ καὶ τοῦ δόντος τὴν δωρεὰν Παρακλήτου.

Αὐτὸς γὰρ ἡμᾶς οὕτως ἐδίδαξεν διὰ τοῦ χαρίσματος φθέγγεσθαι. «Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» Εἰ γὰρ ἐν τοῖς λυπηροῖς ἐκοινωνήσαμεν αὐτῷ, μᾶλλον καὶ ἐν τοῖς χρηστοῖς τοῦτο ἔσται. Ὁ γὰρ τοὺς οὐδὲν διωρθωκότας τοσούτοις δωρησάμενος ἀγαθοῖς, ὅταν εἴδῃ καὶ πονέσαντας, καὶ τοσαῦτα παθόντας, πῶς οὐχὶ μᾶλλον ἀμείψεται· «Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται.» Ὅρα πόσα διὰ τούτου κατασκευάζει, καὶ ὑπεροψίαν τῶν παρόντων, καὶ ἐπιθυμίαν τῶν μελλόντων, καὶ τὸ δεῖξαι πῶς περισπούδαστον τῷ Θεῷ τῶν ἀνθρώπων τὸ γένος ἐστίν· μετὰ δὲ τούτων καὶ τὰ τῶν φιλοσόφων δόγματα πάντα τὰ περὶ τοῦ κόσμου συντεθέντα αὐτοῖς, ὥσπερ ἀράχνην ἑνὶ τούτῳ καταβάλλει τῷ δόγματι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἡ αἴτησις αὐτὴ σφόδρα ὠδίνει ταῦτα ἀναμένουσα, καὶ προσδοκοῦσα τὰ ἀγαθὰ, ἅπερ εἴρηκα νῦν. Ἀποκαραδοκία γὰρ ἡ σφόδρα προσδοκία ἐστίν. Ὥστε δὲ ἐμφαντικώτερον γενέσθαι τὸν λόγον, καὶ προσωποποιεῖ τὸν κόσμον ἅπαντα τοῦτον· ὅπερ καὶ οἱ προφῆται ποιοῦσι, ποταμοὺς κροτοῦντας χερσὶν εἰσάγοντες, καὶ βουνοὺς ἁλλομένους, καὶ ὄρη σκιρτοῦντα· οὐχ ἵνα αὐτὰ ἔμψυχα νομίσωμεν, ἀλλ᾽ ἵνα τὴν ὑπερβολὴν μάθωμεν τῶν ἀγαθῶν, ὡς καὶ τῶν ἀναισθήτων αὐτῶν καθικνουμένην.

Τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν λυπηρῶν ποιοῦσι πολλάκις, εἰσάγοντες καὶ ἄμπελον θρηνοῦσαν, καὶ οἶνον, καὶ ὄρη, καὶ φατνώματα ὀλολύζοντα τοῦ ναοῦ, ἵνα κἂν ἐντεῦθεν πάλιν τὴν ὑπερβολὴν τῶν κακῶν ἐννοήσωμεν. Τούτους οὖν καὶ ὁ Ἀπόστολος μιμούμενος, προσωποποιεῖ τὴν κτίσιν ἐνταῦθα, καί φησι, στενάζειν αὐτὴν καὶ ὠδίνειν· οὐκ ἐπειδὴ στεναγμοῦ τινος ἤκουεν ἀπὸ γῆς καὶ οὐρανοῦ φερομένου, ἀλλ᾽ ἵνα τῶν μελλόντων ἀγαθῶν ἐνδείξηται τὴν ὑπερβολὴν, καὶ τὴν ἐπιθυμίαν τῆς ἀπαλλαγῆς τῶν κατεχόντων κακῶν. «Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα.» Ὅμοιον ὡς εἰ λέγοι· Φθαρτὴ γέγονεν ἡ κτίσις. Καὶ τίνος χάριν; Διὰ σὲ τὸν ἄνθρωπον. Ἐπειδὴ γὰρ τὸ σῶμά σου γέγονε θνητὸν καὶ παθητὸν, καὶ ἡ γῆ κατάραν ἐδέξατο, καὶ ἤνεγκεν ἀκάνθας καὶ τριβόλους.

Ὅτι δὲ καὶ οὐρανὸς μετὰ τῆς γῆς παλαιούμενος, πρὸς τὴν ἀμείνω λῆξιν ὕστερον μεταστήσεται, ἄκουσον τῷ Προφήτῃ λέγοντι περὶ τῶν οὐρανῶν· Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ ὥσπερ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. «Ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ᾽ ἐλπίδι· ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.» Εἰ καὶ φθαρτὴ γέγονεν ἡ κτίσις, φησὶ, δι᾽ ἐμὲ, ἀλλ᾽ οὐδὲν ἠδίκηται. Καὶ γὰρ ἄφθαρτος ἔσται δι᾽ ἐμὲ πάλιν· τοῦτο γάρ ἐστιν τὸ, ἐπ᾽ ἐλπίδι. Ὅταν δὲ οὐχ ἑκοῦσα ὑπετάγη, οὐχ ἵνα κυρίαν γνώμης δείξῃ οὖσαν, τοῦτο λέγει, ἀλλ᾽ ἵνα μάθῃς, ὅτι τῆς Χριστοῦ κηδεμονίας τὸ πᾶν ἐγένετο, οὐχὶ ἐκείνης κατόρθωμα τοῦτο. «Εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.

Τουτέστι, διὰ τὴν ἐλευθερίαν. »Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν.» Ὅρα πῶς ἐντρέπει τὸν ἀκροατὴν, μονονουχὶ λέγων, Μὴ γένῃ τῆς κτίσεως χείρων, τοῖς παροῦσιν ἐμφιλοχωρήσας. Οὐ γὰρ μόνον αὐτῶν ἀντέχεσθαι οὐ δεῖ, ἀλλὰ στενάζειν ἐπὶ τῇ μελλήσει τῆς ἐντεῦθεν ἀποδημίας. Εἰ γὰρ ἡ κτίσις τοῦτο ποιεῖ, πολλῷ μᾶλλον σὲ [ἢ] δίκαιον ὄντα τοῦτο ἐπιδείκνυσθαι, τὸν λόγῳ τετιμημένον «Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, ἡμεῖς καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν.» Τῶν μελλόντων ἤδη γευσάμενοι, τούτων τὸ τέλος ἰδεῖν σπεύδομεν. Εἰ γὰρ ἀπαρχὴ τοσαύτη, ὡς δι᾽ αὐτῆς καὶ ἁμαρτημάτων ἀπαλλαγῆναι, καὶ δικαιοσύνης ἐπιτυχεῖν καὶ ἁγιασμοῦ, ἐννόησον ἡλίκον τὸ τέλος. «Υἱοθεσίαν ἀπεκδεχόμενοι.» Ἵνα μὴ τοῖς αἱρετικοῖς δῷ λαβὴν, δόξας τὰ παρόντα διαβάλλειν διὰ τοῦ λέγειν, στενάζομεν, φησὶν, ὅτι ταῦτα λέγω, οὐ τῶν παρόντων κατηγορῶν, ἀλλὰ τῶν μελλόντων ἐφιέμενος. Τοῦτο γάρ ἐστι τὸ, υἱοθεσίαν ἀπεκδεχόμενοι. «Τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν.» Τουτέστι τὴν ἀπηρτισμένην δόξαν· τότε γὰρ βεβαία ἔσται ἡ χάρις, ὅταν καὶ τὸ σῶμα ὑμῶν ἀπαλλαγῇ θανάτου καὶ τῶν μυρίων παθῶν. Ἔστι δὲ ἀντιπίπτοντος λύσις, ὡς εἴ τις πρὸς αὐτὸν λέγοι· Ἄνω καὶ κάτω βοᾷς ὅτι γεγόναμεν υἱοὶ, καὶ νῦν ἐν ἐλπίσιν αὐτὸ τίθης. Τί οὖν φησι νῦν; Ἐν ἀδήλῳ τὰ ἡμέτερα καθέστηκεν, ἕως ἐσχάτης ἀναπνοῆς.

Πολλοὶ γὰρ ὄντες υἱοὶ, γεγόναμεν κύνες καὶ αἰχμάλωτοι.

Ἂν δὲ μετὰ χρηστῆς καταλύσωμεν ἐλπίδος, τότε ἀκίνητος ἡ δωρεὰ καὶ σαφεστέρα καὶ μείζων, οὐκέτι τὴν ἀπὸ τῆς ἁμαρτίας καὶ τοῦ θανάτου δεδοικυῖα μεταβολήν. «Τῇ γὰρ ἐλπίδι ἐσώθημεν.» Ὃ λέγει τοιοῦτόν ἐστιν· Οὐ δεῖ πάντα ἐντεῦθεν ζητεῖν, ἀλλὰ καὶ ἐλπίζειν. Τοῦτο γὰρ μόνον εἰσηνέγκαμεν τῷ Θεῷ τὸ δῶρον, τὸ πιστεῦσαι αὐτῷ τὰ μέλλοντα ἐπαγγειλαμένῳ· καὶ διὰ ταύτης μόνης ἐσώθημεν τῆς ὁδοῦ. Ἂν οὖν ταύτην ἀπολέσωμεν, τὸ πᾶν τῆς ἡμετέρας εἰσφορᾶς ἀπωλέσαμεν. Ταῦτα δέ φησιν, ἵνα μὴ πάντα ἐνταῦθα ζητῶμεν, καὶ τὴν εὐγένειαν ἡμῶν προδῶμεν, τὴν ἀπὸ τῆς πίστεως. «Ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν, ἐλπίζομεν, δι᾽ ὑπομονῆς ἀπεκδεχόμεθα.» Εἰ πάντα ἐνταῦθα μέλλεις ζητεῖν, φησὶ, τίς χρεία ἐλπίδος; Τί οὖν ἐστιν ἐλπίς; Τὸ τοῖς μέλλουσι θαῤῥεῖν.

Τοῦτο αἰτεῖ μόνον παρὰ σοῦ ὁ Θεὸς, φησὶν, ἵνα ἔχῃς τι καὶ αὐτὸς συνεισενεγκεῖν εἰς τὴν σὴν σωτηρίαν. Καὶ ἐπειδὴ μικρὸν ἦν καὶ εὐτελὲς, ὅρα καὶ ὅπως αὐτὸ ὑψοῖ, ὑπομονὴν εἶναι λέγων αὐτὸ, δι᾽ οὗ πόνους καὶ ἱδρῶτας ὑπεσήμανεν, εἰ καὶ οὐχ οὕτως ἔχει τὰ τῆς ἐλπίδος. Ὡς εἰ ἔλεγεν· Ὥσπερ τὸν πονοῦντα καὶ ταλαιπωρούμενον καὶ μυρία πάσχοντα, οὕτω καὶ τὸν ἐλπίζοντα ὁ Θεὸς στεφανοῖ. Τὸ γὰρ τῆς ὑπομονῆς, ἱδρώτων ἐστὶν ὄνομα καὶ καρτερίας πολλῆς. «Ὡσαύτως καὶ τὸ Πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν.» Δείκνυσιν ὅτι καὶ πρὸς τὸ κοῦφον τοῦτο ὑπομονῆς πολλῆς ἐπικουρίας τυγχάνομεν. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Τὸ μὲν γίνεται σὸν, τὸ τῆς ὑπομονῆς· τὸ δὲ, τῆς τοῦ Πνεύματος χορηγίας εἰς τὴν ἐλπίδα ἐπαλείφοντος, καὶ δι᾽ αὐτῆς πάλιν τὸν πόνον κουφίζοντος. «Τὸ γὰρ, τί προσευξόμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν.» Ταῦτα λέγει, τὴν πολλὴν δηλῶν περὶ ἡμᾶς τοῦ Πνεύματος πρόνοιαν, καὶ παιδεύων μὴ πάντως ἐκεῖνα νομίζειν εἶναι συμφέροντα, ἃ τοῖς λογισμοῖς φαίνεται τοῖς ἀνθρωπίνοις. Ἵνα δὲ μὴ αἰσχύνηται τὴν ἄγνοιαν ὁ μαθητὴς, κοινὸν αὐτὸ πεποίηκεν, εἰπών· οὐκ οἴδαμεν. «Ἀλλ᾽ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις.» Ἀσαφὲς τὸ εἰρημένον, διὰ τὸ πολλὰ τῶν τότε γινομένων θαυμάτων πεπαῦσθαι νῦν. Διὸ ἀναγκαῖον ταῦτα εἰπεῖν. Τίς οὖν τότε κατάστασις ἦν;

Διάφορα τοῖς τότε βαπτιζομένοις ἐδίδου χαρίσματα ὁ Θεὸς, ἃ δὴ καὶ πνεύματα ἐκαλεῖτο. Πνεύματα γὰρ προφητῶν προφήταις ὑποτάσσεται. Καὶ ὁ μὲν εἶχεν προφητείας χάρισμα, καὶ προέλεγεν τὰ μέλλοντα· ὁ δὲ σοφίας καὶ ἐδίδασκεν τοὺς πολλούς· ὁ δὲ ἰαμάτων, καὶ ἐθεράπευε τοὺς νοσοῦντας· ὁ δὲ δυνάμεων, καὶ ἔγειρε τοὺς νεκρούς· ὁ δὲ γλωσσῶν, καὶ διαφόροις ἐλάλει φωναῖς. Μετὰ δὲ τούτων ἁπάντων καὶ εὐχῆς χάρισμα ἦν, ὃ καὶ αὐτὸ πνεῦμα ἐλέγετο, καὶ τοῦτο ἔχων ὑπὲρ τοῦ πλήθους παντὸς ηὔχετο. Ἐπειδὴ γὰρ πολλὰ τῶν συμφερόντων ἡμεῖς ἀγνοοῦντες, τὰ μὴ συμφέροντα αἰτοῦμεν, ἤρχετο χάρισμα εὐχῆς εἰς ἕνα τινὰ τῶν τότε· καὶ τὸ κοινῇ συμφέρον τῆς Ἐκκλησίας ἁπάσης, αὐτός τε ὑπὲρ πάντων ἵστατο αὐτῶν, καὶ τοὺς ἄλλους ἐπαίδευεν. Τὸ πνεῦμα τοίνυν ἐνταῦθα καλεῖ τὸ χάρισμα τὸ τοιοῦτον, καὶ τὴν ψυχὴν τὴν δεχομένην τὸ χάρισμα, καὶ ἐντυγχάνουσαν τῷ Θεῷ, καὶ στενάζουσαν. Ὁ γὰρ τοιαύτης καταξιωθεὶς χάριτος, ἑστῶς μετὰ πολλῆς τῆς κατανύξεως καὶ μετὰ πολλῶν στεναγμῶν τῶν κατὰ διάνοιαν, τῷ Θεῷ προσπίπτων τὰ συμφέροντα πᾶσιν ᾔτει.

Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. Ἵνα μάθῃς, ὅτι λόγος ἦν περὶ ἀνθρώπου πνευματικοῦ καὶ χάρισμα ἔχοντος εὐχῆς, καὶ οὐ περὶ τοῦ Παρακλήτου, ἐπήγαγε τὸ, Ὁ ἐρευνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος. Ὅμοιον δὲ ὡσεὶ λέγοι· Οὐκ ἀγνοοῦντα διδάσκει τὸν Θεὸν, ἀλλὰ τοῦτο γίνεται, ἵνα ἡμεῖς μάθωμεν εὔχεσθαι ταῦτα, ἃ χρὴ καὶ αἰτεῖν παρὰ Θεῷ, τὰ δοκοῦντα αὐτῷ.

Τοῦτο γάρ ἐστι τὸ, Κατὰ Θεόν. Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.» Καὶ τὰ δοκοῦντα εἶναι λυπηρά φησιν, εἰ ἐπάγοιτο ἡμῖν διὰ Θεὸν, εἰς ἀγαθὸν ἡμῖν ἐκτελευτήσει πέρας. Τοῦτο ἐποίησε καὶ ἐπὶ τῆς καμίνου τῆς Βαβυλωνίας, καὶ ἐπὶ τῶν ἀποστόλων. «Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.» Πρόθεσιν ἐνταῦθά φησιν, ἵνα μὴ τὸ πᾶν τῇ κλήσει δῷς, ἐπεὶ ἀντέπιπτε· καὶ τί μὴ πάντες ἐσώθησαν, «Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσεν.» Ἔδειξε τὸ ἀξίωμα, ὡς ἄνωθεν ὁ Θεὸς πρὸς αὐτοὺς διέκειτο. «Καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν.» Διὰ λουτροῦ παλιγγενεσίας. «Οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.» Διὰ τῶν χαρισμάτων, διὰ τῆς υἱοθεσίας. «Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾽ ἡμῶν; ὅς γε τοῦ ἰδίου Υἱοῦ, οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν ἑαυτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται;» Εἰ καὶ τοῖς μέλλουσί τινες διαπιστοῦσι, φησὶν, ἀλλὰ πρὸς τὰ ἤδη γεγενημένα ἀγαθὰ οὐδὲν ἔχοιεν εἰπεῖν.

Οἷον τὴν ἄνωθεν τοῦ Θεοῦ πρὸς σὲ φιλίαν, τὴν δικαίωσιν, τὴν δόξαν. Καὶ γὰρ ταῦτά σοι διὰ τῶν δοκούντων εἶναι λυπηρῶν ἐχαρίσατο, καὶ ἅπερ ἐνόμιζες εἶναι σκυθρωπὰ, τὸν σταυρὸν, τὰς μάστιγας, τὰ δεσμὰ, ταῦτά ἐστιν ἃ τὴν οἰκουμένην κατώρθωσαν ἅπασαν «Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ;» Ἐνταῦθα πρὸς τοὺς λέγοντας ὅτι οὐδὲν ἡ πίστις ὠφελεῖ, καὶ ἀπιστοῦντας τῇ ἀθρόᾳ μεταβολῇ, ἀποτείνεται.

Εὖ δὲ, τὸ μὴ εἰπεῖν, τίς ἐγκαλέσει κατὰ τῶν δούλων τοῦ Θεοῦ; Μηδὲ κατὰ τῶν πιστῶν τοῦ Θεοῦ, ἀλλὰ, κατὰ τῶν ἐκλεκτῶν τοῦ Θεοῦ. Ἡ γὰρ ἐκλογὴ, ἀρετῆς ἐστι σημεῖον. «Ὁ Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Χριστὸς Ἰησοῦς ὁ ἀποθανὼν, μᾶλλον δὲ ἐγερθεὶς ἐκ νεκρῶν, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ.» Οὐκ εἶπε, Θεὸς ὁ ἀφεὶς ἁμαρτήματα, ἀλλ᾽ ὃ πολλῷ μεῖζον ἦν, Θεὸς ὁ δικαιῶν. Ὅταν γὰρ ἡ τοῦ δικαστοῦ ψῆφος δίκαιον ἀποφήνῃ, καὶ δικαστοῦ τοιούτου, τίνος ἄξιος ὁ κατηγορῶν; Οὐκοῦν μηδὲ τοὺς πειρασμοὺς φοβώμεθα· ὑπὲρ γὰρ ἡμῶν ἐστιν ὁ Θεός.

Ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ λιμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα; καθὼς γέγραπται. Ἀνθρωπινότερον διαλέγεται καὶ συγκαταβατικώτερον, ἵνα τὴν ἀγάπην ἐνδείξηται. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστι, πρότερον εἰπὼν τὸ, Ἐν δεξιᾷ, τότε ἐπήγαγεν, Ὃς ἐντυγχάνει ὑπὲρ ἡμῶν. Ὅ τε γὰρ τὴν ὁμιλίαν ἔδειξε καὶ τὴν ἰσότητα. «Ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν.» Ἵνα μὴ δόξῃ τὰ εἰρημένα ἐγκαταλείψεως εἶναι, καὶ τὸν Προφήτην ἐπάγει προαναφωνοῦντα τὰ αὐτὰ ἐκ πολλοῦ τοῦ χρόνου. «Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.» Ὥσπερ γὰρ, φησὶν, ἐκεῖνα οὐκ ἀνθίσταται σφαζόμενα, οὕτως οὐδὲ ἡμεῖς. «Ἀλλ᾽ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.» Τοῦτο γὰρ δή ἐστι τὸ θαυμαστὸν, οὐχ ὅτι νικῶμεν μόνον, ἀλλ᾽ ὅτι δι᾽ ὧν καὶ ἐπιβουλευόμεθα νικῶμεν· καὶ οὐχ ἁπλῶς νικῶμεν, ἀλλὰ καὶ ὑπερνικῶμεν. «Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε Ἀρχαὶ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε δυνάμεις, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Τί δεῖ, φησὶ, τὰ παρόντα λέγειν, καὶ τὰ τοῦ βίου τούτου συγκεκληρωμένα δεινά;

Κἂν γὰρ τὰ μέλλοντα εἴποι τις πράγματα καὶ δυνάμεις· πράγματα μὲν, ὡς θάνατον καὶ ζωήν· δυνάμεις δὲ, ὡς ἀγγέλους καὶ ἀρχαγγέλους καὶ πᾶσαν τὴν ἄνω κτίσιν, ταῦτα ἐμοὶ μικρὰ πρὸς τὴν ἀγάπην τοῦ Χριστοῦ· οὔτε γὰρ εἰ θάνατόν τις ἠπείλει τὸν μέλλοντα καὶ ἀθάνατον, ὥστε ἀποστῆναι τοῦ Χριστοῦ, οὔτε εἰ ζωὴν ἐπηγγείλατο τὴν ἄπειρον, κατεδεξάμην ἄν· καὶ τί δεῖ λέγειν βασιλεῖς τοὺς κάτω; Κἂν γὰρ ἀγγέλους μοι εἴπῃς καὶ πάσας τὰς ἄνω δυνάμεις, κἂν πάντα τὰ ὄντα καὶ μέλλοντα, καὶ πάντα ἐμοὶ μικρὰ καὶ τὰ ἐν γῇ καὶ τὰ ἐν οὐρανῷ πρὸς τὸ φίλτρον ἐκεῖνο. Εἶτα ὡς οὐκ ἀρκούντων τούτων παραστῆσαι τὸν πόθον ὃν εἶχεν, ἕτερα τοσαῦτα πάλιν ὑποστησάμενός φησιν· οὔτε τις κτίσις ἑτέρα.

ΚΕΦΑΛ. Θʹ. «Ἀλήθειαν δὲ λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεως ἐν Πνεύματι ἁγίῳ, ὅτι λύπη μοί ἐστι μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου.» Ὡς περὶ μεγάλων μέλλων λέγειν καὶ ἀπιστεῖσθαι διὰ τὸ μέγεθος, ὅρκον προβάλλεται. «Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται.» Καὶ αὕτη ἑτέρα ἀπόδειξις ὁμοία ταῖς προλαβούσαις.

Κατασκευάζει γὰρ καὶ αὕτη ὃ εἶχεν περὶ τὸν Χριστὸν φίλτρον. Καὶ πῶς; τὴν αἰτίαν ἄκουε. Ἐπειδὴ πάντες ἔλεγον κατηγοροῦντες τοῦ Θεοῦ, ὅτι υἱοὶ τοῦ Θεοῦ ἀξιωθέντες κληθῆναι, καὶ νόμον δεξάμενοι, πρὸ πάντων αὐτὸν εἰδότες, καὶ τοσαύτης ἀπολαύσαντες δόξης, καὶ θεραπεύσαντες αὐτὸν πρὸ τῆς οἰκουμένης, καὶ ἐπαγγελίας δεξάμενοι, καὶ πατέρων ὄντες τῶν αὐτῷ φίλων, καὶ τὸ δὴ πάντων μεῖζον, ὅτι καὶ προπάτορες αὐτοῦ γενόμενοι τοῦ Χριστοῦ τὸ κατὰ σάρκα· τοῦτο γάρ ἐστι τὸ, Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα· καὶ ἐκβέβληνται, ἠτίμηνται· ἀντεισήχθησαν δὲ ἀντ᾽ ἐκείνων οἱ μηδέποτε αὐτὸν ἐπιγνόντες ἄνθρωποι ἐξ ἐθνῶν. Ἐπεὶ οὖν ταῦτα λέγοντες, τὸν Θεὸν ἐβλασφήμουν, ἀκούων ταῦτα καὶ δακνόμενος, καὶ ὑπὲρ τῆς δόξης ἀλγῶν τοῦ Θεοῦ, ηὔξατο ἀνάθεμα εἶναι καὶ ἐκπεσεῖν τῆς δόξης ἐκείνης ἧς λαμβάνουσιν οἱ πιστεύσαντες εἰς Χριστὸν, καὶ τοῦ χοροῦ τοῦ ἀποστολικοῦ (οὐ γὰρ δὴ τῆς ἀγάπης τοῦ Χριστοῦ), ἵνα παύσηται ἡ κατὰ τοῦ Θεοῦ βλασφημία. «Ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα, καὶ αἱ διαθῆκαι, καὶ ἡ νομοθεσία, καὶ ἡ λατρεία, καὶ ἐπαγγελίαι.» Ὅμοιον ὡσεὶ λέγοι· Θεὸς μὲν αὐτοὺς ἐβούλετο σωθῆναι, καὶ τοῦτο ἐδήλωσε δι᾽ ὧν ἔμπροσθεν ἐποίησεν, καὶ δι᾽ ὧν ἐξ ἐκείνων ὁ Χριστὸς τὸ κατὰ σάρκα ἐγένετο· αὐτοὶ δὲ ἐξ οἰκείας ἀγνωμοσύνης ἀπεκρούσαντο τὴν εὐεργεσίαν. «

Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» Εἰ καὶ ἕτεροι βλασφημοῦσι, φησὶν, ἀλλ᾽ ἡμεῖς οἱ τὰ ἀπόῤῥητα αὐτοῦ εἰδότες ἴσμεν σαφῶς, ὅτι οὐ βλασφημεῖσθαι, ἀλλὰ τοῦ δοξάζεσθαι ἄξιος. Ἅμα δὲ καὶ ἕτερόν τι ἐκδιδάσκει ἡμᾶς θεῖον μυστήριον, ὅτι ὁ γεννηθεὶς κατὰ σάρκα Χριστὸς, αὐτός ἐστιν ὁ ἐπὶ πάντων Θεός. «Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ.

Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ πάντες τέκνα· ἀλλ᾽ ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· τουτέστιν, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.

Ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος· κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι πρὸς σὲ, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός.» Καὶ οὕτω τῶν πραγμάτων ἐκβάντων, φησὶν, οὐκ ἀποροῦμεν τοῦ δεῖξαι, ὅτι ἕστηκεν ἡ ἐπαγγελία· πῶς οὖν ἕστηκεν ἡ ἐπαγγελία; Εἶπεν ὁ Θεὸς, Τῷ σπέρματί σου δώσω τὴν γῆν· σπέρμα δὲ τοῦ Ἀβραὰμ τὰ ἔθνη λέγων. Καὶ τοῦτο πόθεν ἐστὶ δῆλον; ἐκ τοῦ, Ἐν Ἰσαὰκ, εἰπεῖν αὐτὸν, κληθήσεταί σοι σπέρμα. Τουτέστιν ὥσπερ ὁ Ἰσαὰκ δι᾽ ἐπαγγελίας γεννηθεὶς γνήσιος υἱὸς, οὕτω καὶ ὁ δι᾽ ἐπαγγελίας γνήσιον σπέρμα προσαγορεύσειεν τοῦ Ἀβραάμ. «Οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν· μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον (ἵνα ἡ κατ᾽ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ), οὐκ ἐξ ἔργων, ἀλλ᾽ ἐκ τοῦ καλοῦντος ἐῤῥέθη αὐτῇ, ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι, καθὼς γέγραπται· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα.» Τί θαυμάζεις, φησὶν, εἰ Ἰουδαίων, οἱ μὲν ἐσώθησαν, οἱ δὲ οὐκ ἐσώθησαν, Καὶ γὰρ ἄνωθεν τοῦτο ἐπὶ τῶν πατριαρχῶν γινόμενον ἴδοι τις ἄν· καὶ οὐ μόνον ἐπὶ τῶν πατριαρχῶν, ἀλλὰ καὶ ἐπὶ τῶν Ἰσραηλιτῶν.

Καίτοι γὰρ ὄντος κοινοῦ τοῦ ἁμαρτήματος, οἱ μὲν ἠλεήθησαν, οἱ δὲ οὐκ ἠλεήθησαν· καὶ ἐπὶ τῶν κολαζομένων δὲ τοῦτο, φησὶν, ἴδοι τις ἄν. Τῶν γὰρ Αἰγυπτίων οἱ μὲν ἐσώθησαν, οἱ δὲ τετιμώρηνται· καὶ ἐπὶ τῶν Ἰουδαίων, τὸν οὐ λαὸν ἐκάλεσε λαόν· καὶ οὐ πάντας τῆς αὐτῆς ἠξίωσε τιμῆς. Τὸ γὰρ ἐγκατάλειμμα σέσωσται μόνον. Ταῦτα δὲ πάντα τὰ ἄπορα μέσα θεὶς, ὕστερον ἐπάγει τὴν λύσιν· ποία δέ ἐστιν ἡ λύσις, ἢ ὅτι ἐξ ἔργων, οὐκ ἐκ πίστεως, καὶ τὸ ἀγνοεῖν αὐτοὺς τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητεῖν στῆσαι· τίνος δὲ χάριν εἰς τοσαύτην ἀπορίαν ἐξήγαγε τὸν ἀκροατήν; ἵνα μονονουχὶ λέγῃ πρὸς Ἰουδαίους. Τοσαῦτα ἀποροῦντες, καὶ οὐδὲν τούτων λύειν δυνάμενοι, πως ὑπὲρ τῆς τῶν ἐθνῶν κλήσεως πράγματα ἡμῖν παρέχετε· καίτοι γε ἐχόντων ἡμῶν δικαίαν αἰτίαν εἰπεῖν, δι᾽ ἣν ἐκεῖνοι μὲν ἐσώθησαν, ὑμεῖς δὲ ἐξεπέσατε. Καὶ ποία αὕτη; Ὅτι ἐκεῖνοι μὲν ἐκ πίστεως, ὑμεῖς δὲ ὡς ἐξ ἔργων νόμου προσεκόψατε λίθῳ. «Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο.» Οὐκοῦν οὐδὲ ἐφ᾽ ἡμῶν καὶ τῶν Ἰουδαίων. «Τῷ Μωϋσεῖ γὰρ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ· καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.» Οὐ σόν ἐστιν εἰδέναι, φησὶν, ὦ Μωϋσῆ, τίνες ἄξιοι τῆς φιλανθρωπίας, ἀλλ᾽ ἐμοὶ παραχώρει τοῦτο.

Εἰ δὲ Μωϋσέως οὐκ ἦν εἰδέναι, πολὺ μᾶλλον ἡμῶν. «Ἄρα οὖν οὐ τοῦ τρέχοντος, οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Λέγει γὰρ ἡ Γραφὴ τῷ Φαραὼ, ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Διὰ μέσου πάλιν ἑτέραν ἀντίθεσιν εἰσάγει. «Ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.

Ἐρεῖς μοι οὖν· Τί ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; Ὦ ἄνθρωπε μενοῦνγε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;» Πάλιν ἑτέραν ἀντίθεσιν εἰσάγει, εἰς πλῆθος ἀπορίας ἐνάγων τὸν ἀκροατήν. Καὶ οὐ λύει πρῶτον, ἀλλ᾽ ἐπιστομίζει λέγων· Τίς εἶ σὺ, ὁ ἄνθρωπος, ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; ἀντὶ τοῦ ἀντιλέγων. «Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνωρίσαι τὸν δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους.» Ὃ λέγει τοιοῦτόν ἐστι· Σκεῦος ὀργῆς ἦν ὁ Φαραῶ, τουτέστιν ἄνθρωπος τοῦ Θεοῦ τὴν ὀργὴν ἐξάπτων διὰ τῆς οἰκείας σκληρότητος. Πολλῆς γὰρ ἀπολαύσας μακροθυμίας οὐκ ἐγένετο βελτίων, ἀλλ᾽ ἀδιόρθωτος ἔμεινεν. Διὸ οὐδὲ σκεῦος ὀργῆς αὐτὸν ἐκάλεσε μόνον, ἀλλὰ καὶ κατηρτισμένον εἰς ἀπώλειαν· τουτέστι ἀπηρτισμένον, οἴκοθεν μέντοι καὶ παρ᾽ ἑαυτοῦ οὔτε γὰρ ὁ Θεὸς παρέλιπέ τι τῶν εἰς κατόρθωσιν ἡκόντων τὴν ἐκείνου· οὔτε αὐτὸς ἐνέλιπέ τι τῶν ἀπολλύντων αὐτὸν, καὶ πάσης ἀποστερούντων συγγνώμης, ἀλλ᾽ ὅμως καὶ ταῦτα εἰδὼς ὁ Θεὸς, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ, βουλόμενος αὐτὸν εἰς μετάνοιαν ἀγαγεῖν.

Εἰ γὰρ μὴ τοῦτο ἤθελεν, οὐδ᾽ ἂν ἐμακροθύμησεν.

Ἐπειδὴ δὲ οὐκ ἠθέλησεν εἰς μετάνοιαν τῇ μακροθυμίᾳ χρήσασθαι τοῦ Θεοῦ, ἀλλ᾽ ἀπήρτισεν ἑαυτὸν εἰς ὀργὴν, ἐχρήσατο αὐτῷ εἰς τὴν ἑτέρων διόρθωσιν διὰ τῆς εἰς ἐκεῖνον κολάσεως ἑτέρους σπουδαιοτέρους ποιῶν, καὶ τὴν δύναμιν αὐτοῦ δι᾽ αὐτοῦ δεικνύς. «Ἃ προητοίμασεν εἰς δόξαν· οὓς καὶ ἐκάλεσεν ἡμᾶς, οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν.» Ἐπειδὴ τοῦτο ὠνείδιζον, ὅτι χάριτι ἐσώθησαν, καὶ καταισχύνειν αὐτοὺς ἐνόμιζον, ἐκ πολλῆς τῆς περιουσίας, ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. Εἰ γὰρ τῷ Θεῷ τὸ πρᾶγμα δόξαν ἤνεγκεν, πολλῷ μᾶλλον ἐκείνοις δι᾽ ὧν καὶ Θεὸς ἐδοξάσθη. «Ὡς καὶ ἐν τῷ Ὠσηὲ λέγει· Καλέσω τὸν οὐ λαόν μου, λαόν μου, καὶ τὴν οὐκ ἠγαπημένην, ἠγαπημένην· καὶ ἔσται, ἐν τῷ τόπῳ οὗ ἐῤῥέθη αὐτοῖς, οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος. Ἡσαΐας δὲ κράζει περὶ τοῦ Ἰσραήλ· Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ἐγκατάλειμμα σωθήσεται.» Καὶ ἑτέρωθεν ἀξιόπιστον ποιεῖται τὸν λόγον, προφήτας ἐπάγων ταῦτα λέγοντας. «Λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει Κύριος ἐπὶ τῆς γῆς· καὶ καθὼς προείρηκεν Ἡσαΐας, εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλειπεν ἡμῖν σπέρμα.» Οὐ περιόδου χρεία καὶ πόνου, τῆς ἀπὸ τῶν ἔργων τῶν νομικῶν, φησὶν, ἀλλὰ μετὰ πολλῆς τῆς συντομίας ἔσται ἡ σωτηρία.

Τοιοῦτον γὰρ ἡ πίστις· ἐν βραχέσι ῥήμασιν ἔχει τὴν σωτηρίαν «Ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν.» Καὶ ἐνταῦθα δείκνυσιν, ὅτι οὐδὲ αὐτοὶ οἱ ὀλίγοι οἴκοθεν διεσώθησαν, εἰ μὴ πολλῇ ὁ Θεὸς ἐχρήσατο τῇ ἀγαθότητι. «Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβε δικαιοσύνην· δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον οὐκ ἔφθασεν. Διὰ τί; ὅτι οὐκ ἐκ πίστεως, ἀλλ᾽ ἐξ ἔργων νόμου.» Ἡ σαφεστάτη λύσις αὕτη ἐστίν· Ἐπειδὴ γὰρ καὶ ἀπὸ τῶν πραγμάτων ἔδειξεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, λέγων, οὗτοι Ἰσραήλ· καὶ ἀπὸ τῶν προγόνων, τοῦ Ἰακὼβ καὶ τοῦ Ἡσαῦ, καὶ τῶν κολασθέντων καὶ σωθέντων· ἀπὸ τῶν προφητῶν τοῦ Ὠσηὲ καὶ τοῦ Ἡσαΐου, τὴν κυριωτάτην ἐπάγει λύσιν.

Πρότερον τὴν ἀπορίαν αὐξήσας· καὶ γὰρ δύο ἦν τὰ ζητούμενα· ὅτι τὰ ἔθνη ἐπέτυχεν, καὶ μὴ διώκοντα ἐπέτυχεν, καὶ ὅτι Ἰσραὴλ οὐκ ἐπέτυχεν, καὶ διώκοντα οὐκ ἐπέτυχεν. Τίς οὖν ἡ λύσις ἡ αὕτη; Σὺ μὲν, ὦ Ἰουδαῖε, φησὶν, οὐδὲ τὴν ἐκ τοῦ νόμου δικαιοσύνην εὗρες. Παρέβης γὰρ αὐτὴν, καὶ ὑπεύθυνος γέγονας τῇ ἀρᾷ. Οὗτοι δὲ οἱ μὴ διὰ τοῦ νόμου ἐλθόντες, καὶ ἑτέραν ὁδὸν μείζονα ταύτην εὗρον, δικαιοσύνην τὴν ἀπὸ τῆς πίστεως. «Προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου, καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται.» Προσκόμματος λίθον καὶ πέτραν σκανδάλου, φησὶν, ἀπὸ τῆς γνώμης καὶ τοῦ τέλους τῶν ἀπιστησάντων.

ΚΕΦΑΛ. Ιʹ. «Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν, ὑπὲρ αὐτῶν εἰς σωτηρίαν.» Μέλλων αὐτῶν καθάπτεσθαι, πλέον νῦν ἢ πρότερον πάσης ἀπεχθείας ὑπόνοιαν ἀναιρεῖ. Καὶ γὰρ εὐδοκίαν ἐνταῦθα, τὴν σφόδρα ἐπιθυμίαν φησίν. «Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν.» «Καὶ ἐχαρίσατο τῷ ῥήματι, καὶ ἔδειξεν αὐτῶν τὴν ἄκαιρον φιλονεικίαν. »Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.» Δείκνυσιν ἀπὸ φιλονεικίας καὶ φιλαρχίας μᾶλλον, ἢ ἐξ ἀγνοίας πλανωμένους. Τὸ δὲ εἰπεῖν, τὴν ἰδίαν ζητοῦντες στῆσαι δεικνύντος ἐστὶν, ὅτι οὐδὲ ἐκείνην τὴν δικαιοσύνην τὴν ἀπὸ τοῦ νόμου ἐστήσαντο.

Ἰδίαν δὲ δικαιοσύνην αὐτῶν καλεῖ, ἢ διὰ τὸ μηκέτι τὸν νόμον ἰσχύειν, ἢ διὰ τὸ πόνων εἶναι καὶ ἱδρώτων. Τοῦτο οὐ περὶ Ἰουδαίων εἴρηται μόνων, ἀλλὰ καὶ περὶ παντὸς τοῦ τῶν ἀνθρώπων γένους. «Τέλος γὰρ νόμου Χριστὸς, εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» Ἐπειδὴ εἶπε, δικαιοσύνην, ἵνα μὴ δόξωσιν οἱ πιστεύσαντες ἐξ Ἰουδαίων, τὴν μὲν ἔχειν, τῆς δὲ ἀπεστερῆσθαι, δείκνυσιν ὅτι μία ἐστὶ δικαιοσύνη, καὶ ἐκείνην εἰς ταύτην ἀνακεφαλαιοῦται· ὅτι ὁ μὲν ταύτην ἑλόμενος τὴν ἐκ πίστεως, κἀκείνην ἐπλήρωσεν· ὁ δὲ ταύτην ἀτιμάσας, κἀκείνης ἐξέπεσεν. Εἰ γὰρ τοῦ νόμου τέλος ὁ Χριστὸς, ὁ τὸν Χριστὸν οὐκ ἔχων, κἂν ἐκείνην ἔχειν δοκῇ, οὐκ ἔχει· ὁ δὲ τὸν Χριστὸν ἔχων, κἂν μὴ κατωρθωκὼς τὸν νόμον ᾖ, τὸ πᾶν εἴληφεν. Ὥσπερ γὰρ τέλος ἰατρικῆς ὑγεία, καὶ ὁ δυνάμενος ὑγιῆ ποιεῖν, κἂν μὴ ἰατρικὴν ἔχῃ, τὸ πᾶν ἔχει· ὁ δὲ μὴ εἰδὼς θεραπεύειν, κἂν μετιέναι δοκῇ τὴν τέχνην, τοῦ παντὸς ἐξέπεσεν· οὕτως ἐπὶ τῷ νόμῳ καὶ τῆς πίστεως· ὁ μὲν ταύτην ἔχων, καὶ τὸ ἐκείνου τέλος ἔχει· ὁ δὲ ταύτης ἔξω ὢν, ἀμφοτέρων ἐστὶν ἀλλότριος· τί γὰρ ἐβούλετο ὁ νόμος; Δίκαιον ποιῆσαι τὸν ἄνθρωπον. Ἀλλ᾽ οὐκ ἴσχυσεν οὐδεὶς αὐτὸν πληρῶσαι. Τοῦτο οὖν τέλος ἦν τοῦ νόμου, καὶ εἰς τοῦτο πάντα ἔβλεπεν, καὶ διὰ τοῦτο πάντα ἐγένετο, καὶ ἑορταὶ, καὶ θυσίαι, καὶ ἐντολαὶ, καὶ τὰ λοιπὰ πάντα, ἵνα δικαιωθῇ ὁ ἄνθρωπος.

Ἀλλ᾽ αὐτοῦ τὸ τέλος ἦν ἐν Χριστῷ μειζόνως διὰ τῆς πίστεως. «Μωϋσῆς γὰρ γράφει, ὅτι τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὁ ποιήσας ἄνθρωπος, ζήσεται ἐν αὐτῇ. Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη, οὕτως λέγει.» Τὰς κατασκευὰς ἀπὸ τῶν Γραφῶν πιστοῦται. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι. Μωϋσῆς δείκνυσιν ἡμῖν τὴν ἐκ τοῦ νόμου δικαιοσύνην, ποία ἐστὶ, καὶ πόθεν συνίσταται.

Πόθεν οὖν, ἢ ἀπὸ τοῦ πληρωθῆσαι πάσας τὰς ἐντολάς; Τοῦτο δὲ οὐδενὶ γέγονε δυνατόν. «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.» Ἵνα μὴ λέγωσιν οἱ Ἰουδαῖοι, πῶς ηὗρον μείζονα δικαιοσύνην οὗτοι, τὴν ἐλάττω μὴ εὑρόντες, λέγει λογισμὸν ἀναντίῤῥητον, ὅτι κουφοτέρα αὕτη ἡ ὁδὸς ἐκείνης. Αὕτη μὲν γὰρ πλήρωσιν ἀπαιτεῖ πάντων, ἡ δὲ ἐκ πίστεως δικαιοσύνη ῥήματι ἔχει τὴν σωτηρίαν.

Ἵνα μὴ δόξῃ τὸ εὔκολον, εὐκαταφρόνητον αὐτὴν ποιεῖν καὶ εὐτελῆ, ὅρα πῶς πλατύνει τὸν περὶ αὐτῆς λόγον, ὥσπερ τῇ ἀρετῇ διὰ τῶν ἔργων ἀνθίσταται ῥᾳθυμία, τοὺς πόνους ἐκλύουσα, καὶ δεῖ σφόδρα ἀγρυπνούσης ψυχῆς, ὥστε μὴ εἴκειν. Οὕτως ὅταν πιστεῦσαι δεηθῇ, λογισμοὶ θορυβοῦντες καὶ λυμαινόμενοι τὴν τῶν πολλῶν διάνοιαν, καὶ δεῖ νεανικωτέρας ψυχῆς, ὥστε αὐτοὺς διακρούεσθαι. «Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· τουτέστι, τὸ ῥῆμα τῆς πίστεως, ὃ κηρύσσομεν. Ὅτι, ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου, ὅτι Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς σωτηρίαν.

Λέγει γὰρ ἡ Γραφή· Πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται. Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος.» Τουτέστιν εὔκολον· ὅταν οὖν καὶ μείζων ἡ δικαιοσύνη, καὶ κούφη, καὶ εὐπαράδεκτος, καὶ ἄλλως δικαιωθῆναι μὴ ᾖ, ἐσχάτης φιλονεικίας τοῖς ἀδυνάτοις ἐπιχειρεῖν, τὰ εὔκολα ἀφέντας καὶ ῥᾴδια.

Εἶδες ὅτι ὁ βραχὺς οὗτος ὁ λόγος οὐ σωτηρίαν ἤνεγκε μόνον, ἀλλὰ καὶ δικαιοσύνην. «Ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.» Ὅπερ ἄνω περὶ τοῦ Πατρὸς εἴρηκεν, τὸ, ἢ Ἰουδαίων ὁ Θεὸς μόνον, οὐχὶ καὶ ἐθνῶν; τοῦτο καὶ ἐνταῦθα περὶ τοῦ Υἱοῦ λέγει. «Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσονται χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξουσι, ἐὰν μὴ ἀποσταλῶσιν, καθὼς γέγραπται· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά.» Πάλιν ἀναιρεῖ τὴν συγγνώμην αὐτῶν· κατασκευάζει δὲ τοῦτο, κατ᾽ ἐρώτησιν προάγων τὸν λόγον, σαφέστερον ποιῶν τὸν ἔλεγχον, τῷ κατ᾽ ἀντίθεσιν καὶ λύσιν ἅπαν ὑφάναι τὸ χωρίον. Σκόπει δέ· ἄνωθεν εἶπεν, φησὶν, ὁ Προφήτης· Πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Ἀλλ᾽ ἴσως ἂν ἔχοι τις εἰπεῖν· Καὶ πῶς ἐδύναντο ἐπικαλεῖσθαι τοῦτον ὃν οὐκ ἐπίστευσαν; Εἶτα ἐρώτησις παρ᾽ αὐτοῦ μετὰ τὴν ἀντίθεσιν· Καὶ διὰ τί οὐκ ἐπίστευσαν; Καὶ πάλιν ἀντίθεσις. Πάντως ἔχοι τις ἂν εἰπεῖν· Καὶ πῶς εἶχον πιστεῦσαι μὴ ἀκούσαντες; Εἶτα πάλιν ἡ λύσις· Καὶ μὴν ἤκουσαν, φησίν. Εἶτα ἑτέρα πάλιν ἀντίθεσις· Καὶ πῶς ἠδύναντο ἀκοῦσαι χωρὶς κηρύσσοντος;

Εἶτα πάλιν ἡ λύσις· Καὶ μὴν ἐκήρυξαν, καὶ ἀπεστάλησαν εἰς αὐτὸ τοῦτο πολλοί· καὶ πάλιν ἀντίθεσις· Καὶ πόθεν δῆλον, ὅτι οὗτοί εἰσιν ἐκεῖνοι οἱ ἀποσταλέντες; Καὶ πάλιν λύσις ἐκ προφητικῆς μαρτυρίας· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά.

Καὶ ὅρα πῶς ἀπὸ τοῦ τρόπου τοῦ κηρύγματος δείκνυσι τοὺς κήρυκας. Οὐδὲν γὰρ ἄλλο περιῄεσαν πανταχοῦ λέγοντες, ἀλλ᾽ ἢ τὰ ἀπόῤῥητα ἐκεῖνα ἀγαθὰ, καὶ τὴν τοῦ Θεοῦ πρὸς ἀνθρώπους γεγενημένην εἰρήνην· Ὥστε ἀπιστοῦντες οὐχ ἡμῖν ἀπιστεῖτε, φησὶν, ἀλλὰ τῷ Ἡσαίᾳ. Ἡ δὲ ὅλη κατασκευὴ αὕτη ἐστίν.

Τὸ μὲν σωθῆναι, φησὶν, ἐκ τοῦ ἐπικαλεῖσθαι· τὸ δὲ ἐπικαλεῖσθαι, ἐκ τοῦ πιστεῦσαι· τὸ δὲ πιστεῦσαι, ἐκ τοῦ ἀκοῦσαι· τὸ δὲ ἀκοῦσαι, ἐκ τοῦ κηρύξαι· τὸ δὲ κηρύξαι, ἐκ τοῦ ἀποσταλῆναι. Ἀπεστάληναν δὲ καὶ ἐκήρυξαν· καὶ μετ᾽ αὐτῶν προφήτης περιῄει, δεικνὺς αὐτοὺς, καὶ ἀνακηρύττων, ὅτι οὗτοί εἰσιν οὓς πρὸ πολλῶν ἐδηλοῦμεν χρόνων. Εὔδηλον ὡς τὸ μὴ πιστεῦσαι, ἐκείνων ἔγκλημα γέγονε μόνον. «Ἀλλ᾽ οὐ πάντες ἐπίστευσαν τῷ Εὐαγγελίῳ.

Ἡσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;» Ἑτέρα πάλιν ἀντίθεσις· Καὶ μὴν εἰ ἦσαν καὶ οὗτοι ἀπεσταλμένοι καὶ παρὰ Θεοῦ πεμφθέντες, ἔδει πάντας ὑπακοῦσαι. Ἡ δὲ λύσις πάλιν ἐκ μαρτυρίας προφητικῆς· ἀλλὰ καὶ τοῦτο ἄνωθεν, φησὶν, εἶπεν Ἡσαΐας, μᾶλλον δὲ καὶ τούτου μεῖζον. Ὑμεῖς μὲν γὰρ λέγετε· Διὰ τί μὴ πάντες ὑπήκουσαν; Ὁ δὲ Ἡσαΐας πλεῖον τούτου λέγει· Τίς γὰρ, φησὶν, ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; «Ἄρα ἡ πίστις ἐξ ἀκοῆς· ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ.» Ἐπειδὴ καθ᾽ ἕκαστον καιρὸν σημεῖα ἐζήτουν οἱ Ἰουδαῖοι, καὶ τὴν ὄψιν τῆς ἀναστάσεως, τούτου χάριν φησίν· Καὶ μὴν ὁ προφήτης οὐ ταῦτα ἐπηγγείλατο, ἀλλ᾽ ὅτι ἐξ ἀκοῆς δεῖ ἡμᾶς πιστεῦσαι. Καὶ ἵνα μὴ δόξῃ εὐτελὲς εἶναι τὸ τῆς ἀκοῆς, αὐτὴν ταύτην τὴν ἀκοὴν διὰ ῥήματός φησι Θεοῦ εἶναι. «Ἀλλὰ λέγω· μὴ οὐκ ἤκουσαν; Μενοῦνγε, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.» Πάλιν ἀντίθεσις· Εἰ ἀπεστάλησαν, φησὶν, οἱ κηρύττοντες, καὶ ἐκήρυξαν ἅπερ ἐκελεύσθησαν, ἔμελλον ἀκούειν. Λύεται δὲ ἐξ ὑπερβολῆς. Οὐδὲ γὰρ ἀνήκοον γεγενῆσθαί φησι τῆς ἐκείνων ἀκοῆς· καὶ τοῦτο δὲ πάλιν ἐκ μαρτυρίας ἀρχαίας. «Ἀλλὰ λέγω· μὴ Ἰσραὴλ μὴ ἔγνω;» Πάλιν ἀντίθεσις· Τί οὖν, εἰ ἤκουσαν μὲν, οὐκ ἐνόησαν δὲ τὰ εἰρημένα, οὔτε συνῆκαν ὅτι οὗτοι ἐκεῖνοι ἦσαν οἱ ἀπεσταλμένοι; «

Πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει· ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.» Αὕτη τῆς ἀντιθέσεως λύσις. Ἀπὸ μαρτυρίας τῶν παλαιῶν ἦν γνωρίσαι, φησὶν, αὐτούς· οὐκ ἀφ᾽ ὧν ἠπίστησαν μόνον, οὐδὲ ἀφ᾽ ὧν ἐκήρυττον ἐκεῖνοι τὰ ἀγαθὰ ἐκεῖνα ἃ εὐηγγελίζοντο, ἀλλὰ καὶ ἀφ᾽ ὧν τοὺς καταδεεστέρους αὐτῶν τοὺς ἐξ ἐθνῶν εἶδον ἐν πλείονι τιμῇ. Τὸ δὲ, Παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει, τὸ τῶν Ἑλλήνων φησίν· τί γὰρ Ἑλλήνων ἀσυνετώτερον; τί δὲ εὐτελέστερον; «Ἡσαΐας δὲ λέγει· Εὑρέθην τοῖς μὴ ἐμὲ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.» Ἐβιάσατο, φησὶν, καὶ ἐφιλονείκησεν μηδὲν συνεσκιασμένον εἰπεῖν, ἀλλὰ γυμνὰ πρὸ τῶν ὀφθαλμῶν ὑμῶν θεῖναι τὰ πράγματα, μᾶλλον δὲ ἑλόμενος κινδυνεύειν ἐκ τοῦ προφανῶς εἰπεῖν, ἢ συσκιάσαι τι τῶν μελλόντων πραχθήσεσθαι. «Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.» Ἡμέραν ἐνταῦθα πάντα τὸν χρόνον τῶν κηρύκων λέγων· τὸ δὲ ἐκπετάσαι τὰς χεῖρας, τὸ καλέσαι καὶ ἐπισπάσασθαι καὶ παρακαλέσαι δηλοῖ.

ΚΕΦΑΛ. ΙΑʹ. «Λέγω οὖν· μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν. Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω.» Κατὰ διαπόρησιν εἰσάγει τὸν λόγον· λέγει δὲ ὅτι κἂν ὀλίγοι ὦσιν οἱ διασεσωσμένοι, τὰ τῆς ἐπαγγελίας ἕστηκεν· διὰ τοῦτο οὐδὲ ἁπλῶς εἶπεν, τὸν λαὸν αὐτοῦ, ἀλλὰ προσέθηκεν, ὃν προέγνω. Εἶτα ἐπαγαγὼν ἀπόδειξιν τοῦ μὴ ἀπώσασθαι τὸν λαὸν, φησίν· Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί. «Ἢ οὐκ οἶδατε ἐν Ἠλίᾳ τί λέγει ἡ Γραφή; ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου.» Λύσιν ἐπάγει ἐξ ἱστορίας τῆς ἀντιθέσεως ἧς οὕτω τίθησι· τίς δὲ ἡ ἀντίθεσις; Οὕτως ἡμᾶς, φησὶν, ἀπατᾷς, καὶ παραλογίζῃ τὸν λαὸν ἅπαντα, σεαυτὸν τιθεῖς καὶ τοὺς ὀλίγους τοὺς μετὰ σοῦ, καὶ κεναῖς ἡμᾶς φυσᾶς ἐλπίσι, τὴν ἐπαγγελίαν πεπληρῶσθαι λέγων, πάντων ἀπολομένων, καὶ εἰς ὀλίγους τῆς σωτηρίας περιστάσης. Ταύτης οὔσης τῆς ἀντιθέσεως, ὅρα πῶς ἐπάγει τὴν λύσιν ἀπὸ ἱστορίας κατασκευάζων· ἡ δὲ πᾶσα οἰκονομία τοῦ λόγου αὕτη· οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαόν. Εἰ γὰρ ἀπώσατο, οὐδένα ἀνεδέξατο· εἰ δὲ ἐδέξατό τινας, οὐκ ἀπώσατο. Εἶτα ἀντίθεσις· Καὶ μὴν, φησὶν, εἰ μὴ πάντας ἀπώσατο, πάντας ἐδέξατο.

Εἶτα ἡ λύσις· Οὐδαμῶς, φησίν· καὶ γὰρ ἐν Ἠλίᾳ ἐν ἑπτακισχιλίοις περιέστη τὰ τῆς σωτηρίας· καὶ νῦν δὲ πολλοὶ οἱ πεπιστευκότες. Εἰ δὲ ἀγνοεῖτε ὑμεῖς, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ ὁ προφήτης ἐκεῖνος ὁ τοσοῦτος καὶ τηλικοῦτος ἠγνόει. «Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλειψα ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἐκάμψαντο γόνυ τῇ Βάαλ. Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λείμματα κατ᾽ ἐκλογὴν χάριτος γέγονεν.» Ἵνα μὴ λέγοιεν, Τί οὖν ἐκεῖνα πρὸς τὰ παρόντα; φησίν· λέγει, ναὶ μὲν οὖν. Δείκνυται γὰρ ἐντεῦθεν ὅτι τοὺς ἀξίους ὁ Θεὸς ἀεὶ σώζειν εἴωθεν, κἂν πρὸς ἅπαν ἔθνος ἡ ἐπαγγελία κειμένη. Διὸ καὶ ἐπάγει· Οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾽ ἐκλογὴν χάριτος γέγονε. Σημαίνει δὲ καὶ ἕτερόν τι ἐκ τούτου, τὸ μὴ ξένην εἶναι τὴν χάριν καὶ πρᾶγμα καινὸν, ἀλλὰ καὶ ἑπτακισχιλίους δι᾽ αὐτῆς σεσῶσθαι. «Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις.» Πάλιν κἀντεῦθεν ἀποστερεῖ συγγνώμης τοὺς Ἰουδαίους.

Οὐδὲ γὰρ ἔχετε, φησὶν, εἰπεῖν, ὅτι προφῆται μὲν ἐκάλουν, καὶ τὰ πράγματα ἐβόα, καὶ ἡ παραζήλωσις ἡμᾶς πεῖσαι ἦν ἱκανή· φορτικὰ δὲ τὰ ἐπιταττόμενα ἦν. Οὐδὲ γὰρ ταῦτα, φησὶν, εἰπεῖν ἔχετε· πῶς γὰρ ἂν ταῦτα ἀπῄτησε, φησὶν, ὁ Θεὸς παρ᾽ ὑμῶν, ὁπότε καὶ τὴν χάριν αὐτοῦ ἐπισκιάζειν ἔμελλεν. «Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν.» Διὰ τὴν ἀπιστίαν δηλονότι· ταῦτα γὰρ καὶ ὀπίσω πάλιν κατεσκεύασεν. «Ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν, καθὼς γέγραπται.» Τὴν δικαιοσύνην. ὑπακούσασα τῇ πίστει. «Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως.» Κατάνυξιν, τὴν διάθεσιν καὶ τὴν παράνομον κακίαν φησίν· ὅταν δὲ τὸ, ἔδωκεν, ἀκούεις, καὶ τὸ, παρέδωκεν, μὴ ὡς εἰς τοῦτο αὐτοὺς ὠθοῦντος τοῦ Θεοῦ, ἀλλ᾽ ἀντὶ τοῦ, εἴασεν, δέχου τὴν λέξιν. «Ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.» Ἐπειδὴ αὐτοὶ αὐτῶν ἐκάμμυσαν τοὺς ὀφθαλμοὺς, καὶ ἔφραξαν τὰ ὦτα, κατὰ τὴν Ἡσαΐου φωνὴν, καὶ οὐκ ἠβουλήθησαν οὔτε ὁρᾷν, οὔτε ἀκούειν, τούτου χάριν εἴασεν αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα πορεύεσθαι τῶν καρδιῶν αὐτῶν. Τὸ γὰρ ἄκοντας ἕλκειν εἰς τὸ καλὸν, τοῦτο ἦν ἀναιροῦντος τὸ αὐτεξούσιον. «Καὶ Δαβὶδ λέγει· γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ εἰς θήραν, καὶ εἰς ἀνταπόδομα αὐτοῖς, καὶ εἰς σκάνδαλον· σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν.»

Δείκνυσιν ὡς αὐτὸ τοῦτο καμμῦσαι αὐτοὺς ὀφθαλμοὺς, αἴτιον αὐτοῖς γέγονε τιμωρίας· τὸ γὰρ τὴν τράπεζαν γενηθῆναι εἰς παγίδα, τουτέστι πᾶσαν αὐτῶν μεταβληθῆναι τὴν εὐημερίαν. Ὅτι δὲ δικαίως ἐπενήνεκται ἡ θεία ὀργὴ, ἐδίδαξεν εἰπών· Καὶ εἰς ἀνταπόδομα αὐτοῖς. «Καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.» Τὸ διηνεκὲς τῆς τιμωρίας δηλοῖ· οὐδὲ γὰρ ἐλεηθήσονται πρότερον, πρὶν μετανοήσαντες τὴν πίστιν δέξωνται. «Λέγω οὖν, μὴ ἔπταισαν, ἵνα πέσωσι; Μὴ γένοιτο.

Ἐκτραγῳδήσας αὐτῶν τὰς συμφορὰς, καὶ δείξας μέγα τὸ πτῶμα, καὶ κειμένους χαμαὶ, καὶ πάσης ἐλπίδος ἀφῃρημένους, ἵνα μὴ ἀπευδοκήσουσι τῆς σωτηρίας, ὅρα πῶς παραμυθεῖται κειμένους· τῷ δὲ, Ἔπταισαν ἵνα πέσωσιν, εἰς τὸ διηνεκὲς, προσθετέον.

Οὕτω γὰρ μικράν τινα παραμυθίαν λαμβάνοντες, ἐπὶ τὴν μετάνοιαν ἤρχοντο, ὅσα γε ἐκ τῶν λόγων, εἰ καὶ μὴ οὕτως ἐξέβη διὰ τὸ τῆς γνώμης δύσκολον. »Ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς.» Εἰ καὶ μὴ αὕτη τῶν πραγμάτων φύσις, ἀλλ᾽ οὕτω λέγει παραμυθούμενος τὴν μεγάλην αὐτῶν, ὡς ἔφην ἔκπτωσιν. Οὐ γὰρ διὰ τοῦτο ἔπταισαν, ἵνα σωθῇ τὰ ἔθνη, ἀλλ᾽ ἐπειδὴ ἠπίστησαν αὐτοὶ, ἐκηρύχθη τοῖς ἔθνεσιν. Ἔδει δὲ πρῶτον αὐτοὺς εἰσελθεῖν, εἶτα τὰ ἔθνη. Καὶ τοῦτο ἔκ τε τῶν παραβολῶν ὧν ἐν τοῖς Εὐαγγελίοις ἔστιν ἰδεῖν, ὧν πρὸς τοὺς ἀποστόλους ἔφασκεν ὁ Κύριος, τὸ πορεύεσθαι μᾶλλον εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· τὸ γὰρ, μᾶλλον, δηλοῖ, ὡς ἐκείνων μὲν πρῶτον ὀφειλόντων, εἶτα τούτων δεύτερον. Καὶ τὸ παρὰ τοῦ Παύλου δὲ πρὸς Ἰουδαίους ῥηθὲν οὐδὲν ἧττον ταύτην βεβαιοῖ τὴν γνώμην. Ποῖον δὴ τοῦτο τὸ; Ὑμῖν ἦν ἀναγκαῖον λαληθῆναι πρῶτον τὸν λόγον τοῦ Θεοῦ. «Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν; Ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν. Ἐφ᾽ ὅσον μὲν οὖν εἰμὶ ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, εἰ πῶς παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν;»

Ἀπ᾽ ἐκείνης ἧς εἶπεν διανοίας, τουτέστι τῆς σκοπὸν ἐχούσης τὴν παραμυθίαν, καὶ τούτους ἡγησώμεθα τοὺς λόγους. «Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι. Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν, ἐνεκεντρίσθης ἐν αὐτοῖς.» Ἀπαρχὴν τοὺς περὶ Ἀβραάμ φησιν. «Καὶ συγκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου, μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ᾽ ἡ ῥίζα σε. Ἐρεῖς οὖν· Ἐξεκλάσθησαν κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ.

Καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν. Σὺ δὲ τῇ πίστει ἕστηκας.» Ἵνα μὴ τὸ παρὰ φύσιν ἀκούων, ἔλαττον δῷς ἔχειν τοὺς ἐξ ἐθνῶν τῶν ἐξ Ἰσραὴλ, τούτου χάριν, συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος ἐγένου, προσέθηκεν, ἵνα δείξῃ τῆς αὐτῆς ἐκείνους μετασχόντας πολιτείας καὶ ἁγιότητος. «Μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ. Εἰ γὰρ ὁ Κύριος τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, οὐδὲ σοῦ φείσεται.

Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ. Ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομία· ἐπὶ δὲ σὲ, χρηστότης Θεοῦ, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. Κἀκεῖνοι δὲ ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται. Δυνατὸς γὰρ ὁ Θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς.» Ὅρα σύνεσιν τοῦ Παύλου· πῶς ἀμφοτέροις ἐπάγει τὰ πρόσφορα. Τοῖς μὲν γὰρ Ἰουδαίοις πεσοῦσι καὶ ἐν πτώματι μεγάλῳ κειμένοις παραμυθίαν ἐγείρει πολλὴν, μὴ ἐῶν εἰς ἀπόγνωσιν· τοῖς δὲ ἔθνεσι δεξαμένοις τὴν πίστιν καὶ δεδοξασμένοις διὰ τῶν χαρισμάτων, φόβον προσάγει, ὅπως μὴ δι᾽ ὧν ηὐπόρησαν ἀγαθῶν ὑψωθέντες εἰς φρόνημα, τῆς χάριτος ἐκπέσωσιν. «Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ. Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε ἐν ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τοῦ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ· καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται· Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, ἀποστρέψει τὰς ἀσεβείας ἀπὸ Ἰακώβ· καὶ αὕτη αὐτοῖς ἡ παρ᾽ ἐμοῦ διαθήκη· ὅταν ἀφελῶμαι τὰς ἁμαρτίας αὐτῶν.»

Παρὰ φύσιν, καὶ κατὰ φύσιν, ὅταν ἀκούσῃς, μὴ τὴν ἀκίνητον αὐτὴν φύσιν νόμιζε λέγειν αὐτὸν, ἀλλὰ τὸ εἰκὸς, καὶ τὸ ἀκόλουθον, καὶ τὸ ἀπεικὸς πάλιν, τούτοις δηλοῦνται τοῖς ὀνόμασιν· οὐ γὰρ φύσει τὰ καλὰ καὶ τὰ κακὰ, ἀλλὰ ἐκ γνώμης καὶ προαιρέσεως μόνης. «Κατὰ μὲν τὸ Εὐαγγέλιον, ἐχθροὶ δι᾽ ἡμᾶς· κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ διὰ τοὺς πατέρας· ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ.» Ἐπειδὴ ὑμεῖς ἐκλήθητε, φιλονεικότεροι γεγόνασιν ἐκεῖνοι. Ὁ δὲ Θεὸς οὐδὲ οὕτως ἀνέκοψεν αὐτῶν τὴν κλῆσιν, ἀλλὰ ἀναμένει πάντας τοὺς ἐξ ἐθνῶν μέλλοντας πιστεύειν, εἰσελθεῖν, καὶ τότε κἀκεῖνοι ἥξουσιν. «Ὥσπερ γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἐλεήθητε τῇ τούτων ἀπειθείᾳ, οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ νῦν ἐλεηθῶσι.

Συνέκλεισεν γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.» Δείκνυσι τοὺς ἐξ ἐθνῶν πρότερον κεκλημένους, ὡς καὶ ἡ τοῦ Εὐαγγελίου παραβολὴ ἡ ἐπὶ τῶν δύο παίδων, οἷς ὁ πατὴρ εἶπεν· Πορεύου εἰς τὸν ἀγρόν.

Ὥσπερ γὰρ τὸ, Παρέδωκεν εἰς πάθη ἀτιμίας, καὶ τὸ, Ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸν Θεὸν ἀναφέρει ἡ Γραφὴ, διὰ τὴν συγχώρησιν αὐτοῦ ἑκάστῳ ὡς βούλεται πράττειν, καὶ μὴ κωλύειν διὰ τὸ αὐτεξούσιον· οὕτως καὶ ἐνταῦθα νοηθείη δ᾽ ἂν τὸ, συνέκλεισεν, καὶ ἐπὶ τοῦ συνεῖχεν ἄφυκτος ἀρᾷ· διὸ τὸν τῆς ἀπειθείας κατέστησεν ἔλεγχον. «Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ.» Οὐ γὰρ μόνον καταληφθῆναι αὐτὰ ἀδύνατον, ἀλλ᾽ οὐδὲ ἐξερευνηθῆναι. «Καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.» Τουτέστιν, αἱ ἐπαγγελίαι. «Τίς γὰρ ἔγνω νοῦν Κυρίου;» Οὐδὲ ἐγὼ, φησὶν, ὁ διδάσκαλος, ηὗρον ἅπαντα, ἀλλὰ μέρος τι μικρόν· μόνος γὰρ αὐτὸς οἶδεν τὰ ἑαυτοῦ σαφῶς. «Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Ὃ λέγει τοιοῦτόν ἐστιν· ὅτι οὕτω σοφὸς ὢν, οὐδὲ παρ᾽ ἑτέρου σοφός ἐστιν, ἀλλὰ αὐτός ἐστιν ἡ πηγὴ τῶν ἀγαθῶν. «Ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;» Χαρισάμενος ἡμῖν, φησὶν, οὐ παρ᾽ ἑτέρου δανεισάμενος, ταῦτα ἔδωκεν, ἀλλ᾽ οἴκοθεν ἀναβλύσας· οὐδὲ ἀμοιβὴν ὀφείλων τινὶ, ὡς εἰληφώς τι παρ᾽ αὐτοῦ· ἀλλὰ αὐτὸς κατάρχων ἐν παντὶ τῶν εὐεργεσιῶν. «Ὅτι ἐξ αὐτοῦ, καὶ δι᾽ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.» Αὐτὸς ηὗρεν, αὐτὸς ἐποίησεν, αὐτὸς συγκρατεῖ.

Καὶ γὰρ πλούσιός ἐστι, καὶ οὐ δεῖται παρ᾽ ἑτέρου λαβεῖν. Καὶ σοφός ἐστι, καὶ οὐ δεῖται συμβούλου. Καὶ τί λέγω συμβούλου; οὐδὲ εἰδέναι τις δύναται τὰ αὐτοῦ, ἀλλὰ αὐτὸς μόνος· αὐτὸς ὁ πλούσιος καὶ σοφός. «Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.» Ὅταν μέγα τι λέγει καὶ καινὸν καὶ παράδοξον, θαυμάζων εἰς δόξαν καταλήγει· τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ ἐποίησεν· καὶ γὰρ ἐκεῖ θαυμάσας, αὐτὸ δὴ τοῦτο, ὅπερ καὶ ἐνταῦθα ἐπήγαγεν, Ἐξ ὧν Χριστὸς τὸ κατὰ σάρκα, ὁ ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΚΕΦΑΛ. ΙΒʹ. «Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ.» Πολλὰ περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας διαλεχθεὶς, καὶ δείξας αὐτοῦ τὴν ἄφατον κηδεμονίαν, ἐπὶ τὴν παραίνεσιν μεταβαίνων, τοὺς οἰκτιρμοὺς προβάλλει τοῦ Θεοῦ, δι᾽ ὧν ἐσώθησαν· ὥσπερ ἄν τις τὸν μεγάλα εὐεργηθέντα ἐντρέψαι βουλόμενος, αὐτὸν τὸν εὐεργετήσαντα ἱκέτην ἀγάγοι. «Παραστῆναι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, τῷ Θεῷ εὐάρεστον.» Ἵνα μή τις νομίσῃ λέγειν κατασφάξαι σώματα, ταχέως ἐπήγαγεν τὸ ζῶσαν. Πῶς δὲ γένοιτο θυσία ζῶσα; Ἐὰν μηδὲν ἄτοπον πράττῃ τὸ σῶμα, ἐὰν μὴ ὁ ὀφθαλμὸς βλέπῃ πονηρὸν, μὴ γλῶττα λαλήσῃ αἰσχρὸν, μηδὲ χεὶρ ἅψηται παρανομίας. Οὕτω γίνεται ὁλοκαύτωμα.

Οὐκ εἶπε, ποιῆσαι, ἀλλὰ παραστῆσαι, ὡς ἂν εἰ ἔλεγεν· Μηδὲν ἔχετε λοιπὸν κοινὸν πρὸς αὐτά· ἑτέρῳ αὐτὰ ἐξεδώκατε. Παραστήσας τῷ πολέμῳ τῷ κατὰ τοῦ διαβόλου τὰ μέλη, φησὶ, καὶ τῇ παρατάξει τῇ φοβερᾷ, μὴ κάθελκε πρὸς ἰδιωτικὰς αὐτὰ διακοσμήσεις.

Ζῶσαν, φησὶ, πρὸς ἀντιδιαστολὴν τῆς Ἰουδαϊκῆς, τῆς διὰ τῶν σφαζομένων· πάλιν λογικὴν, πρὸς ἀντιδιαστολὴν τῆς ἀλόγου, τῆς διὰ τῶν θρεμμάτων. Πρῶτον δὲ πάντων τὴν σωφροσύνην εἶπεν, ὥσπερ κρηπῖδά τινα καὶ θεμέλιον τῶν λοιπῶν ἀρετῶν. «Τὴν λογικὴν λατρείαν ὑμῶν.» Λογικὴν λατρείαν, τὴν πνευματικὴν διακονίαν καὶ τὴν πολιτείαν τὴν κατὰ Θεὸν, φησὶν, τὴν μηδὲν ἔχουσαν σωματικόν. «Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα Θεοῦ τὸ ἀγαθὸν, τὸ εὐάρεστον καὶ τέλειον.» Μὴ πλάσῃς σαυτὸν, φησὶν, κατὰ τὸ σχῆμα τοῦ παρόντος βίου. Οὐδὲν γὰρ τῶν ἐν αὐτῷ μένον καὶ βεβηκός ἐστιν. «Λέγω γὰρ διὰ τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ᾽ ὃ δεῖ φρονεῖν.» Ἀνωτέρω εἰπὼν, Διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παρακαλῶ ὑμᾶς, ἐνταῦθα πάλιν λέγει, διὰ τῆς χάριτος.

Συνεχῶς τῶν εὐεργεσιῶν αὐτοὺς ἀναμιμνήσκων, ὥστε εὐγνωμονεστέρους αὐτοὺς ποιῆσαι. Ἔστι δὲ τὸ ὅλον περὶ ταπεινοφροσύνης. «Ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν.» Ὃ λέγει τοιοῦτόν ἐστιν· Ἐλάβομεν φρόνησιν, οὐχ ἵνα εἰς ἀπόνοιαν αὐτῇ χρησώμεθα, ἀλλ᾽ ἵνα εἰς σωφροσύνην.

Νήφειν καὶ ὑγιαίνειν κατὰ διάνοιαν, ἀπὸ τοῦ σώας ἔχειν τὰς φρένας. «Ἑκάστῳ ὡς Θεὸς ἐμέρισε μέτρον πίστεως.» Πίστιν ἐνταῦθα τὸ χάρισμα καλεῖ. Εἰπὼν δὲ ὅτι ἐμέρισεν, καὶ τὸν ἔλαττον εἰληφότα παρεμυθήσατο, καὶ τὸν μείζονος ἀπολαύσαντα κατέστειλεν· εἰ γὰρ ὁ Θεὸς ἐμέρισεν, καὶ μὴ σὸν τὸ κατόρθωμα· τί μέγα φρονεῖς; «Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ· τὸ δὲ καθ᾽ εἷς, ἀλλήλων μέλη.» Τίνος ἕνεκεν μέγα φρονεῖς, φησὶν, ἢ διὰ τί πάλιν ἕτερος ἑαυτὸν ἐξευτελίζει; οὐχὶ σῶμά ἐσμεν ἅπαντες ἓν, καὶ μεγάλοι, καὶ μικροί; Ὅταν οὖν κατὰ τὸ κεφάλαιον ἓν ὦμεν, καὶ ἀλλήλων μέλη, τί τῇ ἀπονοίᾳ σχίζεις σαυτόν; τί ἐπαισχύνῃ τὸν ἀδελφόν;

Ὥσπερ ἐκεῖνος σοῦ μέλος, οὕτως κἀκείνου σύ. «Ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε ὁ διακονῶν ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει.» Βούλεται αὐτοὺς σπουδαιοτέρους ἐργάσασθαι, δεικνὺς ὅτι αὐτοὶ τὰς ἀφορμὰς παρέχουσι τοῦ μείζονα ἢ ἐλάττω λαβεῖν. Διό φησιν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως. Λέγει μὲν γὰρ αὐτὰ καὶ παρὰ Θεοῦ δεδόσθαι· ὡς ὅταν λέγῃ, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισεν μέτρον πίστεως. Λέγει δὲ καὶ παρ᾽ αὐτῶν τὰς ἀρχὰς γεγενῆσθαι, ἵνα διεγείρῃ τοὺς ῥᾳθύμους. «Ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι. Ἡ ἀγάπη ἀνυπόκριτος.

Ἀποστυγοῦντες τὸ πονηρὸν, κολλώμενοι τῷ ἀγαθῷ. Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι· τῇ τιμῇ ἀλλήλους προηγούμενοι· τῇ σπουδῇ μὴ ὀκνηροί· τῷ πνεύματι ζέοντες. Δείκνυσιν ὡς οὐδὲν ὄφελος ἀρετῆς, εἰ μὴ μετὰ τοῦ προσήκοντος γίνεται. Ὅρα γὰρ πῶς πανταχοῦ τὰς ἐπιτάσεις ζητεῖ· οὐ γὰρ εἶπεν, μεταδίδοτε, μόνον, ἀλλὰ μετὰ δαψιλείας· οὐδὲ, προΐστασθε, ἀλλὰ μετὰ σπουδῆς· οὐδὲ, ἐλεεῖτε, ἀλλὰ ἱλαρῶς· οὐδὲ, τιμᾶτε, ἀλλὰ προηγεῖσθε οὐδὲ, ἀγαπᾶτε, ἀλλὰ ἀνυποκρίτως· οὐδὲ ἀπέχεσθε τῶν κακῶν, ἀλλὰ μισεῖτε· οὐδὲ, ἔχεσθε τῶν ἀγαθῶν, ἀλλὰ, κολλᾶσθε· οὔτε, φιλεῖτε, ἀλλὰ, φιλοστόργως· οὐδὲ, σπουδάζετε, ἀλλὰ μὴ ὀκνηρῶς· οὐδὲ, πνεῦμα ἔχοντες, ἀλλὰ ζέον τὸ πνεῦμα· ὅταν γὰρ σχῇς ἅπαντα τὰ προειρημένα, ἐπισπάσῃ τὸ πνεῦμα.

Ἑαυτῷ γὰρ δίδωσι, ἑαυτῷ προΐσταται. Ἀγαπητὸν γὰρ μηδὲν ὑποπτεῦσαι ἐκεῖνον πονηρὸν, καὶ ὅταν μετὰ τοῦ χαίρειν παράσχῃς. Ἐπειδὴ γὰρ οὐδὲν οὕτως αἰσχρὸν ἀνθρώποις εἶναι δοκεῖ, ὡς τὸ παρ᾽ ἑτέρων λαμβάνειν, ἂν μὴ ὑπερβαλλούσῃ φαιδρότητι τὴν ὑποψίαν ἀνέλῃς, καὶ δείξῃς ὅτι λαμβάνεις μᾶλλον ἢ δίδως, κατέβαλες μᾶλλον, ἢ ἀνέστησας τὸν λαμβάνοντα.

Τίς δὲ βασιλείαν λαμβάνων σκυθρωπός ἐστι; τίς ἁμαρτημάτων συγχώρησιν κατηφὴς μένει; Οὐκ εἶπεν, ἀπεχόμενοι, ἀλλὰ, μισοῦντες. Καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ σφόδρα μισοῦντες. Τὸ γὰρ ἀπὸ ῥῆμα πολλαχοῦ ἐπιτάσεώς ἐστι παρ᾽ αὐτοῦ, ὡς τὸ ἀπεκδεχόμενοι καὶ ἀπολύτρωσιν, καὶ ἀποκαραδοκίαν.

Ἐπειδὴ γὰρ πολλοὶ καὶ μὴ πράττοντες τὰ κακὰ, ὅμως τὴν ἐπιθυμίαν αὐτῶν ἔχουσιν, αὐτὸς καὶ τὴν διάνοιαν καθαρεύειν βούλεται, ἔχθραν ἔχειν πρὸς τὴν κακίαν καὶ μῖσος. Οὐκ εἶπε, ποιοῦντες, μόνον, ἀλλὰ καὶ διακείμενοι· τοῦτο γὰρ τὸ κελεῦσαι, κολλᾶσθαι ἐδήλωσεν. οὕτω καὶ ὁ Θεὸς συνάπτων τὸν ἄνδρα τῇ γυναικὶ, ἔλεγεν· Προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ.

Ὅταν περὶ τῶν ἔξω λέγῃ· Εἰ δυνατὸν τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε. Ὅταν δὲ περὶ τῶν οἰκείων, τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι. Ἀδελφοὶ, φησὶν, ἔστε, οὐκοῦν διὰ τοῦτο δίκαιοι ἂν εἴητε ἀγαπᾷν ἀλλήλους. »Τῷ Κυρίῳ δουλεύοντες.» Διὰ τούτων ἁπάντων ἐστὶ δουλεύειν τῷ Θεῷ. «Τῇ ἐλπίδι χαίροντες.» Οὐδὲν γὰρ οὕτως πρὸς ἀνδρείαν ἐγείρει ὡς ἐλπὶς χρηστή. «Τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν, φιλοξενίαν διώκοντες. Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε. Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες· μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι.» Καὶ γὰρ πρὸ τῶν μελλόντων ἐν τῷ παρόντι μέγα καρπώσει καλὸν ἀπὸ τῆς θλίψεως, τὸ καρτερικῶς καὶ δόκιμος γίνεσθαι.

Οὐκ εἶπεν, παρέχετε αὐτῶν ταῖς χρείαις, δεικνὺς ὅτι μεῖζον λαμβάνουσιν, ἢ διδόασι· καὶ ὅτι ἐμπορία τὸ πρᾶγμά ἐστιν. Κοινὸν γάρ ἐστιν. Εἰσφέρεις χρήματα, εἰσφέρουσί σοι τὴν πρὸς Θεὸν δόξαν ἐκεῖνοι. Οὐκ εἶπεν, ἐργαζόμενοι, ἀλλὰ, διώκοντες, παιδεύων ἡμᾶς μὴ ἀναμένειν τοὺς δεομένους πότε πρὸς ἡμᾶς ἔλθωσιν, ἀλλὰ αὐτοὺς ἐπιτρέχειν καὶ καταδιώκειν. «Γενναίας γὰρ σφόδρα δεῖται ψυχῆς, ὥστε τῷ εὐδοκιμοῦντι μὴ μόνον μὴ φθονεῖν, ἀλλὰ καὶ συνήδεσθαι. »Μὴ γίνεσθε φρόνιμοι παρ᾽ ἑαυτοῖς, μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες.» Τουτέστι, μὴ νομίζετε ἀρκεῖν ἑαυτοῖς· οὐδὲν γὰρ οὕτως ἐπαίρει καὶ ἀποσχίζει τῶν λοιπῶν, ὡς τὸ νομίζειν τινὰ ἀρκεῖν ἑαυτῷ. «Προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων.» Ὅμοιον τῷ, Λαμψάτω τὸ φῶς ὑμῶν. Τοῦτο δέ φησιν, οὐχ ἵνα πρὸς κενοδοξίαν ζήσωμεν, ἀλλ᾽ ἵνα μὴ παρασχῶμεν λαβὴν τοῖς ἀνθρώποις καθ᾽ ἡμῶν. «Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες, μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί.» Εὖ τὸ, εἰ δυνατόν· ἔστι γὰρ ὅπου οὐ δυνατὸν, οἷον, ὅταν περὶ εὐσεβείας ὁ λόγος, ἢ ὅταν περὶ ἀδικουμένων ὁ ἀγών. «Ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ· Ἐμοὶ ἐκδίκησις. Ἐγὼ ἀνταποδώσω, λέγει Κύριος.» Ποίᾳ ὀργῇ, ἢ τῇ τοῦ Θεοῦ, φησίν; Ἐπειδὴ γὰρ μάλιστα τοῦτο ἐπιθυμεῖ ἰδεῖν ὁ ἀδικηθεὶς, ἐκδικῆσαι.

ἑαυτὸν ἀπολαύοντα, τοῦτο αὐτὸ μάλιστα μετὰ πολλῆς δίδωσι τῆς περιουσίας· ἂν γὰρ αὐτὸς μὴ ἀμύνῃ, φησὶν, ὁ Θεὸς ἔσται τιμωρός. Συγχώρησον οὖν αὐτῷ, φησὶν, ἐπεξελθεῖν. Καὶ τοῦτο ἐστὶ τὸ, δότε τόπον τῇ ὀργῇ. Εἶτα παραμυθούμενος ἐπὶ πλέον, καὶ τὴν μαρτυρίαν ἐπήγαγεν. «Ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν. Οὕτω γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.» Ἐπὶ τὸ μεῖζον αὔξει. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Τί λέγω, φησὶν, ὅτι εἰρηνεύειν δεῖ; εὐεργετεῖν μὲν οὖν μάλιστα κελεύω. Οἶδα γὰρ ὅτι κἂν θηρίον ᾖ ὁ ἐχθρὸς, κἂν μυριάκις μικρόψυχος ᾖ ὁ ἠδικημένος, ψωμίζων αὐτὸν καὶ ποτίζων οὐδὲ αὐτὸς λοιπὸν τῆς τιμωρίας μνημονεύει τῆς ἐκείνου. Διὸ τῷ τέλει θαῤῥῶν τοῦ πράγματος, οὐδὲ ἁπλῶς ἠπείλησεν, ἀλλ᾽ ἐπιδαψιλεύεται τῇ τιμωρίᾳ· οὐ γὰρ εἶπε τιμωρήσεις αὐτὸν, ἀλλὰ, Ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. «Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.» Ἠρέμα πῶς ᾐνίξατο, μὴ δεῖν τοιαύτῃ προαιρέσει ποιεῖν.

ΚΕΦΑΛ. ΙΓʹ. «Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω.» Πολὺν τῆς πρὸς ἄρχοντας ὑποταγῆς ποιεῖται λόγον, δεικνὺς, ὡς οὐκ ἐπὶ ἀνατροπῇ τῆς κοινῆς πολιτείας ὁ Χριστὸς τοὺς παρ᾽ ἑαυτοῦ νόμους εἰσήγαγεν· ὅπερ ὠνείδιζόν τινες· ἀλλ᾽ ἐπὶ διορθώσει βελτίονι. «Οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ἀπὸ Θεοῦ· αἱ δὲ οὖσαι ὑπὸ Θεοῦ, τεταγμέναι εἰσίν.» Πρῶτον δικαίωμα τῆς τοιαύτης νομοθεσίας καὶ λογισμὸς, τὸ παρὰ Θεοῦ ταῦτα διατετάχθαι. Οὐ τοῦτο δὲ λέγει, ὡς πᾶς ἄρχων ὑπὸ Θεοῦ χειροτονεῖται, οὐδὲ περὶ τῶν καθ᾽ ἕκαστον ἀρχόντων ὁ λόγος, ἀλλὰ περὶ τοῦ αὐτοῦ πράγματος. Τὸ γὰρ ἀρχὰς εἶναι, καὶ τοὺς μὲν ἄρχειν, τοὺς δὲ ἄρχεσθαι, καὶ μὴ ἁπλῶς καὶ ἀνεδὴν ἅπαντα φέρεσθαι ὥσπερ κυμάτων τῇδε κἀκεῖσε τῶν δήμων περιαγομένων, τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστίν. Διὰ τοῦτο οὐκ εἶπεν· οὐ γάρ ἐστιν ἄρχων εἰ μὴ ὑπὸ Θεοῦ· ἀλλὰ περὶ τοῦ πράγματος διαλέγεται λέγων. Οὐ γάρ ἐστιν ἐξουσία, εἰ μὴ ὑπὸ Θεοῦ. Ὥσπερ γὰρ ὅταν περὶ ἀνδρὸς καὶ γυναικὸς λέγῃ, ὅτι παρὰ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρὶ, τοῦτο λέγει, ὅτι τὸν γάμον ὁ Θεὸς ἐποίησεν· οὕτω καὶ ἐνταῦθα περὶ τοῦ καθόλου ἐκληπτέον τὸν λόγον. «Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες, ἑαυτοῖς κρῖμα λήψονται. Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῷ ἀγαθῷ ἔργῳ, ἀλλὰ τῷ κακῷ.

Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. Θεοῦ γὰρ διάκονός ἐστί σοι εἰς τὸ ἀγαθόν· ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ. Θεοῦ γὰρ διάκονός ἐστι, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. Διὸ ἀνάγκη ὑποτάσσεσθαι.» Ἵνα μὴ λέγωσιν οἱ πιστοὶ, ὅτι ἐξευτελίζεις ἡμᾶς, καὶ εὐκαταφρονήτους ποιεῖς, τοὺς τῆς τῶν οὐρανῶν βασιλείας ἀπολαύειν μέλλοντας ἄρχουσιν ὑποτάττων, δείκνυσιν ὅτι οὐκ ἄρχουσιν, ἀλλὰ τῷ Θεῷ πάλιν ὑποτάττει. Ὅμοιον δὲ ὡς εἰ λέγοι· ὅτι ὁ μὴ ὑπακούων ἐκείνῳ, τῷ Θεῷ πολεμεῖ τῷ αὐτὸν νομοθετήσαντι· καὶ τοῦτο σπουδάζει πανταχοῦ δεῖξαι, ὅτι οὐ χαριζόμεθα αὐτοῖς τὴν ὑπακοὴν, ἀλλ᾽ ὀφείλομεν.

Οὕτω γὰρ, κἂν καὶ τοὺς ἄρχοντας τοὺς ἀπίστους μᾶλλον ἐπεσπάσατο πρὸς εὐσέβειαν, καὶ τοὺς πιστοὺς πρὸς ὑπακοήν. «Οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. Οὐ μόνον, φησὶν, ἀντίστασαι Θεῷ, μὴ ὑποτασσόμενος, καὶ κακὰ σαυτῷ προξενεῖς, ἀλλὰ καὶ ἐν τοῖς μεγίστοις εὐεργέται σου γίνονται, εἰρήνης ὄντες πρόξενοι καὶ οἰκονομίας πολιτικῆς. »Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε.» Ἀφεὶς εἰπεῖν τὰς εὐεργεσίας κατὰ μέρος, τὰς ἀπὸ τῶν ἀρχόντων ταῖς πόλεσι γινομένας, οἷον τὴν εὐταξίαν, τὴν εἰρήνην, τὰς ἄλλας διακονίας, ἐξ ἑνὸς τούτου τὸ πᾶν ἐνδείκνυται. Ποίου; Ὅτι εὐεργετούμεθα παρ᾽ αὐτῶν, φησίν· σὺ μαρτυρεῖς μισθὸν αὐτῷ τελῶν. «Λειτουργοὶ γὰρ Θεοῦ εἰσιν, εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες.» Τὸν πόνον αὐτῶν διὰ τούτου δείκνυσι, καὶ τὴν ταλαιπωρίαν τὴν περὶ τὰς φροντίδας. Οὗτος γὰρ αὐτοῖς ὁ βίος, αὕτη ἡ σπουδὴ, ὅπως ἀπολαύσῃς εἰρήνης. «Ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.» Ἔτι τῶν αὐτῶν ἔχεται, οὐ χρήματα μόνον αὐτοῖς κελεύων τελεῖν, ἀλλὰ καὶ τιμὴν καὶ φόβον.

Εἰ δέ τίς φησιν, ὅτι ἀνωτέρω εἶπεν, Θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; γνώτω, ὡς ἕτερον λέγει φόβον, τὸν ἐκ τοῦ πονηροῦ συνειδότος. Εὖ δὲ καὶ τὸ, ἀπόδοτε, ἵνα τὸ ὀφειλόμενον δηλώσῃ. Οὐδὲ γὰρ χαρίζει, φησὶ, τοῦτο ποιῶν· ὀφειλὴ γάρ ἐστι τὸ πρᾶγμα. «Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν.» Πάλιν ἐπὶ τὴν μητέρα τῶν ἀγαθῶν καταφεύγει, καὶ τὴν διδάσκαλον καὶ ποιητικὴν ἀρετῆς ἁπάσης, τὴν ἀγάπην φημί. «Ὁ γὰρ ἀγαπῶν τὸν ἕτεραν, νόμον πεπλήρωκεν.

Τὸ γὰρ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐστὶν ἐντολή.» Μηγάρτοι τοῦτο χάριν εἶναι νομίσῃς, φησίν. Καὶ γὰρ αὐτὸ ὀφειλὴ ἐστίν. «Ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται.

Οὐκ εἶπεν, ἁπλῶς, πληροῦται, ἀλλὰ ἀνακεφαλαιοῦται· τουτέστι, συντόμως καὶ ἐν βραχεῖ τὸ πᾶν ἀπαρτίζεται τῶν ἐντολῶν ἔργον. Καὶ γὰρ ἀρχὴ καὶ τέλος τῆς ἀρετῆς ἡ ἀγάπη. »Ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· ἡ ἀγάπη τοῦ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.» Οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἀλλὰ τὴν ἐπιτεταμένην. «Καὶ τοῦτο, εἰδότες τὸν καιρὸν, ὅτι ὥρα ἤδη ἡμᾶς ἐξ ὕπνου ἐγερθῆναι.» Ἐπειδὴ πάντα ἅπερ ἐχρῆν ἐπέταξεν, ὠθεῖ πάλιν αὐτοὺς ἐπὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν ἀπὸ τοῦ κατεπείγοντος.

Ἐπὶ θύραις γὰρ, φησὶν, ὁ τῆς κρίσεως ἕστηκε καιρός. «Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσαμεν.» Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἐν μὲν ἀρχῇ σπουδαιοτέρους εἶναι, ἀκμάζοντος ἐν αὐτοῖς τοῦ πόθου, προελθόντος δὲ τοῦ χρόνου ἀσθενεστέραν γενέσθαι τὴν σπουδήν· φησὶν, ὅτι τὸ ἐναντίον δεῖ ποιεῖν, οὐχὶ ἐκλύεσθαι, προϊόντος τοῦ χρόνου, ἀλλὰ μᾶλλον ἀκμάζειν. Ὅσῳ γὰρ ἂν ὁ βασιλεὺς ἐγγίζῃ, τοσούτῳ μᾶλλον δεῖ παρασκευάζεσθαι, ἐπειδὴ καὶ τὰ βραβεῖα ἐγγύς. Ἐπεὶ καὶ οἱ δρομεῖς τοῦτο ποιοῦσιν· ὅταν πρὸς τῷ τέλει τῷ δρόμου γίνωνται, καὶ τῇ τοῦ βραβείου λήψει, τότε διανίστανται μειζόνως. «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν.

Οὐκοῦν εἰ αὕτη μὲν τελευτᾷ, ἐκείνη δὲ παραγίνεται, τὰ ἐκείνης πράττωμεν λοιπὸν, μὴ τὰ ταύτης. »Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός.» Ἀπαλλαγῶμεν τῶν ὀνειράτων τοῦ παρόντος βίου, φησίν· οὐδὲν γὰρ τῶν ἐν ὀνείροις φαντασμάτων τὰ τῇδε διαφέρουσι πράγματα. «Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατῶμεν.» Οὐκ εἶπε, περιπατεῖτε, ἀλλὰ, περιπατήσωμεν· ὥστε ἀνεπαχθῆ ποιῆσαι καὶ κούφην τὴν ἐπίπληξιν. «Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις.» Οὐ τὸ πίνειν κωλύει, ἀλλὰ τὸ ἀμέτρως· οὐδὲ τὸ ἀπολαύειν οἴνου, ἀλλὰ τὸ μὴ μετὰ παροινίας, οὐδὲ τὸ μίγνυσθαι γυναιξὶν ἀναιρεῖ, ἀλλὰ τὸ πορνεύειν. «Μὴ ἔριδι καὶ ζήλῳ· ἀλλ᾽ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν.» Οὐδὲν γὰρ οὕτω φιλονεικίαν ἀνάπτει καὶ ὀργὴν ἐκκαίει, ὡς μέθη καὶ παροινία. Διὰ τοῦτο πρότερον εἰπὼν, Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, ἐπήγαγε, μὴ ἔριδι καὶ ζήλῳ. «Καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.» Ὥσπερ γὰρ οὐ τὸ πίνειν ἐκώλυσεν, ἀλλὰ τὸ μεθύειν, οὕτως οὐδὲ τὸ προνοεῖν τῆς σαρκὸς, ἀλλὰ τὸ εἰς ἐπιθυμίας, οἷον τὸ τὴν χρείαν ὑπερβαῖνον. Ἐπεὶ ὅτι γε προνοεῖν αὐτῆς κελεύει Τιμοθέῳ, φησίν· Ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Οὐκοῦν πρὸς ὑγείαν προνόει, φησὶ, μὴ πρὸς ἀσέλγειαν.

Οὐδὲ γὰρ εἴη τοῦτο πρόνοια λοιπὸν, ὁπηνίκα τὴν φλόγα ἀνάπτῃς αὐτῆς, καὶ χαλεπὴν τὴν κάμινον ποιῇς.

ΚΕΦΑΛ. ΙΔʹ. «Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.» Πολλοὶ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων. ἔτι τῇ τοῦ νόμου κατεχόμενοι συνειδήσει μετὰ τὴν πίστιν, τῶν βρωμάτων ἐφύλαττον τὴν παρατήρησιν, οὔπω θαῤῥοῦντες τέλειον ἀποστῆναι τοῦ νόμου, εἶτα ὥστε μὴ γενέσθαι εὐφώρατοι τῶν χοιρίων ἀπεχόμενοι μόνον, πάντων ἑξῆς ἀπείχοντο κρεῶν, καὶ ἤσθιον λάχανα, ἵνα νηστεία μᾶλλον εἶναι δοκῇ, ἀλλὰ μὴ νόμου παρατήρησις· ἕτεροι δὲ πάλιν ἦσαν τελειότεροι οὐδὲν τοιοῦτο παρατηροῦντες, οἳ τούτοις τοῖς παρατηροῦσι φορτικοὶ καὶ ἐπαχθεῖς ἐγίνοντο, ὀνειδίζοντες καὶ εἰς ἀθυμίαν ἐμβάλλοντες αὐτούς. Δεδοικὼς τοίνυν ὁ Παῦλος μὴ μικρὸν κατορθῶσαι βουλόμενοι τὸ πᾶν ἀνατρέψωσι, καὶ θέλοντες εἰς τὴν τῶν βρωμάτων αὐτοὺς ἀδιαφορίαν ἀγαγεῖν, καὶ τῆς πίστεως αὐτοὺς ἐκπεσεῖν παρασκευάσωσιν, ὅρα τί ποιεῖ. Οὔτε γὰρ ἐτόλμα τοῖς ἐπιτιμῶσιν εἰπεῖν, ὅτι Κακῶς ποιεῖτε ἐπιτιμῶντες, ἵνα μὴ ἐκείνους βεβαιώσῃ ἐν τῷ παρατηρεῖσθαι, οὔτε πάλιν ὅτι καλῶς, ἵνα μὴ σφοδροτέρους αὐτοὺς τῶν μὴ ἐσθιόντων κατηγόρους ἐργάσηται· ἀλλὰ συμμεμετρημένην ποιεῖται τὴν ἐπιτίμησιν, καὶ δοκεῖ μὲν τοῖς ἰσχυροῖς ἐπιτιμᾷν. Τὸ δὲ ἀκριβὲς εἰς τοὺς ἐσθίοντας τὸ πᾶν ἀποτείνεται τῶν λόγων.

Αὕτη γὰρ μάλιστα ἔσται διόρθωσις, ὅταν ὡς πρὸς ἄλλον τείνοντες τὸν λόγον, ἕτερον πλήξωμεν τὸν ἐργαζόμενον τὸ κακὸν, καὶ λανθανόντως τὴν διόρθωσιν ποιησώμεθα. Ὅρα τοίνυν πῶς αὐτὸ συνετῶς ποιεῖ, λέγων, Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει, εὐθέως πρώτην δίδωσι πληγήν· εἰπὼν γὰρ τὸν ἀσθενοῦντα, ἔδειξεν ἄῤῥωστον. Εἶτα δευτέραν προστίθησι, λέγων, προσλαμβάνεσθε. Δείκνυσι γὰρ πάλιν πολλῆς δεόμενον ἐπιμελείας, ὅπερ σημεῖον ἐσχάτης ἀῤῥωστίας ἐστίν.

Δηλοῖ τοιοῦτο αὐτοῦ τὸ ἁμάρτημα ὂν, ὡς καὶ τοὺς ἀντεχομένους αὐτοῦ τῆς βοηθείας, διακρίνεσθαι. «Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω.» Οὐκ εἶπεν, ἐάτω· οὐκ εἶπε, μὴ ἐγκαλείτω· οὐκ εἶπε, μὴ διορθούσθω, ἀλλὰ, μὴ ὀνειδιζέτω, μηδὲ διαπτυέτω. «Ὁ δὲ μὴ ἐσθίων, τὸν ἐσθίοντα μὴ κρινέτω.» Ὥσπερ γὰρ οἱ τελειότεροι τοὺς ἀσθενεστέρους ηὐτέλιζον ὡς ὀλιγοπίστους, καὶ νόθους, καὶ Ἰουδαΐζοντας· οὕτως ἐκεῖνοι τούτους ἔκρινον ὡς παρανομοῦντας, ἢ ὡς λαιμαργίᾳ προσέχοντας. «Ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο· σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει.» Τουτέστι, τὴν ἄφατον αὐτοῦ περὶ αὐτὸν ἐπεδείξατο χάριν. «Σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.» Δείκνυσιν ἔτι χρῄζοντα τῆς προσοχῆς, καὶ τοσαύτης ἐπιμελείας δεόμενον, ὡς καὶ τὸν Θεὸν εἰς ταῦτα καλεῖν βοηθόν. «Ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ᾽ ἡμέραν· ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω.» Ἐνταῦθα δοκεῖ ἠρέμα περὶ νηστείας αἰνίττεσθαι.

Καὶ γὰρ εἰκὸς τῶν νηστευόντων τινὰς, τοὺς μὴ νηστεύοντας διηνεκῶς κρίνειν. «Ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, Κυρίῳ οὐ φρονεῖ. Καὶ ὁ ἐσθίων, Κυρίῳ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων, Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ.» Οὐ περὶ τὰ καίρια, φησὶ, τὸ πρᾶγμά ἐστιν· τὸ γὰρ ζητούμενον, εἰ διὰ τὸν Θεὸν οὗτος κἀκεῖνος ἐργάζεται· καὶ εἰ ἀμφότεροι εἰς εὐχαριστίαν τελευτῶσιν.

Καὶ γὰρ καὶ οὗτος καὶ ἐκεῖνος εὐχαριστοῦσι τῷ Θεῷ. «Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει. Ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν· ἐάν τε ἀποθνήσκομεν, τῷ Κυρίῳ ἀποθνήσκομεν· ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. Εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Θεοῦ. Γέγραπται γάρ· Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ· μηκέτι οὖν ἀλλήλους κρίνωμεν.» Σαφέστερον ἐδήλωσεν ὅτι ὁ τὸ νόμῳ ζῶν, οὐ δύναται τῷ Χριστῷ ζῇν. «Ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ, ἢ σκάνδαλον.» Ἀμφοτέροις ἁρμόζειν δύναται, καὶ τοῦ τελείου σκανδαλιζομένου ἐπὶ τῇ τῶν βρωμάτων παρατηρήσει, καὶ τοῦ ἀτελοῦς προσκόπτοντος ἐπὶ τῇ σφοδρᾷ ἐπιπλήξει. «Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι᾽ ἑαυτοῦ, εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν· εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατ᾽ ἀγάπην περιπατεῖς.» Πρότερον ἐπιτιμήσας τῷ κρίνοντι αὐτοῦ τὸν ἀδελφὸν, τότε λοιπὸν καὶ ὑπὲρ δόγματος ἀποφαίνεται. «Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.»

Χριστὸς μὲν ὑπὲρ αὐτοῦ ἀπέθανε, φησίν· σὺ δὲ τοσοῦτον τὸν ἀδελφὸν οὐ τιμᾷς, ὡς μηδὲ ἀποχῇ βρωμάτων ὠνήσασθαι αὐτοῦ τὴν σωτηρίαν; «Μὴ βλασφημείσθω οὖν ἡμῶν τὸ ἀγαθόν· οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη, καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ.» Ἀγαθὸν ἐνταῦθα τὴν ἀπηρτισμένην εὐσέβειάν φησιν. «Ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ, εὐάρεστος τῷ Θεῷ, καὶ δόκιμος τοῖς ἀνθρώποις. Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους.» Οὐ γὰρ οὕτω σε θαυμάσονται τῆς τελειότητος, φησὶν, ὡς τῆς εἰρήνης καὶ τῆς ὁμονοίας ἅπαντες.

Τούτου μὲν γὰρ τοῦ καλοῦ πάντες ἀπολαύσουσιν, ἐκείνου δὲ, μόνος αὐτός. «Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ.» Τὴν σωτηρίαν τοῦ ἀδελφοῦ φησι. «Πάντα μὲν καθαρὰ, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι. Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει.» Ἵνα μὴ αἱ τοσαῦται συγχωρήσεις βεβαιώσωσι τὸν ἀσθενέστερον ἐν τῇ πονηρᾷ ὑπολήψει, δογματίζει πάλιν. «Σὺ πίστιν ἔχεις; κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ Θεοῦ.» Ὃ λέγει τοσοῦτόν ἐστι· Θέλεις μοι δεῖξαι ὅτι τέλειος εἶ, καὶ ἀπηρτισμένος, φησίν; Μὴ ἐμοὶ δείκνυε, ἀλλὰ ἀρκείτω σου τὸ συνειδός. Πίστιν δὲ ἐνταῦθα οὐ τὴν περὶ δογμάτων, ἀλλὰ τὴν περὶ τῆς προκειμένης ὑποθέσεως λέγει. «Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει.» Ἐπειδὴ εἶπεν, καθ᾽ ἑαυτὸν ἐχέτω, ἵνα μὴ νομίζῃ μικρὸν τὸ δικαστήριον, τοῦτο λέγει τῆς οἰκουμένης σοι τοῦτο βέλτιον· κἂν πάντες σου κατηγορήσωσιν, σὺ δὲ σαυτὸν μὴ κρίνῃς, μηδὲ τὸ συνειδὸς ἐπιλάβηται, μακάριος εἶ. Οὐχ ἁπλῶς δὲ περὶ πάντων λέγων, τοῦτο τέθεικεν· εἰσὶ γὰρ πολλοὶ μὴ κατακρίνοντες ἑαυτοὺς, καὶ σφόδρα πλημμελοῦντες· οὗτοι πάντων εἰσὶν ἀθλιώτεροι· ἀλλ᾽ ἐπὶ τῆς προκειμένης ὑποθέσεως. «Ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ, κατακέκριται.» Πάλιν παρακαλῶν φείσασθαι τῶν ἀσθενεστέρων, τοῦτό φησιν· Τί γὰρ ὄφελος ἐὰν φάγῃ διακρινόμενος, καὶ κατακρίνῃ ἑαυτόν;

Ἐγὼ γὰρ ἐκεῖνον ἀποδέχομαι, τὸν, φησὶν, καὶ ἐσθίοντα, καὶ μὴ μετ᾽ ἀμφιβολίας.

Ὁρᾷς ὅπως αὐτὸν ἐνάγει, οὖν εἰς τὸ φαγεῖν μόνον, ἀλλὰ καὶ εἰς τὸ καθαρῷ συνειδότι φαγεῖν. «Ὅτι οὐκ ἐκ πίστεως.» Κατακρίνεται, φησὶν, οὐκ ἐπειδὴ ἀκάθαρτον, ἀλλ᾽ ἐπειδὴ οὐκ ἐκ πίστεως. Οὐ γὰρ ἐπίστευσεν ὅτι καθαρόν ἐστιν, ἀλλ᾽ ὡς ἀκαθάρτου ἥψατο. Δείκνυσι δὲ διὰ τοῦτο αὐτοῖς, καὶ τὴν βλαβὴν ὅσην ἐργάζονται, ἀναγκάζοντες καὶ μὴ πείθοντες ἅπτεσθαι τῶν τέως δοκούντων αὐτοῖς ἀκαθάρτων εἶναι, ἵνα κἂν διὰ τούτου ἀπόσχωνται τοῦ ἐπιπλήττειν. «Πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστί.» ΚΕΦΑΛ. ΙΕʹ. «Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.

Ἕκαστος ὑμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν. Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ᾽ ἐμέ. Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ παρακλήσεως δώῃ ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν· ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς εἰς δόξαν Θεοῦ.» Ὅταν γὰρ μὴ θαῤῥῇ, φησὶν, μηδὲ πιστεύῃ ὅτι καθαρὸν, πῶς οὐ ἥμαρτεν; Ταῦτα δὲ πάντα ἐπὶ τῆς προκειμένης ὑποθέσεως αὐτῷ εἴρηται.

Ἐξῆν αὐτῷ μὴ ὀνειδισθῆναι· ἐξῆν μὴ παθεῖν ἅπερ ἔπαθεν, εἴ γε ἤθελεν τὸ ἑαυτοῦ σκοπεῖν· ἀλλὰ καὶ ὑβρίσθη, καὶ πονηρὰν παρὰ πολλοῖς ἔλαβε δόξαν, ἀσθενὴς εἶναι νομισθείς. Ἀλλὰ τὸ ἡμέτερον σκοπήσας, τὰ ἑαυτοῦ παρεῖδεν.

Δείκνυσιν οὐ μόνον τὸν Υἱὸν ὀνειδισθέντα, ἀλλὰ καὶ τὸν Πατέρα· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδὲν συνέβη καινὸν, οὐδὲ ξένον. Οἱ γὰρ ἐπὶ τῆς παλαιᾶς μελετήσαντες αὐτὸν ὀνειδίζειν, οὗτοι καὶ κατὰ τοῦ παιδὸς ἐμάνησαν. «Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων.» Πάλιν περὶ τῆς τοῦ Χριστοῦ κηδεμονίας διαλέγεται, ἔτι τοῦ κεφαλαίου ἐχόμενος· ὁ δὲ νοῦς οὗτος· Ἐπαγγελία πρὸς τὸν Ἀβραὰμ ἦν γεγενημένη ἡ λέγουσα· Σοὶ δώσω τὴν γῆν, καὶ τῷ σπέρματί σου.

Ἀλλ᾽ ἐγένοντο κολάσεως ὑπεύθυνοι μετὰ ταῦτα οἱ τοῦ σπέρματος τοῦ Ἀβραὰμ ἅπαντες. Ὁ γὰρ νόμος ὀργὴν αὐτοῖς κατειργάζετο παραβαινόμενος, καὶ τῆς ἐπαγγελίας ἐστέρει λοιπὸν ἐκείνης τῆς διδομένης περὶ αὐτῶν πρὸς τοὺς πατέρας. Παραγενόμενος τοίνυν ὁ Υἱὸς συνέπραξε τῷ Πατρὶ, εἰς τὸ τὰς ἐπαγγελίας ἐκείνας ἀληθεῦσαι καὶ εἰς τέλος ἐξελθεῖν. Πάντα γὰρ τὸν νόμον πληρώσας καὶ διὰ τοῦ σταυροῦ τῆς κατάρας ἀπαλλάξας τῆς ἐπὶ τῇ παραβάσει, οὐκ ἀφήκει διαπεσεῖν τὴν ἐπαγγελίαν. Ὅταν οὖν λέγῃ διάκονον περιτομῆς, τοῦτο λέγει, ὅτι ἐλθὼν καὶ πάντα τὸν νόμον πληρώσας, καὶ περιτμηθεὶς, καὶ γενόμενος σπέρμα τοῦ Ἀβραὰμ, ἔλυσε τὴν κατάραν, καὶ ἐπιτηδείους λοιπὸν ἐποίησεν τοὺς μέλλοντας δέχεσθαι τὴν ἐπαγγελίαν. «Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεὸν, καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ. Καὶ πάλιν λέγει· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. Καὶ πάλιν· Αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν Κύριον, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. Καὶ πάλιν Ἡσαΐας λέγει· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ τὰ ἔθνη ἐλπιοῦσιν. Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς, καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος ἁγίου.» Τοῦτο κατασκευάζει τῷ λόγῳ, ὅτι μειζόνων εἰσὶν οἱ ἐξ ἐθνῶν ὀφειλέται τῷ Θεῷ.

Εἰ δὲ μειζόνων εἰσὶ, καὶ δίκαιοι ἂν εἶεν φέρειν τοὺς ἀσθενεῖς, τοὺς ἐξ Ἰουδαίων. Ἐπειδὴ γὰρ σφόδρα ἐκείνων ἥψατο, ἵνα μὴ τούτους ἐπάρῃ τοῦτο, καταστέλλει αὐτῶν τὴν ἀπόνοιαν. Ἐκείνοις μὲν γὰρ ἐξ ἐπαγγελίας πατέρων δείκνυσι διδόμενα τὰ ἀγαθά· τοῖς δὲ ἐξ ἐθνῶν ἐξ ἐλέου καὶ φιλανθρωπίας μόνης. Τὸ δὲ, δοξάζειν τὸν Θεὸν, τοῦτό ἐστι, τὸ συνῆφθαι, τὸ ἡνῶσθαι, τὸ ὁμοθυμαδὸν εὐφημεῖν, τὸ βαστάζειν τὸν ἀσθενέστερον, τὸ μὴ περιορᾷν ἀποῤῥηγνύμενον τὸ μέλος. Διὸ καὶ μαρτυρίας ἐπάγει πολλὰς, δι᾽ ὧν δείκνυσιν ὅτι δεῖ συνῆφθαι τοὺς ἐξ Ἰουδαίων τοῖς ἐξ ἐθνῶν. Ταύτας δὲ πάσας παράγει τὰς μαρτυρίας, ὁμοῦ καὶ τὸν ἐξ Ἰουδαίων καταστέλλων, ἵνα μὴ ἐπαίρηται, τῶν προφητῶν πάντων καλούντων αὐτοὺς, τοὺς ἐξ ἐθνῶν φημι, καὶ τὸν ἐξ ἐθνῶν πείσῃ μετριάζειν, τοῦ δεῖξαι πλείονος ὑπεύθυνον ὄντα χάριτος. «Πέπεισμαι δὲ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης.» Τουτέστιν, ὁ ἐπιτιμῶν καὶ ἐγκαλῶν. —Τὴν ὁλόκληρον ἀρετὴν οὕτω καλεῖ. «Πεπληρωμένοι πάσης τῆς γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν.» Ἐπειδή εἰσί τινες φιλόστοργοι μὲν, οὐκ εἰδότες δὲ τῷ πράγματι χρήσασθαι καλῷ. «Τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀδελφοὶ, ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσαν μοι ἀπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ.»

Πάλιν τὰ τῆς ταπεινοφροσύνης φησίν· τούτου γὰρ μάλιστα ἔδει αὐτοῖς. «Ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ.» Τουτέστιν, αἱ ψυχαὶ τῶν διδασκομένων, ἵνα δεχθῶσιν. Οὐ γὰρ ἐμὲ τοσοῦτον τιμῶν ὁ Θεὸς, εἰς τοῦτο ἤγαγεν, ὅσον ὑμῶν κηδόμενος. Πῶς δὲ γένοιτο εὐπρόσδεκτος ἐν Πνεύματι ἁγίῳ, ἀλλ᾽ ἢ ὅταν ἡμῖν πρὸς τῇ πίστει καὶ πολιτεία προσγένηται πνευματικὴ, ἵνα κατέχωμεν τὸ Πνεῦμα τὸ δοθὲν ἡμῖν; «Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ πρὸς τὸν Θεόν.» Ἐπειδὴ σφόδρα ἑαυτὸν ἐταπείνωσεν, πάλιν ἐπαίρει τὸν λόγον· καὶ τοῦτο ὑπὲρ ἐκείνων ποιῶν, ὥστε μὴ δόξῃ εὐκαταφρόνητος εἶναι. «Οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δι᾽ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ.

Οὐδὲν γὰρ ἂν ἔχοι τις εἰπεῖν, φησὶν, ὅτι κόμπος μου τὰ ῥήματα. Τῆς γὰρ χειροτονίας μου ἔχω δεῖξαι τὰ τεκμήρια. »Ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ· οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι.» Ἀριθμεῖ καὶ πόλεις καὶ χώρας, οὐ τὰς ὑπὸ Ῥωμαίους μόνον, ἀλλὰ καὶ πάντα τὰ βάρβαρα ἔθνη· οἷον Πέρσας καὶ Σαρακηνοὺς καὶ Ἀρμενίους, καὶ τὰ ἕτερα τῶν βαρβάρων ἐθνῶν. Τοῦτο γὰρ, τῷ κύκλῳ, σημαίνει. «Οὐχ ὅπου ὠνομάσθη Χριστός.» Τοσοῦτον ἀπεῖχεν τοῦ ἐπιῤῥίπτειν ἑαυτὸν ἀλλοτρίοις μαθηταῖς, καὶ δόξης ἕνεκεν τοῦτο ποιεῖν, ὅτι καὶ ἐσπούδαζεν τοὺς μὴ ἀκηκοότας διδάσκειν. «Ἵνα μὴ ἐπ᾽ ἀλλότριον θεμέλιον οἰκοδομήσω· ἀλλὰ καθὼς γέγραπται· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι.

Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Ἀλλότριον οὐ κατὰ τὴν τοῦ προσώπου ποιότητά φησιν, οὐδὲ κατὰ τὴν τοῦ κηρύγματος φύσιν, ἀλλὰ κατὰ τὸν τοῦ μισθοῦ λόγον. Ἐπεὶ οὐ τὰ κηρύγματα ἀλλότρια ἦν, ἀλλ᾽ ὅσον εἰς μισθὸν ἀλλότριον. Ὁ γὰρ τῶν ἑτέροις πεπονημένων μισθὸς, τούτου ἀλλότριος ἦν. »Νῦν δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις.» Ὅρα πῶς δείκνυσιν, ὡς οὐ τῆς παρ᾽ αὐτῶν ἐφιέμενος δόξης ἔγραφέν τε καὶ παρεγίνετο. «Ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ ἱκανῶν ἐτῶν.» Ἵνα μὴ δόξῃ εὐτελίζειν αὐτοὺς τῷ λέγειν, Ἐπειδὴ οὐδὲν ἔχω ποιῆσαι, διὰ τοῦτο ἔρχομαι πρὸς ὑμᾶς, πάλιν τὸν τῆς ἀγάπης λόγον κινεῖ, εἰπών· Ἐπιποθίαν ἔχων ἐλθεῖν πρὸς ὑμᾶς. «Ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν· ἐλπίζω γὰρ πορευόμενος θεάσασθαι ὑμᾶς.» Ἵνα μὴ πάλιν αὐτοὺς φυσήσῃ, ὅρα πῶς αὐτοὺς καταστέλλει εἰπών· Ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλπίζω διαπορευόμενος θεάσασθαι ὑμᾶς. Ὁμοῦ γὰρ τὴν ἀγάπην δεῖξαι βούλεται, καὶ καταλῦσαι καταλαζονεύεσθαι ἐκείνους. «Καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.» Ἵνα πάλιν μὴ λυποῖντο ὡς ὁδοῦ πάρεργον αὐτοὺς θεωροῦντος τοῦ Ἀποστόλου, φησὶν τὸ ὑφ᾽ ὑμῶν προπεμφθῆναι, τουτέστιν, ἵνα ὑμεῖς μοι μαρτυρές ἐστε, ὡς οὐ καταφρονῶν ὑμῶν, ἀλλὰ ἑλκόμενος ὑπὸ τῆς χρείας παρατρέχω· καὶ ἐπιτείνων τοιοῦτόν φησιν· Ἐὰν ἀφ᾽ ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. «

Νυνὶ δὲ πορεύομαι εἰς Ἱεροσόλυμα διακονῶν τοῖς ἁγίοις.» Ἐπειδὴ εἶπεν, ὅτι Τόπον οὐκέτι ἔχω ἐν τοῖς κλίμασι τούτοις· καὶ ἐπιποθίαν ἔχω ἀπὸ πολλῶν ἐτῶν ἐλθεῖν πρὸς ὑμᾶς, ἔμελλεν δὲ ἔτι βραδύνειν, ἵνα μὴ νομίζηται διαχλευάζειν αὐτοὺς, λέγει καὶ τὴν αἰτίαν δι᾽ ἣν ἀναβάλλεται. Καὶ δοκεῖ μὲν τὴν πρόφασιν λέγειν τῆς μελλήσεως. Διδάσκει δὲ καὶ ἕτερον λεληθότως, τὸ προτρέψαι ἐκείνους εἰς ἐλεημοσύνην, καὶ σπουδαιοτέρους ποιῆσαι. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἤρκει εἰπεῖν τὸ, Πορεύομαι εἰς Ἱερουσαλήμ· νῦν δὲ προσέθηκεν, διακονήσων τοῖς ἁγίοις. «Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαία.» Τουτέστιν, ἐδοκίμασαν, ἐπεθύμησαν. «Κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. Εὐδόκησαν γὰρ, καὶ ὀφειλέται εἰσὶν αὐτῶν.» Οὐκ εἶπεν, ἐλεημοσύνην, ἀλλὰ, κοινωνίαν· τὸ δὲ, τινὰ, οὐχ ἁπλῶς τέθεικεν, ἀλλ᾽ ἵνα μὴ δόξῃ αὐτοὺς ὀνειδίζειν. Καὶ οὐκ εἶπεν ἁπλῶς, εἰς τοὺς πτωχοὺς, ἀλλ᾽ εἰς τοὺς πτωχοὺς τῶν ἁγίων. Καὶ οὐ τούτῳ μόνῳ ἠρκέσθη, ἀλλ᾽ ἐπήγαγε καὶ, ὅτι ὀφειλέται εἰσίν. «Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.» Ὃ λέγει τοιοῦτόν ἐστι· Δι᾽ αὐτοὺς ἦλθεν, φησὶν, ὁ Χριστός· αὐτοῖς ἦν ἅπαντα ἐπαγγειλάμενος, τοῖς ἐξ Ἰουδαίων· ἐξ αὐτῶν ὁ Χριστός· διὸ ἔλεγεν, Ἐκ τῶν Ἰουδαίων ἐστὶν ἡ σωτηρία.

Ἐκεῖθεν οἱ ἀπόστολοι· ἐκεῖθεν οἱ προφῆται· ἐκεῖθεν τὰ ἀγαθὰ πάντα. Τούτων οὖν ἁπάντων ἐκοινώνησεν ἡ οἰκουμένη.

Εἰ τοίνυν ἐν τοῖς μείζοσιν ἐκοινωνήσατε, φησὶν, ὀφείλετε καὶ τῶν σαρκικῶν κοινωνῆσαι καὶ μεταδοῦναι αὐτοῖς. Καὶ οὐκ εἶπε, κοινωνῆσαι, ἀλλὰ, λειτουργῆσαι, ἐν τάξει διακόνων αὐτοὺς καθιστὰς καὶ τῷ βασιλεῖ τελούντων φόρους. «Τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον.» Τουτέστιν, ὡς εἰς βασιλικὰ ταμεῖα ἀποτιθέμενος, ὡς ἐν ἀσύλῳ καὶ ἀσφαλεῖ χωρίῳ. Καὶ οὐκ εἶπεν, ἐλεημοσύνην, ἀλλὰ πάλιν, τὸν καρπὸν, δεικνὺς κερδαίνοντας τοὺς παρέχοντας. «Ἀπελεύσομαι δι᾽ ὑμῶν εἰς Σπανίαν.» Πάλιν μέμνηται τῆς Σπανίας, δεικνὺς τὸ ἄοκνον, καὶ τὸ περὶ ἐκείνους θερμόν. «Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ἡμᾶς, ἐν πληρώματι εὐλογίας Χριστοῦ τοῦ Εὐαγγελίου ἐλεύσομαι.» Ὡσανεὶ ἔλεγεν· Οἶδα ὅτι ἐρχόμενος ὄψομαι ὑμᾶς ἐν ἅπασιν εὐδοκιμοῦντας, καὶ κομῶντας τοῖς ἀγαθοῖς, καὶ μυρίων ἐπαίνων ἀξίους τῶν κατὰ τὸ Εὐαγγέλιον.

Καὶ τοῦτο δὲ τρόπος συμβουλῆς θαυμαστὸς, τὸ προκαταλαμβάνειν αὐτοὺς τοῖς ἐγκωμίοις. «Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν.

Πάλιν ἐνταῦθα τὸν Χριστὸν καὶ τὸ Πνεῦμα προβάλλεται, καὶ οὐδαμοῦ μὲν μέμνηται τοῦ Πατρός. Ταῦτα δὲ λέγει, ἵνα ὅταν ἴδῃς αὐτὸν Πατρὸς καὶ Υἱοῦ μεμνημένον, ἢ Πατρὸς μόνον, μήτε τὸν Υἱὸν, μήτε τὸ Πνεῦμα ἀθετῇς. Καὶ οὐκ εἶπε, Πνεῦμα, ἀλλὰ, ἀγάπης Πνεύματος. Καθάπερ γὰρ Χριστὸς ἠγάπησε τὸν κόσμον, καὶ Πατὴρ, οὕτω καὶ τὸ Πνεῦμα. »Ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ.» Δείκνυσι μὲν τὸ μέγεθος ὃ εἶχεν ἀγῶνος. Ἀπὸ δὲ τούτου καὶ δεύτερον κατασκευάζει· τὸ δεῖξαι ὅτι δικαίως ἀνεδέξατο διακονῆσαι τοῖς ἁγίοις. Οἱ γὰρ μεταξὺ τῶν οὕτω πονηρῶν κείμενοι, καὶ λιμῷ ἀπόλλυσθαι ἔμελλον. «Καὶ ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται, ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς, διὰ θελήματος Θεοῦ συναναπαύσωμαι ὑμῖν.» Τουτέστιν, ἵνα μετὰ προθυμίας ὑποδέξωνται τὰ διδόμενα. Ὅρα δὲ πάλιν πῶς ἐπαίρει τὸ ἀξίωμα τῶν λαμβανόντων, εἴ γε εὐχῶν δεῖται παρὰ δήμου τοσούτου εἰς τὸ δεχθῆναι τὰ πεμπόμενα. «Ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν.

Ἀμήν.» Εὐχῇ σφραγίζει τὸν λόγον. ΚΕΦΑΛ. Ιϛʹ. «Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν διάκονον τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρέαις, ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι.

Καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγεννήθη, καὶ ἐμοῦ. Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ· οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν· καὶ τὴν κατ᾽ οἶκον αὐτῶν Ἐκκλησίαν. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς Χριστόν. Ἀσπάσασθε Μαριὰμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς. Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵ τινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ. Ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν Κυρίῳ. Ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ, καὶ Στάχυν τὸν ἀγαπητόν μου. Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου.

Ἀσπάσασθε Ἡρωδίονα τὸν συγγενῆ μου. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου, τοὺς ὄντας ἐν Κυρίῳ. Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν Κυρίῳ. Ἀσπάσασθε Περσίδα τὴν ἀγαπητὴν, ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ. Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμᾶν, Πατρόβαν, Ἑρμῆν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. Ἀσπάσασθε Φιλόλογον, καὶ Ἰουλίαν, καὶ Νηρέα, καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ Ἐκκλησίαι τοῦ Χριστοῦ. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπ᾽ αὐτῶν. Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. Ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. Ἐφ᾽ ὑμῖν οὖν χαίρω· θέλω δὲ ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθὸν, ἀκεραίους δὲ εἰς τὸ κακόν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει.

Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν. Ἀμήν. Ἀσπάζονται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος, καὶ Ἰάσων, καὶ Σωσίπατρος οἱ συγγενεῖς μου. Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν Κυρίῳ. Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ τῆς Ἐκκλησίας ὅλης. καὶ Κούαρτος ὁ ἀδελφός. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν »Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου.» Πάλιν ἐκείνων ἔχεται τῶν ἀσθενῶν, καὶ πρὸς αὐτοὺς τρέπει τὸν λόγον. Ὅτε μὲν γὰρ ἐπετίμα, κοινὴν ἐποιεῖτο τὴν ἐπιτίμησιν. Νυνὶ δὲ εὐχόμενος μὲν τούτων, τίθησι τὴν ἱκετείαν· εἰπὼν δὲ, στηρίξαι, τοῦτο δηλοῖ, ὅτι οὔπω ἦσαν βεβαιωθέντες, ἀλλ᾽ εἰστήκεισαν μὲν, ἐσαλεύοντο δέ «Καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου.» Τουτέστιν, ὃ αὐτὸς ἐκήρυξεν· εἰ δὲ αὐτὸς ἐκήρυξεν, οὐχ ἡμέτερα τὰ δόγματα, ἀλλ᾽ ἐκείνου οἱ νόμοι. «Φανερωθέντος δὲ νῦν διά τε Γραφῶν προφητικῶν, κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ εἰς ὑπακοὴν πίστεως.» Ἐνταῦθα τὸν φόβον ἐκλύει τοῦ ἀσθενοῦς. Τί γὰρ δέδοικας, φησὶν, μὴ ἀποστῇς τοῦ νόμου; τοῦτο βούλεται ὁ νόμος· τοῦτο ἄνωθεν προὔλεγεν. Εἰ δὲ ἐξετάζεις διὰ τί νῦν ἐφανερώθη, οὐκ ἀσφαλὲς πρᾶγμα ποιεῖς μυστήρια, τοῦ Θεοῦ περιεργαζόμενος, καὶ εὐθύνας ἀπαιτῶν. Διὸ ἐπήγαγεν, εἰς ὑπακοὴν πίστεως.

Ὑπακοῆς γὰρ ἡ πίστις δεῖται μόνης, οὐ πολυπραγμοσύνης. Καὶ ὅταν Θεὸς ἐπιτάττῃ πείθεσθαι, οὐ περιεργάζεσθαι δεῖ. «Εἰς πάντα τὰ ἔθνη γνωρισθέντος. Μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Οὐδὲν γὰρ σὺ μόνος, φησὶν, ἀλλ᾽ ἡ οἰκουμένη πᾶσα οὕτω πιστεύει, οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν λαμβάνουσα διδάσκαλον. Διὸ ἐπήγαγεν, διὰ Ἰησοῦ Χριστοῦ. Οὐκ ἐγνωρίσθη δὲ μόνον, ἀλλὰ καὶ ἐβεβαιώθη.

Ἀμφότερα δὲ αὐτοῦ ἔργα. Διὸ καὶ οὕτως ἀναγνωστέον· Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι διὰ Ἰησοῦ Χριστοῦ. Καὶ γὰρ ἀμφότερα αὐτῷ ἀνατίθησιν, καὶ οὐκ ἀμφότερα μόνον, ἀλλὰ καὶ τὴν δόξαν τὴν εἰς τὸν Πατέρα. Διὸ ἔλεγεν, ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Δοξάζει δὲ πάλιν, τὸ ἀκατάληπτον τῶν μυστηρίων ἐκπληττόμενος. Οὐδὲ γὰρ νῦν ὅτε ἐφάνη δυνατὸν αὐτὸ λογισμοῖς καταλαβεῖν, ἀλλὰ διὰ πίστεως ἐπιγνῶναι χρή· ἄλλως γὰρ οὐκ ἔνι· εὖ δὲ καὶ, Τῷ μόνῳ σοφῷ Θεῷ, εἰπεῖν. Ὅταν γὰρ ἐννοήσῃς πῶς τὰ ἔθνη εἰσήγαγε, καὶ ἀνεκέρασε τοῖς πάλαι κατωρθωκόσι, καὶ ἀπεγνωσμένους ἔσωσε, καὶ τῆς γῆς ἀναξίους ὄντας εἰς οὐρανὸν ἀνήγαγε, καὶ τῆς παρούσης ζωῆς ἐκπεπτωκότας, εἰς τὴν ἀθάνατον καὶ ἀπόῤῥητον ζωὴν ἐκείνην εἰσήγαγε, καὶ ὑπὸ δαιμόνων πατουμένους, ἀγγέλους ἐφαμίλλους ἐποίησε, καὶ παράδεισον ἤνοιξε, καὶ τὰ παλαιὰ πάντα κακὰ ἔλυσε· καὶ ταῦτα ἐν χρόνῳ βραχεῖ, καὶ δι᾽ ὁδοῦ βραχείας καὶ συντομωτάτης, τότε γνώσῃ τὴν σοφίαν· καὶ ὅταν ἴδῃς, ὃ μὴ ἄγγελοι, μήτε ἀρχάγγελοι ἔγνωσαν, ἐξαίφνης τοὺς ἐξ ἐθνῶν μεμαθηκότας διὰ Ἰησοῦ Χριστοῦ.

Πρὸς Ῥωμαίους, στίχων τηʹ. Ἐγράφη ἀπὸ Κορίνθου.