Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰς ἐπιστολὰς τοῦ Παύλου

Ἰωάννης ὁ Δαμασκηνός

Ερμηνεία στην Α΄ Προς Κορινθίους Επιστολή

Σχολιασμός της πρώτης επιστολής Προς Κορινθίους, με αναφορές στα εκκλησιαστικά σχίσματα, τη δωρεά των πνευματικών χαρισμάτων, το Κυριακό Δείπνο και την ανάσταση των νεκρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 14

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ Αʹ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ. 〈ΥΠΟΘΕΣΙΣ.〉 Ἀκηκοὼς ὁ Ἀπόστολος, ὡς πολλὴ παρὰ Κορινθίοις διχόνοια γέγονε, ψευδαποστόλων τινῶν σχίσματα ἐν αὐτοῖς ποιησάντων, γράφει τὴν ἐπιστολὴν διορθούμενος ἅπαντα. Ἦν δὲ ταῦτα αὐτῶν τὰ ἁμαρτήματα. Πρῶτον μὲν, τὸ μερίδας πολλὰς γενέσθαι παρ᾽ αὐτοῖς· καὶ τοῖς μὲν ὡς πλουσίοις προσκεῖσθαι αὐτοὺς, τοῖς δὲ ὡς σοφοῖς καὶ πλέον τι δυναμένοις διδάσκειν αὐτούς. Δεύτερον, τὸ ταῖς μητρυίαις συγγίνεσθαι, καὶ ἐπὶ τούτῳ μεγαφρονεῖν.

Καὶ μετὰ τοῦτο περὶ γαστριμαργίας· εἰς τοσοῦτον γὰρ ἐκρατήθησαν τῷ πράγματι, ὡς καὶ εἰδωλοθύτων ἅπτεσθαι. Ἄλλοι πάλιν μάχας ἔχοντες καὶ φιλονεικείας περὶ χρημάτων, τοῖς ἔξω δικαστηρίοις ἐπέτρεπον ἑαυτούς. Ἦν τι καὶ ἕτερον πλημμέλημα παρ᾽ αὐτοῖς, τὸ καθ᾽ ἑαυτοῖς ἐσθίειν ἐν ἐκκλησίαις, καὶ μὴ μεταδιδόναι τοῖς δεομένοις. Μετὰ τούτων καὶ ἕτερον ἐπλημμέλουν ἐπὶ τοῖς χαρίσμασι μέγα φυσῶντες, καὶ ἀπὸ τούτου ἐκπίπτοντες. Εἶχον γὰρ καὶ ζηλωτύπως ἰδεῖν πρὸς ἀλλήλους, καὶ διέσπων τὴν Ἐκκλησίαν· καὶ ὁ περὶ τῆς ἀναστάσεως δὲ αὐτοῖς ἐχώλευε λόγος. Ταῦτα αὐτῷ ὑπόθεσις γέγονεν τῆς ἐπιστολῆς, καὶ ἕτερα δὲ ἃ οὐκ ἔστιν λέγειν κατὰ μέρος.

ΚΕΦΑΛ. Αʹ. «Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ· ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ, αὐτῶν καὶ ἡμῶν.» Ἐπειδὴ εἰς μερίδας πολλὰς κατετέμνοντο, καὶ οἱ μὲν τούτου, οἱ δὲ ἐκείνου προσηγορεύοντο, τοῦτο δὲ αὐτοῖς ἀνῄρητο καὶ Χριστιανοῖς ἔτι προσαγορεύεσθαι· ὅρα πῶς ἐν ἀρχαῖς διὰ πάντων αὐτοὺς ἀναμιμνήσκει τοῦ ὀνόματος τοῦ Χριστοῦ, λέγων· Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ· τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Χάρις ὑμῖν ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστῶ ἐπὶ τῇ χάριτι τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἀπεκαλύφθη ἐν ὑμῖν, ἀπεκδεχομένοις τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βεβαιώσει ὑμᾶς ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Πιστὸς ὁ Θεὸς, δι᾽ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, Παρακαλῶ δὲ ὑμᾶς διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὅρα τὴν συνέχειαν τοῦ ὀνόματος τοῦ Χριστοῦ· ὅθεν δῆλον, ὅτι οὐκ εἰκῆ τοῦτο καὶ ἁπλῶς ἐποίει, ἀλλὰ τῇ πυκνότητι τῆς καλῆς ταύτης προσηγορίας, τὴν πρόσκλησιν, καὶ τὴν ἀπόσχισιν, καὶ τὴν ἀφ᾽ ἑτέρων προσηγορίαν αὐτῶν ἀφαιρῶν.

Κλητὸς, οὐκ αὐτοχειροτόνητος ἀπόστολος, ὡς ὑμεῖς χειροτονητοὶ διδάσκαλοι· ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ. «Τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ· ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει.» Διὰ τίνος ἐδόθη; ἆρα δι᾽ ἐμοῦ, ἢ δι᾽ ἑτέρου ἀποστόλου;

Οὐδαμῶς, φησὶν, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ. Τὸ γὰρ, ἐν Χριστῷ Ἰησοῦ, τοῦτό ἐστι. «Καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν.» Εἰ τοίνυν ἐβεβαιώθητε καὶ ἐστηρίχθητε διὰ σημείων καὶ χάριτος, τίνος ἕνεκεν παρασαλεύεσθε; «Ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι.» Δείκνυσιν ὅσον μέλλουσιν ἑαυτῶν ἀποστερεῖν, τοῖς ψευδοδιδασκάλοις προσκείμενοι. «Ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ὅμοιον ὡς εἰ λέγοι· Τί θορυβεῖσθε; τί ταράττεσθε, ὅτι οὐ πάρεστι Χριστός; Πάρεστι μὲν οὖν, καὶ ἡμέρα ἐπὶ θύραις· καὶ πολλῆς ἀρετῆς, καὶ πολλῶν χρεία πόνων, ὥστε δυνηθῆναι πρὸς τὸ τέλος ἐλθεῖν.

Ἀποκάλυψιν δὲ λέγει, δεικνὺς ὅτι, εἰ καὶ μὴ ὁρᾶται, ἀλλ᾽ ἔστι καὶ πάρεστι, καὶ νῦν καὶ τότε φανήσεται. «Πιστὸς ὁ Θεὸς, δι᾽ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες.» Ὅμοιον ὡς εἰ λέγοι· Εἰς κοινωνίαν τοῦ Μονογενοῦς ἐκλήθητε, καὶ ἀνθρώποις ἑαυτοὺς προσνέμετε, τί ταύτης ἀθλιότητος χεῖρον; Πῶς δὲ ἐκλήθησαν;

Διὰ τοῦ Πατρός. Ἐπειδὴ γὰρ, Δι᾽ αὐτοῦ, καὶ, ἐν αὐτῷ, συνεχῶς λέγει περὶ τοῦ Υἱοῦ, ἵνα μὴ νομίσωσιν, ὅτι ὡς ἐλάττονος αὐτοῦ οὕτω μέμνηται, προσένειμεν αὐτὰ τῷ Πατρί. Τῷ δὲ, εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ, ὅμοιον τὸ ἀλλαχοῦ εἰρημένον, εἰ συμπάσχομεν, καὶ συμβασιλεύσομεν. Ταῦτα δὲ προοικονομεῖ ἐν τῷ λόγῳ νῦν, ὥστε μὴ μέγα τὸ σφοδρὸν τῶν ἐγκλημάτων, εἰς ἀπόγνωσιν αὐτοὺς ἐμπεσεῖν. «Καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα.» Τοῦ σχίσματος ἡ ἔμφασις ἰσχυρόν ἐστι κατηγορίας ὄνομα. Τὸ γὰρ ὁλόκληρον ὅταν εἰς πολλὰ διαιρεθῇ, οὐ μόνον πολλὰ οὐ γίνεται, ἀλλὰ καὶ τὸ ἓν ἀπόλλυται. «Ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ, καὶ ἐν τῇ αὐτῇ γνώμῃ.» Ἐπειδὴ σφόδρα καθήψατο τῇ προσηγορίᾳ τοῦ σχίσματος, πάλιν πραΰνει τὸν λόγον, λέγων· ἵνα ἦτε κατηρτισμένοι· ὅμοιον δὲ ὡς εἰ λέγοι· Μὴ νομίσητε ὅτι μέχρι ῥημάτων συμβουλεύω τὴν ὁμόνοιαν· τὴν γὰρ ἀπὸ διανοίας ἐπιζητῶ. «Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν. Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει.» Πάλιν τῇ τῆς ἀδελφότητος προσηγορίᾳ ἐκκαλεῖται αὐτοὺς εἰς πειθώ. «Ἐγὼ μέν εἰμι Παύλου· ἐγὼ δὲ Ἀπολλώ· ἐγὼ δὲ Κηφᾶ.» Οὐχ ὅτι Παύλου ἑαυτοὺς ἢ Κηφᾶ προσηγόρευον, ἀλλὰ τὰ ἐκείνων ὀνόματα εἰς ἑαυτὸν μετασχηματίζει, ὡς καὶ αὐτὸς ἐν τοῖς ἑξῆς δηλοῖ.

Σημαίνει δὲ τούτῳ, ὅτι εἰ Παύλου, καὶ Πέτρου, καὶ Ἀπολλὼ οὐκ ἐχρῆν ἐπιφημίζειν αὐτοῖς ὀνόματα, πολλῷ μᾶλλον δὲ ἑτέρων. «Ἐγὼ δὲ Χριστοῦ.» Οὐ τοῦτο ἐγκαλεῖ, ὅτι καί τινες καὶ Χριστοῦ προσηγόρευον ἑαυτοὺς, ἀλλ᾽ ὅτι μὴ πάντες, ἀλλ᾽ ὡς ἐν μερίδι τινὶ δέδοται ὁ Χριστός. «Μεμέρισται ὁ Χριστός.» Ὃ λέγει τοιοῦτόν ἐστι· Κατετέμνετε, φησὶν, τὸν Χριστόν. Διείλετο αὐτοῦ σῶμα· διενείματο πρὸς ἀνθρώπους, καὶ ἐμερίσατο τὴν Ἐκκλησίαν, καὶ μοῖραν τὴν μὲν αὐτὸς ἔλαβε, τὴν δὲ ἐκείνοις ἔδωκεν. «Μὴ Παῦλος ἐσταύρωται ὑπὲρ ὑμῶν;» Ὅρα φιλοχρίστου γνώμην· πῶς ἐπὶ τοῦ οἰκείου λοιπὸν ὀνόματος προάγει τὸ πᾶν, ἐκ περιουσίας δεικνὺς, ὅτι οὐδενὶ προσήκει αὕτη ἡ τιμή. Ὅπερ δὲ ἦν πολλῆς κηδεμονίας, τοῦτο τίθησι, τὸν σταυρὸν καὶ τὸ βάπτισμα, καὶ τὰ ἐξ αὐτῶν ἀγαθά. Δείκνυσι μὲν γὰρ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν καὶ ἡ τοῦ κόσμου δημιουργία, μάλιστα δὲ ἡ διὰ τοῦ σταυροῦ συγκατάβασις. «Ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;» Ἐπειδὴ γὰρ τοῦτο αἴτιον ἐγίνετο σχισμάτων τὸ ἀπὸ τῶν βαπτισάντων καλεῖσθαι, καὶ τοῦτο διορθοῦται λέγων· Μὴ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; μὴ γὰρ εἴπῃς, φησίν· Τίς ἐβάπτισεν; ἀλλ᾽ εἰς τὸ τίνος ὄνομα· οὐ γὰρ ὁ βαπτίσας, ἀλλ᾽ εἰς τὸ τίνος ὄνομα ζητεῖται. Αὐτὸς γὰρ, φησὶν, ἀφίησι τὰ ἁμαρτήματα. «

Εὐχαριστῶ τῷ Θεῷ, ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Γάϊον, ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε. Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον. Λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα.» Ὅμοιον ὡς εἰ λέγοι· Τί μέγα φρονεῖς ἐπὶ τῷ βαπτίσαι, ὅπου γε ἐγὼ καὶ εὐχαριστῶ ὅτι οὐκ ἐποίησα τοῦτο; Ταῦτα δὲ λέγων, καθαιρεῖ τὸ ἐπὶ τοῦτο φύσημα οἰκονομικῶς, οὐχὶ τὴν δύναμιν τοῦ βαπτίσματος, μὴ γένοιτο, ἀλλὰ τὴν ἄνοιαν τῶν μέγα ἀπὸ τοῦ βαπτίζειν φρονούντων. Μέγα μὲν γὰρ τὸ βάπτισμα, ἀλλὰ μέγα αὐτὸ οὐχ ὁ βαπτίζων ποιεῖ, ἀλλ᾽ ὁ καλούμενος εἰς τὸ βάπτισμα. Λέγει δὲ καὶ τὴν αἰτίαν δι᾽ ἣν εὐχαριστεῖ· ἵνα μή τις εἴπῃ, φησὶν, ὅτι Εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε. Οὐχ ὅτι δὲ περὶ ἐκείνων τοῦτο ἔλεγεν, ἀλλ᾽ ὅτι ἐφοβεῖτο, μὴ εἰς τοῦτο προβῇ τὸ κακὸν τὸ νόσημα. «Οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν, ἀλλ᾽ εὐαγγελίζεσθαι.» Τί οὖν ἐβάπτιζες; φησίν. Οὐκ ἐναντιούμενος, φησὶν, τῷ πέμποντι, ἐβάπτιζον, ἀλλ᾽ ὡς ἐκ περιουσίας τοῦτο ποιῶν. Καὶ ὥσπερ ἐπὶ τῶν χηρῶν εἰπόντων τῶν ἀποστόλων, Οὐκ ἔστιν ἀρεστὸν καταλειπόντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις, διηκονήσατο, οὐκ ἐναντιούμενος ἐκείνοις, ἀλλ᾽ ἐκ περιουσίας τοῦτο ποιῶν· οὕτω καὶ ἐνταῦθα. «Οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.

Καθελὼν τὸ φύσημα τῶν διὰ τὸ βαπτίζειν μέγα φρονούντων, μεθίσταται λοιπὸν πρὸς τοὺς ἐπὶ σοφίᾳ τῇ ἔξωθεν κομπάζοντας, καὶ κατ᾽ αὐτῶν ὁπλίζεται σπουδαιότερον. Πρὸς μὲν γὰρ τοὺς ἐπὶ τὸ βαπτίζειν πεφυσιωμένους ἔλεγε· Εὐχαριστῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα· καὶ ὅτι Οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν· καὶ οὔτε σφοδρῶς, οὔτε κατασκευαστικῶς κέχρηται τῷ λόγῳ. Ἐνταῦθα δὲ ἐκ προοιμίων πληγὴν δίδωσι μεγάλην, ἵνα μὴ κενωθῇ, λέγων, ὁ σταυρὸς τοῦ Χριστοῦ. Τί τοίνυν μέγα φρονεῖς, ἐφ᾽ ᾧ καὶ ἐρυθριᾷν ἔδει; Εἰ γὰρ καὶ πολεμεῖ τῷ σταυρῷ, καὶ μάχεται τοῖς Εὐαγγελίοις ἡ σοφία αὕτη, οὐκ αὐχεῖν ἐπ᾽ αὐτῇ, ἀλλὰ καταλύεσθαι δεῖ. »Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν.» Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἐκείνους, τοῦ σταυροῦ παρὰ τῶν Ἑλλήνων χλευαζομένου, τῇ σοφίᾳ δῆθεν τῇ παρ᾽ ἑαυτῶν ἀντίστασθαι, καὶ πολεμεῖν θορυβουμένους, τοῖς ἀπὸ τῶν Ἑλλήνων λεγομένοις παραμυθούμενος ὁ Παῦλος, φησίν· Μὴ νομίσητε ξένον τι γίνεσθαι καὶ παράδοξον. Ταύτην ἔχει φύσιν τὸ πρᾶγμα, ὥστε ἀπὸ τῶν ἀπολλυμένων μὴ γνωρίζεσθαι αὐτοῦ τὴν δύναμιν. Ἐξεστήκασι γὰρ καὶ παραφρονοῦσι, καὶ διὰ τοῦτο λοιδοροῦνται, καὶ ἐπαχθῶς ἔχουσι τὰ σωτήρια φάρμακα. «Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;»

Ἐπειδὴ γὰρ προτέρα ἑαυτὴν κατέβαλεν, πρὸς οὐδὲν χρήσιμον λοιπόν ἐστιν. Ὅτε γὰρ ἔδει τὰ ἑαυτῆς αὐτὴν ἐνδείξασθαι, καὶ διὰ τῶν κτισμάτων ἰδεῖν τὸν Δεσπότην, οὐκ ἠθέλησεν. «Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου;» Ἀντὶ τοῦ, μωρὰν ἔδειξεν οὖσαν πρὸς τὴν τῆς πίστεως κατάληψιν. Ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ἐπ᾽ αὐτῇ, ἤλεγξεν αὐτὴν ταχέως· ποία γὰρ σοφία, ὅταν τὸ κεφάλαιον τῶν ἀγαθῶν μὴ εὑρίσκῃ; «Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ηὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.» Τῇ διὰ τῶν ἔργων φαινομένῃ, δι᾽ ὧν ἠθέλησε γνωσθῆναι.

Διὰ τοῦτο αὐτὰ καὶ τοσαῦτα κατεσκεύαζεν, ἵνα ἀναλόγως ἐκ τῶν ὁρωμένων ὁ ποιητὴς θαυμάζηται. Μέγας ὁ οὐρανὸς καὶ ἀπειροπληθὴς ἡ γῆ. Θαύμασον τοίνυν τὸν πεποιηκότα. Καὶ γὰρ ὁ μέγας οὗτος ἔργον ἐστὶ τῶν δακτύλων αὐτοῦ. Καὶ περὶ τῆς γῆς γέγραπται, ὅτι τὴν δὲ γῆν ἐποίησεν ὡς οὐδέν.

Ἐπειδὴ οὖν διὰ τῆς σοφίας ταύτης οὐκ ἠθέλησεν ὁ κόσμος γνωρίσαι τὸν Θεὸν, διὰ τῆς δοκούσης μωρίας εἶναι τοῦ κηρύγματος, ηὐδόκησεν σώζειν αὐτὸν, οὐ διὰ λογισμῶν, ἀλλὰ διὰ πίστεως· λοιπὸν ὅπου σοφίας οὐκ ἔστι χρεία ἀνθρωπίνης.

Ἐπειδὴ δὲ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν· αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.

Ὅταν εἴπωμεν, φησὶν, Ἰουδαίοις, Πιστεύσατε, λέγουσιν, Ἀναστήσασθε νεκρούς· ἰάσασθε δαίμονας· δείξατε σημεῖα· ἡμεῖς δὲ ἀντὶ τούτων τί λέγομεν; Ὅτι ἐσταυρώθη καὶ ἀπέθανεν ὁ κηρυττόμενος. Τοῦτο ἱκανὸν οὐ μόνον τοὺς μὴ βουλομένους μὴ ἐφελκύσασθαι, ἀλλὰ καὶ βουλομένους διακρούεσθαι.

Ἀλλ᾽ ὅμως οὐ διακρούεται, ἀλλὰ καὶ ἀφέλκεται. Πάλιν Ἕλληνες ἀπαιτοῦσιν ἡμᾶς ῥητορείαν λόγων καὶ δεινότητα σοφισμάτων· ἡμεῖς δὲ καὶ τούτοις σταυρὸν κηρύττομεν, καὶ ὅπερ ἐπὶ Ἰουδαίων ἀσθένεια εἶναι δοκεῖ, τοῦτο ἐπὶ Ἑλλήνων μωρία. Ὅταν οὖν μὴ μόνον αἰτοῦσι μὴ παρασχῶμεν, ἀλλὰ καὶ ἐναντία ὧν αἰτοῦσι λέγωμεν, εἶτα διὰ τῶν ἐναντίων πείσονται, πῶς οὐκ ἄφατος αὐτοῖς ἐστιν ἡ τοῦ κηρυττομένου δύναμις; «Ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν.» Περὶ τοῦ σταυροῦ λέγει τὸ μωρὸν καὶ τὸ ἀσθενὲς, οὐ τὸ ὃν, ἀλλὰ τὸ δοκοῦν. Πρὸς γὰρ τὴν ἐκείνων ὑπόληψιν ἀποκρίνεται. Ὃ γὰρ οὐκ ἴσχυσαν φιλόσοφοι διὰ τῶν συλλογισμῶν ποιῆσαι, τοῦτο ἡ δοκοῦσα μωρία κατώρθωσεν. «Καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν.» Πόθεν γὰρ ἀνθρώποις ἰδιώταις καὶ ἀγραμμάτοις, πράγμασιν ἐπιχειρῆσαι τηλικούτοις, καὶ ἐν βραχεῖ καιρῷ πρὸς τὴν οἰκουμένην ἅπασαν παρατάξασθαι, εἰ μὴ θεία τις ἦν ἐν αὐτοῖς ἰσχὺς, ἡ διακυβερνῶσα τὰ γινόμενα; «Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα.» Ἀντὶ τοῦ, κατὰ τὸ φαινόμενον, καὶ κατὰ τὸν παρόντα βίον, καὶ κατὰ τὴν ἔξωθεν παίδευσιν. Ἵνα δὲ μὴ ἑαυτῷ περιπίπτῃ· ἦσαν γὰρ καὶ σοφοὶ εἰς αὐτοὺς καὶ εὐγενεῖς· τὸ, οὐ πολλοὶ, προσέθηκεν. Εἰ γὰρ καὶ τούτους ἐδέχετο, ἀλλὰ πολλῷ πλείους ἐκεῖνοι ἦσαν. Τί δήποτε;

ὅτι ὁ κατὰ σάρκα σοφὸς, πολλῆς γέμει τῆς ἀπονοίας· καὶ οὗτός ἐστιν ὁ μωρὸς, ὅταν διεφθαρμένην διδασκαλίαν ἐκβάλλειν μὴ βούληται. «Οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς.» Καὶ γὰρ οὗτοι τύφῳ πεπληρωμένοι εἰσίν· οὐδὲν δὲ οὕτω πρὸς ἀκριβῆ θεογνωσίαν ἄχρηστον, ὡς ἀπονοίᾳ κεχρῆσθαι καὶ πλούτῳ. «Ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς.» Ὅπερ ἐστὶ μέγιστον τῆς νίκης, ὅταν διὰ τῶν ἰδιωτῶν νικᾷ. Οὐ γὰρ οὕτω καταισχύνονται Ἕλληνες, ὅταν διὰ τῶν σοφῶν ἡττηθῶσιν. «Καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τὰ ἰσχυρά· καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός.» Οὐ γὰρ ἰδιώτας μόνον, ἀλλὰ καὶ πένητας, καὶ εὐκαταφρονήτους, καὶ ἀσήμους ἐκάλεσεν, ἵνα τοὺς ἐν δυναστείαις αὐτὸς ταπεινώσῃ. «Καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ.

Καὶ τίνα τὰ μὴ ὄντα καλεῖ; τοὺς μηδὲν εἶναι λογιζομένους διὰ τὴν πολλὴν εὐτέλειαν. Οὕτω τὴν πολλὴν δύναμιν ἐπεδείξατο, διὰ τῶν μηδὲν εἶναι δοκούντων τοὺς μεγάλους κατενεγκών. »Ὅπως μὴ καυχήσεται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ.» Πάντα γὰρ ὁ Θεὸς διὰ τοῦτο ποιεῖ, ἵνα τὸν τύφον καὶ τὸ φρόνημα καταστείλῃ, ἵνα τὸ καυχᾶσθαι καθέλῃ.

Ἀπὸ γὰρ τούτου ἡ ἁμαρτία· σοφώτεροι τῶν τοῦ Θεοῦ νόμων εἶναι ἐφιλονείκησαν· οὐ θέλοντες αὐτοὺς μαθεῖν, ὡς αὐτὸς ἐνομοθέτησεν, διὰ τοῦτο οὐδὲ ὅλως ἔμαθον. «Ἐκ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.» Παῖδές ἐστε, φησὶν, τοῦ Θεοῦ, διὰ τοῦ Χριστοῦ τοῦτο γενόμενοι. Ἐπειδὴ γὰρ εἶπεν, Τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο καὶ τὰ ἀγενῆ, δείκνυσιν ὅτι πάντων εἰσὶν εὐγενέστεροι, τὸν Θεὸν ἔχοντες πατέρα· τῆς δὲ εὐγενείας ταύτης, φησὶν, οὐχ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ᾽ ὁ Χριστὸς αὐτός ἐστιν αἴτιος, σοφοὺς ἡμᾶς ποιήσας καὶ δικαίους καὶ ἁγίους. Τοῦτο γάρ ἐστι τὸ, «Ἐγενήθη ἡμῖν σοφία καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.» «Ἵνα, καθὼς γέγραπται, ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω.» ΚΕΦΑΛ. Βʹ. «Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοὶ, ἦλθον, οὐ καθ᾽ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν.» Διὰ τοῦτο καὶ σφοδρῶς κατέδραμεν τῆς τῶν Ἑλλήνων σοφίας, ἵνα τοῦτο πείσῃ τοὺς ἀνθρώπους· ὡσπεροῦν καί ἐστι δίκαιον ἐν Κυρίῳ καυχᾶσθαι.

Ὅταν γὰρ παρ᾽ ἑαυτῶν τὰ ὑπὲρ ἑαυτοὺς ζητῶμεν, οὐδὲν μωρότερον, οὐδὲ ἀσθενέστερον ἡμῶν γίνεται. Γλῶτταν γὰρ ἔχειν ἠκονημένην δυνατὸν, δόγματα δὲ ἰσχυρὰ ἀμήχανον. «Τὸ μαρτύριον τοῦ Θεοῦ.» Ἀντὶ τοῦ, τὸ κήρυγμα ὃ μαρτυροῦμεν, φησὶν, ὅτι ἐσταυρώθη, καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν. «Οὐ γὰρ ἔκρινα εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.» Τοῦτο λέγει, ὅτι ἄμοιρός ἐστι καθόλου τῆς ἔξωθεν σοφίας. Οὐ γὰρ ἦλθον λογισμοὺς πλέκων, φησὶν, οὐδὲ σοφίσματα, οὐδὲ ἄλλο τι λέγων ὑμῖν, ἢ ὅτι Χριστὸς ἐσταυρώθη. «Κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς.» Τοὺς κινδύνους φησὶ, καὶ τὰς ἐπιβουλὰς, καὶ τὸ καθ᾽ ἡμέραν ἐλαύνεσθαι. Τοῦτο δὲ οὐκ ἔγκλημα τοῦ Παύλου, ἀλλ᾽ ἀσθένεια τῆς φύσεως, ἐγκώμιον δὲ τῆς προαιρέσεως, ὅτι καὶ δεδοικὼς θάνατον καὶ πληγὰς, οὐδὲν ἀνάξιον διὰ τὸν φόβον τοῦτον ἐποίησεν. «Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου, οὐκ ἐν πειθοῖς σοφίαν λόγοις.» Τουτέστιν, οὐκ ἔχων τὴν ἔξωθεν σοφίαν. «Ἀλλ᾽ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως.» Ταῖς ἐνεργείαις λέγει, αἷς ἐποίει διὰ τοῦ Πνεύματος.

Τίς γὰρ ὁρῶν νεκροὺς ἀνισταμένους, καὶ δαίμονας ἐλαυνομένους, οὐκ ἂν κατεδέξατο; «Ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ᾽ ἐν δυνάμει Θεοῦ.» Σαφῶς διὰ πάντων ἀπέδειξεν πολὺ τῆς ἰδιωτείας τὸ κέρδος, καὶ μέγα τῆς σοφίας τὸ βλάβος. Αὕτη μὲν γὰρ ἐκένου τὸν σταυρόν· Ἵνα μὴ κενωθῇ γὰρ ὁ σταυρὸς τοῦ Χριστοῦ· ἐκείνη δὲ ἐκήρυττεν τοῦ σταυροῦ τὴν δύναμιν. «Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις.

Πρότερον καλέσας μωρίαν τὴν τοῦ Θεοῦ σοφίαν κατὰ τὴν ἐκείνων ψῆφον, τότε δείκνυσιν αὐτὴν σοφίαν οὖσαν. Ὅταν γὰρ ὁ νομιζόμενος μωρὸς καὶ μωρὰ κηρύγματα τοὺς σοφοὺς περιγίνηται, οὐ διὰ μωρίας σοφίας περιγίνεται, ἀλλὰ διὰ σοφίας τελειοτέρας, καὶ τοσαύτης καὶ οὕτω μείζονος, ὡς ἐκείνην μωρίαν φαίνεσθαι. Σοφίαν δὲ λέγει τὸ κήρυγμα καὶ τὸν τρόπον τῆς σωτηρίας, τὸ διὰ σταυροῦ σωθῆναι.

Τελείους δὲ τοὺς πεπιστευκότας. Καὶ γὰρ ἐκεῖνοι τέλειοι, οἱ τὰ ἀνθρώπινα εἰδότες, ὅτι σφόδρα ἀσθενῆ, καὶ ὑπεριδόντες αὐτῶν. »Σοφίαν δὲ, οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων.» Ποῦ γὰρ χρήσιμος ἡ ἔξωθεν σοφία, ἐνταῦθα καταστρέφουσα, καὶ περαιτέρω μὴ προϊοῦσα, καὶ οὐδὲ ἐνταῦθα μὴ δυναμένη τι τοὺς ἔχοντας ὠφελεῖν; Ἄρχοντας δὲ αἰῶνος ἐνταῦθα οὐ δαίμονάς τινας λέγει, ἀλλὰ τοὺς φιλοσόφους καὶ ῥήτορας καὶ λογογράφους.

Καὶ γὰρ αὐτοὶ ἐκράτουν, καὶ δημαγωγοὶ πολλάκις ἐγίνοντο. Τοῦ δὲ αἰῶνος ἐκάλεσεν ἄρχοντας, ἐπειδὴ περαιτέρω τοῦ παρόντος αἰῶνος οὐ πρόεισιν αὐτῶν ἡ ἀρχή· διὸ καὶ ἐπήγαγε, τῶν καταργουμένων. «Ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην.» Μυστήριον τὴν οἰκονομίαν καλεῖ· ἐπειδὴ οὔτε ἄγγελος, οὔτε ἀρχάγγελος, οὔτε ἄλλη τις αὐτὸ κτιστὴ δύναμις ᾔδει πρὶν γενέσθαι. Διὸ ἀλλαχοῦ φησιν· Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ ποικίλος σοφία τοῦ Θεοῦ. «Ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων.» Τοῦτό φησιν, τὴν περὶ ἡμᾶς κηδεμονίαν δεικνύμενος τοῦ Θεοῦ. Καὶ γὰρ ἐκεῖνοι μάλιστα καὶ τιμᾷν καὶ φιλεῖν ἡμᾶς νομίζονται, ὡς ὑπὲρ ἂν ἄνωθεν ὦσιν ἡμᾶς παρασκευασάμενοι εὖ ποιεῖν. «Εἰς δόξαν ἡμῶν.» Τουτέστιν, εἰς δόξαν τὴν ἡμετέραν ἀποκεκρυμμένην· ὅταν οὐδεὶς πρὸ ἡμῶν ἔμαθε τῶν ἄνω δυνάμεων τὸ μυστήριον. «Ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Πιλάτον καὶ Ἡρώδην φησί· περὶ μὲν γὰρ τοῦ Πιλάτου ἡ Γραφὴ λέγει, ὅτι οὐκ ᾔδει. Εἰκὸς δὲ μηδὲ τὸν Ἡρώδην εἰδέναι· εἰ δὲ καὶ περὶ τῶν Ἰουδαίων τις εἰρῆσθαι εἴποι, οὐκ ἂν ἁμάρτοι. Οὐδὲ γὰρ ἐκεῖνοι ἔγνωσαν. Τὸν Χριστὸν ἔγνωσαν γὰρ, ἀλλὰ οὐ τὴν ἐν αὐτῷ τῷ πράγματι οἰκονομίαν· οἷόν τι ἐβούλετο ὁ θάνατος καὶ ὁ σταυρὸς, οὐκ ᾔδεσαν.

Διὰ τοῦτο οὐκ ἔλεγεν, ὅτι Οὐκ οἴδασιν ἐμέ· ἀλλ᾽ Οὐκ οἴδασι τί ποιοῦσι· τουτέστι τὴν οἰκονομίαν τὴν τελουμένην, καὶ τὸ μυστήριον ἀγνοοῦσιν. Οὐ γὰρ οἴδασιν ὅτι οὕτως ἔχει λάμψαι ὁ σταυρὸς, καὶ τῆς οἰκουμένης ἔσεσθαι σωτηρία, καὶ τῷ Θεῷ πρὸς τοὺς ἀνθρώπους καταλλαγή. Εὐκαίρως δὲ Κύριον δόξης ἐκάλεσεν, ἐπειδὴ ὁ σταυρὸς ἀδοξίας εἶναι δοκεῖ. «Ἀλλὰ καθὼς γέγραπται· ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Εἰπὼν περὶ τοῦ σταυροῦ καὶ τοῦ σταυρωθέντος, δείκνυσιν ἐκ μαρτυρίας οἷα ἀποκείσεται τοῖς αὐτὸν ἐγνωκόσι, καὶ ὁμολογήσασι Κύριον. Αὐτὸν δὲ τὸν Κύριον τῆς δόξης φημὶ, τὸν ἐσταυρωμένον. «Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψεν διὰ τοῦ Πνεύματος αὐτοῦ.» Οὐ διὰ τῆς ἔξωθεν σοφίας· ἅμα δὲ καὶ τὸ μέγεθος δείκνυσι τῆς εἰς ἡμᾶς τιμῆς, τὸ διὰ τοῦ Πνεύματος αὐτοῦ μαθεῖν. Εἰ μὴ γὰρ τὸ Πνεῦμα τὸ ἐπιστάμενον τὰ ἀπόῤῥητα τοῦ Θεοῦ ἀπεκάλυψεν, οὐκ ἂν ἐμάθομεν. «Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ.» Οὐκ ἀγνοίας, ἀλλ᾽ ἀκριβοῦς γνώσεως ἐνταῦθα τὸ ἐρευνᾷν ἐνδεικτικόν· ταύτῃ γὰρ τῇ λέξει καὶ ἐπὶ τοῦ Πατρὸς κέχρηται λέγων· Ὁ δὲ ἐρευνῶν τὰς καρδίας. «Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.

Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. Τάχα περὶ τῆς τοῦ Πνεύματος γνώσεως λέγει, δεικνὺς ὅτι οὕτως ἐξισοῖ πρὸς τὴν τοῦ Θεοῦ γνῶσιν, ὡς ἡ ἀνθρώπου γνῶσις αὐτὴ πρὸς ἑαυτήν. »Ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν διδακτικοῖς Πνεύματος.» Δείκνυσιν ὅτι πάντα ἐκεῖθεν ἐμάνθανεν. «Πνευματικοῖς πνευματικὰ συγκρίνοντες.» Ὅταν τι πνευματικὸν καὶ ἀπόῤῥητον ᾖ, ἀπὸ τῶν πνευματικῶν τὰς μαρτυρίας ἄγομεν· οἷον, ὅταν λέγω, ὅτι ἀνέστη Χριστὸς, ὅτι ἀπὸ Παρθένου ἐγεννήθη, παράγω μαρτυρίας καὶ τύπους καὶ ἀποδείξεις· τοῦ Ἰωνᾶ τὴν ἐν τῷ κήτει διατριβὴν, καὶ τὴν μετὰ ταῦτα ἀπαλλαγὴν, τῶν στειρῶν τοὺς τόκους, τῆς Σάῤῥας καὶ Ῥεβέκκας, καὶ τῶν λοιπῶν· ὅταν πάλιν ἐκ Παρθένου λέγω γεγεννῆσθαι Χριστὸν, τὴν ἐν τῷ παραδείσῳ τῶν δένδρων βλάστην γεγενημένην, οὐ σπερμάτων καταβληθέντων, οὐχ ὑετῶν κατενεχθέντων, οὐκ αὔλακος ἀνατμηθείσης. Τὰ γὰρ μέλλοντα διεπλάττετο καὶ διεγράφετο, ὡς ἐν σκιᾷ τοῖς προτέροις, ἵνα πιστευθῇ ταῦτα παραγινόμενα.

Καὶ δείκνυμι πάλιν πῶς ἀπὸ γῆς ἄνθρωποι, πῶς ἀπὸ ἀνθρώπου μόνου γυνὴ, καὶ οὐδαμοῦ συνουσίᾳ· πῶς αὐτὴ ἡ γῆ ἀπ᾽ οὐδενὸς, τῆς δυνάμεως τῷ Δημιουργῷ πρὸς πάντα ἀρκούσης· οὕτω πνευματικοῖς πνευματικὰ συγκρίνω, καὶ οὐδαμοῦ χρείαν ἔχω τῆς ἔξωθεν σοφίας, οὐδὲ λογισμῶν, οὐδὲ παρασκευῶν. «Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ.» Ψυχικός ἐστιν, ὁ τὸ πᾶν τοῖς λογισμοῖς τῆς ψυχῆς διδοὺς, καὶ μὴ νομίζων ἄνωθέν τινος δεῖσθαι βοηθείας, ὅπερ ἐστὶν ἀνοίας. Καὶ γὰρ ἔδωκεν ἡμῖν τὸν λογισμὸν ὁ Θεὸς, ἵνα μανθάνῃ καὶ δεῆται τὰ παρ᾽ αὐτοῦ, οὐχ ἵνα ἐξαρκεῖν ἑαυτῷ νομίζῃ. «Μωρία γὰρ αὐτῷ ἐστιν.» Τοῦτο δὲ οὐ τῆς φύσεως τοῦ πράγματος, ἀλλὰ τῆς ἀσθενείας τοῦ μὴ δυνηθέντος τοῦ μεγέθους αὐτῶν ἐφικέσθαι διὰ τῶν τῆς ψυχῆς ὄψεων. «Καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται.» Τὴν αἰτίαν παρατίθεται· λέγει δὲ, ὅτι πίστεως δεῖται τὰ λεγόμενα, καὶ λόγοις νῦν καταλαμβάνειν οὐκ ἔνι. Ὑπερβαίνει γὰρ αὐτῶν τὸ μέγεθος τῆς ἡμετέρας διανοίας τὴν εὐτέλειαν. «Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα· αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ἀνακρίνεται.» Ὥσπερ γὰρ ὁ βλέπων, πάντα μὲν αὐτὸς ὁρᾷ τὰ τοῦ μὴ βλέποντος· τὰ δὲ ἐκείνου τοῦ βλέποντος, δηλονότι τῶν μὴ βλεπόντων οὐδεὶς ὁρᾷ. Οὕτω καὶ ἡμεῖς τὰ μὲν ἡμέτερα καὶ τὰ τῶν ἀπίστων πάντα ἴσμεν· τὰ δὲ ἡμῶν, ἐκεῖνοι λοιπὸν οὐκέτι. Τὸ δὲ ἀνακρίνει, ἀντὶ τοῦ, ἐλέγχει, φησίν.

Καὶ γὰρ ἴσμεν τίς μὲν ἡ τῶν παρόντων πραγμάτων φύσις, τίς δὲ ἡ τῶν μελλόντων ἀξία, καὶ ὅτι τὰ μέλλοντά ἐστιν ἀθάνατα καὶ ἀκίνητα, τὰ δὲ παρόντα φθαρτὰ καὶ πρόσκαιρα. «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν;» Εἰπὼν ὅτι ὁ ψυχικὸς ἄνθρωπος οὐδὲν ἐπίσταται, ἐπάγει τούτου κατασκευὴν λέγων· καὶ εἰκότως οἶδεν οὐδέν. Οὐ γὰρ ἔγνω τὸν νοῦν τοῦ Κυρίου, τουτέστι τὴν ἀποκάλυψιν τοῦ Πνεύματος, ἥ τις τοῖς πιστοῖς τῶν ὄντων καὶ τῶν μελλόντων παρέχει τὴν γνῶσιν· τὸ δὲ, τίς συμβιβάσει αὐτὸν, οὐχ ἁπλῶς προσέθηκεν, ἀλλὰ πρὸς ὃν ἤδη εἶπεν, ὅτι τὸν πνευματικὸν οὐδεὶς ἀνακρίνει. Εἰ γὰρ εἰδέναι οὐδεὶς δύναται τῶν ψυχικῶν τὸν τοῦ Χριστοῦ νοῦν, πολλῷ μᾶλλον διδάσκειν καὶ διορθοῦσθαι οὐ δυνήσεται.

Τοῦτο γάρ ἐστι τὸ συμβιβάσαι. «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.» Τουτέστι τὴν γνῶσιν ἣν ἔχομεν τῶν κατὰ τὴν πίστιν πραγμάτων πνευματικὴν ἔχομεν, ὥστε εἰκότως ὑπ᾽ οὐδενὸς ἀνακρινόμεθα. Οὐδὲ γὰρ οἷόν τε τὰ θεῖα εἰδέναι ἄνθρωπον ψυχικόν.

ΚΕΦΑΛ. Γʹ. «Κἀγὼ δὲ, ἀδελφοὶ, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ᾽ ὡς σαρκικοῖς. Ὡς νηπίοις ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε.» Καθελὼν τὴν σοφίαν τὴν ἔξωθεν, καὶ τὸν τῦφον αὐτῆς καταβαλὼν ἅπαντα, ἐφ᾽ ἑτέραν ὑπόθεσιν ἔρχεται.

Καὶ γὰρ εἰκὸς ἦν ἐκείνους λέγειν, ὅτι εἰ μὲν τὰ Πλάτωνος, ἢ Πυθαγόρου, ἢ τινὸς τῶν φιλοσόφων ἀπηγγέλλομεν, εἰκότως, οὕτως μακρότερον καθ᾽ ἡμῶν ἀπέτεινες λόγον. Εἰ δὲ τὰ τοῦ Πνεύματος καταγγέλλομεν, τίνος ἕνεκεν τὴν ἔξω σοφίαν ἄνω καὶ κάτω προφέρεις ἡμῖν; Πῶς οὖν πρὸς τοῦτο ἵσταται; ἄκουσον. Κἀγὼ οὐκ ἠδυνήθην λαλῆσαι ὡς πνευματικοῖς.

Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. Μάλιστα μὲν εἰ καὶ τέλειοι ἦτε ἐν τοῖς πνευματικοῖς, οὐδὲ οὕτως ἐχρῆν ἐπαίρεσθαι, οὐδὲ τὰ ὑμέτερα καταγγέλλειν ἅπερ οὗτοι οἴκοθεν εὑρήκατε. Νυνὶ δὲ οὐδὲ ταῦτα ἴστε ὡς εἰδέναι χρὴ, ἀλλὰ μαθηταί ἐστε καὶ πάντων ἔσχατοι, ὥστε εἰ μὲν ἐπὶ τῆς ἔξωθεν σοφίας φρονεῖτε μέγα, ἐλήλεγκται ὡς οὐδὲν οὖσα, ἀλλὰ καὶ ἐναντία ὑμῖν. Εἰ δὲ ἐπὶ τοῖς πνευματικοῖς, καὶ ἐν τούτοις τὸ ἧττον ἔχετε, καὶ ἐν τοῖς ἐσχάτοις ἑστήκατε. «Ἀλλ᾽ οὐδὲ ἔτι νῦν δύνασθε. Ἔτι γὰρ σαρκικοί ἐστε.» Τὸ μὴ δύνασθαι, αὐτοῖς ἀπὸ τοῦ μὴ θέλειν ἦν.

Ὅπερ αὐτοῖς μὲν ἔφερεν κατηγορίαν, τῷ διδασκάλῳ συγγνώμην. «Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;» Τὸ εἶδος λέγει, τὸ ποιοῦν αὐτοὺς σαρκικούς. «Ὅταν γὰρ λέγῃ τις, Ἐγὼ μέν εἰμι Παύλου. ἕτερος δὲ, Ἐγὼ Ἀπολλῶ, οὐκ ἄνθρωποί ἐστε;» Δείκνυσιν ὅτι τοῦτο οὐ μόνον αὐτοὺς οὐδὲν ὤνησεν, οὐδὲ προσλαβεῖν τι πεποίηκεν, ἀλλὰ καὶ πρὸς τὴν τῶν μειζόνων ὠφέλειαν ἐνεπόδισεν. Ὁ γὰρ ζῆλος σαρκικοὺς ἐποίησεν· τὸ δὲ γενέσθαι σαρκικοὺς, οὐκ ἀφῆκεν ἀκοῦσαι τῶν ὑψηλοτέρων. «Τί οὖν ἐστιν Ἀπολλώς; τί δέ ἐστιν Παῦλος;» Μετὰ τὴν διὰ τῶν πραγμάτων κατασκευὴν, γυμνότερον λοιπὸν κέχρηται τῇ κατηγορίᾳ, καὶ τὸ ἑαυτοῦ ὄνομα τίθησιν, περιαιρῶν πᾶσαν τραχύτητα, καὶ οὐκ ἐῶν ὀργισθῆναι πρὸς τὰ λεγόμενα. Εἰ γὰρ Παῦλος οὐδέν ἐστι, καὶ οὐκ ἠγανάκτει, πολλῷ μᾶλλον ἐκείνους δυσχεραίνειν οὐκ ἐχρῆν. «Διάκονοι δι᾽ ὧν ἐπιστεύσατε.» Εἰ τοίνυν ἑτέρῳ διακονεῖτε, φησὶ, πῶς αὐτοὶ τὴν ἀξίαν ἁρπάζετε, καὶ τὴν προσηγορίαν τοῖς μαθηταῖς ἀφ᾽ ἑαυτῶν δίδοτε; «Καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν.» Οὐδὲ τοῦτο, φησὶν, τὸ μικρὸν παρ᾽ ἑαυτῶν ἔχομεν, ἀλλὰ παρὰ τοῦ Θεοῦ τοῦ ἐγχειρίζοντος. «Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ᾽ ὁ Θεὸς ηὔξανεν.» Τουτέστι, πρῶτος κατέβαλον τὸν λόγον, ὥστε μὴ ξηρανθῆναι τοῖς πειρασμοῖς τὰ σπέρματα. Ἀπολλὼς τὰ παρ᾽ ἑαυτοῦ προσέθηκεν. Τὸ δὲ πᾶν τοῦ Θεοῦ γέγονεν. «

Ὥστε οὔτε ὁ φυτεύων ἐστί τι, οὔτε ὁ ποτίζων, ἀλλ᾽ ὁ αὐξάνων Θεός.» Ὅρα πῶς αὐτοὺς παραμυθεῖται· πρῶτον μὲν τὴν ἐπὶ τοῦ οἰκείου προσώπου προσάγει τὴν ἐξουδένωσιν· Τίς γάρ ἐστι Παῦλος; φησίν· Δεύτερον δὲ τῷ τὸ πᾶν ἀναθῆναι τῷ τὰ πάντα δεδωκότι Θεῷ. «Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν.» Ἕτερα ἐπαγωγὴ πάλιν πρὸς θεραπείαν αὐτῶν· διὰ δὲ τούτου καὶ ἕτερον κατασκευάζει, τὸ μὴ ἐπαίρεσθαι κατ᾽ ἀλλήλων· ἓν δὲ εἰδέναι αὐτοὺς, τὸ μηδὲν δύνασθαι ἄνευ τοῦ αὔξοντος Θεοῦ. Τοῦτο δὲ εἰπὼν, οὔτε τοὺς πολλὰ κάμνοντας ἀφῆκεν κατεξανίστασθαι τῶν τὰ ἐλάττονα ἐργασαμένων, οὔτε ἑτέρους τὰ ἐλάττονα, τοῖς τὰ μείζονα φθονεῖν. «Ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.» Ἐπειδὴ τοῦτο ῥᾳθυμοτέρους ἐποίει, τὸ πάντα μηδὲν εἶναι νομίζεσθαι, τοὺς πολλὰ καμόντας καὶ τοὺς ἐλάττω, ὅρα πῶς αὐτὸ διωρθώσατο εἰπών· ὡς ἕκαστος ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, ὡς εἰ ἔλεγε· Μὴ φοβοῦ ὅτι εἶπον, Ἕν εἰσιν, ἐπεὶ πόνων ἕνεκεν οὐκ εἰσὶν ἕν. Τὸ γὰρ Θεοῦ ἔργον ἐργαζόμενοί εἰσιν, ἀλλ᾽ ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. «Θεοῦ γάρ ἐσμεν συνεργοί.» Πλέον αὐτοὺς ἔτι ἐπεκούφισεν, καὶ εἰς πόθον τοῦ ἐργάσασθαι ἀνήγαγεν. «Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.» Οὐκ οὖν ἀπὸ τῶν γεωργούντων ὑμᾶς, ἀλλὰ ἀπὸ τοῦ Θεοῦ καλεῖσθαι δίκαιον.

Οὐ γὰρ ἀγρὸς τοῦ γεωργοῦ καλεῖται, ἀλλὰ τοῦ οἰκοδεσπότου· ὥσπερ ἀμέλει καὶ ἡ οἰκοδομὴ, οὐ τοῦ τεχνίτου, ἀλλὰ τοῦ δεσπότου ἐστίν. Εἰ δὲ οἰκοδομή ἐστε, οὐ χρὴ διασπᾶσθαι, ἐπεὶ οὐκ ἂν εἴητε οἰκοδομή· καὶ εἰ γεώργιόν ἐστε, διαιρεῖσθαι οὐ χρὴ, ἀλλ᾽ ἑνὶ φραγμῷ τὸ τῆς ὁμονοίας τειχίζεσθαι. «Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα.» Σοφὸν ἑαυτὸν ἐνταῦθα καλεῖ οὐκ ἐπαίρων, ἀλλὰ τύπον ἑαυτὸν διδοὺς, καὶ δεικνὺς ὅτι τοῦτό ἐστι σοφοῦ, τὸ ἕνα θεῖναι θεμέλιον. Ὅρα γοῦν πῶς μετριάζει.

Εἰπὼν γὰρ αὐτὸν σοφὸν, οὐκ ἀφῆκεν ἑαυτοῦ τοῦτο εἶναι, ἀλλ᾽ ὅλον ἑαυτὸν πρότερον ἀναθεὶς τῷ Θεῷ, τότε οὕτως ἐκάλεσεν σοφόν· Κατὰ γὰρ τὴν χάριν Θεοῦ, φησὶν, τὴν δοθεῖσάν μοι. «Ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ.» Ἐνταῦθα λοιπὸν εἰς τὸν περὶ τῆς πολιτείας αὐτοὺς ἐμβάλλει ἀγῶνα, ἐπειδὴ συνῆψεν ἅπαξ καὶ ἓν ἐποίησεν. «Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται παρὰ τὸν κείμενον θῆναι, ὅς ἐστι Χριστὸς Ἰησοῦς.» Ὃ λέγει τοιοῦτόν ἐστι· Κατήγγειλα τὸν Χριστόν· παραδέδωκα ὑμῖν τὸν θεμέλιον· σκοπεῖτε πῶς οἰκοδομεῖτε· μὴ κενοδόξως, μὴ πρὸς ἀνθρώπους ἀποσπῶντες τοὺς μαθητάς. Μὴ τοίνυν προσέχωμεν ταῖς αἱρέσεσι.

Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον. Ἐπὶ τούτου δὲ μᾶλλον ἐποικοδομῶμεν, καὶ ὡς θεμελίου ἐχώμεθα. «Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην.» Τὸν μὲν θεμέλιον φανερῶς οὕτως ἐδήλωσεν εἰπὼν, ὅτι ὁ Χριστός ἐστιν. Ἡ δὲ οἰκοδομὴ δῆλον ὅτι περὶ πράξεων εἴρηται ἀγαθῶν. Τὸ δὲ διάφορον τῆς ὕλης τῶν ἐποικοδομουμένων τὴν πολυειδῆ προαίρεσιν τῶν ἐργαζομένων σημαίνει, ἐπειδὴ οἱ μὲν σπουδαιότεροι, οἱ δὲ ῥᾳθυμότεροί εἰσιν· καὶ οἱ μὲν ἀκριβέστεροι, οἱ δὲ καταδεέστεροι· καὶ οἱ μὲν τὰ ἐλάττω, οἱ δὲ τὰ μείζονα κατορθοῦσι· καὶ οἱ μὲν χαλεπώτερα, οἱ δὲ ἐλάττονα πλημμελοῦσιν. «Ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται. Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστιν, τὸ πῦρ δοκιμάσει.» Ἀπὸ τῶν μελλόντων αὐτοὺς φοβεῖ, τὴν δὲ ἡμέραν αὐτοῖς ἐκείνην μηνύων τὴν φοβερὰν, τὴν τοῦ θείου δικαιωτηρίου, καθ᾽ ἣν καθεζομένου τοῦ κριτοῦ, ποταμὸς ἔμπροσθεν αὐτοῦ εἵλκει πυρός. «Εἴ τινος τὸ ἔργον μένῃ, ὃ ἐπῳκοδόμησεν, μισθὸν λήψεται. Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται.» Ὃ λέγει τοιοῦτόν ἐστι· εἴ τις κακὸν βίον ἔχει μετὰ πίστεως ὀρθῆς, προσέσεται αὐτοῦ ἡ πίστις εἰς τὸ μὴ κολάζεσθαι, τοῦ ἔργου κατακαιομένου.

Τὸ δὲ κατακαήσεται, τουτέστιν, οὐκ οἴσει τοῦ πυρὸς τὴν ῥύμην, ἀλλ᾽ ὥσπερ εἴ τις χρυσᾶ ὅπλα ἔχων διέλθῃ ποταμὸν πυρὸς, φαιδρότερον διαβαίνει. Εἰ δὲ χόρτον ἔχων διέλθῃ, οὐ μόνον οὐδὲν ὠφελεῖ, ἀλλὰ καὶ ἀπόλλυσιν, οὕτω καὶ ἐπὶ τῶν ἔργων ἐστίν. «Αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.» Ὃ λέγει τοιοῦτόν ἐστιν· Οὐχὶ καὶ αὐτὸς οὕτως ἀπολεῖται, ὡς τὰ ἔργα εἰς τὸ μηδὲν χωρῶν, ἀλλὰ μένει ἐν πυρί. Σωτηρίαν οὖν τὸ πρᾶγμα καλεῖ· Διὰ γὰρ τοῦτο προσέθηκεν, ὡς διὰ πυρός. Καὶ γὰρ καὶ ἡμῖν ἔθος λέγειν, Ἐν τῷ πυρὶ σώζεται, τῶν μὴ κατακαιομένων καὶ κατατεφρουμένων εὐθέως ὑλῶν. Ὅμοιον οὖν ὡσεὶ λέγοι· Μὴ, ἐπειδὴ πῦρ [φησὶν] ἤκουσας, νομίσῃς εἰς ἀνυπαρξίαν χωρεῖν τοὺς καιομένους. Μὴ θαυμάσῃς δὲ εἰ καὶ αὐτὴν τὴν τιμωρίαν καλεῖ. Ἔθος γὰρ αὐτῷ καὶ ἐπὶ τῶν κακεμφάτων καλοῖς ὀνόμασι χρήσασθαι, οἷον, Ἐβασίλευσεν ἡ ἁμαρτία· καίτοι τὸ τῆς βασιλείας ὄνομα εὔφημόν ἐστιν· οὕτω καὶ ἐνταῦθα εἰπὼν, σωθήσεται, οὐδὲν ἕτερον ἢ τὴν ἐπίτασιν τῆς τιμωρίας ᾐνίξατο· ὡσανεὶ ἔλεγεν, αὐτὸς δὲ μενεῖ διηνεκῶς κολαζόμενος. «Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός.» Φοβήσας ἀπὸ τῆς μελλούσης ἡμέρας, καὶ ἀπὸ τῆς παρούσης φοβεῖ.

Καθάπτεται γὰρ λοιπὸν καὶ αὐτοῦ τοῦ πεπορνευκότος· σαφῶς μὲν οὐδέπω, ἀορίστως δὲ αἰνιττόμενος τὸν διεφθαρμένον αὐτοῦ βίον, καὶ ἐπαίρων τὸ ἁμάρτημα, ἀπὸ τῆς ἤδη δοθείσης αὐτῷ δωρεᾶς.

Τὸ δὲ, φθερεῖ τοῦτον ὁ Θεὸς, οὐ καταρωμένου ἐστὶν, ἀλλὰ προφητεύοντος. «Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Ὁ δὲ πόρνος βέβηλος. Ἵνα δὲ μὴ δόξῃ πρὸς ἐκεῖνον ἀποτείνεσθαι, ἐπήγαγεν, οἵτινές ἐστε ὑμεῖς.» «Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ» Παρεμβαλὼν ὀλίγα πρὸς τὸν πεπορνευκότα, λόγου ἐπείγεται πάλιν ἐπὶ τὴν μάχην τῆς σοφίας τῆς ἔξωθεν. «Μωρὸς γενέσθω, ἵνα γένηται σοφός.» Ὥσπερ νεκρὸν τῷ κόσμῳ κελεύει γενέσθαι. Εἰ γὰρ νεκρότης αὕτη οὐδὲν παραβλάπτει, ἀλλὰ καὶ ὠφελεῖ, ζωῆς αἰτία γινομένη, οὕτω καὶ μωρὸν κελεύει τῷ αἰῶνι τούτῳ γενέσθαι, σοφίαν ἡμῖν ἐντεῦθεν τὴν ἀληθῆ προξενῶν· μωρὸς δὲ τῷ κόσμῳ γίνεται, ὁ τὴν ἔξω σοφίαν ἀτιμάζων, καὶ πεπεισμένος μηδὲν ἑαυτῷ συντελεῖν πρὸς τὴν τῆς ἀληθείας κατάληψιν, καὶ ὥσπερ ἡ πενία ἡ κατὰ Θεὸν, πλούτου αἰτία, καὶ ἡ ταπείνωσις, ὕψους, οὕτω καὶ τὸ μωρὸν γενέσθαι, σοφώτερον πάντων ποιεῖ. «Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστιν.» Οὐ γὰρ μόνον οὐδὲν συντελεῖ, ἀλλὰ καὶ ἐμποδίζει.

Δεῖ τοίνυν αὐτῆς ἀποστῆναι, ἅτε βλαπτούσης. «Γέγραπται γάρ· Ὁ δραττόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν.» Οὐ ταῖς οἰκείαις μόνον ἀρκεῖται κατασκευαῖς, ἀλλὰ καὶ μαρτυρίαν ἐπάγει· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπειδὴ τῇ σοφίᾳ, φησὶν, ἀπεχρήσαντο εἰς τὸ μὴ δεηθῆναι Θεοῦ, δι᾽ αὐτῆς ταύτης ἤλεγξεν αὐτοὺς, ὅτι μάλιστα δέονται Θεοῦ. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι μωροὶ γενόμενοι δι᾽ αὐτῆς, εἰκότως δι᾽ αὐτῆς ἑάλωσαν.

Οἱ γὰρ νομίζοντες μὴ δεῖσθαι Θεοῦ, εἰς τοσαύτην κατέστησαν χρείαν, ὡς ἁλιέων καὶ ἀγραμμάτων ἐλάττους φανῆναι λοιπόν. «Καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι.» «Ὅταν οὖν, φησὶν, ὁ μόνος σοφὸς Θεὸς τοιαῦτα περὶ αὐτῶν ψηφίζεται καὶ ἀποφαίνεται, ποίαν ἑτέραν ζητεῖς ἀπόδειξιν τῆς ἐσχάτης αὐτῶν ἀνοίας; »Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις.» Τιμωρία, φησὶν, ἡ ἔξωθεν ἀποδέδεικται σοφία· τί ὡς ἐπὶ σοφοῖς τοῖς διδασκάλοις φρονεῖτε μέγα; «Πάντα γὰρ ὑμῶν ἐστιν· εἴτε Παῦλος, εἴτε Ἀπολλῶς, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωὴ, εἴτε θάνατος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα.» Ἐπαίρει τὴν τάξιν τῶν μαθητῶν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπειδὴ τέκνα γεγόνατε τοῦ Χριστοῦ, κατὰ τὸ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεὸς, παρ᾽ αὐτοῦ λεγόμενον τοῦ Χριστοῦ, τούτου πάντα ὑμῖν δέδοται, φησί. Κἂν γὰρ διδασκάλους εἴπῃς, κἂν τὸν δεῖνα καὶ τὸν δεῖνα, κἂν τοὺς πρώτους τῶν ἀποστόλων, κἂν τὸν κόσμον αὐτὸν, Πάντα δι᾽ ὑμᾶς. Πῶς οὖν, πῶς ἀνθρώποις, φησὶν, προσνέμετε ἑαυτούς; τὸ δὲ, εἴτε κόσμος, ἐπειδὴ δι᾽ ἀνθρώπους ὁ κόσμος ἐκτίσθη φησί· τὸ δὲ, εἴτε ζωὴ, ὅμοιον. Τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον δι᾽ ὑμᾶς. Τὸ δὲ, εἴτε θάνατος, φησὶν, ὅτι Κἂν εἰς θάνατον παραδιδώμεθα κηρύττοντες ὑμῖν στέργομεν ὑμῶν τὴν σωτηρίαν.

Τὸ δὲ, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα, δηλοῖ τὰ διδόμενα καὶ δοθησόμενα αὐτοῖς ἀγαθά. Δέδοται γὰρ, ἐν μὲν τῷ ἐνεστῶτι βίῳ αὕτη ἡ τῶν ἁμαρτημάτων ἄφεσις, ὁ ἀῤῥαβὼν τοῦ Πνεύματος, τὰ διὰ τοῦ Πνεύματος χαρίσματα. Ὅτι δὲ καὶ τῶν μελλόντων τεύξονται, ἀναμφίβολον, διὰ τὸν εἰρηκότα, Δεῦτε οἱ εὐλογημένοι, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. «Πάντα γὰρ ὑμῶν ἐστιν, ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.» Καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα, καὶ ἡ ἡμέρα, ζωὴ καὶ ὁ θάνατος καὶ ὁ κόσμος, ὑμῶν ἔσται, φησὶν ἐπειδὴ ἐπιστεύσατε εἰς Χριστὸν, ὅς ἐστιν Υἱὸς τοῦ Θεοῦ ΚΕΦΑΛ. Δʹ. «Οὕτως ὑμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ.» Μὴ τοίνυν τὸν Δεσπότην ἀφέντες, φησὶν, ἀπὸ τῶν ὑπηρετῶν καλεῖσθε. «Ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ᾽ ὑμῶν κριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ᾽ οὐδ᾽ ἐμαυτὸν ἀνακρίνω· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλὰ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστιν. Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Καὶ τότε γενήσεται ὁ ἔπαινος ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.» Τουτέστιν, ἵνα μὴ τὰ Δεσποτικὰ ἰδιοποιήσηται. «

Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν, καὶ Ἀπολλῶ δι᾽ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε, τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιῶσθε κατὰ τοῦ ἑτέρου.» Ἕως μὲν αὐτῷ τῶν φορτικῶν χρεία ῥημάτων ἦν, ὡς αὐτὸς ὢν ὁ ταῦτα ἀκούων, οὕτω διελέγετο. Ἐπειδὴ ἀνιέναι λοιπὸν δεῖ, τότε δείκνυσι τὰ κρυπτόμενα πρόσωπα ἐν τῇ τὸ ὑπ᾽ (sic) αὐτοῦ καὶ Ἀπολλῶ προσηγορίᾳ.

Τοῦτο δὲ πεποίηκεν, δεικνὺς ὅτι εἰ ἐπ᾽ ἐκείνων τὸν λόγον ἐσχημάτισεν, οὐκ ἂν ἔμαθον ὅσα μαθεῖν ἔδει, οὐδὲ ἂν ἐδέξαντο τὴν προαίρεσιν, δυσχεραίνοντες πρὸς τὰ λεγόμενα. Νυνὶ δὲ αἰδούμενοι τοῖς περὶ Παῦλον, ἤνεγκαν ῥᾳδίως τὴν ἐπιτίμησιν· τί δέ ἐστι τὸ, Μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν; Γέγραπται· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ κατανοεῖς; «Τί γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες;» Λοιπὸν ἀφεὶς τοὺς ἀρχομένους, πρὸς τοὺς ἄρχοντας τρέπεται. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· πόθεν δῆλον ὅτι ἄξιος εἶ τοῦ ἐπαινεῖσθαι; κρίσις γὰρ γέγονεν, ἡ ἐξέτασις προεχώρησεν· δοκιμασία δὲ ὅλως, ἡ βάσανος ἀκριβής. Ἀλλ᾽ οὐκ ἂν ἔχοις εἰπεῖν· εἰ δὲ ἄνθρωποι ψηφίζονταί σοι, οὐκ ὀρθὴ τούτων ἡ κρίσις, οὐδὲ οὕτως ἐχρῆν μέγα φρονεῖν· οὐδὲν γὰρ οἴκοθεν ἔχεις, ἀλλὰ παρὰ τοῦ Θεοῦ πάντα λαβών. «Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» Ἀλλ᾽ ἔλαβες, φησιν, καὶ διὰ τοῦτο μέγα φρονεῖς; ἀλλὰ δι᾽ αὐτὸ μὲν τοῦτο ἔδει συνεστάλθαι. Οὐ γὰρ σόν ἐστι τὸ δοθὲν, ἀλλὰ τοῦ δεδωκότος. Εἰ γὰρ ἔλαβες, παρ᾽ ἐκείνου ἔλαβες· εἰ δὲ παρ᾽ ἐκείνου ἔλαβες, οὐ σὸν ἔλαβες. Εἰ δὲ οὐ σὸν ἔλαβες, τί μέγα φρονεῖς, ὁ μὴ σὸν ἔχων; «Ἤδη κεκορεσμένοι ἐστέ· ἤδη πλουτήσατε.» Καλῶς τὸ, ἤδη, ἀπὸ τοῦ χρόνου δεικνὺς τὸ ἀπίθανον αὐτῶν, καὶ τὴν ἀνάλογον οἴησιν. «

Χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Δοκῶ γὰρ, ὁ Θεὸς ἡμᾶς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους.» Βουλόμενος αὐτῶν καθελεῖν τὸν τῦφον, καὶ δεῖξαι ὅτι ἐπὶ τούτοις οὐ μόνον οὐ καλλωπίζεσθαι, ἀλλὰ καὶ αἰσχύνεσθαι χρὴ, πρῶτον μὲν αὐτοὺς καταιδεῖ τῷ, Ἤδη κεκορεσμένοι ἐστέ. Νυνὶ δὲ λέγων πάλιν, Χωρὶς ἡμῶν ἐβασιλεύσατε, τοιοῦτόν τι σημαίνει· Λέγω, φησὶν, ὅτι ὁ παρὼν καιρὸς, οὐ τιμῆς, οὐ δόξης, ὧν ὑμεῖς ἀπολαύετε, ἀλλὰ καὶ ὑβρίζεσθαι καὶ διώκεσθαι, ἅπερ ἡμεῖς πάσχομεν. Εἰ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τῶν ἀμοιβῶν ὁ καιρὸς οὗτος, ὑμεῖς μὲν οἱ μαθηταὶ, καὶ ἐβασιλεύσατε λοιπόν· ἡμεῖς δὲ οἱ διδάσκαλοι, καὶ πρὸ πάντων ὀφείλοντες λαβεῖν τὸν μισθὸν, οὐ μόνον ὑμῶν ἔσχατοι γεγόναμεν, ἀλλὰ καὶ ὡς ἐπιθανάτιοι, τουτέστι κατάδικοι, διόλου ἐν ἀτιμίαις καὶ κινδύνοις καὶ λιμῷ διάγομεν. Ὑβριζόμενοί τε, ὡς μωροὶ κατελαυνόμενοι, καὶ τὰ ἀνήκεστα ὑπομένοντες. Ταῦτα δὲ ἔλεγεν, ἵνα αὐτοὺς ἐκ τούτων ποιήσῃ συνιδεῖν, ὅτι τὰ τῶν ἀποστόλων ὀφείλουσι ζηλοῦν, τοὺς κινδύνους, καὶ τὰς ὕβρεις, οὐ τὰς τιμὰς καὶ τὰς δόξας. Οὐ γὰρ ἐκεῖνα, ἀλλὰ ταῦτα ἀπαιτεῖ τὸ κήρυγμα. «Ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις.» Οὐκ ἐν μιᾷ πόλει, φησὶν, ἢ ἐν μέρει τῆς οἰκουμένης ταῦτα πάσχομεν, ἀλλὰ πανταχοῦ καὶ ἐπὶ πάντων.

Τὸ δὲ, καὶ ἀγγέλοις, τοῦτό ἐστι δηλοῦντος, ὡς τὰ ἡμῶν παλαίσματα τοιαῦτα, ὡς καὶ τῆς ἀγγελικῆς θέας ἄξια εἶναι. Ὅρα δὲ πῶς ἑαυτὸν ἐξευτελίζει· πῶς μέγα δείκνυσιν· ἀφ᾽ ὧν δὲ ἐκεῖνοι μέγα φρονῶσι· πῶς αὐτοὺς εὐτελεῖς ἀποφαίνει.

Ἐπειδὴ γὰρ τὸ μωροὺς εἶναι τοῦ φρονίμους φαίνεσθαι, καὶ τὸ ἀσθενεῖς εἶναι τοῦ ἰσχυροὺς γίνεσθαι, καὶ τὸ ἀτίμους εἶναι τοῦ ἐνδόξους ὁρᾶσθαι εὐτελέστερον εἶναι δοκεῖ· καὶ τὰ μὲν ἐκείνοις μέλλει ῥίπτειν, τὰ δὲ αὐτὸς κατεδέξατο· δείκνυσιν ὅτι ταῦτα ἐκείνων ἀμείνω, εἴ γε διὰ ταῦτα μὴ μόνον ἀνθρώπων, ἀλλὰ καὶ αὐτὸν τῶν ἀγγέλων τὸν δῆμον πρὸς τὴν θέαν ἐπέστρεψεν τὴν ἑαυτῶν. «Ἡμεῖς μωροὶ διὰ Χριστὸν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ. Ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί. Ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν, ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν.» Πάλιν καὶ τοῦτο ἐντρεπτικῶς εἶπεν· ἐπειδὴ γὰρ αὐτοὶ μὲν ἐτύπτοντο καὶ ἠτιμάζοντο, ἐκεῖνοι δὲ ἐτιμῶντο καὶ σοφοὶ ὑπωπτεύοντο, πῶς ἔνι, φησὶ, τοὺς τὰ τοιαῦτα κηρύττοντας ἐν τοῖς ὑπεναντίοις ὑποπτεύεσθαι εἶναι.

Τουτέστιν, Οὐ παλαιὰ διηγοῦνται πράγματα, ἀλλ᾽ ἅπερ καὶ ὁ παρών μοι καιρὸς μαρτυρεῖ. —Πρὸς τοὺς τρυφῶντας. —Ἐλαυνόμεθα, φησὶ, πρὸς τοὺς πλουτοῦντας. —Πρὸς τοὺς ψευδοαποστόλους, τοὺς οὔτε ἐργάζεσθαι, οὔτε κινδυνεύειν ἀνεχομένους, ἀλλὰ καρπουμένους ἑαυτούς. «Λοιδορούμενοι, εὐλογοῦμεν· διωκόμενοι, ἀνεχόμεθα· δυσφημούμενοι, παρακαλοῦμεν, ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν.» Οὐκ ἔχει τις εἰπεῖν, φησὶν, ὅτι ἐπὶ τούτοις δυσχεραίνομεν.

Τοῖς γὰρ ἐναντίοις τοὺς κακῶς ποιοῦντας ἀμειβόμεθα· καὶ μέγα ἐστὶ τὸ κακῶς πάσχοντας φέρειν γενναίως· ἡμεῖς οὐ μόνον τοῦτο κατορθοῦμεν, ἀλλὰ καὶ χαίρομεν καὶ ἀγαλλόμεθα. «Πάντων περίψημα ἕως ἄρτι.» Οὐ τῶν διωκόντων, ἀλλὰ τῶν δι᾽ οὓς ταῦτα πάσχομεν. «Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ.» Ἐπειδὴ εἶδεν ἀφόρητον τὴν πληγὴν, ταχέως αὐτὴν ἐθεράπευσεν. Οὐχ ὡς καταισχύνων ὑμᾶς, φησὶ, ταῦτα λέγω. Λέγει γὰρ πεποιηκέναι μὲν, οὐ μὴν διανοίᾳ πονηρᾷ καὶ μισούσῃ, ἀλλὰ μᾶλλον φιλούσῃ καὶ ἐπανορθοῦν βουλομένῃ. «Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Οὐ τὸ ἀξίωμα ἐνταῦθα ἐμφαίνει, ἀλλὰ τῆς ἀγάπης τὴν ὑπερβολήν· καὶ οὐδὲ ἐκείνους ἔπληξεν τὸ, ἐν Χριστῷ, προσθεὶς, καὶ συγχωρήσας ἐκείνοις πολλὰ περὶ αὐτῶν πεποιηκέναι· τοῦτο γὰρ ὁ παιδαγωγός· τὴν τῆς ἀγάπης ὑπερβολὴν ἑαυτῷ ταμιεύεται.

Τοιοῦτον γὰρ ὁ πατήρ. —Οὐκ ἐμαυτῷ τοῦτο λογίζομαι. Πάλιν δὲ τοὺς ἑαυτοῖς ἐπιφημίζοντας τὴν διδασκαλίαν πλήττει. «Παρακαλῶ οὖν ὑμᾶς· μιμητάς μου γίνεσθε.» Οὐκ ἐπαίρων ἑαυτὸν ταῦτά φησιν, ἀλλὰ δεικνὺς εὔκολον οὖσαν τὴν ἀρετήν. «Διὰ τοῦτο ἔπεμψα ὑμῖν τὸν Τιμόθεον.» Ἐπειδὴ ὡς τέκνων φείδομαι. «Ὅς ἐστί μου τέκνον ἀγαπητὸν, καὶ πιστὸν ἐν Κυρίῳ.» Τοῦτό φησιν, τὴν ἀγάπην, ἐμφαίνων, κἀκείνους κατασκευάζων αἰδεσίμως αὐτὸν ἰδεῖν. Καὶ οὐχ ἁπλῶς εἶπεν πιστὸν, ἀλλὰ ἐν Κυρίῳ· τουτέστιν ἐν τοῖς κατὰ Κύριον πράγμασιν «Ὃς ὑμᾶς ἀναμνήσει.» Οὐκ εἶπεν, διδάξει, ἵνα μὴ δυσανασχετῶσιν, ὡς παρ᾽ αὐτοῦ μανθάνοντες. «Τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ Ἐκκλησίᾳ διδάσκω.» Τουτέστι, τὰς οἰκονομίας, τοὺς κινδύνους, τὰ ἔθη, τοὺς κανόνας, τοὺς θεσμοὺς τοὺς ἀποστολικοὺς, τὰ ἄλλα πάντα. Ἐπειδὴ γὰρ εἶπεν, Γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν· καὶ ταῦτα πάντα, φησὶν, ὑμᾶς ἀναμνήσει. Καὶ ἀνώτερον τὸν λόγον ἄγων, ἐπήγαγεν τὰς ἐν Χριστῷ, πάντα ὡς εἴωθεν ἀνατιθεὶς τῷ Δεσπότῃ, καὶ δεικνὺς ἅμα ὅτι οὐδὲν ἔχουσιν ἄνθρωποι, καὶ ὅτι μετὰ τῆς ἐκεῖθεν βοηθείας ἅπαντα κατορθοῖ. «Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες. Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἂν Κύριος θελήσῃ.»

Μέλλων δὲ ἐμβάλλειν εἰς τὴν κατηγορίαν τοῦ πεπορνευκότος, θυμοῦ γέμοντας εἰσφέρει τοὺς λόγους, οὐκ αὐτὸς δὲ τοῦτο πάσχων, ἀλλ᾽ ἐκείνους διορθούμενος. Καὶ τὸν πεπορνευκότα ἀφεὶς, τοῖς ἄλλοις διαλέγεται, οὐκ ἀξιῶν ἐκεῖνον οὐδὲ τῶν παρ᾽ αὐτοῦ λόγων. Κατασείει δὲ αὐτῶν τὸ φρόνημα φιλαρχίας ἐγκλήματι, ὡς τῇ ἀπουσίᾳ τοῦ διδασκάλου εἰς ἀπόνοιαν κεχρημένων. «Καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ᾽ ἐν δυνάμει.» Οὐδὲ γὰρ ἀπὸ κατορθωμάτων, ἀλλὰ ἀπὸ τῆς τοῦ διδασκάλου ἀπουσίας ἡ ἀπόνοια ἦν, καὶ οὐκ εἶπεν, γνώσομαι τὴν σοφίαν, ἀλλὰ, τὴν δύναμιν. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Οὐ δι᾽ εὐγλωττίας ἐκρατήσαμεν, ἀλλὰ τοῦ θείαν εἶναι τὴν διδασκαλίαν ἡμῶν, καὶ βασιλείαν καταγγέλλειν τῶν οὐρανῶν, μεγίστην ἀπόδειξιν παρεχόμενοι τὰ σημεῖα, ἃ ποιοῦμεν τῇ δυνάμει τοῦ Πνεύματος. «Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ, πνεύματί τε πραΰτητος;» Καὶ τὸ φοβερὸν ἔχει καὶ τὸ προσηνὲς ὁ λόγος οὗτος.

Τί δέ ἐστιν, ἐν ῥάβδῳ; ἐν κολάσει, ἐν τιμωρίᾳ· σκόπει δὲ καὶ φιλοσοφίαν τοῦ Παύλου. Τὴν ἐξουσίαν γὰρ αὐτὸς ἔχων καὶ τούτου κἀκείνου, ἑτέρους ποιεῖται κυρίους, λέγων, Τί θέλετε; ἐν ὑμῖν τὸ πρᾶγμα κεῖται, φησίν.

ΚΕΦΑΛ. Εʹ. «Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία.» Οὐκ εἶπε, Τολμᾶται πορνεία, ἀλλὰ, ἀκούεται πορνεία. Καὶ τὸ, ἐν ὑμῖν δὲ ἐμφατικῶς εἴρηται, τουτέστιν ἐν ὑμῖν τοῖς πιστοῖς, τοσούτων ἀπολελαυκόσι μυστηρίων, τοῖς ἐπὶ τὸν οὐρανὸν κληθεῖσιν. «Ἥ τις οὐκ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται.» Καὶ γὰρ ἀεὶ ἀπὸ τῶν ἐθνῶν ὀνειδίζει τοῖς πιστοῖς.

Καὶ γὰρ καὶ Θεσσαλονικεῦσιν γράφει λέγων· Ἕκαστος τὸ ἑαυτοῦ σκεῦος κτάσθω ἐν ἁγιασμῷ, μὴ ἐν πάθει ἐπιθυμίας· καθὼς καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα Θεόν. Ὥστε γυναῖκα τοῦ πατρὸς ἔχειν.» Οὐκ εἶπε, μητρυῖαν, ἀλλὰ γυναῖκα πατρός· ὡς πολλῷ πλῆξαι χαλεπώτερον. «Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ;» Ὡς εἰ λέγοι· Μή μοι εἴπῃς ὅτι εἷς ἐστιν ὁ πεπορνευκώς· κοινὸν πάντων γέγονεν τὸ ἔγκλημα. Κοινὸν δὲ οὐκ ἐπὶ τῷ ἁμαρτήματι λέγω, ἀλλ᾽ ἐπὶ τῇ διδασκαλίᾳ τῇ παρ᾽ ἐκείνου. Εἰ καὶ οὐχ οὕτως εἴρηκεν, ἀλλὰ ἀφῆκεν αὐτὸ μέσον, ἵνα πλήξῃ μειζόνως. Εἷς δὲ τῶν διδασκάλων πορνεύσας ἦν. «Καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας.» Ὅτι εἰς τὸ κοινὸν, φησὶ, τῆς Ἐκκλησίας ἡ διαβολὴ προεχώρησεν. Καὶ οὐκ εἶπεν· οὐχὶ μᾶλλον ἐξεβάλετε, ἀλλ᾽ ὡς ἐπὶ νόσου τινὸς καὶ λοιμοῦ πένθους χρείαν πεποίηκεν. «Ἐγὼ μὲν γὰρ ὡς παρὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι.» Οὐκ ἀναμεῖναι αὐτοῦ τὴν παρουσίαν φησὶν, οὐδὲ ἐκδέξασθαι αὐτὸν, καὶ τότε πρᾶξαι· ἀλλ᾽ ὥσπερ τινὰ λοιμὸν ἀπελαύνειν μέλλων, πρὶν ἣ διαδοθῆναι εἰς τὸ λοιπὸν σῶμα ἐπείγεται κατασχεῖν. Διὸ καὶ ἐπάγει λέγων· Ἤδη κέκρικα ὡς παρών. Τοῦτο δὲ ἔλεγεν οὐ μόνον κατεπείγων αὐτοὺς εἰς τὴν ἀπόφασιν, καὶ οὐκ ἀφεὶς ἄλλοτι βουλεύσασθαι, ἀλλὰ καὶ φοβῶν, ὡς εἰδὼς τὰ ἐκεῖ γενησόμενα καὶ κριθησόμενα.

Τοῦτο γάρ ἐστι παρεῖναι τῷ πνεύματι ὥσπερ ὁ Ἐλισσαῖος παρῆν τῷ Γιεζῇ, καὶ ἔλεγεν· Οὐχὶ ἡ καρδία μου μετὰ σοῦ; «Ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ Πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ.» Οὐκ ἀφίησιν αὐτοὺς ἕτερόν τι ἐννοῆσαι. Καὶ γὰρ ἐξήνεγκα τὴν ἀπόφασιν, ὡς παρὼν, φησίν. Εἶτα ἵνα μὴ δόξῃ πολλὴ εἶναι ἡ αὐθεντεία, ὅρα πῶς κοινωνοὺς καὶ αὐτοὺς ποιεῖ τοῦ κρίματος, εἰπὼν, Συναχθέντων ὑμῶν. Τὸ δὲ, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν, τουτέστι, τὸν εἰς τὸ ὄνομα τοῦ Χριστοῦ ἐνυβρίσαντα, τὸν μετὰ τὸ γενέσθαι πιστὸν καὶ ἐπώνυμον ἐκείνης τῆς προσηγορίας, τοιαῦτα τολμήσαντα, τοῦτον παράδοτε τῷ Σατανᾷ. Εὖ δὲ καὶ τὸ παραδοῦναι τῷ Σατανᾷ, ἀλλὰ μὴ ἐκδοῦναι, ὡς ἀνοίγων αὐτῷ τῆς μετανοίας τὰς θύρας. Καὶ πάλιν τὸν τοιοῦτον, ὡς μὴ ἀνεχόμενον μηδὲ τῆς προσηγορίας αὐτοῦ μνημονεῦσαι.

Τουτέστι, κατὰ Θεόν· μὴ ἀνθρωπίνῃ κατεχόμενον ὑπολήψει, ἤγουν αὐτοῦ τοῦ ὀνόματος ὑμᾶς συλλέγοντος ὑπὲρ οὗ συνέρχεσθε. Αὖ πάλιν ἐπέστησεν αὐτοῖς ἑαυτὸν, ἵνα ὅταν δικάζωσιν, ὡς αὐτοῦ παρόντος, οὕτως αὐτὸν ἀποτέμωσι, καὶ μηδεὶς τολμήσῃ συγγνώμης αὐτὸν ἀξιῶσαι, εἰδὼς ὅτι Παῦλος εἴσεται τὰ λεγόμενα.

Τουτέστιν, Ὁ Χριστὸς δύναται τοιαύτην ἡμῖν χάριν διδόναι, ὡς δύνασθαι τῷ διαβόλῳ παραδιδόναι· ἢ ὅτι Καὶ αὐτὸς μεθ᾽ ἡμῶν κατ᾽ αὐτοῦ ἐπαίρει τὴν ψῆφον. «Εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἵνα μαστίξῃ αὐτὸν ἕλκει πονηρῷ ἢ νόσῳ ἑτέρᾳ· καὶ αὐτὸ δὲ τοῦτο τῷ Θεῷ δοκοῦν ἐγένετο, ὥστε κολάζεσθαι αὐτοῦ τὴν σάρκα. Ἐπειδὴ γὰρ ἀπὸ τῆς σαρκὸς αἱ ἐπιθυμίαι τίκτονται, αὐτὴν κολάζει, ἵνα τὸ πνεῦμα σωθῇ, ἀλλ᾽ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καλῶς αὐτοὺς καὶ εὐκαίρως τῆς ἡμέρας ἐκείνης ἀναμιμνήσκων, ἵνα καὶ αὐτοὶ προθυμότερον ἔλθωσιν ἐπὶ τὴν ἰατρείαν. Ἤδη δὲ καὶ νόμους φαίνεται τῷ διαβόλῳ τιθεὶς, οὐκ ἀφεὶς αὐτὸν περαιτέρω προβῆναι· ὡς καὶ Θεὸς αὐτῷ περὶ τοῦ Ἰὼβ ἔλεγε· Πλὴν τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ. «Οὐ καλὸν τὸ καύχημα ὑμῶν.» Ἐπάγει πάλιν ἐπιτίμησιν πρὸς ἐκείνους ἀποτεινόμενος, δεικνὺς, ὅτι ἐκεῖνοι μέχρι τοῦ παρόντος οὐκ εἴασαν αὐτὸν μετανοῆσαι, καυχώμενοι ἐπ᾽ αὐτῷ. «Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.» Δηλοῖ διὰ τούτου, ὡς οὐκ ἐκείνου φειδόμενος μόνον τοῦτο ποιεῖ, ἀλλὰ καὶ αὐτῶν τούτων. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Εἰ καὶ ἐκείνου τὸ ἁμάρτημα, ἀλλὰ ἀμελούμενον δύναταί τε καὶ τὸ λοιπὸν τῆς Ἐκκλησίας σῶμα λυμήνασθαι. Ὅταν γὰρ ὁ πρῶτος ἁμαρτὼν μὴ δῷ δίκην, ταχέως καὶ ἕτεροι τὰ τοιαῦτα πλημμελοῦσι. «Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην.»

Τουτέστιν, τὸν πονηρὸν τοῦτον. Μᾶλλον δὲ οὐ περὶ τούτου μόνον φησὶν, ἀλλὰ καὶ ἄλλους αἰνίττεται.

Οὐ γὰρ πορνεία μόνον παλαιὰ ζύμη, ἀλλὰ καὶ πᾶσα κακία. Καὶ οὐκ εἶπε, Καθάρατε, ἀλλὰ, Ἐκκάθαρατε· ὅ ἐστιν, μετὰ ἀκριβείας καθάρατε, ὥστε μηδὲ λείψανον, μηδὲ σκιὰν εἶναι τοιαύτην. «Ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι.» Δηλοῖ καὶ ἐμφαίνει οὐ σφόδρα πολλῶν κρατοῦσαν τὴν κακίαν. Εἰ δὲ λέγει, Καθώς ἐστε ἄζυμοι, οὐ τοῦτο λέγει ὅτι πάντες ἦσαν καθαροὶ, ἀλλὰ Καθὼς πρέπει εἶναι ὑμᾶς. «Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστὸς, ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις. Καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ τοῖς πλεονέκταις, ἢ ἅρπαξιν, ἢ εἰδωλολάτραις.» Τῶν εὐεργεσιῶν πάλιν ἀναμιμνήσκει αὐτούς. Ἑορτῆς γὰρ, φησὶν, ὁ παρὼν καιρός. Διὰ τί δὲ πάλιν τὴν ζύμην καλεῖ, ἢ διὰ τὸ τὸν ἡμῶν βίον τοιοῦτον εἶναι; «Ἐπεὶ ὠφείλετε ἄρα τοῦ κόσμου ἐξελθεῖν. Νῦν δὲ ἔγραψα ὑμῖν, μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης.» Ἵνα γὰρ μὴ νομίσαντες, ὅτι ὡς ἀτελεστέροις αὐτοῖς τοῦτο οὐκ ἐπέταξεν, καὶ ὡς τέλειοι δῆθεν αὐτοὶ πρᾶξαι ἐπιχειρήσουσι, δείκνυσιν ὅτι οὐδὲ δύναται τοῦτο γενέσθαι, οὐδὲ εἰ σφόδρα βούλοιντο, ἐπεὶ, φησὶν, ἑτέραν οἰκουμένην ἔδει ζητῆσαι. «Ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μὴ συνεσθίειν.»

Ἐπὶ τούτοις παρέμιξεν καὶ προκατέλαβεν τὸν περὶ τῶν εἰδωλοθύτων λόγον, ὃν μικρὸν ὕστερον μέλλει γυμνάζειν. «Τί γάρ μοι καὶ τοῖς ἔξω κρίνειν; Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε;» Τοὺς δὲ ἔσω καὶ τοὺς ἔξω, τοὺς Χριστιανοὺς καὶ τοὺς Ἕλληνας καλεῖ; «Τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ.

Ἐπειδὴ γὰρ εἶπε, Τί μοι τοὺς ἔξω κρίνειν; Ἵνα μήτις νομίσῃ ἀτιμωρήτους τούτους εἶναι, ἕτερον δικαστήριον αὐτοῖς ἐφίστησι φοβερώτερον τούτου. Τοῦτο δὲ εἶπεν, ὁμοῦ μὲν ἐκείνους φοβῶν, ὁμοῦ δὲ τούτους παραμυθούμενος· καὶ δείκνυσιν ὅτι ἡ κόλασις αὕτη ἡ πρόσκαιρος τῆς διηνεκοῦς ἐξαρπάζει.

Ὃ καὶ δηλῶν ἀλλαχοῦ ἔλεγε· Νυνὶ δὲ κρινόμενοι, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. »Καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.» Μαρτυρίαν ἐκ τῆς Παλαιᾶς τίθησι, δηλῶν ὅτι οὐ καινοτομία τὸ τοιοῦτο, ἀλλὰ καὶ ἄνωθεν αὐτῷ ἔδωκεν τῷ νομοθέτῃ.

ΚΕΦΑΛ. ϛʹ. «Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐκ ἐπὶ τῶν ἁγίων.» Περὶ πλεονεκτῶν διαλεγόμενος, ζέων τῇ φροντίδι τῆς διορθώσεως τῶν ἁμαρτανόντων, οὐκ ἀνέχεται διατηρῆσαι τάξιν· ἀλλὰ τὸ ἐκ τῆς ἀκολουθίας ἀχθὲν εἰς μέσον ἁμάρτημα διορθοῦται πάλιν, καὶ οὕτως ἐπὶ τὸ πρότερον ἐπάνεισιν. Ὅρα δὲ πῶς ἐκ τῶν ὀνομάτων γυμνάζων, καὶ ἀποτρέπει καὶ ἐγκαλεῖ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι Μάλιστα μὲν ἤδη κρίνεσθαι ἐπὶ τῶν ἀδίκων οὐ δεῖ· πῶς γὰρ οὐκ ἄτοπον πρὸς τὸν φίλον μικροψυχοῦντα τὸν ἐχθρὸν διαλλάκτην λαμβάνειν; ἢ πῶς οὐκ αἰσχύνῃ καὶ ἐρυθριᾷς, ὅταν ὁ Ἕλλην τῷ Χριστιανῷ καθέζεται δικάζων; Εὖ δὲ καὶ τὸ μὴ, ἐπὶ τῶν ἀπίστων, εἰπεῖν, ἀλλ᾽, ἐπὶ τῶν ἀδίκων. Ἐπειδὴ γὰρ περὶ δίκης αὐτοῦ ὁ λόγος ἦν, οἱ δικαζόμενοι δὲ οὐδὲν οὕτως ἐπιζητοῦσιν, ὡς τὸ πολλὴν εἶναι πρόνοιαν τοῦ δικαίου παρὰ τοῖς ἀκούουσιν, ἐντεῦθεν αὐτοὺς ἀποτρέπει, μονονουχὶ λέγων· Καὶ τί ποιεῖς, ἄνθρωπε, τοὐναντίον πάσχων ὧν ἐπιθυμεῖς, καὶ ὑπὲρ τοῦ τυχεῖν τοῦ δικαίου ἀδικῆσαι ἐπιτρέπων ἀνθρώποις.

Δείκνυσιν ὅτι τόλμης ἐστὶ τὸ πρᾶγμα καὶ παρανομίας. «Ἦ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρίνουσιν;» Ἐπειδὴ γὰρ εὐκαταφρόνητον ἐδόκει τὸ παρὰ τοῖς ἔνδοθεν δικάζεσθαι, ἀνθρώποις ἰδιώταις καὶ πολλῶν ἀπείροις πραγμάτων, ὅρα πῶς καὶ τοῦτο μεθοδεύει.

Ὅμοιον γὰρ ὡς εἰ λέγοι· Σὺ ὁ μέλλων ἐκείνους κρίνειν τότε, πῶς ὑπ᾽ ἐκείνων ἂν ἔχεις κρίνεσθαι νῦν; κρίνουσι δὲ τὸν κόσμον οἱ ἅγιοι, οὐκ αὐτοὶ καθήμενοι καὶ λόγον ἀπαιτοῦντες, ἀλλὰ κατακρίνοντες. Διὸ καὶ ἐπάγει, ἐν ὑμῖν ὁ κόσμος κρίνεται. Οὐκ εἶπεν, ὑφ᾽ ὑμῶν, ἀλλὰ, ἐν ὑμῖν· ὡς ὅταν λέγῃ· Βασίλισσα νότου ἀναστήσεται, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην· καὶ, Ἄνδρες Νινευῖται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. «Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος.» Ἵνα μὴ δόξῃ περὶ ἄλλων λέγειν, ὅρα πῶς κοινοποιεῖ τὸν λόγον. «Ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων.» Αἰσχύνην ὑμῖν φέρει τὸ πρᾶγμα, φησίν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ὑπὸ τῶν ἔσω κρινομένους αἰσχύνεσθαι, φησὶν, ὡς Τὸ ἐναντίον ἐστὶν ἡ αἰσχύνη, ὅταν ὑπὸ τῶν ἔξω κρίνεσθε. Ἐκεῖνα γὰρ ἐλάχιστα κριτήρια, οὐ ταῦτα. «Οὐκ οἴδατε ὅτι τοὺς ἀγγέλους κρινοῦμεν; μή τί γε βιωτικά;» Περὶ ἐκείνων λέγει τῶν ἀγγέλων, περὶ ὧν φησιν ὁ Χριστός· Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ αὐτὸς δέ φησιν ὁ Ἀπόστολος ὅτι οἱ ἄγγελοι, τοῦ Σατανᾶ δηλονότι, μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης. Πάλιν δὲ καὶ ἐπὶ τούτων τὸ, κρινοῦμεν, ἀντὶ τοῦ, κατακρινοῦμεν. Ὅταν γὰρ ἐκεῖναι αἱ ἀσώματοι δυνάμεις ἔλαττον ἡμῶν εὑρεθῶσιν ἔχουσαι τῶν σάρκα περιβεβλημένων, χαλεπωτέραν δώσουσι δίκην. «

Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ Ἐκκλησίᾳ τούτους καθίζετε· πρὸς ἐντροπὴν ὑμῖν λέγω.» Μεθ᾽ ὑπερβολῆς διδάξαι βούλεται, ὅτι οὐδ᾽ ἂν ὁτιοῦν ᾖ τοῖς ἔξωθεν τὴν δίκην ἐπιτρέπειν χρή· ἀναιρεῖ δὲ τὴν δοκοῦσαν ἀντίθεσιν, μονονουχὶ λέγων· Τί ἐρεῖτε, ὅτι οὐδεὶς ἐν ὑμῖν σοφὸς, οὐδὲ ἱκανὸς διακρῖναι; καὶ τί τοῦτο; Κἂν γὰρ μηδεὶς ᾖ σοφὸς, τοῖς ἐλαχίστοις ἐπίτρεψον. Τὸ δὲ, πρὸς ἐντροπὴν ὑμῖν λέγω; ἐλέγχοντός ἐστι τὴν τούτων ἀντίθεσιν, ὡς ψευδῆ οὖσαν καὶ περιττήν. «Οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς, ὃς δυνήσεται διακρῖναι ἀναμέσον τοῦ ἀδελφοῦ αὐτοῦ; Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται. Καὶ ταῦτα ἐπὶ ἀπίστων;» «Ἤδη μὲν οὖν ὅλως ἥττημα ἐν ὑμῖν ἐστιν, ὅτι κρῖμα ἔχετε μεθ᾽ ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε;

Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; Ἀλλ᾽ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν;» Διπλοῦν τὸ ἔγκλημα, ὅτι καὶ κρίνεται, καὶ ἐπὶ ἀπίστων. «Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὔτε κλέπται.» Ἐνταῦθα αἰνίττεταί τινας λέγοντας ἅπερ καὶ νῦν λέγουσιν οἱ πολλοὶ, ὅτι φιλάνθρωπος ὢν ὁ Θεὸς καὶ ἀγαθὸς, οὐκ ἀπεξέρχεται τοῖς πλημμελήμασι. Διὸ φησὶ, Μὴ πλανᾶσθε. Πλάνης γὰρ ἐσχάτης καὶ ἀπάτης, ἐλπίσαντας χρηστὰ τῶν ἐναντίων τυχεῖν. «Οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν τοῦ Θεοῦ οὐ κληρονομήσουσι. Καὶ ταῦτά τινες ἦτε, ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Καὶ ταῦτα τῶν ἐσχάτων ἁμαρτημάτων ἐστὶν, τὸ τῆς μέθης καὶ τὸ τῆς λοιδορίας. Καὶ γὰρ καὶ ὁ Χριστὸς τὸν καλέσαντα τὸν ἀδελφὸν αὐτοῦ μωρὸν τῇ γεέννῃ παραδέδωκεν· καὶ ὁ τῶν Ἰουδαίων λαὸς μεθυσθεὶς εἰς εἰδωλολατρείαν ἐξέκλινεν.

Ἐννοήσατε, φησὶν, τῆς φιλανθρωπίας τὸ μέγεθος. Οὐ γὰρ τῶν ἁμαρτημάτων ἀπήλλαξεν μόνον, ἀλλὰ καὶ ἡγίασεν, καὶ ἐδικαίωσεν. Ταῦτα δὲ εἶπεν, σφόδρα ἐντρέψαι βουλόμενος. «Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει.» Τοὺς λαιμάργους ἐνταῦθα αἰνίττεται. Ἐπειδὴ γὰρ μέλλει ἐπὶ τὸν πεπορνευκότα φέρεσθαι, ἡ δὲ πορνεία ἀπὸ τρυφῆς καὶ λαιμαργίας, τούτου χάριν σφοδρῶς κολάζει τὸ πάθος. Ὅμοιον δὲ ὡς εἰ λέγοι. Ἔξεστι φαγεῖν φησὶν, ἀλλὰ μὴ μετὰ ἀσωτίας. «Πάντα μοι ἔξεστι, ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.» Διὰ τούτου δείκνυσιν, ὅτι τὰ ἐν ἐξουσίᾳ ποιεῖν, οὐ μόνον οὐ συμφέρει, ἀλλ᾽ οὐδὲ ἐξουσία ἐστὶν, ἀλλὰ δουλεία· οἷον κύριος εἶ τοῦ φαγεῖν· οὐκοῦν μένε κύριος ὢν, καὶ σκόπει μὴ γένῃ δοῦλος τούτου τοῦ πάθους. Ὁ μὲν γὰρ εἰς δέον αὐτῷ κεχρημένος, αὐτὸς αὐτοῦ κύριός ἐστιν. Ὁ δὲ εἰς ἀμετρίαν ἐξιὼν, οὐκέτι ἐστὶ κύριος, ἀλλὰ δοῦλος αὐτοῦ γίνεται, τῆς ἀδδηφαγίας ἐν αὐτῷ τυραννούσης. Ἴδε πῶς τὸν νομίζοντα ἐξουσίαν ἔχειν, ἔδειξεν ὑπ᾽ ἐξουσίαν ὄντα.

Τοῦτο γὰρ ἔθος αὐτῷ ἀεὶ εἰς τὸ ἐναντίον περιτρέπειν ἀντιθέσεις. Σκόπει δέ· ἐκείνων ἕκαστος ἔλεγεν, ἔξεστί μοι τρυφᾷν. Αὐτὸς δὲ φησίν· Οὐχ οὕτως αὐτὸ ποιεῖς ὡς ἐξουσίαν ἔχων αὐτοῦ, ἀλλ᾽ ὡς αὐτὸς ὑποκείμενος τῇ ἐξουσίᾳ ταύτῃ. Οὐ γὰρ ἔχεις ἐξουσίαν τῆς γαστρὸς, ἕως ἂν ἄσωτος εἶ· ἀλλὰ αὕτη σου τὴν ἐξουσίαν ἔχει. Τοῦτο δὲ καὶ ἐπὶ χρημάτων καὶ ἐπὶ τῶν ἄλλων ἔστιν εἰπεῖν. «Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασι.» Κοιλίαν ἐνταῦθα, οὐ τὴν γαστέρα, ἀλλὰ τὴν γαστριμαργίαν φησὶν, ὡς ὅταν λέγῃ· Ὧν ὁ Θεὸς ἡ κοιλία, οὐ περὶ μέλους λέγων, ἀλλὰ περὶ τῆς ἀδδηφαγίας.

Καὶ ὅτι οὐ σῶμα διαβάλλει, ἄκουε πῶς φησιν· Τὸ δὲ σῶμα, οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· τὰ βρώματα πρὸς τὴν γαστριμαργίαν ἔχει φιλίαν, καὶ αὕτη πρὸς αὐτὰ, καὶ οὐ δύναται ἡμᾶς πρὸς τὸν Χριστὸν ἄγειν, ἀλλὰ πρὸς αὐτὰ ἕλκει. Πάθος γὰρ χαλεπὸν καὶ θηριῶδές ἐστιν, καὶ δουλεύειν ποιεῖ, καὶ ταύτῃ διακονεῖσθαι παρασκευάζει. «Ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει.

Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ· καὶ ὁ Κύριος τῷ σώματι.» Οὐ τὴν γαστέρα λέγει, ἀλλὰ τὴν ἄμετρον ἐπιθυμίαν, οὐδὲ τὴν τροφὴν, ἀλλὰ τὴν τρυφήν. Οὐ γὰρ διὰ τοῦτο κατεσκευάσθη, ἵνα ἄσωτος ᾖς καὶ πορνεύῃς, ὥσπερ οὐδὲ κοιλία, ἵνα γαστριμαργῇς, ἀλλ᾽ ἵνα τῷ Χριστῷ ἕπηται ὡς κεφαλῇ, καὶ ὁ Κύριος τῷ σώματι ἐπικέηται. Αἰδεσθῶμεν, φρίξωμεν ὅτι, τοῦ ἄνω καθημένου ἀξιωθέντες γενέσθαι μέλη, τοσούτοις κακοῖς καταισχύνομεν ἑαυτούς. «Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρεν, καὶ ἡμᾶς ἐγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.» Κατηγορήσας ἱκανῶς τῶν γαστριμάργων, καὶ τῇ τῶν μελλόντων ἐλπίδι τῆς κακίας ταύτης ἀπάγει.

Σκόπει δὲ πῶς ἐπὶ μὲν τοῦ Κυρίου ἁπλῶς εἶπεν, Τὸν Κύριον ἤγειρεν· ἐπὶ δὲ τῶν ἡμετέρων σωμάτων προσέθηκεν τὸ, διὰ τῆς δυνάμεως αὐτοῦ, τῇ ἀξιοπιστίᾳ τῆς τοῦ ποιοῦντος ἰσχύος τοὺς ἀντιλέγοντας ἐπιστομίζων. Εἰ δὲ τῷ Πατρὶ τὴν ἀνάστασιν λογίζεται τοῦ Χριστοῦ, μηδὲν ὑμᾶς τοῦτο θορυβείτω. Οὐ γὰρ ὡς ἀτονοῦντος τοῦ Υἱοῦ τοῦτο τέθεικεν. Αὐτὸς γάρ ἐστιν ὁ λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ πάλιν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Καὶ ὁ Λουκᾶς ἐν τοῖς πράξεσί φησιν· Οἷς παρέστησεν ἑαυτὸν ζῶντα. Τίνος οὖν ἕνεκεν οὕτως φησίν; Ἵνα τοῦτο νοῇς, ὅτι καὶ τὰ τοῦ Υἱοῦ τῷ Πατρὶ λογίζεται, καὶ τὰ τοῦ Πατρὸς τῷ Υἱῷ. Ὡς γὰρ αὐτὸς ὁ Κύριός φησιν· Ἃ γὰρ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· σφόδρα δὲ εὐκαίρως ἐνταῦθα τῆς ἀναστάσεως ἐμνημόνευσεν, ταῖς ἐλπίσιν ἐκείναις καταστέλλων τῆς ἀδδηφαγίας τὴν τυραννίδα. «Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν;» Ἀπὸ τοῦ πεπορνευκότος ἐπὶ τὸν πλεονέκτην μεταβὰς, πάλιν ἀπὸ τούτου ἐπ᾽ ἐκεῖνον ἔρχεται· οὐκέτι λοιπὸν αὐτῷ διαλεγόμενος, ἀλλὰ τοῖς ἄλλοις τοῖς μὴ πεπορνευκόσι, καὶ διὰ τούτου ἀσφαλιζόμενος μή ποτε περιπέσωσι τοῖς αὐτοῖς. «Ἆρα οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. Οὐκ οἴδατε, ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν. Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν.

Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι.» Ἐπὶ τὸ φρικωδέστερον μεταφέρει τὸν λόγον. Οὐ γὰρ εἶπε, συνάψω τῇ πόρνῃ, ἀλλὰ, ποιήσω πόρνης μέλη. «Φεύγετε τὴν πορνείαν.» Οὐκ εἶπεν, ἀπόσχεσθε πορνείας, ἀλλὰ, φεύγετε· τουτέστι μετὰ σπουδῆς ποιεῖσθε τὴν ἀπαλλαγὴν τοῦ κακοῦ. «Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν. Ὃ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Οὐκ οἴδατε, ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν. Ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ.

Τοῦ Κυριακοῦ δηλονότι· ἐπειδὴ γὰρ πολὺν ἀνήλωσε λόγον, μέλη Χριστοῦ ὄντας δεικνὺς καὶ σῶμα αὐτοῦ, καὶ αὐτὸν ἔχειν κεφαλὴν, ἵνα μή τις ἐκεῖνο ὑπολάβοι, ὡς αὐτοῦ τοῦ Χριστοῦ τὸ σῶμα μιαίνεται, ἐὰν πορνεύσῃ ἄνθρωπος, λέγει· ὡς ὅταν τις κολλᾶται τῇ πόρνῃ, οὐκέτι οὐδὲ σῶμα, οὐδὲ μέλη Χριστοῦ ἐστιν, ἀλλ᾽ εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει· φεύγουσα γὰρ ἡ χάρις τὸν πορνεύοντα, ἀφαιρεῖται αὐτῷ τοῦ ἔτι εἶναι σῶμα Χριστοῦ, ὥστε συμβαίνειν αὐτῷ εἰς τὸν ἴδιον σῶμα τὴν ἁμαρτίαν ποιεῖν.

Τί οὖν; ὁ ἀνδροφόνος, φησὶν, οὐχὶ τὴν χεῖρα μιαίνει; Τί δὲ ὁ πλεονέκτης καὶ ἅρπαξ; Παντί που δῆλον· ἀλλ᾽ ἐπειδὴ εἰπεῖν οὐκ ἐνῆν, ὅτι πόρνου οὐδὲν χεῖρον, ἑτέρως αὐτὸ ηὔξησε λέγων, ὅτι ἐπὶ τῆς πορνείας ὁλόκληρον τὸ σῶμα γίνεται μιαρόν· ὥσπερ γὰρ εἰς λέβητα ἀκαθαρσίας ἐμπίπτων, καὶ τῷ μολυσμῷ βαπτόμενον, οὕτω φύρεται. Τοῦτο δὲ καὶ ἡμῖν ἔθος. Ἀπὸ γὰρ τῆς πλεονεξίας καὶ τῆς ἁρπαγῆς οὐκ ἄν τις σπουδάσειεν ἐπὶ βαλάνειον ἐλθεῖν, ἀλλὰ ἀδιαφόρως ἐπὶ τὴν οἰκείαν ἄνεισιν· ἀπὸ δὲ μίξεως πόρνης, καθάπερ ὅλως γενόμενος ἀκάθαρτος, ἐπὶ τὸ λούσασθαι ἔρχεται· οὕτως ἔχει τινὰ τὸ συνειδὸς ἀπὸ τῆς ἁμαρτίας ταύτης ὑπόληψιν αἰσχροτέραν.

Ἀμφότερα μὲν οὖν χαλεπὰ, καὶ πλεονεξία καὶ πορνεία, καὶ εἰς γέενναν ἐμβάλλουσιν. Ἀλλ᾽ ἐπειδὴ οἰκονομικῶς πάντα ὁ Παῦλος ἐποίει, οἷς εἶχεν, τούτοις ηὔξησεν τὸ τῆς πορνείας ἔγκλημα. Οὐχ ἁπλῶς εἶπε, πνεύματος, ἀλλὰ τοῦ ἐν ὑμῖν, ὅπερ ἦν καὶ παραμυθουμένου, καὶ τὸν δεδωκότα τέθεικεν, ὑψηλόν τε ὁμοῦ ποιῶν τὸν ἀκροατὴν καὶ φοβῶν· καὶ τῷ μεγέθει τῆς παρακαταθήκης καὶ τῇ ἀξίᾳ τοῦ παρακαταθεμένου.

Πρὸς γὰρ ἐκείνους οὐ δυσχεραίνει, ἀλλὰ καὶ νομοθετεῖ περὶ αὐτῶν, λέγων· Ἔχοντες τροφὴν καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα· ἀλλὰ ταύτην βάλλει τὸ πρᾶγμα, καὶ τὴν διόρθωσιν αὐτοῦ μετὰ τὴν συμβουλὴν ἐπιτρέψας εὐχῇ.

Τοῦτο δὲ οὐκ ἐντρέποντος μόνον, ἀλλὰ καὶ βιαζομένου πρὸς ἀρετήν· τί γὰρ παραιτεῖς ἃ θέλεις, φησίν; οὐκ εἶ σαυτοῦ κύριος; διὸ καὶ ἐπήγαγεν· Ἠγοράσθητε τιμῆς. ΚΕΦΑΛ. Ζʹ. »Περὶ δὲ ὧν ἐγράψατέ μοι.» Διορθώσας τὰ χαλεπώτερα ἐγκλήματα, ἓν μὲν τὸ διασπᾶσθαι τὴν Ἐκκλησίαν, δεύτερον δὲ τὸ τοῦ πεπορνευκότος, τρίτον τὸ τοῦ πλεονέκτου, χρῆται λοιπὸν ἡμερωτέρῳ λόγῳ, καὶ μεταξὺ τίθησι παραίνεσιν καὶ συμβουλὴν τὴν περὶ τοῦ γάμου καὶ τῆς παρθενίας. «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰ πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω· τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω· ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾽ ὁ ἀνήρ. Ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾽ ἡ γυνή.» Εἰ μὲν τὸ καλὸν ζητεῖς, φησὶ, καὶ σφόδρα ὑπερέχον, βέλτιον μηδὲ ὅλως, ὁμιλεῖν γυναικί. Εἰ δὲ τὸ ἀσφαλὲς καὶ βοηθοῦν σου τῇ ἀσθενεία, ὁμίλει γάμῳ. «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάσητε τῇ νηστείᾳ.» Μὴ ἐγκρατευέσθω ἡ γυνὴ, φησὶν, τοῦ ἀνδρὸς ἄκοντος, μηδὲ ὁ ἀνὴρ, τῆς γυναικὸς μὴ βουλομένης.

Καὶ τί δήποτε; Ὅτι μεγάλα ἐκ τῆς ἐγκρατείας ταύτης τίκτεται τὰ κακὰ, καὶ πορνεῖαι, καὶ μοιχεῖαι, καὶ οἴκων ἀνατροπαὶ πολλάκις ἐντεῦθεν ἐγένοντο. «Καὶ τῇ προσευχῇ· καὶ πάλιν ἐπὶ τῷ αὐτῷ συνέρχησθε, ἵνα μὴ ἐπιχειρῇ πειράζειν ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. Τοῦτο δὲ λέγω κατὰ συγγνώμην.» Τὴν μετὰ πλείονος σπουδῆς προσευχὴν ἐνταῦθα λέγει. «Οὐ κατ᾽ ἐπιταγήν· θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν.» Ἐν ἐγκρατείᾳ δηλονότι. Πολλαχοῦ δὲ τοῦτο ποιεῖ, ὅταν περὶ δυσκόλων παραινεῖ πραγμάτων. «Ἀλλ᾽ ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ· ὃς μὲν οὕτως· ὃς δὲ οὕτως. Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις· καλὸν αὐτοῖς, ἵνα μένωσιν ὡς κἀγώ.» Ἐπειδὴ σφόδρα αὐτῶν κατηγόρησεν εἰπὼν, διὰ τὴν ἀκρασίαν ὑμῶν, πάλιν αὐτοὺς παρεμυθήσατο, εἰπὼν ἔχειν χάρισμα ἐκ Θεοῦ. «Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν.» Οὐκ ἀναγκάζει τὸν μὴ φθάνοντα εἰς τὴν ἐγκράτειαν, δεδοικὼς μὴ παράπτωμα γένηται. «Κρεῖσσον γάρ ἐστι γαμεῖν ἢ πυροῦσθαι. Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ᾽ ὁ Κύριος, γυναῖκα, ἀνδρὸς μὴ χωρισθῆναι. Ἐὰν δὲ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. Τοῖς δὲ λοιποῖς λέγω, οὐχ ὁ Χριστός.» Ἐνέφηνεν ὅση. τῆς ἐπιθυμίας ἡ τυραννίς. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. Εἰ πολλὴν ὑπομένεις βίαν καὶ πύρωσιν, ἀπαλλάγηθι πόνων καὶ ἱδρώτων, μήποτε καὶ παρατραπῇς. «

Εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν.

Καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτῆς, μὴ ἀφιέτω αὐτόν.» Τὸν πρὸ τῆς χάριτος ἔχοντα ἄπιστον γυναῖκα, οὐ κελεύει ἀφιέναι μετὰ τὴν χάριν· τὸν δὲ ἤδη τὴν χάριν δεξάμενον κωλύει ἄπιστον λαμβάνειν γυναῖκα. «Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικὶ, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί.

Ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν.» Ἵνα μὴ φοβῆται ἡ γυνὴ ὡς ἀκάθαρτος γινομένη διὰ τὴν μίξιν, τοῦτό φησιν· ἓν μὲν γὰρ σῶμά ἐστιν, ἀλλ᾽ οὐ γίνεται ἀκάθαρτον. Νικᾷ γὰρ ἡ καθαριότης τῆς γυναικὸς τὴν ἀκαθαρσίαν τοῦ ἀνδρὸς, καὶ νικᾷ ἡ καθαριότης τοῦ ἀνδρὸς τὸ ἀκάθαρτον τῆς ἀπίστου γυναικός. «Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Οὐ δεδούλωται ὁ ἀδελφὸς, ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις.» Οἷον εἰ κελεύει σοι θύειν καὶ κοινωνεῖν αὐτῷ τῆς ἀσεβείας διὰ τοῦ γάμου, ἢ ἀναχωρεῖν, βέλτιον ἀνασπασθῆναι τὸν γάμον, ἢ τὴν εὐσέβειαν. «Ἐν δὲ εἰρήνῃ κέκληκεν ὑμᾶς ὁ Θεός.

Τοῦτό φησιν, ἵνα μὴ καθ᾽ ἑκάστην ἡμέραν πολεμοὺς ἔχωσιν περὶ τοῦ πράγματος. »Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεὸς, ἕκαστον ὡς κέκληκεν ὁ Κύριος, οὕτως περιπατείτω, καὶ οὕτως ἐν ταῖς Ἐκκλησίαις πάσαις διατάσσομαι.» Μένε καὶ παράμενε, φησὶ, καὶ συμβούλευε, καὶ πεῖθε. Οὐδεὶς γὰρ οὕτω διδάσκαλος ἰσχύσαι δυνήσεται, ὡς γυνή. «Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω.

Ἐν ἀκροβυστίᾳ τις κέκληται; μὴ περιτεμνέσθω. Ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. Ἕκαστος ἐν τῇ κλήσει ἐν ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω. Δοῦλος ἐκλήθης; μή σοι μελέτω.» Ταῦτα, φησὶν, εἰς τὴν πίστιν οὐδὲν συντελεῖ, μὴ τοίνυν φιλονείκει, μηδὲ θορυβοῦ. Ἡ γὰρ πίστις πάντα ἐξέβαλε ταῦτα. Τὸ δὲ, μὴ ἐπισπάσθω, ἀντὶ τοῦ, μὴ ἐκ περιτομῆς ἀκροβυστίαν ποιείτω.

Ἀλλ᾽ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι.» Τουτέστι, μᾶλλον δούλευε. Καὶ τί δήποτε τὸν δυνάμενον ἐλευθερωθῆναι, κελεύει μεῖναι δοῦλον; θέλων δεῖξαι, ὅτι οὐδὲν βλάπτει ἡ δουλεία, ἀλλὰ καὶ ὠφελεῖ. «Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν. Ὁμοίως καὶ ὁ ἐλεύθερος κληθεὶς, δοῦλός ἐστι Χριστοῦ.» Ὅρα πῶς παρεμυθήσατο τὴν δουλείαν· τὸν μὲν καλούμενον δοῦλον, ἀπελεύθερον εἶναι Χριστοῦ· τὸν δὲ καλούμενον ἐλεύθερον, δοῦλον λέγων Χριστοῦ.

Πλέον τι τῷ δούλῳ ἐν τῷ λόγῳ διδοὺς, εἰ καὶ μὴ ἴσοι ἀμφότεροι κατὰ τὸν τῆς κλήσεως λόγον. «Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν τούτῳ μενέτω παρὰ Θεῷ. Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα.

Ἐὰν δὲ γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε· θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι. Ἐγὼ δὲ ὑμῶν φείδομαι. Τοῦτο δέ φημι, ἀδελφοὶ, ὅτι ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν· ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσιν· καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες· καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι· ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ. Ὁ δὲ γαμήσας, μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ κόσμῳ· μεμέρισται. Καὶ ἡ γυνὴ ἡ παρθένος, ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι. Ἡ δὲ γαμήσασα, μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί. Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω· οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως. Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει, ποιείτω. Οὐχ ἁμαρτάνει· γαμείτωσαν.

Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ τοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιεῖ· ὥστε ὁ ἐγγαμίζων, καλῶς ποιεῖ· ὃ δὲ μὴ ἐγγαμίζων, κρεῖσσον ποιεῖ· γυνὴ δέδεται νόμῳ ἐφ᾽ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς. Ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι· μόνον ἐν Κυρίῳ. Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.» Οὗτος ὁ λόγος οὐ πρὸς οἰκέτας μόνον, ἀλλὰ καὶ πρὸς ἐλευθέρους εἴρηται. Ἔστι γὰρ καὶ δοῦλον ὄντα μὴ εἶναι δοῦλον, καὶ ἐλεύθερον ὄντα δοῦλον εἶναι.

Πῶς δὲ ὁ δοῦλος, οὐκ ἔσται δοῦλος; ἀλλ᾽ ἢ ὅταν διὰ τὸν Θεὸν πάντα ποιῇ, καὶ μηδὲν κατ᾽ ὀφθαλμοδουλίαν πράττῃ. Πάλιν δὲ ὁ ἐλεύθερος οὐκ ἔσται ἐλεύθερος ὅταν διακονῆται ἀνθρώποις, καὶ πάντα ποιῇ κατὰ τὸ ἐκείνοις ἀρέσκον.

ΚΕΦΑΛ. Ηʹ. «Περὶ δὲ τῶν εἰδωλοθύτων.» Πολλοὶ παρὰ τοῖς Κορινθίοις μαθόντες, ὅτι οὐ τὰ εἰσπορευόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα· καὶ ὅτι τὰ εἴδωλα, ξύλα καὶ λίθοι καὶ δαίμονες, καὶ οὔτε βλάψαι, οὔτε ὠφελῆσαι δυνάμενα, ἀμέτρῳ τῇ τελειότητι τῆς γνώσεως ταύτης ἐκέχρηντο, καὶ εἰς τὴν ἑτέρων καὶ εἰς τὴν αὐτῶν βλάβην· καὶ γὰρ εἰς εἰδώλεια εἰσῄεσαν, καὶ τῶν τραπεζῶν αὐτῶν μετεῖχον, καὶ μέγαν ἐντεῦθεν ὄλεθρον ἔτικτον.

Οἵ τε γὰρ ἔτι τῶν εἰδώλων ἔχοντες φόβον, οὐκ εἰδότες αὐτῶν καταφρονεῖν, μετεῖχον ἑτοίμως τῶν εἰδωλοθύτων, ἐπειδὴ τοὺς τελειοτέρους ἑώρων τοῦτο πονοῦντας, καὶ τὰ μέγιστα ἐντεῦθεν ἐβλάπτοντο. Οὐδὲ γὰρ τῇ ὁμοίᾳ ἐκείνοις γνώσει ἥπτοντο αὐτῶν, ἀλλ᾽ ὡς θυσιῶν· καὶ ὁδὸς ἐπὶ εἰδωλολατρείαν τὸ πρᾶγμα ἐγίνετο· καὶ αὐτοὶ δὲ οἱ δῆθεν τέλειοι, οὐχ ὡς ἔτυχεν ἠδικοῦντο, δαιμονικῶν μεταλαμβάνοντες τραπεζῶν. Τούτου ὄντος τοῦ ἐγκλήματος, ὅρα πῶς ὁ Ἀπόστολος τὸν λόγον μεταχειρίζεται. «Οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν.» Τοὺς ἀσθενεῖς ἀφεὶς, ὅπερ ἀεὶ ποιεῖ, τοῖς ἰσχύουσι διαλέγεται πρώτοις. Πρῶτον μὲν οὖν αὐτῶν τούτων καταστέλλει τὸν τύφον, φάσκων τοὺς πάντας ἔχειν τὴν γνῶσιν. Οἱ γὰρ ἔχοντές τι μέγα καὶ καλὸν, ὅταν μόνοι κατέχωσι, μᾶλλον ἐπαίρονται. Ἐὰν δὲ μετ᾽ ἄλλων φανῶσιν αὐτὸ κεκτημένοι, οὐκέτι ὁμοίως τοῦτο πάσχουσι· ποιεῖ οὖν αὐτὸ κοινὸν, ἐπειδὴ καὶ ἐκεῖνοι ἑαυτῶν εἶναι ἐνόμιζον αὐτὸ μόνον. «Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.» Ὅταν γὰρ χωρὶς ἀγάπης ᾖ, εἰς ἀπόνοιαν ἐπαίρει φυσῶσα τὸν ἔχοντα, καὶ διαιρεῖν εἴωθεν ἡ ἀλαζονεία· οὐ κωλύει δὲ τὸ τελείαν ἔχειν τὴν γνῶσιν, ἀλλὰ τὸ μετὰ ἀγάπης ταύτην ἔχειν κελεύει. Ἐπειδὴ χωρὶς ἀγάπης κέρδος οὐδὲν, ἀλλὰ καὶ βλάβος. «Εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι. Εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ᾽ αὐτοῦ.»

Ὅρα δι᾽ ὅσων αὐτῶν κατήνεγκε τὸ ὕψωμα. Πρῶτον μὲν γὰρ ἔδειξεν, ὅτι οὐ μόνον ἐπίστανται ἅπερ ἴσασι. Πάντες γὰρ, φησὶν, γνῶσιν ἔχομεν. Ἔπειτα ὅτι βλαβερὸν τὸ πρᾶγμα τοῦτο χωρὶς ἀγάπης. Ἡ γνῶσις γὰρ, φησὶ, φυσιοῖ· ὅτι καὶ μετὰ ἀγάπης οὐκ ἀπηρτισμένον ἐστὶν, οὐδὲ τέλειον. Εἴ τις γὰρ δοκεῖ εἰδέναι τι, φησὶν, οὐδέπω ἔγνωκεν καθὼς δεῖ γνῶναι. Πρὸς τούτοις, ὅτι οὐδὲ τοῦτο οἴκοθεν ἔχουσιν, ἀλλὰ τοῦ Θεοῦ δωρησαμένου. Οὐ γὰρ εἶπεν, ἔγνω τὸν Θεὸν, ἀλλ᾽, ἔγνωσται ὑπ᾽ αὐτοῦ. Εἶτα ὅτι ἀπὸ ἀγάπης γίνεται τοῦτο αὐτὸ, ἣν οὐκ ἔχουσιν ὡς χρή. Εἰ γάρ τις, φησὶν, ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ᾽ αὐτοῦ. «Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος, εἰ μὴ εἷς.» Ἀμφότερα βούλεται κατασκευάσαι· ὅτι τε ἀπαναίνεσθαι δεῖ τῆς τοιαύτης τραπέζης, καὶ ὅτι ἰσχὺν οὐκ ἔχει εἰς τὸ βλάψαι τοὺς μετέχοντας, ἅπερ ἐναντία ἀλλήλων ἐστί. Γνόντες γὰρ ὅτι οὐκ ἔχει βλάβην, οὕτως διαφόρως ἔμελλον ἐπιτρέχειν, κωλυθέντες δὲ αὐτῶν ἅπτεσθαι, πάλιν ὑπώπτευον, ὅτι ὡς ἰσχὺν ἐχόντων εἰς τὸ βλάπτειν ἐκωλύθησαν. Διὸ δὴ πρῶτον καθέλει τὴν τῶν εἰδώλων ὑπόνοιαν. Τὸ γὰρ, εἶναι, ἐπὶ τοῦ, μὴ ἔχειν ἰσχὺν αὐτὰ, τέθειται. «Καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοί.» Ἐπειδὴ, εἶπεν, οὐδὲν εἴδωλον, καὶ οὐδεὶς Θεὸς, εἰ μὴ εἷς· ἦν δὲ καὶ εἴδωλα, ἦσαν δὲ καὶ θεοὶ λεγόμενοι.

Ἵνα μὴ δόξῃ τοῖς φανεροῖς μάχεσθαι, ἐπάγει λέγων τό· Εἴπερ εἰσὶ λεγόμενοι θεοί. Καὶ ὥσπερ οὖν εἰσιν, οὐχ ἁπλῶς εἰσιν, ἀλλὰ λεγόμενοι· καὶ οὐκ ἐν πράγματι, ἀλλ᾽ ἐν ῥήματι τοῦτο ἔχοντες. «Εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς· ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί.» Ἐν οὐρανῷ τὸν ἥλιον λέγων, καὶ τὴν σελήνην, καὶ τῶν λοιπῶν τῶν ἀστέρων χορόν· καὶ γὰρ αὐτὰ προσεκύνησαν Ἕλληνες ὡς θεούς· ἐπὶ γῆς δὲ δαίμονας, καὶ τοὺς ἐξ ἀνθρώπων θεοποιηθέντας ἅπαντας. «Ἀλλ᾽ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα.» Πρότερον εἰπὼν, ὅτι οὐδεὶς Θεὸς ἄλλος, εἰ μὴ εἷς, νῦν τοῦτο προστίθησιν, εἶτα καὶ τὸ, Ἀλλ᾽ ἡμῖν· τὸ Πατήρ· εἶτα καὶ ὅπερ ἐστὶ δεῖγμα θεότητος, καὶ τοῦτο ἐπάγει, ἐξ οὗ τὰ πάντα, λέγων· τοῦτο γὰρ δείκνυσι, κἀκείνους οὐκ ὄντας θεούς· Θεοὶ γὰρ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν, φησίν. «Καὶ ἡμεῖς εἰς αὐτόν.» Ὅταν μὲν ἐξ αὐτοῦ πάντα λέγῃ, τὴν δημιουργίαν λέγει, καὶ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν· ὅταν δὲ εἴπῃ, καὶ ἡμεῖς εἰς αὐτὸν, τὸν τῆς πίστεως καὶ οἰκειώσεως λέγει λόγον· διπλῇ γάρ ἐσμεν ἐξ αὐτοῦ, καὶ τῷ μὴ ὄντες γενέσθαι, καὶ τῷ πιστοὶ γενέσθαι· καὶ γὰρ καὶ τὸ πιστεῦσαι εἰς αὐτὸν κτίσις καλεῖται· ἵνα γὰρ κτίσῃ, φησὶ, τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον. «Καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ· ἀλλ᾽ οὐκ ἐν πᾶσιν ἡ γνῶσις.»

Ἐπὶ τοῦ Χριστοῦ πάλιν καὶ τοῦτο νοητέον. Δι᾽ αὐτοῦ γὰρ καὶ ἐκ τοῦ μὴ ὄντος παρήχθη τὸ τῶν ἀνθρώπων γένος, καὶ ἀπὸ πλάνης εἰς ἀλήθειαν ἐπανῆλθε· ὥστε τὸ, ἐξ οὗ, τοῦτο οὐκ ἔστι χωρὶς τοῦ Χριστοῦ.

Ἐξ αὐτοῦ γὰρ διὰ τοῦ Χριστοῦ ἐδημιουργήθημεν. Οὐ μὴν οὐδὲ τὰ ὀνόματα ὡς ἀποκεκληρωμένα διεῖλεν, τῷ μὲν Υἱῷ τὸ Κύριος, τῷ δὲ Πατρὶ τὸ Θεὸς προσνείμας. Οἶδεν γὰρ αὐτὰ καὶ ἐναλλάττειν ἡ Γραφὴ πολλάκις, ὡς ὅταν λέγῃ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου. Καὶ πάλιν· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. Καί· Ἐξ οὗ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός. Καὶ πολλαχοῦ ἂν ἴδοις ταῦτα μεταβαίνοντα τὰ ὀνόματα. Εἰ δέ τινες λέγοιεν, Τίνος ἕνεκεν Πνεύματος οὐκ ἐμνημόνευσεν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι πρὸς εἰδωλολάτρας ἦν ὁ λόγος αὐτῷ, καὶ περὶ θεῶν πολλῶν ὁ ἀγὼν, καὶ περὶ κυρίων πολλῶν· διὸ καὶ Θεὸν τὸν Πατέρα εἰπὼν, Κύριον τὸν Υἱὸν ἐκάλεσεν. Εἰ τοίνυν τὸν Πατέρα οὐκ ἐτόλμησε καλέσαι Κύριον νῦν μετὰ τοῦ Υἱοῦ, ἵνα μὴ δύο παρ᾽ ἐκείνοις ὑποπτεύηται λέγειν κυρίους· οὐδὲ τὸν Υἱὸν Θεὸν μετὰ τοῦ Πατρὸς, ἵνα μὴ δύο λέγειν νομίζηται θεοὺς, τί θαυμάζεις, εἰ τοῦ Πνεύματος οὐκ ἐμνημόνευσε; πρὸς γὰρ ἐκείνους ἦν τέως αὐτῷ ὁ ἀγὼν, καὶ τὸ δεῖξαι ὅτι οὐκ ἔστι πολυθεία παρ᾽ ἡμῖν. Διὸ τὸ εἷς συνεχῶς κατέχει λέγων· Οὐδεὶς Θεὸς εἰ μὴ εἷς. Καὶ πάλιν· Ἡμῖν εἷς Θεὸς, καὶ εἷς Κύριος.

Ὅθεν δῆλον ὅτι φειδόμενος τῆς ἀσθενείας τῶν ἀκουόντων, ταύτῃ ἐχρήσατο τῇ διασκευῇ «Τινὲς δὲ τῇ συνηθείᾳ τοῦ εἰδώλου.» Οὔτε ἐκκαλύπτει αὐτοὺς σαφῶς, ἵνα μὴ πλήξῃ, οὔτε παρατρέχει καθόλου, ἀλλ᾽ ἀορίστως αὐτῶν μέμνηται. «Ἕως ἄρτι ὡς εἰδωλόθυτα ἐσθίουσιν.» Μετὰ τοσαύτης διανοίας μεθ᾽ ἧς τὸ πρότερον. «Καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται.» Οὐδέπω δυναμένη καταφρονῆσαι, οὐδὲ καθάπαξ αὐτῶν καταγελᾶσαι, ἀλλ᾽ ὥσπερ διακρινομένη. Οὐδαμοῦ δὲ περὶ τὴν φύσιν τοῦ πράγματος τὸν λόγον ἵστησιν, ἀλλὰ ἄνω καὶ κάτω περὶ τὸ συνειδὸς τοῦ μεταλαβόντος στρέφεται. Δέδοικε γὰρ μὴ θέλων διορθῶσαι τὸν ἀσθενῆ, πλήξῃ τὸν ἰσχυρὸν, καὶ ἀσθενῆ καὶ τοῦτον ἐργάσηται. «Βρῶμα δὲ ὑμᾶς οὐ παραστήσει τῷ Θεῷ.» Ὅρα πῶς πάλιν αὐτῶν καθεῖλεν τὸ φρόνημα· λέγων, ὅτι εἰ καὶ μηδεὶς ἐβλάπτετο, μηδὲ ἡ τοῦ πλησίον προσῆν διαστροφὴ, οὐδὲ οὕτως ἔδει τοῦτο ποιεῖν· ματαιοπονεῖν γὰρ τοῦτό ἐστιν· ὁ γὰρ ἀκούσας ὅτι βλάπτεται μὲν ἕτερος, αὐτὸς δὲ ἔχει τι κέρδος, οὐ σφόδρα ἀφίσταται, ἀλλὰ τότε μᾶλλον, ὅταν μάθῃ ὅτι αὐτὸς οὐδὲν ὠφελεῖται ἐκ τοῦ πράγματος.

Διὰ τοῦτό φησιν· Βρῶμα ὑμᾶς οὐ παραστήσει τῷ Θεῷ. «Οὔτε γὰρ, ἐὰν φάγωμεν, ὑστερούμεθα.» Τουτέστιν, οὐκ ἔλαττόν τι ἔχομεν. «Οὔτε ἐὰν μὴ φάγωμεν, περισσεύομεν.» Τουτέστιν, οὐκ εὐδοκιμοῦμεν παρὰ τῷ Θεῷ, ὡς ἀγαθόν τι ποιήσαντες καὶ μέγα. «Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν.» Οὐκ εἶπεν, ἡ γνῶσις ὑμῶν, οὐδὲ, ἡ τελείωσις ὑμῶν, ἀλλ᾽, ἡ ἐξουσία, ὅπερ προπετείας εἶναι μᾶλλον καὶ αὐθαδείας εἶναι δοκεῖ. Καὶ οὐκ εἶπεν, τοῖς ἀδελφοῖς, ἀλλὰ τοῖς ἀσθενέσι, τῶν ἀδελφῶν αὔξων τὴν κατηγορίαν· ὅτι οὐδὲ ἀσθενούντων φείδονται, καὶ τοῦτο ἀδελφῶν. «Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ εἰδωλόθυτα ἐσθίειν;» Τουτέστι τὸν τέλειον. «Καὶ ἀπόλλυται οὖν ὁ ἀσθενῶν ἀδελφὸς ἐν τῇ γνώσει σου, δι᾽ ὃν Χριστὸς ἀπέθανεν.» Τέσσαρα τίθησιν ἐγκλήματα καὶ σφοδρὰ μέγιστα, ὅτι καὶ ἀσθενῶν, καὶ ἀδελφὸς, καὶ οὗ τοσοῦτον ὁ Χριστὸς ἐποιήσατο λόγον, ὡς καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ, καὶ ὅτι μετὰ ταῦτα πάντα διὰ βρῶμα ἀπόλλυται. «Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε.» Ὅρα πῶς κατὰ μικρὸν εἰς αὐτὴν τῆς παρανομίας τὴν κορυφὴν τὸ ἁμάρτημα ἀνήγαγεν.

Καὶ πάλιν τῆς ἀσθενείας ἐμνημόνευσεν τῆς ἐκείνων, ἵνα ὅπερ ἐνόμιζον οἱ ἐσθίοντες ὑπὲρ αὐτῶν εἶναι, τοῦτο πανταχοῦ εἰς τὴν ἑαυτῶν εὕρωσιν περιτρεπόμενον κεφαλήν.

Πῶς δὲ εἰς Χριστὸν ἁμαρτάνουσιν; Ἑνὶ μὲν τρόπῳ, ὅτι τὰ τῶν οἰκετῶν αὐτὸς οἰκειοῦται. Δευτέρῳ δὲ, ὅτι εἰς τὸ σῶμα αὐτοῦ καὶ εἰς τὸ μέλος τελοῦσιν οἱ τυπτόμενοι. Τρίτῳ δὲ, ὅτι ἔργον αὐτοῦ, ὃ διὰ τῆς οἰκείας ᾠκοδόμησε σφαγῆς, τοῦτο καθαιροῦσι. «Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίζω.» Τοῦτο ἀρίστου διδασκάλου, τὸ δι᾽ ἑαυτοῦ παιδεύειν ἃ λέγει. Καὶ οὐκ εἶπεν, εἴτε δικαίως, εἴτε ἀδίκως, ἀλλ᾽, ὁπωσοῦν.

ΚΕΦΑΛ. Θʹ. «Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος;» Ἵνα μή τις λέγῃ· Κομπάζεις εἰκῆ· δεῖξον διὰ τῶν ἔργων τίνος κατεφρόνησας, ὑπὲρ τοῦ μὴ σκανδαλίσαι τὸν ἀδελφόν· διὰ τοῦτο ἀναγκάζεται λοιπὸν εἰς τὴν ἀπόδειξιν τούτων ἐλθεῖν. Ὁ δὲ νοῦς οὗτος αὐτῷ· τί χρὴ λέγειν περὶ τῶν εἰδωλοθύτων, φησί; τοῦ γὰρ Χριστοῦ ἐπιτάξαντος τοὺς τὸ Εὐαγγέλιον κηρύσσοντας ἐκ τῶν μαθητευομένων ζῇν, ἐγὼ τοῦτο οὐκ ἐποίησα, ἀλλ᾽ εἱλόμην λιμῷ μᾶλλον καταλῦσαι τὸν βίον, ἢ λαβεῖν τι παρὰ τῶν κατηχουμένων· οὐκ ἐπειδὴ σκανδαλίζεσθαι ἔμελλον, ἀλλ᾽ ἐπειδὴ οἰκονομεῖσθαι αὐτοὺς ἠβουλόμην. Καὶ ἵνα μή τις λέγῃ, ὅτι Εἰ καὶ μὴ ἔλαβες, ἐπειδὴ μὴ ἐξὸν ἦν, οὐκ ἔλαβες.

Διὰ τοῦτο πρῶτον τίθησι τὰς αἰτίας δι᾽ ἃς εὐλόγως ἀνέλαβεν, εἴπερ ἐβούλετο λαβεῖν. Εἶτα, ἵνα μὴ δόξῃ τοὺς περὶ Πέτρον διαβάλλων ταῦτα λέγειν· καὶ γὰρ ἐλάμβανον ἐκεῖνοι πρότερον· δείκνυσιν ὅτι ἐξῆν ἐκείνοις λαμβάνειν. Εἶτα πάλιν, ἵνα μή τις εἴποι ὅτι Πέτρῳ μὲν ἐξῆν, σοὶ δὲ οὐκ ἐξῆν, προλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐγκωμίοις τοῖς περὶ ἑαυτοῦ, δι᾽ ἀνάγκην ταῦτα ποιῶν. «Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι.» Ἵνα μή τις πάλιν λέγῃ· Ἀλλ᾽ ἔχουσι πλέον ἐκεῖνοι, τὸ μετὰ Χριστοῦ γενέσθαι· οὐ μικρὸν γὰρ καὶ τοῦτο ἀξίωμα ἦν κατὰ τὸ λεχθέν· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον· εἶπεν· Οὐχὶ Ἰησοῦν τὸν Κύριον ἡμῶν ἑώρακα; Καὶ ἵνα μή τις εἴπῃ· Οὐδὲν ἐπεδείξω ἀποστόλου ἔργον, διὰ τοῦτό φησι· Τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ. Καὶ ἐπειδὴ μέγα ἐφθέγξατο, τὸ, ἐν Κυρίῳ, προστίθησι, τουτέστι τοῦ Θεοῦ τὸ ἔργον ἐστὶν, οὐκ ἐμόν. «Ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ· ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη· Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς οἱ λοιποὶ ἀπόστολοι, καὶ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Κηφᾶς; ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι;»

Τουτέστιν ἡ ἀπόδειξις· κἂν βούληταί τις μαθεῖν, πόθεν ἀπόστολός εἰμι, ὑμᾶς προβάλλομαι. Πάντα γὰρ τὰ τοῦ ἀποστόλου ἐν ὑμῖν ἐπεδειξάμην.

Κατευνάζοντες δὲ ταῖς ἐπιεικείαις τὰς σωματικὰς ἡδονὰς, καὶ τὸ τῆς φιλοσαρκίας ἀπαμβλύνοντες κέντρον, ὀλιγοσιτεῖν εἰθίσμεθα, καὶ τὸ τρυφᾷν οὐ τῶν ἀρίστων εἶναί φαμεν. «Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τῶν καρπῶν αὐτοῦ οὐκ ἐσθίει; ἢ τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;» Ἐπειδὴ ὅπερ ἦν ἰσχυρώτατον, ἐκ τῶν ἀποστόλων ἀπέδειξεν, ὅτι ἔξεστι τοῦτο ποιεῖν, ἐπὶ παραδείγματα λοιπὸν ἔρχεται, καὶ τὴν κοινὴν συνήθειαν ἐκ τούτων πάλιν τῶν λόγων ἰσχυροποιῶν. «Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λαλεῖ; Ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Ἢ δι᾽ ἡμᾶς πάντως λέγει; Δι᾽ ἡμᾶς γὰρ ἐγράφη.» Μὴ ἐξ ἀνθρωπίνων μόνον παραδειγμάτων ἰσχυρίζομαι; «Ὅτι ὀφείλει ἐπ᾽ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾽ ἐλπίδι. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσι, οὐ μᾶλλον ἡμεῖς;» Τῆς μελλούσης λέγει. «Ἀλλ᾽ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐκκοπήν τινα δίδωμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ.» Τουτέστιν, οὐκ ἐλάβομεν. «Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν;»

Ἀπὸ τοῦ νόμου τὸ ἔχειν ἐξουσίαν λαμβάνειν ἐπιδειξάμενος, μεταφέρει τὸν λόγον καὶ εἰς τὸ Εὐαγγέλιον, καὶ ἐκ τούτου αὐτὸν ἰσχυροποιῶν. Εὖ δέ· τὸ μὴ εἰπεῖν ἐκ τῶν προσφερόντων λαμβάνουσιν, ἀλλ᾽ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, ἵνα μήτε οἱ λαμβάνοντες ὀνειδίζωνται, μήτε οἱ παρέχοντες ἐπαίρωνται. «Οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται. Οὕτως καὶ ὁ Κύριος διέταξεν τοῖς Εὐαγγέλιον καταγγέλλουσι, ἐκ τοῦ Εὐαγγελίου ζῇν.» Τὰ γὰρ προσενεχθέντα οὐκέτι λοιπὸν τῶν προσενεγκόντων ἦσαν, ἀλλὰ τοῦ ἱεροῦ καὶ τοῦ θυσιαστηρίου.

Τὸ δὲ συμμερίζονται, οὐ τὴν ἐξ ἴσου διανομὴν δηλοῖ, ἀλλὰ τὴν ἐξ ὀφειλῆς διδομένην αὐτοῖς παραμυθίαν. «Ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων. Οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα οὕτως γένηται ἐν ἐμοί.» Ὅμοιον ὡς εἰ λέγοι, πολλῶν μοι παραδειγμάτων παρεχόντων ἐξουσίαν τοῦ στρατιώτου, τοῦ γεωργοῦ, τοῦ ποιμένος, τῶν ἀποστόλων, τοῦ νόμου, τῶν παρ᾽ ἡμῶν εἰς ὑμᾶς γενομένων, τῶν παρ᾽ ἡμῶν εἰς τοὺς ἄλλους, τῶν ἱερέων, τοῦ προστάγματος τοῦ Κυρίου, οὐδενὶ τούτων ἂν ἐπείσθην εἰς τὸ καταλῦσαι τὸν ἐμαυτοῦ νόμον, καὶ λαβεῖν. «Καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου, ἵνα τις κενώσῃ.» Αἱροῦμαι μᾶλλον, φησὶν, ἀποθανεῖν λιμῷ, ἢ τούτων ἀποστερηθῆναι τῶν στεφάνων. Εὖ δὲ, καὶ τὸ καύχημα εἰπεῖν, καὶ μὴ τὸν σκοπὸν ἢ τὸ δόξαν καλόν.

Ἵνα γὰρ μή τις λέγῃ, ὅτι ποιεῖ μὲν αὐτὸ, οὐ χαίρων δὲ, ἀλλὰ στένων καὶ ὀδυνάμενος, τούτου χάριν τὴν ὑπερβολὴν τῆς χαρᾶς δεῖξαι θέλων, καὶ τὸ μέγεθος τῆς προθυμίας, καύχημα τὸ πρᾶγμα καλεῖ. Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται. Οὐαὶ δέ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι.» Τοῦτό φησιν, οὐχ ὡς μείζονος ὄντος τοῦ εὐαγγελίσασθαι, τοῦ ἀδάπανον θεῖναι τὸ εὐαγγέλιον, ἀλλ᾽ ὡς ἑτέρωθεν ἔχοντος τὸ πλέον. Οἷον, ὅτι τὸ μέν ἐστιν ἐπίταγμα, τὸ δὲ τῆς ἐμῆς προαιρέσεως κατόρθωμα.

Ἃ μὲν γὰρ ὑπὲρ τὴν ἐντολὴν γίνεται, πολὺν ἔχει μισθόν· ἃ δὲ ἐν ἐντολῆς τάξει, οὐ τοσοῦτον. Ὥστε κατὰ τοῦτό φησιν, τὸ μὴ λαμβάνειν τοῦ εὐαγγελίσασθαι πλέον εἶναι οὐκ αὐτὴν τοῦ πράγματος τὴν φύσιν· τί γὰρ τοῦ κηρύξαι ἴσον, ὃ καὶ πρὸς τοὺς ἀγγέλους ἡμᾶς ἁμιλλᾶσθαι ποιεῖ; Ἀλλ᾽ ὅμως ἐπειδὴ τὸ μὲν ἐπίταγμά ἐστι καὶ ὀφειλή· τὸ δὲ προαιρέσεως φιλοτιμία, κατὰ τοῦτο αὐτῷ τὸ μὴ λαμβάνειν, πλέον τι τοῦ κηρύττειν ἔχει. «Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω. Εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι, τίς οὖν μοί ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος, ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ Εὐαγγελίῳ.» Τὸ, ἑκὼν καὶ ἄκων, ἐπὶ τὸ ἐγχειρεῖσθαι, καὶ μὴ ἐγχειρεῖσθαι λαμβάνει. Οὕτω καὶ τὸ, ἀνάγκη μοι ἐπίκειται, νοητέον· οὐχ ὡς ἄκοντός τι τούτου ποιοῦντος, ἀλλ᾽ ὡς ὑπευθύνου ὄντος τοῖς ἐπιταχθεῖσι· διὸ οὐκ εἶπεν, εἰ δὲ ἄκων οὐκ ἔχω μισθὸν, ἀλλ᾽ οἰκονομίαν πεπίστευμαι, δεικνὺς ὅτι καὶ αὐτὸς ἔχει μισθὸν, ἀλλὰ τοιοῦτον οἷον ὁ τὸ ἐπίταγμα ἐξανύσας, οὐχ οἷον ἐκεῖνος ἐκ τῶν ἑαυτοῦ φιλοτιμησάμενος, καὶ ὑπερβὰς τὸ ἐπίταγμα. «Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω.» Πάλιν ἄλλην τίθησιν ὑπερβολήν. Μέγα μὲν γὰρ καὶ τὸ μὴ λαβεῖν· τοῦτο δὲ πολὺ μεῖζον ἐκείνου. Τί δέ ἐστιν ὃ φησίν;

Ὅτι οὐ μόνον οὐκ ἔλαβον οὐδὲ ἐχρησάμην τῇ ἐξουσίᾳ, ἀλλὰ καὶ ἐδούλωσα ἐμαυτὸν, καὶ δουλείαν μεγάλην καὶ παντοδαπήν· καὶ ἐδούλωσα ὑποκείμενος οὐδενὶ κατ᾽ οὐδὲν, οὐδὲ ἀνάγκην ἔχων. Τοῦτο γάρ ἐστι τὸ ἐλεύθερος ὢν ἐκ πάντων.

Καὶ γὰρ κηρύξαι μόνον ἐπετάττετο, καὶ καταγγέλλειν τὰ ἐμπιστεύοντα· τὸ δὲ μυρία μηχανήσασθαι. καὶ ἐπινοεῖν, λοιπὸν τῆς ἐκείνου σπουδῆς ἦν. «Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω.» Καὶ πῶς ἐγένετο, ἢ ὅτε περιέτεμεν Τιμόθεον, ἵνα καθέλῃ περιτομήν; Διὰ τοῦτο οὐκ εἶπεν, Ἰουδαῖος, ἀλλ᾽ ὡς Ἰουδαῖος. Οἰκονομία γὰρ τὸ πρᾶγμά ἐστι. «Τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω.» Ὅτε ἐξύρατο, ὅτε ἔθυσεν. Ἐγίνετο δὲ ταῦτα, οὐ τῆς γνώμης αὐτοῦ μεταβαλλομένης, ἀλλὰ τῆς ἀγάπης συγκαταβαινούσης. «Τοῖς ἀνόμοις ὡς ἄνομος· μὴ ὢν ἄνομος Θεῷ, ἀλλ᾽ ἔννομος Χριστῷ.» Οἱ ἄνομοι, οὔτε Ἰουδαῖοι ἦσαν, οὔτε Ἕλληνες, ἀλλ᾽ ἐκτὸς νόμου ζῶντες· οἷος ἦν ὁ Κορνήλιος καὶ ὁ Μελχισεδέκ. Καὶ γὰρ πρὸς ἐκείνους εἰσιὼν, πολλὰ ὑπεκρίνετο τῶν ὑπ᾽ ἐκείνων. Τινὲς δέ φασιν καὶ τὴν ἀπὸ τοῦ ἐπιγράμματος τοῦ ἐν τῷ βωμῷ διάλεξιν αὐτῷ γενομένην πρὸς Ἀθηναίους αἰνίττεσθαι, καὶ λέγειν, Τοῖς ἀνόμοις ὡς ἄνομος. Καὶ ἵνα μή τις νομίσῃ μεταβολὴν εἶναι τὸ πρᾶγμα. Μὴ ὣν ἄνομος Θεοῦ, ἀλλ᾽ ἔννομος Χριστοῦ. «Ἵνα κερδήσω ἀνόμους. Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς κερδήσω.» Τὴν αἰτίαν τῆς συγκαταβάσεως λέγει. «Τοῖς πᾶσιν γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω.» Ἵνα μὴ καθ᾽ ἕκαστον λέγων διατρίβῃ, τῷ γενικῷ χρῆται ὀνόματι. «

Τοῦτο δὲ ποιῶ διὰ τὸ Εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.» Τουτέστιν, ἵνα δόξω τι κἀγὼ συνεισενηνοχέναι οἴκοθεν, καὶ μετασχῶ τῶν ἀποκειμένων στεφάνων τοῖς πιστοῖς. Ὥσπερ γὰρ ἔλεγεν, ἐκ τοῦ Εὐαγγελίου ζῇν, τουτέστιν ἐκ τῶν πιστευόντων, οὕτως καὶ ἐνταῦθα, συγκοινωνὸς γένωμαι τοῦ Εὐαγγελίου, ἵνα δυνηθῶ κοινωνῆσαι τοῖς [ἐν] τῷ Εὐαγγελίῳ πεπιστευκόσι.

Τοῦτο δὲ καὶ ταπεινοφροσύνης μεγάλης ἐπίδειξιν ἔχει. Ἕνα γὰρ τῶν πολλῶν ἑαυτὸν τίθησι, πάντων πλεῖον καμών; «Οὐκ οἴδατε, ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Οὕτως τρέχετε, ἵνα καταλάβητε.» Δείξας ὅτι πολὺ χρήσιμον τὸ συγκαταβαίνειν, καὶ τοῦτο ἡ ἄκρα τελειότης, πληκτικώτερον πάλιν αὐτῶν καθάπτεται αἰνιττόμενος, ὅτι τοῦτο τὸ παρ᾽ αὐτῶν γινόμενον καὶ δοκοῦν εἶναι τελειότης, ματαιοπονία ἐστὶ περιττή. Ἀλλ᾽ οὐ λέγει οὕτω σαφῶς, ἵνα μὴ ἀπαισχυνθῶσιν· δι᾽ ὧν δὲ κατασκευάζει, τοῦτο δηλοῖ· τὸ δὲ λέγειν, ὅτι εἷς ἐκ πάντων λαμβάνει τὸ βραβεῖον, οὐχ ὡς ἑνὸς μέλλοντος σώζεσθαι μόνον, ἀλλ᾽ ὡς πολλὴν ὀφειλόντων ἡμῶν εἰσενεγκεῖν τὴν σπουδήν. Ὥσπερ γὰρ ἐκεῖ πολλῶν καθιέντων εἰς τὸ στάδιον οὐ στεφανοῦνται πολλοὶ, ἀλλ᾽ εἰς ἕνα περιίσταται· καὶ οὐκ ἀρκεῖ τὸ καθιέναι εἰς τὸν ἀγῶνα, οὐδὲ τὸ ἀλείψασθαι καὶ παλαῖσαι· οὕτω καὶ ἐνταῦθα, οὐκ ἀρκεῖ τὸ πιστεῦσαι, καὶ ὡς ἔτυχεν ἀγωνίσασθαι, ἀλλ᾽ ἂν μὴ οὕτω δράμωμεν, ὥστε μέχρι τοῦ τέλους ἀλήπτους ἑαυτοὺς παρασχεῖν, καὶ ἐγγὺς γενέσθαι τοῦ βραβείου, οὐδὲν ἡμῖν ἔσται πλέον. Εἰ γὰρ καὶ τέλειον νομίζεις σαυτὸν κατὰ τὴν γνῶσιν, ἀλλ᾽ οὔπω τοῦ παντὸς ἐπελάβου· ὅπερ αἰνιττόμενος ἔλεγεν, ἵνα καταλάβητε. «Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται.

Ἐκεῖνοι μὲν, ἵνα φθαρτὸν στέφανον λάβωσιν· ἡμεῖς δὲ, ἀδιάφθαρτον.» Τί ἐστι, τὰ πάντα ἐγκρατεύεται; Οὐχὶ τοῦδε μὲν ἀπέχεται, ἑτέρῳ δὲ διαμαρτάνει, ἀλλὰ καὶ γαστριμαργίας καὶ μέθης, καὶ πάντων ἁπλῶς κρατεῖ τῶν παθῶν. Εἰ δὲ ἐκεῖ πάντα, ὅπου εἰς ἕνα ὁ στέφανος· πολλῷ μᾶλλον ἐνταῦθα ὅπου πλείων ἡ φιλοτιμία. «Ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδήλως.» Ἐντρέψας αὐτοὺς ἀπὸ τῶν ἔξωθεν, καὶ ἑαυτὸν εἰς μέσον ἄγει λοιπόν. Τί δέ ἐστι τὸ, οὐκ ἀδήλως; πρὸς σκοπόν τινα ἐκεῖνο, φησὶν, οὐκ εἰκῆ καὶ μάτην καθάπερ ὑμεῖς. τί γὰρ ὑμῖν γίνεται πλέον ἀπὸ τοῦ εἰς εἰδωλεῖα εἰσιέναι, καὶ τὴν τελειότητα δῆθεν ἐπιδείκνυσθαι;

Οὐδέν· ἀλλ᾽ οὐκ ἐγὼ τοιοῦτος· ἀλλὰ πάντα ἅπερ ποιῶ, ὑπὲρ τῆς τῶν πλησίον ἀγάπης ποιῶ καὶ σωτηρίας, κἂν τελειότητα ἐπιδείξωμαι, δι᾽ αὐτούς· κἂν συγκατάβασιν, δι᾽ αὐτούς. «Οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων.» Πάλιν τὸ εἰκῆ καὶ μάτην αἰνιττόμενος, τοῦτό φησιν. «Ἀλλ᾽ ὑποπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ.» Ἐνταῦθα δείκνυσι καὶ ὑπὸ ἐπιθυμίας γαστρὸς κατεχομένους, καὶ προσχήματι τελειότητος, τὴν γαστριμαργίαν πληροῦντας τὴν ἑαυτῶν. «Μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ὅτι ἐπιστεύσατε, ἀρκεῖν τοῦτο εἰς σωτηρίαν ὑμῖν. Εἰ γὰρ ἐμοὶ τὸ κηρύξαι, καὶ διδάξαι μυρίους οὐκ ἀρκεῖ πρὸς σωτηρίαν, πολλῷ μᾶλλον ὑμῖν.

ΚΕΦΑΛ. Ιʹ. «Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ, καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Πάλιν ἐπὶ τὰ τῆς παλαιᾶς πρόεισιν ἱστορίας· τὸ δὲ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν, δεικνύοντός ἐστιν, ὡς οὐ σφόδρα ἦσαν ταῦτα πεπαιδευμένοι. Τίνος δὲ ἕνεκεν τὸ ὑπόδειγμα τίθησιν, ἢ ἵνα δείξῃ, ὅτι, ὥσπερ οὐκ ὤνησεν ἐκείνους τὸ τοσαύτης ἀπολαῦσαι δωρεᾶς, οὕτως οὐδὲ τούτους τοῦ βαπτίσματος τυχεῖν, καὶ μυστηρίων πνευματικῶν ἀπολαῦσαι, εἰ μὴ μέλλοιεν ἄξιον τῆς χάριτος ἐπιδείκνυσθαι βίον. Διὸ καὶ τοῦ βαπτίσματος καὶ τῶν μυστηρίων παράγει τοὺς τύπους.

Τί δέ ἐστι τὸ, εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν; Καθάπερ ἡμεῖς τῷ Χριστῷ πιστεύσαντες, καὶ τῇ ἀναστάσει αὐτοῦ, βαπτιζόμεθα, ὡς καὶ αὐτοὶ τῶν αὐτῶν κοινωνήσαντες· βαπτιζόμεθα γὰρ ὑπὲρ τῶν νεκρῶν, τουτέστι σωμάτων· οὕτω καὶ ἐκεῖνοι θαρσήσαντες τῷ Μωϋσῇ, τουτέστιν, ἰδόντες αὐτὸν διαβάντα πρῶτον, κατετόλμησαν καὶ αὐτοὶ τῶν ὑδάτων· ἀλλ᾽ ἐπειδὴ βούλεται τὸν τύπον ἐγγὺς τῆς ἀληθείας ἀγαγεῖν, οὐ λέγει οὕτως, ἀλλὰ τοῖς τῆς ἀληθείας ὀνόμασι κέχρηται καὶ ἐπὶ τοῦ τύπου. Καὶ τοῦτο μὲν τοῦ λούτρου σύμβολον· τὰ δὲ μετὰ ταῦτα, τῆς ἱερᾶς τραπέζης. Καθάπερ γὰρ ἡμεῖς τὸ σῶμα ἐσθίομεν τὸ Δεσποτικὸν, οὕτω κἀκεῖνοι τὸ μάννα· καὶ ὥσπερ ἡμεῖς τὸ αἷμα πίνομεν τὸ Δεσποτικὸν, οὕτω κἀκεῖνοι ὕδωρ ἐκ πέτρας. Εἰ γὰρ καὶ αἰσθητὰ ἦν τὰ διδόμενα, ἀλλὰ πνευματικῶς παρείχετο, οὐ κατὰ φύσεως ἀκολουθίαν, ἀλλὰ κατὰ δωρεᾶς χάριν· καὶ μετὰ τοῦ σώματος τὴν ψυχὴν ἔτρεφεν, εἰς πίστιν ἐνάγοντα. Διὰ τοῦτο περὶ μὲν τῆς τροφῆς οὐδὲν εἶπεν· ἐξηλλαγμένη γὰρ ἦν· ἐπὶ δὲ τοῦ πότου, ἐπειδὴ ὁ τρόπος μόνος τῆς χορηγίας, μόνος ἦν παράδοξος, καὶ κατασκευῆς ἐδεήθη, διὸ εἰπὼν ὅτι τὸ αὐτὸ ἔπινον πόμα πνευματικὸν, ἐπήγαγεν· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Οὐδὲ γὰρ ἡ τῆς πέτρας φύσις τὸ ὕδωρ ἠφίει.

Ἢ γὰρ ἂν καὶ πρὸ τούτου ἀνέβλυσεν, ἀλλ᾽ ἑτέρα τις πέτρα πνευματικὴ τὸ πᾶν εἰργάζετο, τουτέστιν ὁ Χριστὸς, ὁ παρὼν πανταχοῦ, καὶ πάντα θαυματουργῶν. Διὰ γὰρ τοῦτο καὶ εἶπεν, ἀκολουθούσης. «Ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός.» Καὶ μὴν πάντες ἀπώλοντο· ἀλλ᾽ ἵνα μὴ δόξῃ καὶ τούτοις πανωλεθρίαν προφητεύειν, διὰ τοῦτο εἶπεν ὅτι πλείους. Ἐπειδὴ τοῖς περὶ γεέννης λόγοις οἱ πολλοὶ ἀπιστοῦσιν, ὡς μὴ παροῦσι, μηδὲ φαινομένοις, ἀπὸ τῶν ἤδη γεγενημένων δείκνυσιν ὅτι κολάζει τοὺς ἁμαρτάνοντας ὁ Θεὸς, κἂν μυριάκις ἀγαθὸς ᾖ. «Κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.» Τὴν ἄπιστον αὐτῶν ἀπώλειαν κατασημαίνει. «Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν, μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται.» Ἵνα μὴ λέγωσι· Καὶ τί πρὸς ἡμᾶς ἡ ἐκείνων ἀπώλεια; τοῦτο γὰρ δι᾽ ἡμᾶς, ὥστε σωφρονεστέρους γενέσθαι τοῖς ὑποδείγμασιν ἐκείνοις. «Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν· μηδὲ πορνεύωμεν, καθώς τινες ἐπόρνευσαν αὐτῶν, καὶ ἔπεσαν ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.» Ὥσπερ ἐκεῖνοι, φησὶν, ἀπὸ τρυφῆς εἰς εἰδωλολατρείαν ἐξέβησαν, οὕτω δέος μὴ καὶ ὑμεῖς ἐντεῦθεν ἐκπέσητε. «Μηδὲ ἐκπειράζωμεν τὸν Κύριον, καθὼς καί τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.

Μηδὲ γογγύζετε, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις. Ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν.» Διὰ τούτου ἕτερον αἰνίττεται ἔγκλημα, ὃ καὶ πρὸς τῷ τέλει τίθησιν, ἐγκαλῶν αὐτοῖς ὅτι περὶ σημείων ἐμάχοντο, καὶ τῶν πειρασμῶν δὲ ἕνεκεν· ἐξελοῖντο γὰρ, λέγοντες· Πότε ἥξει τὰ ἀγαθώτερα ἔπαθλα;

Διὸ καί φησι· Μηδὲ γογγύζωμεν. Οὐδὲ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, τὸ πάσχειν ὑπὲρ Χριστοῦ, ἀλλὰ τὸ μετὰ ἡδονῆς πάντα πάσχειν ὑπὲρ Χριστοῦ. «Εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησαν.» Πάλιν ἐκφοβεῖ, τὰ τέλη λέγων, καὶ μείζονα τῶν γεγενημένων τὴν προσδοκίαν παρασκευάζων. «Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.» Πάλιν τὸν τύφον καθεῖλεν τῶν ἐπὶ γνώσει μέγα φρονούντων· Καὶ εἰπὼν, Δοκῶν ἑστάναι, δείκνυσιν ὡς οὐδὲ ἑστάναι τοῦτο ἐστὶ τὸ θαῤῥεῖν ἐφ᾽ ἑαυτῷ.

Ταχέως γὰρ ὁ τοιοῦτος πεσεῖται. «Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος. Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν.

Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας.» Τουτέστι, μικρὸς καὶ βραχὺς καὶ σύμμετρος. Τὸ γὰρ, ἀνθρώπινος, τὸ μικρὸν σημαίνει, ὡς ὅταν λέγῃ· Ἀνθρώπινον λέγω, διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Μὴ τοίνυν μέγα φρονῆτε, φησὶν, ὡς περιγενόμενοι. «Ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι.» Ἐπειδὴ μέγα ἐφθέγξατο, καὶ τὴν κατηγορίαν ηὔξησεν, τὴν εἰδωλολατρίαν εἰπὼν, ἵνα μὴ δόξῃ τραχύνειν αὐτοὺς, καὶ φορτικὸν ποιεῖν τὸν λόγον, αὐτοῖς λοιπὸν καθίζει τὴν κρίσιν, καὶ μετ᾽ ἐγκωμίου καθίζει τοὺς δικάζοντας, λέγων· Ὡς φρονίμοις ὑμῖν λέγω. «Τὸ ποτήριον τῆς εὐλογίας, οὗ εὐλογοῦμεν.» Εὐλογίαν ὅταν εἴπῃ, τὴν εὐχαριστίαν λέγει. Εὐχαριστίαν δὲ λέγων, πάντα ἀναπτύσσει τὸν τῆς εὐεργεσίας τοῦ Θεοῦ θησαυρὸν, καὶ τῶν μεγάλων ἀναμιμνήσκει δωρεῶν, ὅτι ἐλπίδα μὴ ἔχοντας, καὶ ἀθέους ὄντας ἐν τῷ κόσμῳ, ἀδελφοὺς αὐτοῦ κατεσκεύασεν καὶ συγκληρονόμους. «Οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν;» Τὸ ἐν τῷ ποτηρίῳ, φησὶν, ἐκεῖνό ἐστιν, τὸ ἀπὸ τῆς πλευρᾶς ῥεῦσαν, καὶ ἐκείνου μετέχομεν. «Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν;» Καὶ διὰ τί οὐκ εἶπε, μετοχήν; Ὅτι πλεῖόν τι ἐμφανίσαι ἠβουλήθη, καὶ πολλὴν ἐνδείξασθαι τὴν συνάφειαν.

Οὐ γὰρ τῷ μετέχειν μόνον, καὶ μεταλαμβάνειν, ἀλλὰ καὶ τῷ ἑνοῦσθαι κοινωνοῦμεν. Καθάπερ τὸ σῶμα ἥνωται τῷ Λόγῳ, οὕτω καὶ ἡμεῖς αὐτῷ διὰ τοῦ ἄρτου τούτου ἑνούμεθα. «Ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.» Τί λέγω κοινωνίαν, φησὶν, αὐτό ἐσμεν ἐκεῖνο τὸ σῶμα. Ὁ γὰρ ἄρτος σῶμά ἐστι Χριστοῦ, καὶ οἱ μεταλαμβάνοντες δὲ, σῶμα γίνονται, οὐχὶ σώματα πολλὰ, ἀλλὰ σῶμα ἕν. Καθάπερ ὁ ἄρτος ἐκ πολλῶν συγκείμενος κόκκων ἥνωται, ὡς μηδαμῶς φαίνεσθαι τοὺς κόκκους, ἀλλ᾽ εἶναι μὲν αὐτοὺς, ἄδηλον δὲ αὐτῶν εἶναι τὴν διαφορὰν τῇ συναφείᾳ, οὕτω καὶ ἀλλήλοις καὶ τῷ Χριστῷ συναπτόμεθα. Οὐδὲ γὰρ ἐξ ἄλλου μὲν σώματος ἄλλος, ἐξ ἄλλου δὲ ἄλλος τρέφεται, ἀλλ᾽ ἐξ αὐτοῦ πάντες. Διό φησιν· Οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. Εἰ δὲ ἐκ τοῦ αὐτοῦ, καὶ τὸ αὐτὸ γινόμεθα πάντες, διὰ τί μὴ καὶ τὴν αὐτὴν ἀγάπην ἐπιδεικνύμεθα, καὶ γινόμεθα κατὰ τοῦτο ἕν; «Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα. Οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας, κοινωνοὶ τοῦ θυσιαστηρίου οὐκ εἰσίν; τί οὖν; φημί.» Ἐπειδὴ πολλοὶ τοῦ μεγέθους τῶν λεχθέντων ἦσαν ταπεινότεροι, ἀπὸ τῶν προτέρων αὐτοὺς πείθει καὶ συνήθων. Καὶ καλῶς σάρκα φησὶν, ὡς αὐτῶν κατὰ πνεῦμα ὄντων. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Κἂν ἀπὸ τῶν παχυτέρων παιδευθῆτε. «Ὅτι εἴδωλον, τὶ ἐστίν; ἢ ὅτι εἰδωλόθυτον, τὶ ἐστίν;

ἀλλ᾽ ὅτι ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ Θεῷ. Οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι.» Εἰπὼν ὅτι κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσὶν, φοβηθεὶς μὴ δόξῃ ὥσπερ ἰσχὺν ἐχόντων τῶν εἰδώλων διαλέγεσθαι, καὶ δυναμένων βλάψαι, ὅρα πῶς αὐτὰ καθαιρεῖ, μονονουχὶ λέγων· Ταῦτα λέγω, φησὶ, καὶ ἀπάγω, οὐχ ὡς δυναμένων βλάψαι τι τῶν εἰδώλων, καὶ ἰσχὺν ἐχόντων· οὐδὲν γάρ εἰσιν· ἀλλὰ βούλομαι καταφρονεῖν αὐτῶν ὑμᾶς, καὶ τούτου χάριν, μετὰ σπουδῆς ἀποτρέπω τῶν τοιούτων βρωμάτων, ὅτι οὐ προσάγεται τῷ Θεῷ. Διό φησιν· Ἃ γὰρ θύει τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ Θεῷ. «Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν, καὶ ποτήριον δαιμονίων. Οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων.» Χρησάμενος τῷ κατὰ παραίνεσιν λόγῳ, χρῆται λοιπὸν καὶ τῷ ἀποφαντικῷ καὶ αὐθεντικῷ, καὶ ἀρκεῖται τοῖς ὀνόμασι μόνοις εἰς τὴν ἀπαγωγὴν, Κυρίου ποτήριον, καὶ δαιμόνων ποτήριον, λέγων. «Ἢ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;» Τουτέστι, Πειράζομεν αὐτὸν, εἰ δύναται κολάσαι ἡμᾶς, καὶ παρακνίζομεν αὐτὸν, πρὸς τοὺς ὑπεναντίους ἀποχωροῦντες. Τοῦτο δὲ εἶπεν, ἀναμιμνήσκων αὐτοὺς παλαιᾶς ἱστορίας. Διὸ καὶ τῇ λέξει ταύτῃ κέχρηται, ᾗ καὶ πρὸς τοὺς Ἰουδαίους Μωϋσὴς ἐχρήσατο, ἐγκαλῶν ὑπὲρ εἰδωλολατρείας ἐκ προσώπου τοῦ Θεοῦ. Αὐτοὶ γὰρ, φησὶ, παρεζήλωσάν με ἐπ᾽ οὐ Θεῷ. «

Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει.

Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ ἑτέρου ἕκαστος.» Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς λέγειν, ὅτι Τέλειός εἰμι, καὶ κύριος ἐμαυτοῦ, καὶ οὐδὲν βλαπτόμενος ἀπογεύομαι τῶν προκειμένων, τούτου χάριν φησί· Ναὶ τέλειος εἶ, καὶ σαυτοῦ κύριος, ἀλλὰ μὴ τοῦτο σκόπει, ἀλλ᾽ εἰ μὲν βλάβην ἔχει τὸ τιμώμενον καὶ καταστροφήν. «Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.» Εἰπὼν ὅτι ἀδύνατον ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων, καὶ καθάπαξ ἀπαγαγὼν τῶν τραπεζῶν ἐκείνων, ἀπὸ παραδειγμάτων Ἰουδαϊκῶν, ἀπὸ λογισμῶν ἀνθρωπίνων, ἀπὸ τῶν μυστηρίων τῶν φρικτῶν, ἀπὸ τῶν ἐν τοῖς εἰδώλοις τελουμένων, καὶ πολὺν φόβον αὐτοῖς ἐνθεὶς, ἵνα μὴ τῷ φόβῳ τούτῳ πάλιν εἰς ἑτέραν αὐτοὺς ἐξωθήσῃ, ὡσεὶ καὶ ἀναγκασθῶσι πλείονι περιεργίᾳ τοῦ δέοντος χρήσασθαι, ἀφεὶς αὐτοὺς ταύτης τῆς ἀνάγκης ἐλευθέρους, φησίν· Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες. Ἐὰν γὰρ, φησὶν, ἀγνοῶν φάγῃς, καὶ μὴ ἴδῃς, οὐχ ὑπόκεισαι τιμωρίᾳ. Τῆς γὰρ ἀγνοίας τὸ πρᾶγμα λοιπὸν, οὐ τῆς λαιμαργίας. Τὸ γὰρ μανθάνειν τὸ προκείμενον, ὅ τί ποτέ ἐστιν, ταυτόν ἐστι τὰς ἀφορμὰς διδόναι τῆς συνειδήσεως. «Τοῦ γὰρ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς.» Οὐχὶ τῶν δαιμονίων. Εἰ δὲ ἡ γῆ, καὶ οἱ καρποὶ καὶ τὰ ἄλογα.

Εἰ δὲ αὐτοῦ πάντα, οὐδὲν ἀκάθαρτον, ἀλλ᾽ ἑτέρως ἀκάθαρτον γίνεται, ἀπὸ τῆς διανοίας καὶ τῆς παρακοῆς. «Εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.» Ὅρα πάλιν τὴν συμμετρίαν. Οὐ γὰρ ἐπέταξεν καὶ ἐνομοθέτησεν ἀπιέναι, οὐδὲ ἐκώλυσεν. Ἀπιόντας δὲ πάλιν ἀπαλλάττει πάσης ὑποψίας. Διὰ τί; ἵνα μὴ δόξῃ φόβου τινὸς εἶναι ἡ τοσαύτη πολυπραγμοσύνη καὶ δειλίας. «Ἐὰν δέ τις ὑμῖν εἴπῃ· Τοῦτο εἰδωλόθυτόν ἐστιν, μὴ ἐσθίετε, δι᾽ ἐκεῖνον τὸν μηνύσαντα, καὶ τὴν συνείδησιν.

Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἐμαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου.» Οὐδὲ γὰρ ὡς ἐχόντων ἰσχὺν, ἀλλ᾽ ὡς ἐβδελυγμένων ἀπέχεσθαι κελεύει. Μήτε τοίνυν ὡς δυνάμενα καταβλάψαι φεῦγε· οὐδεμίαν γὰρ ἔχουσιν ἰσχύν. Ἀδιαφόρως μέτεχε· ἐχθρῶν γάρ ἐστιν καὶ ἠτιμωμένων τράπεζα. Διὸ ἔλεγε, Διὰ τὸν μηνύσαντα καὶ τὴν συνείδησιν, ἵνα μὴ βλαβῇ. «Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;» Ἐλευθερίαν τὸ ἀπαρατήρητον καὶ ἀκώλυτον λέγων.

Τοῦτο γὰρ ἐλευθερία ἐστὶν, Ἰουδαϊκῆς ἀπηλλαγμένης δουλείας. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐλεύθερόν με πεποίηκεν ὁ Θεὸς, καὶ πάσης βλάβης ἀνώτερον, ἀλλ᾽ οὐκ οἶδεν ὁ Ἕλλην δικάζειν τῇ ἐμῇ φιλοσοφίᾳ, οὐδὲ τὴν τοῦ Δεσπότου μου φιλοτιμίαν συνορᾷ· ἀλλὰ καταγνώσεται, καὶ ἐρεῖ πρὸς αὐτὸν, ὡς δοκοῦντες ἀπέχεσθαι τῶν εἰδώλων, τῶν ἐκείνοις προσαγομένων ἔχονται. «Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» Τίνος μετέχει χάριτι, ἢ τῶν τοῦ Θεοῦ δωρεῶν; ἡ γὰρ χάρις αὐτοῦ τοσαύτη, ὡς κατασκευάσαι τὴν ψυχὴν ἀμόλυντον, καὶ ἀνωτέραν πάσης κηλίδος. «Ἀπρόσκοποι γίνεσθε, καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.» Τουτέστιν, Μηδεμίαν παρέχετε βλάβην μηδενί. Οὐ γὰρ μόνον ἀδελφοὺς οὐ δεῖ πλήττειν, ἀλλ᾽ οὐδὲ τοὺς ἔξωθεν. «Καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι.» ΚΕΦΑΛ. ΙΑʹ. «Μιμηταί μου γίνεσθε, ὡς κἀγὼ Χριστοῦ.» Ἐπειδὴ ὑπευθύνους αὐτοὺς ἐποίησεν, καὶ τῆς τῶν Ἑλλήνων βλάβης, καὶ τῆς τῶν Ἰουδαίων, καὶ βαρὺ τὸ λεγόμενον ἦν, εὐπαράδεκτον αὐτὸ καὶ κοῦφον ποιεῖ αὐτὸ, εἰς μέσον ἑαυτὸν ἄγων, καὶ τὸ τῶν ἄλλων συμφέρον λέγων ζητεῖν. Ὁ γὰρ κανών ἐστι τοῦ τελειοτάτου Χριστιανοῦ, καὶ ὅρος ἠκριβωμένος, καὶ ἡ ἀνωτάτω κορυφὴ, τὸ κοινῇ συμφέρον ζητεῖν.

Καὶ οὐδὲν οὕτω δύναται ποιῆσαι μίμησιν τοῦ Χριστοῦ, ὡς τὸ κήδεσθαι τῶν πλησίον. Διὸ τὸ, Μιμηταί μου γίνεσθε, προσέθηκεν. «Ἐπαινῶ δὲ ὑμᾶς, ἀδελφοὶ, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν, τὰς παραδόσεις κατέχετε. Θέλω δὲ ὑμᾶς εἰδέναι, ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν· κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός.» Ἀπαρτίσας τὰ περὶ τῶν εἰδωλοθύτων, λόγον ἐφ᾽ ἕτερον μέτεισιν, τὸ μὴ τὰς γυναῖκας ἀκατακαλύπτως εὔχεσθαι, ἢ προφητεύειν, καὶ τὸ μὴ τοὺς ἄνδρας κομᾷν. Ἤδη δὲ ἦν καὶ περὶ τούτων παραινέσας, διὸ καὶ μνημονεύειν αὐτούς φησιν αὐτοῦ, εἰ καὶ μὴ πάντες ἐδέξαντο τὴν παραίνεσιν. «Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων, κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὑτοῦ.» Σύμβολα δέδοται ἀνδρὶ καὶ γυναικὶ, πολλὰ μὲν καὶ ἕτερα· τῷ μὲν τῆς ἀρχῆς, τῇ δὲ τῆς ὑποταγῆς. Μετὰ δὲ ἐκείνων καὶ τοῦτο, τὸ ταύτην μὲν κατακαλύπτεσθαι, τοῦτον δὲ γυμνὴν ἔχειν τὴν κεφαλήν. Εἰ τοίνυν σύμβολα ταῦτά ἐστιν, ἀμφότεροι ἁμαρτάνουσι, τὴν εὐταξίαν συγχέοντες, καὶ τὴν τοῦ Θεοῦ διαταγὴν καὶ τοὺς οἰκείους ὑπερβαίνοντες ὅρους· καὶ ὁ μὲν, εἰς τὴν ἐκείνης καταπίπτων εὐτέλειαν· ἡ δὲ ἐπανισταμένη τῷ ἀνδρὶ διὰ τοῦ σχήματος. «

Πᾶσα δὲ γυνὴ προσευχομένη, ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὐτῆς· ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ· εἰ γὰρ οὐ κατακαλύπτεται γυνὴ, καὶ κειράσθω. Εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι, ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω.» Ἦσαν γὰρ γυναῖκες, τοῦτο τὸ χάρισμα ἔχουσαι, ὡς αἱ Φιλίππου θυγατέρες, καὶ ἕτεραι πρὸ ἐκείνων, καὶ μετ᾽ ἐκείνας, περὶ ὧν καὶ προφητεία ἦν λέγουσα· Καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν ὁράσεις ὄψονται. «Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων. Γυνὴ δὲ δόξα ἀνδρός ἐστιν· οὐ γὰρ ἀνὴρ ἐκ γυναικὸς, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα.» Ἄλλη πάλιν αἰτία, ἡ κωλύουσα κατακαλύπτεσθαι, καὶ ποία αὕτη, ἢ τὸ ἄρχοντα αὐτὸν εἶναι τῆς γυναικός;

Τὸν γὰρ ἄρχοντα τῷ βασιλεῖ προσιόντα, τὸ τῆς ἀρχῆς σύμβολον ἔχειν δεῖ. Ὥσπερ οὖν οὐδεὶς τῶν ἀρχόντων χωρὶς ζώνης καὶ χλανίδος τολμήσειεν ἂν φανῆναι τῷ βασιλεῖ, οὕτω μηδὲ σὺ, φησὶ, χωρὶς τῶν συμβόλων τῆς ἀρχῆς, ὅπερ ἐστὶ τὸ μὴ κατακαλύπτεσθαι, προσεύχου τῷ Θεῷ, ἵνα μὴ ὑβρίσῃς, καὶ σεαυτὸν, καὶ τὸν τετιμηκότα. Τὸ αὐτὸ καὶ ἐπὶ τῆς γυναικὸς εἴποι τις ἄν. Καὶ γὰρ ἐκείνῃ ὕβρις, τὸ μὴ ἔχειν τὰ σύμβολα τῆς ὑποταγῆς. «Διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους.» Διὰ τοῦτο, ποῖον; Διὰ τὰ εἰρημένα, λέγει, πάντα.

Καὶ πρῶτον μὲν, ὅτι κεφαλὴ ἡμῶν ὁ Χριστὸς, ἡμεῖς δὲ τῆς γυναικός. Δεύτερον δὲ, ὅτι ἡμεῖς δόξα Θεοῦ, ἡμῶν δὲ ἡ γυνή. Τρίτον, ὅτι οὐχ ἡμεῖς ἐκ τῆς γυναικὸς, ἀλλ᾽ ἐκείνη ἐξ ἡμῶν. Τέταρτον, ὅτι οὐχ ἡμεῖς διὰ τὴν γυναῖκα, ἀλλ᾽ ἐκείνη δι᾽ ἡμᾶς. Πέμπτον, διὰ τοὺς ἀγγέλους τοὺς παρεστηκότας, καὶ συναντιλαμβανομένους τῷ προσευχομένῳ. «Πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς, οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν Κυρίῳ. Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρὸς, οὕτω καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ· ἐν ὑμῖν αὐτοῖς κρίνατε. Πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; ἢ οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι· γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῆς ἐστιν; ὅτι ἀντὶ περιβολαίου αὐτῇ δέδοται.» Ἐπειδὴ πολλὴν ὑπεροχὴν τῷ ἀνδρὶ εἰπὼν, ὅτι ἐξ αὐτοῦ ἡ γυνὴ, καὶ δι᾽ αὐτὸν, ἵνα μήτε τοὺς ἄνδρας ἐπάρῃ πλέον τοῦ δέοντος, μήτε ἐκείνας ταλαιπωρήσῃ, ἐπήγαγεν τὴν διάθεσιν. «Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν.» Μεμετρημένην τὴν ἐπιτίμησιν ἐποίησεν, πλείονα τὴν ἐντροπὴν ἐνθεὶς, ὅθεν καὶ βαρύτερον ἐποίησε τὸν λόγον. «Οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ.» Δείκνυσιν ὅτι πάσῃ τῇ οἰκουμένῃ ἀντιπίπτουσι, καὶ ἐναντιοῦνται οἱ μὴ εἴκοντες. «Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ.» Ἐφ᾽ ἕτερον μεταβαίνει ἔγκλημα.

Τοῦτο δέ ἐστι, τὸ κοινῇ συνιόντων αὐτῶν εἰς ἑστίασιν, ἐξουθενεῖσθαι παρὰ τῶν πλουσίων τοὺς πένητας. Τοῦτο δὲ τὸ ἔθος, ἄνω μὲν ἦν, ἐπὶ τῶν τρισχιλίων καὶ πεντακισχιλίων τῶν ἐξ ἀρχῆς πιστευσάντων· οὐ μὴν ἔσωσεν ἐπὶ τῶν ὕστερον τῶν νῦν ἐγκαλουμένων τὴν ἀκρίβειαν. Ἐπεὶ οὖν διεσπάσθη τὸ ἔθος τοῦτο κάλλιστον ὂν (καὶ γὰρ ἀγάπης ὑπόθεσις ἦν), πληκτικῶς κέχρηται τῷ λόγῳ, βοῶν, ὅτι Οὐκ ἀποδέχομαι ὑμᾶς, ὅτι εἰς ἀνάγκην με κατεστήσατε συμβουλῆς· οὐδὲ ἐπαινῶ, ὅτι ἐδεήθητε διδασκάλου εἰς τοῦτο. «Ὅτι οὐκ εἰς τὸ κρεῖσσον, ἀλλ᾽ εἰς τὸ ἧττον συνέρχεσθε· πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν Ἐκκλησίᾳ.» Τουτέστιν, ὅτι οὐκ εἰς ἐπίδοσιν ἀρετῆς. Δέον γὰρ ἐπιδοῦναι, καὶ πλείονα γενέσθαι τὴν φιλοτιμίαν· ὑμεῖς καὶ τὸ ἤδη κρατῆσαν ἔθος ἄκυρον ἐπεδείξατε, καὶ παραγγελίας ἐδεήθητε παρ᾽ ἐμοῦ, ἵνα εἰς τὴν προτέραν ἐπανέλθητε τάξιν. «Ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν.» Ἵνα μὴ δόξῃ διὰ τοὺς πένητας μόνον ταῦτα λέγειν, οὐκ εὐθέως εἰς τὸ περὶ τῶν τραπεζῶν ἐμβάλλει λόγον, ὥστε μὴ εὐκαταφρόνητον ποιῆσαι τὴν ἐπίπληξιν.

Διό φησιν· Ἀκούω ἐν ὑμῖν σχίσματα ὑπάρχειν. Καὶ οὐκ εἶπεν· Ἀκούω ὑμᾶς κατ᾽ ἴδια ἑστιάσασθαι, καὶ μὴ μετὰ τῶν πενήτων. «Καὶ μέρος τι πιστεύω.» Ἵνα μὴ λέγωσιν, ὅτι Ψεύδονται οἱ διαβάλλοντες, οὔτε ὅτι Πιστεύω, εἶπεν, ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ· οὔτε πάλιν, ὅτι Ἀπιστῶ, ἵνα μὴ δόξῃ μάτην ἐπιτιμᾷν· ἀλλ᾽ ἐκ μέρους εἶπεν πιστεύειν, ἐναγωνίους αὐτοὺς ποιῶν, καὶ εἰς τὴν τῆς διορθώσεως καλῶν ἐπάνοδον. «Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι.» Αἱρέσεις ἐνταῦθα, οὐ τὰς τῶν δογμάτων, ἀλλὰ τὰς τῶν σχισμάτων φησί. Τοῦτο δὲ λέγει, οὐκ ἀνάγκην τινὰ καὶ βίαν ἐφιστὰς τῷ βίῳ, ἀλλὰ τὸ πάντως ἐσόμενον ἐκ τῆς πονηρᾶς τῶν ἀνθρώπων γνώμης προλέγων, ὅπερ ἤμελλε γίνεσθαι, οὐ διὰ τὴν αὐτοῦ πρόῤῥησιν, ἀλλὰ διὰ τὴν τῶν ἀνιάτως ἐχόντων γνώμην.

Οὐ γὰρ ἐπειδὴ προεῖπεν, ἐγένετο, ἀλλ᾽ ἐπειδὴ πάντως ἔμελλε γενέσθαι, διὰ τοῦτο προεῖπεν. «Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.» Ἵνα λάμψωσι μειζόνως. Ὃ δὲ βούλεται εἰπεῖν, τοιοῦτόν ἐστιν, ὅτι Τοὺς δοκίμους καὶ στερεοὺς, οὐ μόνον οὐδὲν τοῦτο παραβλάπτει, ἀλλὰ καὶ δείκνυσι μᾶλλον, καὶ λαμπροτέρους ἀποφαίνει· τὸ γὰρ, ἵνα, οὐκ αἰτιολογίας ἐστὶν, ἀλλὰ πολλαχοῦ, καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως· οἷον ὅταν ὁ Χριστὸς λέγῃ· Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ μὴ βλέποντες τυφλοὶ ὦσι. Καὶ μὴν οὐ διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέποντες τυφλοὶ γένωνται, ἀλλὰ τὸ ἐναντίον, ἵνα οἱ τυφλοὶ βλέψωσι· συνέβη δὲ τοῦτο. Οὕτω καὶ ἐνταῦθα γνῶναι δεῖ τὸ, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. «Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ, οὐκ ἔστι Κυριακὸν δεῖπνον φαγεῖν.» Οὐκ εἶπε, συνερχομένων ὑμῶν, οὐκ ἔστι κοινῇ φαγεῖν, ἀλλὰ πάλιν ἑτέρως καὶ πολὺ φοβερῶς αὐτῶν καθάπτεται, εἰς ἐκείνην αὐτοὺς παραπέμπων τὴν ἑσπέραν, ἐν ᾗ τὰ σεπτὰ καὶ φρικτὰ μυστήρια παρέδωκεν ὁ Χριστός. «Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν.» Ὅρα πῶς δείκνυσιν αὐτοὺς ἑαυτοὺς καταισχύνοντας, ὅπου γε τὸ Κυριακὸν ἰδιωτικὸν ποιοῦσιν. Λέγει οὖν, ὡς δεῖ τὸ Κυριακὸν δεῖπνον κοινὸν εἶναι. «Καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει.»

Εἰρηκὼς, προλαμβάνει καὶ ἠρέμα πλήξας, εἰς λαιμαργίαν ἐπάγει, καὶ τὸ ἑξῆς πληκτικὸν ὂν, τὸ μεθύειν, ἅπερ ἀμφότερα ἀμετρίας ἦν. «Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε;» Ὅρα πῶς ἀπὸ τῆς τῶν πενήτων ὕβρεως ἐπὶ τὴν Ἐκκλησίαν μετήγαγε τὸ ἔγκλημα, ἵνα φορτικώτερον ποιήσῃ τὸν λόγον. «Καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί εἴπω ὑμῖν; ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ.» Τοῦτό φησι, δεικνὺς, ὡς οὐ τοσοῦτον τοῖς πένησι τροφῆς μέλει, ὅσον τῆς ὕβρεως τῆς εἰς αὐτοὺς γινομένης. «Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπεν· Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἔλθῃ. Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως,» Θέλων αὐτοὺς καὶ ἑτέρωθεν ἐντρέψαι μειζόνως, ἀπὸ τῶν κυριωτέρων τὸν λόγον ὑφαίνει.

Ὅμοιον δὲ ὡς εἰ λέγοι· Ὁ δεσπότης σου τῆς αὐτῆς πάντας ἠξίωσε τραπέζης, καὶ τῆς σφόδρα φρικτῆς οὔσης, καὶ πολὺ τὴν ἁπάντων ὑπερβαλλούσης ἀξίαν, σὺ δὲ αὐτοὺς καὶ τῆς σῆς ἀναξίους ἡγῇ τῆς μικρᾶς ταύτης καὶ εὐτελοῦς; Ἐκείνου δὲ μέμνηται τοῦ δείπνου, ἵνα μεθ᾽ ὑπερβολῆς κατανύξῃ.

Ἐπειδὴ καὶ τῆς παλαιᾶς διαθήκης ποτήριον ἦν αἱ σπονδαί. Καὶ γὰρ μετὰ τὸ θῦσαι, ποτηρίῳ καὶ φιάλῃ τὸ αἷμα δεχόμενοι, οὕτως ἔσπενδον. Ἐπεὶ οὖν ἀντὶ αἵματος ἀλόγου αἷμα εἰσήγαγε τὸ αὑτοῦ, ἵνα μὴ θορυβηθῇ τοῦτο ἀκούων, ἀνέμνησε τῆς παλαιᾶς διαθήκης ἐκείνης. «Ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου.

Τί δήποτε; ὅτι ἐξέχεε καὶ οὗτος τὸ αἷμα, ὥσπερ ἐκεῖνοι οἱ κεντήσαντες, οὐχ ἵνα πίωσιν, ἀλλ᾽ ἵνα ἐκχέωσι. »Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρΐμα ἑαυτῷ ἐσθίει καὶ πίνει.» Ἔθος τοῦτο τῷ Παύλῳ, μὴ μόνον ἐκεῖνα ἐργάζεσθαι ἅπερ ἐστὶν αὐτῷ προκείμενα, ἀλλὰ κἂν παρεμπέσῃ λόγος εἰς τὴν ὑπόθεσιν, καὶ τοῦτο μετὰ πολλῆς ἐπεξιέναι τῆς σπουδῆς· καὶ μάλιστα ὅταν περὶ σφόδρα ἀναγκαίων, καὶ κατεπειγόντων ἦν.

Ἐπειδὴ γὰρ τῆς τῶν μυστηρίων ἐδεήθη μνήμης, ἀναγκαῖον ἡγήσατο ἐπεξελθεῖν τῇ ὑποθέσει. Οὔτε γὰρ ἡ τυχοῦσα ἦν. Διὸ καὶ σφόδρα περὶ αὐτῆς διαλεχθεὶς, τὸ κεφάλαιον τῶν ἀγαθῶν κατασκευάζει, τὸ μετὰ ἀγαθοῦ συνειδότος προσιέναι αὐτοῖς. «Μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί.» Τουτέστι, μὴ ἐξετάζων, μὴ ἐννοῶν τὸ μέγεθος τῶν προκειμένων. «Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα.

Κρινόμενοι δὲ, ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ταῦτα λέγει, ὁμοῦ καὶ τοὺς ἀῤῥώστους παραμυθούμενος, καὶ τοὺς ἄλλους σπουδαιοτέρους ποιῶν. »Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρῖμα συνέρχησθε. Τὰ δὲ λοιπὰ, ὡς ἂν ἔλθω διατάξομαι.» Τουτέστιν, εἰς κόλασιν καὶ τιμωρίαν, τὴν Ἐκκλησίαν ὑβρίζοντες, τὸν ἀδελφὸν καταισχύνοντες. Καὶ γὰρ διὰ τοῦτο συνέρχεσθε, φησὶν, ἵνα συνδεθῆτε πρὸς ἀλλήλους· εἰ δὲ τοὐναντίον γίνεται, βέλτιον ὑμᾶς ἐν οἴκῳ ἑστιᾶσθαι τοῦτο [ἵνα] δὲ ἔλεγεν, ἵνα ἐφελκύσηται πλέον.

ΚΕΦΑΛ. ΙΒʹ. «Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοὶ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.» Ἐκ τῶν χαρισμάτων τῶν δεδομένων τοῖς πιστεύσασιν εἰς Χριστὸν, σχίσματα ἐγίνετο ἐν τῇ Ἐκκλησίᾳ, καὶ κατέτρεχον τῶν ἐχόντων τὴν προφητείαν οἱ λαλοῦντες γλώσσαις. Ἐπειδὴ γὰρ τοῦτο πρῶτον ἐδόθη τοῖς ἀποστόλοις ἐν τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς, τούτου χάριν μέγα ἐφρόνουν οἱ ἔχοντες ἐπ᾽ αὐτῷ.

Διὸ ταῦτα ἀκούσας ὁ Ἀπόστολος, ὅρα πῶς τὴν ἔριν ἐκβάλλει. «Οἴδατε, ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα ἄφωνα ὡς ἂν ἤγεσθε, ἀναγόμενοι. Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνάθεμα Ἰησοῦν.

Καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Πρὶν ἄρξηται καταστέλλειν τὴν στάσιν, ἕτερον διδάσκει. Τοῦτο δέ ἐστι, τὸ γνῶσιν ἔχειν προφήτου καὶ ψευδοπροφήτου. Ἐβάσκηνεν γὰρ τούτῳ τῷ χαρίσματι ὁ διάβολος, καὶ πολλοὺς ψευδοπροφήτας ἐποίησε, βουλόμενος τὸ πνευματικὸν ἀμβλῦναι χάρισμα.

Τίθησιν οὖν διαφορὰς, καὶ πρώτην ταύτην, τοῦτον προφήτην φωτιζόμενον ἀπὸ τοῦ Πνεύματος τάξει διδάσκειν· τὸν δὲ ψευδοπροφήτην ἀγόμενον, καὶ μαινόμενον, καὶ σκοτούμενον, ὑπὸ τοῦ ἐν αὐτῷ πνεύματος λαλεῖν. Δεύτερον δὲ ὅτι ὁ μὲν προφητεύων, ἐν τῷ ὀνομάζειν Κύριον τὸν Ἰησοῦν, ἀληθής ἐστιν· ὃς δὲ τοῦτο οὐ ποιεῖ, ἀλλὰ ἀναθεματίζει, ψεύστης ἐστί. «Διαιρέσεις δὲ χαρισμάτων εἰσίν.» Δεδωκὼς τὴν διαφορὰν, ἄρχεται παραμυθεῖσθαι τοὺς τὸ ἔλαττον χάρισμα ἔχοντας Ὅμοιον ὡς εἰ λέγοι· Τίνος ἕνεκεν ἀθυμεῖς, ὅτι οὐκ ἔλαβες ὅσον ὁ ἕτερος; ἀλλ᾽ ἐννόησον ὅτι χάρισμά ἐστι, καὶ οὐκ ὀφειλὴ, καὶ παραμυθήσῃ τὴν ὀδύνην. Διὰ τοῦτο, Διαιρέσεις χαρισμάτων, εἶπε, καὶ οὐ σημείων, οὐδὲ θαυμάτων, πείθων αὐτὸν τῷ ὀνόματι τῆς δωρεᾶς, μὴ μόνον ἀλγεῖν, ἀλλὰ καὶ χάριν ἔχειν.

Ὁρᾷς, ὅτι οὐδεμίαν διαφορὰν δείκνυσιν ἐν ταῖς δωρεαῖς, Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος τὴν ὁμοτιμίαν ἐμφαίνων. «Τὸ δὲ αὐτὸ Πνεῦμα.» Εἰ καὶ τῷ μέτρῳ, ἠλάττωσαι, φησὶν, ἀλλὰ καὶ ἐξ ἐκείνου ἔλαβες τὸ μεῖζον. «Καὶ διαιρέσεις διακονιῶν εἰσὶν, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν.» Χάρισμα, καὶ ἐνέργεια, καὶ διακονία ταυτόν ἐστιν, ὀνομάτων δὲ μόνον διαφορά· ἐπεὶ πράγματα τὰ αὐτά. Ὃ γάρ ἐστι χάρισμα, τοῦτο καὶ διακονία· καὶ ὅ ἐστι διακονία, τοῦτό ἐστιν καὶ ἐνέργεια. Τὴν γὰρ διακονίαν μου, φησὶ, πεπληροφόρηκα· καὶ, Τὴν διακονίαν μου δοξάζω. Καὶ Τιμοθέῳ, Ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστι ἐν σοί. Καὶ Γαλάταις· Ὃ γὰρ ἐνεργήσας Πέτρῳ εἰς περιτομὴν, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη. Ὁρᾷς ὅτι οὐδεμία ἐστὶν διαφορὰ χαρίσματος, καὶ διακονίας, καὶ ἐνεργείας.

Ὅρα πῶς πανταχοῦ ταύτην ποιεῖται τὴν προσθήκην, ἐν τῷ αὐτῷ Πνεύματι, λέγων· καὶ, κατὰ τὸ αὐτὸ Πνεῦμα. Οἶδεν γὰρ μεγάλην οὖσαν τὴν ἐντεῦθεν παράκλησιν. Ὥστε εἰ τοῦτο σπουδάζεις ἐπιδείξασθαι, ὅτι Πνεῦμα ἔχεις, τούτου ἔχεις τὴν ἀπόδειξιν ἀπὸ τοῦ βαπτισθῆναι. Τῷ δὲ ἀπίστῳ οὐδαμόθεν ἔσται τοῦτο καταφανὲς, ἀλλ᾽ ἢ ἀπὸ τῶν σημείων, ὥστε κἂν ἐντεῦθεν πάλιν, οὐ μικρὰ παραμυθία.

Εἰ γὰρ καὶ τὰ χαρίσματα διάφορα, ἀλλ᾽ ἡ ἔνδειξις μία, κἂν πολὺ μεῖζον, ἢ ὀλίγον, ὁμοίως εἰς αὐτόν. «Ὁ δὲ αὐτός ἐστι Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον.» Ἵνα μή τις λέγῃ, Εἰ καὶ αὐτὸς Κύριος, καὶ τὸ αὐτὸ Πνεῦμα, καὶ ὁ αὐτὸς Θεὸς, ἀλλ᾽ ἐγὼ ἔλαττον εἴληφα· φησὶν, Οὕτω συνέφερεν. Ὅταν οὖν, φησὶ, καὶ εἷς ὁ δεδωκὼς, καὶ χάρισμα τὸ σοὶ δοθὲν, καὶ ἡ φανέρωσις ἐντεῦθεν γίνεται, καὶ τοῦτο μᾶλλον συμφέρει, μὴ ἄλγει ὡς καταφρονηθείς. Οὐ γὰρ ἀτιμάζων σε τοῦτο πεποίηκεν, ἀλλὰ τὸ συμφέρον σκοπῶν. Φανέρωσιν δὲ Πνεύματος λέγει, τὸ, ἕν τι τῶν χαρισμάτων λαβεῖν. Ἐμοὶ μὲν γὰρ τῷ πιστῷ δῆλος ὁ Πνεῦμα ἔχων. «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ τὸ Πνεῦμα. Ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι· ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων· ἄλλῳ δὲ προφητεία· ἄλλῳ δὲ διακρίσεις πνευμάτων.» Τί ἐστι λόγος σοφίας; τὸ καὶ αὐτὸν σοφὸν εἶναί τινα, καὶ ἄλλους δύνασθαι τοῦτο ποιεῖν. Τί δὲ λόγος γνώσεως; τὸ γνῶσιν μὲν ἔχειν καὶ εἰδέναι τὰ μυστήρια, διδάσκειν δὲ μὴ δύνασθαι, μηδὲ εἰς ἄλλον ἐξενεγκεῖν εὐκόλως ἅπερ ἐστίν. Τί δέ ἐστι πίστις;

οὐκ αὐτὴ ἡ τῶν δογμάτων, ἀλλ᾽ ἡ τῶν σημείων, περὶ ἧς ἔλεγον οἱ ἀπόστολοι, Πρόσθες ἡμῖν πίστιν· καὶ περὶ ἧς εἴρηται, Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως. Αὕτη γὰρ ἡ μήτηρ τῶν σημείων ἐστίν.

Ἄλλο δέ ἐστιν ἐνεργήματα δυνάμεων, καὶ χαρίσματα ἰαμάτων ἔχειν. Ὁ μὲν γὰρ χαρίσματα ἰαμάτων ἔχων, ἰᾶται μόνον· ὁ δὲ ἐνεργήματα δυνάμεων κεκτημένος, οὐκ ἰᾶται μόνον, ἀλλὰ καὶ κολάζει· ὥσπερ ὁ Ἀπόστολος ἐπώρωσε τὸν μάγον· ὥσπερ ὁ Πέτρος ἀνεῖλε τὸν Ἀνανίαν. Διάκρισις δὲ πνευμάτων ἐστὶ, τὸ εἰδέναι τίς ὁ πνευματικὸς, καὶ τίς ὁ μὴ πνευματικός· τίς ὁ προφήτης, καὶ τίς ὁ ἀπατεών. «Ἑτέρῳ δὲ γένη γλωσσῶν· ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα.» Ὁ μὲν γὰρ ᾔδει τί ἔλεγεν αὐτὸς, ἄλλῳ δὲ ἑρμηνεῦσαι οὐκ ἠδύνατο. Ὁ δὲ ἀμφότερα ταῦτα ἐκέκτητο.

Ἐδόκει δὲ τοῦτο χάρισμα εἶναι μέγα, ἐπειδὴ καὶ πρῶτον αὐτὸ ἔλαβον οἱ ἀπόστολοι. Ἐπειδὴ τοίνυν τοῦτο αὐτοὺς μάλιστα ἐπῆρεν, τὸ πρῶτον εἰς τοὺς ἀποστόλους κατενεχθῆναι τὸ χάρισμα, ἐν τῷ λόγῳ ὕστερον τίθησιν.

Εἰ ἔλαττον τὸ Πνεῦμα, καὶ ἑτέρας οὐσίας, καθώς τινές φασιν, οὐδὲν ὤνησεν ἡ παραμυθία, οὐδὲ τὸ ἀκοῦσαι, τὸ αὐτὸ Πνεῦμα. Ὁ μὲν γὰρ παρὰ τοῦ βασιλέως λαβὼν, μεγίστην ἂν ταύτην σχοῖ τὴν παραμυθίαν, ὅτι αὐτὸς αὐτῷ ἔδωκεν. Ὁ δὲ παρὰ τοῦ δούλου, τότε μᾶλλον ἀλγεῖ, ὅταν τοῦτό τις αὐτῷ προσενέγκῃ, ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ τῆς δουλικῆς, ἀλλὰ τῆς βασιλικῆς οὐσίας τὸ ἅγιον Πνεῦμα.

Ὅπερ ἀνωτέρω περὶ τοῦ Πατρὸς εἶπεν, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι, τοῦτο κἀνταῦθα περὶ τοῦ Πνεύματος. Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, πανταχοῦ τὴν ὁμοτιμίαν δηλῶν. Τὸ δὲ, ἐν πᾶσιν, περὶ ἀνθρώπων λέγει· οὐδέπω δὲ μετὰ τῶν ἀνθρώπων καὶ τὸ Πνεῦμα ἀριθμήσεις. «Διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται.» Οὐ παραμυθεῖται μόνον, ἀλλὰ καὶ ἐπιστομίζει τὸν λέγοντα. Εἰ γὰρ, ὡς βούλεται, διαιρεῖ ἑκάστῳ, ὁ ἀδημονῶν ἐπὶ χαρίσματι, ἐγγὺς ἀντιλέγει τῷ βουλήματι τοῦ Πνεύματος, ὡς οὐκ ὀρθῶς διελόντος. «Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνὸς πολλὰ ὄντα, ἕν ἐστι σῶμα.» Παραμυθησάμενος ἐκ τοῦ χάρισμα εἶναι τὸ διδόμενον, καὶ ἐκ τοῦ πάντας ἐξ ἑνὸς λαμβάνειν, καὶ ἐκ τοῦ συμφερόντως δίδοσθαι, καὶ μετὰ τοῦτο καὶ ἐπιστομίσας ἐκ τοῦ δεῖν παραχωρεῖν τῇ ἐξουσίᾳ τοῦ Πνεύματος, καὶ ἐξ ἑτέρου αὐτοὺς λοιπὸν παραμυθεῖται κοινοῦ παραδείγματος, καὶ ἐπὶ τὴν φύσιν αὐτὴν καταφεύγει. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ ἕν ἐστι τὰ πολλὰ, καὶ τὸ ἓν πολλὰ, ποῦ ἐστιν ἔτι ἡ διαφορά; ποῦ τὸ ὑπέροχον; ποῦ τὸ ἔλαττον;

Οὐκ εἶπε, πολλὰ ὄντα τοῦ ἑνός ἐστι σώματος, ἀλλὰ, αὐτὸ τὸ σῶμα πολλά ἐστι, κἀκεῖνα τὰ πολλὰ μέλη, τοῦτό ἐστι τὸ ἕν. «Οὕτω καὶ ὁ Χριστός. Καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες.» Δέον εἰπεῖν, οὕτω καὶ ἡ Ἐκκλησία· τοῦτο μὲν οὔ φησιν· ἀντ᾽ ἐκείνης δὲ τὸν Χριστὸν τίθησιν, εἰς ὕψος ἄγων τὸν λόγον, καὶ μειζόνως ἐντρέπων τὸν ἀκροατήν.

Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὕτω καὶ τὸ Χριστοῦ σῶμα, ὅπερ ἐστὶν ἡ Ἐκκλησία. Καθάπερ γὰρ σῶμα καὶ κεφαλὴ εἷς ἐστιν ἄνθρωπος, οὕτω καὶ τὴν Ἐκκλησίαν καὶ τὸν Χριστὸν ἓν εἶναί φησιν. «Εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι.» Καὶ ἐφ᾽ ἕτερον ἔρχεται κεφάλαιον πνευματικόν.

Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τὸ κατασκευάσαν ἡμᾶς ἓν σῶμα γενέσθαι, καὶ ἀναγεννῆσαν ἡμᾶς, ἕν ἐστιν. Οὐ γὰρ ἐν ἄλλῳ μὲν αὐτὸς, ἐν ἑτέρῳ δὲ ἐκεῖνος ἐβαπτίσθη Πνεύματι. Οὐ μόνον δὲ τὸ βαπτίσαν ἡμᾶς ἓν, ἀλλὰ καὶ εἰς ὃ βεβάπτικεν. Οὐκ ἂν οὖν ἐσμεν, φησὶ, δίκαιοι ἀθυμεῖν. Οὐ γὰρ ἔχει χώραν ἡ διαφορά.

Οὔτε γὰρ ἵνα διαφορὰ γένηται σώματα, ἀλλ᾽ ἵνα πάντες τὴν ἑνὸς σώματος ἀκρίβειαν πρὸς ἀλλήλους διασώζωμεν, ἐβαπτίσθημεν. «Καὶ πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν. Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά.» Τουτέστιν, Ὑπὸ τὴν αὐτὴν ἤλθομεν μυσταγωγίαν, τῆς αὐτῆς τραπέζης ἀπολαύομεν. Εἰ τοίνυν καὶ ἓν Πνεῦμα ἡμᾶς κατεσκεύασε, καὶ εἰς Πνεῦμα ἡμεῖς καὶ εἰς σῶμα ἐβαπτίσθημεν, καὶ μίαν τράπεζαν ἡμῖν ἐχαρίσατο, τί μοι τὴν διαφορὰν προσφέρεις, ὡς ἐπὶ φυτῶν ὅτι ἀπὸ τῆς αὐτῆς πηγῆς πάντα τὰ δένδρα ἀρδεύεται; «Ἐὰν εἴπῃ ὁ ποῦς, ὅτι Οὐκ εἰμὶ χεὶρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; καὶ ἐὰν εἴπῃ τὸ οὖς, ὅτι Οὐκ εἰμὶ ὀφθαλμὸς, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;

Ἀνεπαχθῆ βουλόμενος ποιῆσαι τὸν λόγον καὶ εὐπαράδεκτον, τὰ μέλη εἰσάγει λεγόμενα· τὸν πόδα λέγειν τῇ χειρὶ, καὶ τὸ οὖς τῷ ὀφθαλμῷ, τὰ πλησίον ἀλλήλων μέλη, καὶ οὐ τὸν πόδα τῷ ὀφθαλμῷ. Ἐπειδὴ οὐ σφόδρα τοῖς ὑπερέχουσιν, ἀλλὰ τοῖς ὀλίγον ἀναβεβηκόσι φθονεῖν εἰώθαμεν. Οὐδὲ γὰρ τὸν μὲν ἠλαττῶσθαι, τὸν δὲ ὑπερέχειν, ἀφίησιν εἶναι ἐκ τοῦ σώματος· καὶ γὰρ ὁ ποῦς τὴν ἐλάττονα τάξιν ἔχει, τοῦτο δὲ τόπου διαφορά· ἀλλὰ ἀπὸ τοῦ συνῆφθαι ἢ ἀπέχεσθαι. »Εἰ ὅλον τὸ σῶμα ὀφθαλμὸς, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοὴ, ποῦ ἡ ὄσφρησις;» Ἐπειδὴ εἰς τὴν τῶν μελῶν ἐμπεσὼν διαφορὰν, εἰς ἔννοιαν αὐτοὺς ἐλαττώσεως καὶ ὑπεροχῆς ἤγαγεν, ὅρα πῶς αὐτοὺς παραμυθεῖται, δεικνὺς πῶς τοῦτο συμφέρον ἦν. Τὸ γὰρ πολλοὺς εἶναι καὶ διαφόρους, τοῦτο μάλιστα ποιεῖ ἓν σῶμα εἶναι. «Νῦν δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν. Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; νῦν δὲ πολλὰ μὲν μέλη ἓν σῶμα.» Πάλιν ἐπὶ τὴν τοῦ Θεοῦ βούλησιν ἀναφέρει τὸν λόγον, ἵνα μὴ ἀντιλέγωμεν τῷ οὕτω προστάξαντι, μηδὲ λέγωμεν, Διὰ τί οὕτω, καὶ διὰ τί οὐχ οὕτω;

Κἂν γὰρ μυρίους λόγους ἔχωμεν εἰπεῖν, οὐχ οὕτω δυνάμεθα δεῖξαι ὅτι καλῶς. Ὡς ὅταν εἴπωμεν, Ὡς ὁ ἀριστοτέχνης ἠθέλησεν, οὕτως ἐγένετο. Ὡς γὰρ συμφέρον ἐστὶν, οὕτως βούλεται. Ὥστε καὶ τῷ ποδὶ συμφέρει τὸ οὕτω τετάχθαι, οὐχὶ τῇ κεφαλῇ μόνον. Κἂν ἀντιλέγῃ τὴν τάξιν, καὶ τὴν ἰδίαν χώραν ἀφεὶς ἐφ᾽ ἑτέραν ἔλθῃ, τὸ πᾶν ἀπώλεσεν.

Τῆς τε γὰρ οἰκείας ἐκπίπτει, καὶ τῆς ἑτέρας οὐκ ἐπιτυγχάνει. Ἀφ᾽ ὧν ἐνόμιζον οὐκ εἶναι ἰσότιμοι τῷ πολλὴν ἐν αὐτοῖς εἶναι τὴν διαφορὰν, ἀπὸ τούτου δείκνυσιν ἰσοτίμους. Εἰ μὴ ἦν, φησὶν, ἐν ὑμῖν πολλὴ ἡ διαφορὰ, οὐκ ἂν ἦτε σῶμα ἕν. Σῶμα δὲ οὐκ ὄντες ἓν, οὐκ ἂν ἦτε ἰσότιμοι. Νῦν δὲ ἐπειδὴ οὐκ ἐστὲ πάντες ἕν τι χάρισμα ἔχοντες, διὰ τοῦτο σῶμά ἐστε· σῶμα δὲ ὄντες, πάντες ἐστὲ ἓν, καὶ οὐδὲν διαφέρετε κατὰ τὸ σῶμα εἶναι. Ὥστε ἡ διαφορὰ αὕτη μάλιστά ἐστιν ἡ ποιοῦσα τὴν ἰσοτιμίαν. «Οὐ δύναται δὲ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω.» Καταστείλας τῶν ἐλασσόνων τὴν ἀθυμίαν, ταπεινοῖ καὶ τῶν μειζόνων τὸν τύφον. «Ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶν, Χρείαν ὑμῶν οὐκ ἔχω.» Εἰ γὰρ καὶ ἔλαττον τὸ χάρισμα, φησὶν, ἀλλὰ ἀναγκαῖον.

Ὥσπερ γὰρ ἐκείνου οὐκ ὄντος, πολλὰ ἐμποδίζεται, οὕτως καὶ τούτου χωρὶς χωλοῖ τὸ πλήρωμα τῆς Ἐκκλησίας. «Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστι· καὶ ἃ δοκοῦμεν ἀτιμώτερα μέλη εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν παρατίθεμεν· καὶ τὰ ἀσχήμονα ἡμῶν, εὐσχημοσύνην περισσοτέραν ἔχει· τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει, ἀλλὰ ὁ Θεός.» Καὶ ἑτέραν ὑπερβολὴν τίθησι· λέγει ὅτι οὐ χρείαν ἔχει τὰ μείζονα τῶν ἐλασσόνων, ἀλλ᾽ ὅτι καὶ πολλὴν χρείαν. Ὅρα δὲ ὅπως ἐπὶ τῶν ἀσθενεστέρων, τὰ δοκοῦντα φησίν. Ὅταν δὲ ἀναγκαῖα, οὐκέτι προστίθησι τὰ δοκοῦντα, ἀλλ᾽ αὐτὸς ἀποφαίνεται, ὅτι ἀναγκαῖά ἐστιν.

Τί γὰρ τῶν μορίων τῶν γεννητικῶν ἀτιμώτερον ἐν ἡμῖν εἶναι δοκεῖ; Ἀλλ᾽ ὅμως χρήσιμα διὰ τὴν παιδοποιίαν· διὰ τοῦτο καὶ οἱ νομοθέται Ῥωμαίων, τοὺς ταῦτα ἀκρωτηριάζοντας τὰ μέλη, καὶ ποιοῦντας εὐνούχους κολάζουσιν, ἅτε τῷ κοινῷ γένει λυμαινομένους, καὶ αὐτῇ τῇ φύσει ἐπηρεάζοντας. Ἀλλ᾽ ἀπόλοιντο οἱ ἀκόλαστοι, οἱ τοῦ Θεοῦ τὰ δημιουργήματα ἀποβάλλοντες. Ὥσπερ γὰρ τῷ οἴνῳ πολλοὶ διὰ τοὺς μεθύοντας κατηράσαντο, καὶ τῇ φύσει τῶν γυναικῶν διὰ τὰς μοιχευομένας, οὕτω καὶ τὰ μέλη ταῦτα αἰσχρὰ εἶναι ἐνόμισαν, διὰ τοὺς οὐκ εἰς δέον αὐτοῖς χρωμένους. Ἀλλ᾽ οὐκ ἐχρῆν· οὐ γὰρ τῇ φύσει τοῦ πράγματος ἡ ἁμαρτία συγκεκλήρωται, ἀλλ᾽ ἀπὸ τῆς προαιρέσεως τίκτεται τοῦ τολμήματος τὸ πλημμέλημα. «Συνεκέρασεν τὸ σῶμα.» Εἰ δὲ συνεκέρασεν, οὐκ ἀφῆκε τοῦ ἀτιμώτερον φαίνεσθαι. «Τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν.» Ἐπειδὴ γὰρ καὶ πολλῆς παραμυθίας τυχόντες ἐλυποῦντο ὡς ἔλαττον λαβόντες, δείκνυσιν ὅτι μᾶλλον ἐτιμήθησαν. Τῷ γὰρ ὑστερουμένῳ, φησὶ, τιμὴν περισσοτέραν ἔδωκεν. «Ἵνα μὴ ᾖ σχίσματα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη· καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.» Τὸν λόγον τῆς περισσοτέρας τιμῆς ἀποδέδωκεν, ἀπὸ τοῦ συμφέροντος κατασκευάζων αὐτὸν, ἵνα μὴ ᾖ σχίσματα, λέγων.

Ἄν τε γὰρ ὀφθαλμὸς, ἄν τε ῥὶς, διατηρῶσι τὸ οἰκεῖον, τοῦ συνδέσμου λυθέντος, ὄφελος οὐδὲν ἔσται λοιπόν. Ἂν δὲ τούτου μένοντος ἐκεῖνα βλαβῇ, καὶ διαβαστάζεται, καὶ πρὸς ὑγείαν ἐπάνεισι ταχέως. «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ.» Εἰ δὲ τὸ ἡμέτερον οὐ δεῖ στασιάζειν σῶμα, πολλῷ μᾶλλον τὸ τοῦ Χριστοῦ. «Καὶ μέλη ἐκ μέρους.» Ἡ Ἐκκλησία ἡ παρ᾽ ὑμῖν, φησὶ, μέρος ἐστὶ τῆς πανταχοῦ Ἐκκλησίας, ὥστε οὐχὶ πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ πρὸς ἅπασαν τὴν κατὰ τὴν οἰκουμένην Ἐκκλησίαν εἰρηνεύειν ἂν εἴητε δίκαιοι, εἴ γε παντός ἐστε μέλη τοῦ σώματος. «Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους.» Κατάλογον ποιεῖται τῶν χαρισμάτων, καὶ πρώτους γε τάττει τοὺς ἀποστόλους, οἳ καὶ πανταχοῦ ἐν ἑαυτοῖς εἶχον τὰ χαρίσματα. «Δεύτερον προφήτας.» Καὶ γὰρ ἐν τῇ χάριτι ἦσαν οὗτοι προφητεύοντες, οἷον Ἄγαβος, καὶ οἱ μετ᾽ αὐτοῦ. «Τρίτον διδασκάλους.» Ἐπισκόπους φησίν.

Ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων.» Ὁ δύναμιν ἔχων, καὶ κολάζειν, καὶ ἰᾶσθαι ἠδύνατο. Ὁ δὲ χάρισμα ἰαμάτων ἔχων, ἐθεράπευε μόνον. Προτάττει δὲ τοῦ χαρίσματος τῶν ἰαμάτων τὸν λόγον τῆς διδασκαλίας. Μεῖζον γὰρ τὸ καταγγεῖλαι τὸν λόγον καὶ τὴν εὐσέβειαν εἰς τὰς τῶν ἀκουόντων ψυχὰς, τοῦ δυνάμεις ποιεῖν. «Ἀντιλήψεις.» Τὸ ἀντιλαμβάνεσθαι τῶν ἀσθενῶν. «Κυβερνήσεις.» Τὸ οἰκονομεῖν πνευματικά. Καὶ τὰ ἡμέτερα δὲ κατορθώματα πνευματικὰ λέγει, δεικνὺς ὅτι τῆς τοῦ Θεοῦ πανταχοῦ δεόμεθα βοηθείας. «Γένη γλωσσῶν.» Ὕστερον τίθησιν, ἐφ᾽ ᾧ μάλιστα ἐκεῖνοι μέγα ἐφρόνουν, διδάσκων αὐτοὺς μὴ φυσιοῦσθαι. «Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσιν;» Ἐπειδὴ εἰκὸς ἦν ταῦτα ἀκούσαντας λέγειν, Καὶ διὰ τί μὴ πάντες ἀπόστολοι ἐγενόμεθα; Τοῦτό φησιν, ἐπιπληκτικώτερον χρώμενος τῷ λόγῳ· καὶ τοῦτο ἐκ τοῦ σώματος πάλιν κατασκευάζει. «Ζηλοῦτε τὰ χαρίσματα τὰ μείζονα, καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.» ΚΕΦΑΛ. ΙΓʹ.

Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν, καὶ ἴδω τὰ μυστήρια ἅπαντα, καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. Κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, κἂν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.» Τοῦτο εἰπὼν, ᾐνίξατο αἰτίους ὄντας τοῦ τὰ ἐλάσσονα λαμβάνειν, καὶ κυρίους, εἰ βούλοιντο, τοῦ τὰ μείζονα. Ἔστι δὲ πολὺ μείζων ἡ ἀγάπη πάντων τῶν χαρισμάτων. Κατασκευάζει δὲ τοῦτο καὶ τὴν σύγκρισιν δεικνὺς, ὡς πάντα τὰ ἄλλα χαρίσματα οὐδέν ἐστι τῆς ἀγάπης ἀπούσης. Ὅρα δὲ πῶς αὐτὸ κατασκευάζει.

Οὐ γὰρ εἶπεν, Ἐὰν ἴδω γλώσσας, ἀλλ᾽ Ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἐὰν προφητεύω, ἀλλ᾽ Ἐὰν ἴδω τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, μετὰ ἐπιτάσεως. Καὶ οὐκ εἶπε, Δῶ τὰ ὑπάρχοντα, ἀλλὰ ψωμίσω, ἵνα πρὸς τῇ δαπάνῃ καὶ διακονία προσῇ.

Πάντα οὖν μετ᾽ ἐπιτάσεως δείξας, δείκνυσι πολὺ ἥττονα τῆς ἀγάπης. Ὥστε εἰ μεγάλων χαρισμάτων ἐρᾶτε, τὴν ἀγάπην ἐπιτηδεύετε, φησί. Εἰκότως μείζων τῶν χαρισμάτων ἡ ἀγάπη· εἴ γε ταῦτα μὲν διέσχισαν, αὕτη δὲ ἑνοῖ τοὺς διαστάντας.

Ὅρα πόθεν ἄρχεται, ἀπὸ τοῦ μεγάλου δοκοῦντος παρ᾽ αὐτοῖς τοῦ τῶν γλωσσῶν, καὶ οὐ μόνον τῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἀγγέλων. Γλῶτταν δὲ ἀγγέλων ἐνταῦθα, οὐχὶ σῶμα περιθεὶς ἀγγέλοις. Ἀλλ᾽ ὃ λέγει τοιοῦτόν ἐστι· Κἂν οὕτω φθέγγωμαι, ὡς νόμος ἀγγέλοις πρὸς ἀλλήλους διαλέγεσθαι. Ὡς ὅταν λέγῃ, ὅτι Αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, οὐ γόνατα καὶ ὀστᾶ περιτιθεὶς τοῖς ἀγγέλοις ταῦτα λέγει, ἀλλὰ τὴν ἐπιτεταμένην προσκύνησιν διὰ τοῦ παρ᾽ ἡμῖν σχήματος αἰνίξασθαι βούλεται. Οὕτω καὶ ἐνταῦθα γλῶσσαν ἐκάλεσε, τὴν πρὸς ἀλλήλους αὐτῶν ὁμιλίαν τῷ γνωρίμῳ παρ᾽ ἡμῖν τρόπῳ ἐνδείξασθαι βουλόμενος. «Ἡ ἀγάπη μακροθυμεῖ.» Σκόπει, πῶς πρῶτον αὐτὴν τίθησι τὸ πάντων ἀστειότατον τῶν ἀγαθῶν. Τί δὲ τοῦτό ἐστι; μακροθυμία; καὶ γὰρ ὅπλον ἐστὶν ἄμαχον πάντα διακρουόμενον τὰ λυπηρὰ ῥᾳδίως ἡ μακροθυμία.

Μακροθυμία δὲ λέγεται, διὰ τὸ μακράν τινα καὶ μεγάλην ἔχειν ψυχήν. Τὸ γὰρ μακρὸν καὶ μέγα λέγεται. «Χρηστεύεται ἡ ἀγάπη.» Ἐπειδὴ ἔστι μακροθυμεῖν καὶ ἐπὶ τὸ διαῤῥῆξαι τὸν ἐναντίον ἀποκρίσεως μὴ τυγχάνοντα, τούτου χάριν, φησὶ, χρηστεύεται. Ὅμοιον δὲ ὡς εἰ λέγοι, Οὐκ ἐπὶ τῷ πλῆξαι τὸν ἐναντίον, ἀλλ᾽ ἐπὶ τῷ καταπραῦναι. «Οὐ ζηλοῖ ἡ ἀγάπη.» Ἐπειδὴ ἔστι καὶ μακρόθυμον εἶναι καὶ βάσκανον.

Καὶ τοῦτο ἐκεῖνο διαφθείρεται τὸ κατόρθωμα «Οὐ περπερεύεται.» Τουτέστιν, οὐ προπετεύεται. Καὶ γὰρ συνετὸν ἐργάζεται, καὶ βαρὺν, καὶ βεβηκότα. «Οὐ φυσιοῦται.» Οὐ φρονεῖ μέγα, φησὶν, ἐπὶ τοῖς κατορθώμασιν, οὐδὲ εἰς ὕβριν ἐπαίρεται. «Οὐκ ἀσχημονεῖ· οὐ ζητεῖ τὰ ἑαυτῆς.» Τὰ μεγάλα, φησὶ, ἀδικούμενοι καὶ ὑβριζόμενοι, οὐκ ἀσχημοσύνην τὸ πρᾶγμα ἡγοῦνται. «Οὐ παροξύνεται, οὐ λογίζεται, τὸ κακόν.» Ὅρα πάλιν τὴν ἀγάπην οὐ κρατοῦσαν τῆς κακίας μόνον, ἀλλ᾽ οὐδὲ ἀφεῖσαν αὐτὴν συστῆναι τὴν ἀρχήν.

Καὶ οὐκ εἶπεν, Ἐργάζεται τὸ κακὸν, ἀλλ᾽, οὐδὲ λογίζεται «Οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ.» Τουτέστιν, οὐκ ἐφήδεται τοῖς κακῶς πάσχουσι. «Συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει.» Συνήδεται, φησὶ, τοῖς εὐδοκιμοῦσιν. «Πάντα ἐλπίζει.» Πάντα χρηστὰ, φησίν· οὐκ ἀπογινώσκει τοῦ ἀγαπωμένου. «Πάντα ὑπομένει.» Οὐχ ἁπλῶς ἐλπίζει, ἀλλὰ πιστεύει ἐκ τοῦ σφόδρα φιλεῖν. «Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.» Τουτέστιν, οὐ διαλύεται, οὐ διακόπτεται. «Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται.» Εἰ γὰρ ἀμφότερα ταῦτα ἕνεκεν τῆς πίστεως εἰσενήνεκται, ταύτης πανταχοῦ διασπαρείσης, ἀργεῖ τούτων ἡ χρεία λοιπόν. Ἀλλ᾽ οὐδὲ τὸ ἀγαπᾷν ἀλλήλους παύσεται, ἀλλὰ καὶ ἐπικρατήσει μειζόνως, καὶ ἐνταῦθα, καὶ εἰς τὸν μέλλοντα. «Εἴτε γνώσεις καταργηθήσονται. Ἐκ μέρους γὰρ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Ὅταν δὲ ἔλθῃ τὸ τέλειον.» Καὶ ποία γνῶσις καταργεῖται; ἡ μερική. Ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, φησὶ, τὸ ἐκ μέρους καταργηθήσεται.

Ὅρα δὲ ὡς ἐπὶ ὑποδείγματος τὸν λόγον. Ἐσφάζετο πρόβατον, ἐχρίοντο τῷ αἵματι αἱ πύλαι, ἀλλὰ αὕτη ἡ γνῶσις, ἐλθόντος τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀμνοῦ τοῦ ἀληθινοῦ, καὶ σφαγέντος, ἀργεῖ. «Τὸ ἐκ μέρους καταργηθήσεται. Ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος. Ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου. Βλέπομεν γὰρ ἄρτι δι᾽ ἐσόπτρου, ὡς ἐν αἰνίγματι.» Ἀντὶ τοῦ, πέρας ἥξει, καὶ στήσεται. «Τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Ἄρτι γινώσκω ἐκ μέρους. τότε δὲ ἐπιγινώσκομαι καθὼς καὶ ἐπεγνώσθην. Νῦν δὲ μένει.» Ἀντὶ τοῦ σαφέστερον καὶ τρανότερον. «Πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.» Ἡ μὲν πίστις καὶ ἐλπὶς, τῶν πιστευθέντων καὶ τῶν ἐλπισθέντων ἀγαθῶν παραγινομένων, παύεται.

Ἡ δὲ ἀγάπη τότε μέγα ἐπαίρεται, καὶ γίνεται σφοδροτέρα. ΚΕΦΑΛ. ΙΔʹ. «Διώκετε τὴν ἀγάπην.» Καὶ γὰρ δρόμου σφόδρα ἡμῖν εἰς αὐτὴν χρεία. «Ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε.» Ἵνα μή τις νομίζῃ, ὅτι διὰ τοῦτο τὸν τῆς ἀγάπης εἰσήγαγεν λόγον, ἵνα σβέσῃ τὰ χαρίσματα, τούτου χάριν ἐπήγαγε, λέγων· Ζηλοῦτε τὰ πνευματικά· σύγκρισιν δὲ ποιεῖται τῶν χαρισμάτων, καὶ καθαιρεῖ τὸ τῶν γλωσσῶν, οὔτε πάντη ἄχρηστον, οὔτε σφόδρα ὠφέλιμον καθ᾽ ἑαυτὸ δεικνύς. «Ὁ γὰρ λαλῶν γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει· πνεύματι δὲ λαλεῖ μυστήρια. Ὁ δὲ προφητεύων, ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. Ὁ λαλῶν γλώσσῃ, ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων, Ἐκκλησίαν οἰκοδομεῖ.» Τὸ μὲν λαλεῖν τῷ Θεῷ, μέγα δείκνυσιν, τὸ δὲ μὴ οἰκοδομεῖσθαι τὴν Ἐκκλησίαν, μικρόν. Τοῦτο γὰρ πανταχοῦ ζητεῖ, τὴν οἰκοδομὴν τῶν πολλῶν. «Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε. Μείζων γὰρ ὁ προφητεύων, ἢ ὁ λαλῶν γλώσσαις.» Ἵνα μὴ νομίσωσιν ὅτι βασκαίνων αὐτοῖς καθαιρεῖ τὰς γλώσσας, διορθούμενος αὐτῶν τὴν ὑπόνοιαν, τοῦτό φησιν. «Ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ Ἐκκλησία οἰκοδομὴν λάβῃ.»

Ἔλαττον, φησὶ, τοῦ προφητεύειν τὸ γλώσσαις λαλεῖν· εἰ μή τις ἄρα καὶ διερμηνεύῃ τὰ γλώσσας, οὐκ ἂν γένηται τοῦ προφητεύοντος ἴσος «Νῦν δὲ, ἀδελφοὶ, ἐὰν ἔλθω πρὸς ὑμᾶς λαλῶν, τί ὑμᾶς ὠφελήσω;» Τί λέγω τοὺς ἄλλους, φησί; Κἂν γὰρ ἐγὼ αὐτὸς γλώσσαις ἔλθω λαλῶν, οὐδὲν ἔσται πλέον τοῖς Ἀκούουσι. Ταῦτα δὲ λέγει δεικνὺς, ὅτι τὸ ἐκείνων συμφέρον ζητεῖ, οὐ πρὸς τοὺς χάρισμα ἔχοντας ἀπεχθῶς ἔχει. «Ἐὰν μὴ ὑμῖν λαλήσω, ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ, ἢ ἐν διδαχῇ.» Ἐὰν μὴ εἴπω, φησὶ, τὸ δυνάμενον ὑμῖν εὔληπτον γενέσθαι, ἀλλ᾽ ἐπιδείξω μόνον ὅτι γλώσσης ἔχω χάρισμα, οὐδὲν ἂν κερδήσαντες ἀπελεύσεσθε. Πῶς γὰρ ἀπὸ φωνῆς ἧς οὐ συνιεῖτε; «Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ διδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον, ἢ τὸ κιθαριζόμενον;

Καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; Οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης.» Τί λέγω, φησὶν, ὅτι ἐφ᾽ ὑμῶν τὸ πρᾶγμα ἀκερδές ἐστι; καὶ ἐπὶ τῶν ἀψύχων τοῦτο εἴδοι τις ἂν, καὶ ἐπὶ τῆς κιθάρας, καὶ ἐπὶ σάλπιγγος. «Ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον.» Ἀντὶ τοῦ, Ἐὰν μὴ διερμηνεύητε. «Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.» Τουτέστιν, οὐδενὶ φθεγγόμενοι, πρὸς οὐδένα λαλοῦντες. «Τοσαῦτα εἰ τύχοι γένη φωνῶν εἰσιν ἐν κόσμῳ, καὶ οὐδὲν ἄφωνον. Ἐὰν οὖν μὴ εἴδω τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐμοὶ βάρβαρος· οὕτως καὶ ὑμεῖς.» Τουτέστι, τοσαῦται γλῶσσαι, τοσαῦται φωναὶ, Σκυθῶν, Θρᾳκῶν, Ῥωμαίων, Περσῶν, Μαύρων, Ἰνδῶν, Αἰγυπτίων, ἑτέρων μυρίων ἐθνῶν. «Ἐπεὶ ζηλωταί ἐστε πνευμάτων εἰς τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας, ζητεῖτε ἵνα περισσεύητε.

Διὸ ὁ λαλῶν γλώσσῃ, προσευχέσθω, ἵνα διερμηνεύῃ.» Εἰ ζηλοῦν δεῖ, τὰ χαρίσματα ταῦτα ζηλοῦτε, ἃ τὴν Ἐκκλησίαν οἰκοδομεῖ. Διὸ ἐπάγει λέγων, Προσευχέσθω, ἵνα διερμηνεύῃ. «Ἐὰν γὰρ εὔχωμαι γλώσσῃ, τὸ Πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. Τί οὖν ἐστι;» Τουτέστι, τὸ χάρισμα τὸ δοθέν μοι, καὶ κινοῦν τὴν γλῶσσαν. «Προσεύξομαι πνεύματι, προσεύξομαι καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ. Ἐπεὶ ἐὰν εὐλογῇς πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς ἐρεῖ τὸ Ἀμὴν, ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν.» Ὥσπερ τινὸς λέγοντος, Τί οὖν ἐστι τὸ διδακτικὸν, καὶ ὠφέλιμον; Καὶ πῶς χρὴ λέγειν; Καὶ τί χρὴ αἰτεῖν παρὰ τοῦ Θεοῦ; Ἀποκρίνεται λέγων τὸ, καὶ τῷ πνεύματι, τουτέστι τῷ χαρίσματι καὶ τῇ διανοίᾳ προσεύχεσθαι, ἵνα καὶ ἡ γλῶσσα φθέγγηται, καὶ ὁ νοῦς μὴ ἀγνοῇ τὰ λεγόμενα. Καὶ γὰρ ἐὰν μὴ τοῦτο ᾖ, καὶ ἑτέρα σύγχυσις γίνεται. Οὐ γὰρ οἶδεν ὑποφωνεῖν ὁ λαϊκὸς τὸ Ἀμήν· οὐκ οἶδε γὰρ τί λέγεις. «Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾽ ἕτερος οὐκ οἰκοδομεῖται.» Ἵνα μὴ δόξῃ σφόδρα ἐξευτελίζειν τὸ χάρισμα, τοῦτό φησι· τοῦτο δὲ καὶ ἀνωτέρω ἐποίησεν ὅτε ἔλεγεν, Ὁ λαλῶν μυστήριον, καὶ τῷ Θεῷ λαλεῖ, καὶ ἑαυτὸν οἰκοδομεῖ. Σὺ οὖν, φησὶ, καλῶς εὐχαριστεῖς· Πνεύματι γὰρ κινούμενος φθέγγῃ· ἀλλ᾽ ἐκεῖνος οὐδὲν ἀκούων, οὐδὲ εἰδὼς τὰ λεγόμενα, ἕστηκεν, οὐ πολλὴν δεχόμενος τὴν ὠφέλειαν. «

Εὐχαριστῶ τῷ Θεῷ μου, πάντων ὑμῶν μᾶλλον γλώσσῃ λαλῶν· ἀλλ᾽ ἐν Ἐκκλησίᾳ» Ἵνα μὴ δόξῃ κατατρέχειν ὡς ἐστερημένος τοῦ χαρίσματος, τοῦτό φησι. «Θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω.» Τουτέστι, νοῶν ἃ λέγω, καὶ δυνάμενος καὶ ἑτέροις ἑρμηνεῦσαι. «Ἢ μυρίους λόγους ἐν γλώσσῃ.» Τοῦτο μὲν γὰρ ἐπίδειξιν ἔχει μόνην, φησι· ἐκεῖνο δὲ πολλὴν τὴν ὠφέλειαν. «Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.» Καὶ γὰρ τὰ παιδία πρὸς μὲν τὰ μικρὰ κέχηνεν, τῶν δὲ σφόδρα μεγάλων οὐ τοσοῦτον ἔχει θαῦμα.

Ἐπεὶ οὖν καὶ οὗτοι γλωσσῶν ἔχοντες χάρισμα τὸ πᾶν ἔχειν ἐνόμιζον, ὅπερ τῶν ἄλλων ἔλαττον ἦν, διὰ τοῦτό φησι, Μὴ παιδία γίνεσθε ταῖς φρεσί· τουτέστι, μὴ ἀνόητοι, ἔνθα συνετοὺς εἶναι χρή. Ἀλλὰ ἐκεῖ νήπιοι καὶ ἀφελεῖς, ἔνθα κενοδοξία, ἔνθα φυσίωμα.

Τί δέ ἐστι νήπιον εἶναι κακίᾳ, ἢ τὸ μὴ εἰδέναι τί ποτέ ἐστι κακία; «Ἐν τῷ [νόμῳ] γέγραπται, ὅτι ἐν ἑτερογλώσσοις, καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ οὕτως ἀκούσονταί μου, λέγει Κύριος.» Νόμον ἡ θεία Γραφὴ, καὶ τοὺς προφήτας φησίν.

Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία, οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. Ἐὰν οὖν συνέλθῃ ἡ Ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ καὶ ἰδιῶται, ἢ ἄπιστοι, οὐκ ἐροῦσιν, ὅτι μαίνεσθε; Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος, ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων· καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων, ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστι. Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει. Πάντα πρὸς οἰκοδομὴν γενέσθω. Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο, ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω.

Ἐὰν δὲ μὴ ᾖ διερμηνευτὴς, σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ δὲ λαλείτω, καὶ τῷ Θεῷ. Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ.» Τουτέστιν ἔκπληξιν, οὐκ εἰς κατήχησιν τοσοῦτον. «Ὁ πρῶτος σιγάτω.» Οὐ γὰρ ἔδει, τούτου κινηθέντος πρὸς προφητείαν, ἐκεῖνον λέγειν. «Δύνασθε γὰρ καθ᾽ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι, καὶ πάντες παρακαλῶνται.» Τοῦτό φησι, τὸν ἐπιστομηθέντα παραμυθούμενος. «Καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται» Ἵνα μὴ φιλόνεικός τις ᾖ, ἢ βάσκανος, αὐτὸ τὸ χάρισμα δείκνυσιν ὑποτασσόμενον. Πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει· εἰ δὲ τὸ πνεῦμα ὑποτάσσεται, πολλῷ δ᾽ ἂν σύ. «Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλὰ εἰρήνης, ὡς ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων διατάσσομαι.» Δείκνυσιν ὡς καὶ τῷ Θεῷ τοῦτο δοκεῖ, ἵνα κρῖμα ἔχων ὁ ἀντιταττόμενος, μὴ φιλονεικῇ. «Αἱ γυναῖκες ἐν ταῖς Ἐκκλησίαις σιγάτωσαν. Οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν, ἀλλ᾽ ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει. Εἰ δέ τι μαθεῖν θέλωσιν ἐν οἴκῳ, τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν.

Αἰσχρὸν γάρ ἐστι γυναικὶ λαλεῖν ἐν Ἐκκλησίᾳ.» Περικόψας τὸν θόρυβον τὸν ἀπὸ τῶν γλωσσῶν, καὶ τῶν προφητειῶν, λοιπὸν ἐπὶ τὴν ταραχὴν τὴν ἀπὸ τῶν γυναικῶν γινομένην μεταβαίνει, τὴν ἄκαιρον αὐτῶν ἐκκόπτων παῤῥησίαν, καὶ σφόδρα εὐκαίρως.

Εἰ γὰρ τοῖς τὰ χαρίσματα ἔχουσιν ἁπλῶς οὐκ ἐφίεται λαλεῖν, πολλῷ μᾶλλον ἐκείναις. Τοὺς ἄνδρας δὲ ἐφίστησιν αὐτῶν διδασκάλους, ἀμφοτέρους ὠφελῶν. Ἐκείνας γὰρ κοσμίας κατασκευάζει, τούτους δὲ ἐναγωνίους ποιεῖ, ἅτε δὴ μέλλοντας ἅπερ ἤκουσαν μετὰ πολλῆς ἀκριβείας ταῖς γυναιξὶ παρατίθεσθαι. Ὅρα δὲ ἀπὸ πόσων τοῦτο κατασκευάζει. Πρῶτον μὲν ἀπὸ τοῦ νόμου τοῦ Θεοῦ, ἔπειτα ἀπὸ τοῦ λογισμοῦ τοῦ κοινοῦ καὶ τῆς συνηθείας. Πρὸς δὲ τούτοις καὶ ἀπὸ τῶν πᾶσι δοκούντων καὶ πανταχοῦ τυπωθέντων ἐντρέπει.

Τοῦτο γάρ ἐστιν ὃ λέγει, Ἢ ἀφ᾽ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνον κατήντησε; Καὶ γὰρ τὰς λοιπὰς Ἐκκλησίας παρήγαγε τοῦτον πιστευθείσας τὸν νόμον. Οὐ μόνον δὲ ἀπὸ τούτων, ἀλλὰ καὶ ὅπερ ἦν ἰσχυρότερον πάντων, τίθησι τὸ ὅτι Ὁ Θεὸς ταῦτα καὶ νῦν προστάττει δι᾽ ἐμοῦ. Γινωσκέτω γὰρ ταῦτα ἃ γράφω, φησὶν, ὅτι Κυρίου εἰσὶν ἐντολαί. «Ἢ ἀφ᾽ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν; ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; Εἴ τις δοκεῖ προφήτης, εἶναι, ἢ πνευματικὸς, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι Κυρίου εἰσὶν ἐντολαί.» Οὔτε γὰρ τοῦτο ἂν ἔχοιτε εἰπεῖν, φησὶν, ὅτι Ἡμεῖς τῶν ἄλλων διδάσκαλοι ἐγενόμεθα, καὶ οὐκ ἂν εἴημεν δίκαιοι παρ᾽ ἑτέρων μανθάνειν· οὔτε ὅτι ἐνταῦθα ἔστη τὰ τῆς πίστεως μόνον, καὶ οὐ χρὴ παρ᾽ ἑτέρων τὰ παραδείγματα δέχεσθαι. «Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.» Τίνος ἕνεκεν τοῦτο ἐπήγαγε; Δείκνυσιν ὅτι οὔτε βιάζεται, οὔτε φιλονεικεῖ· ὅπερ σημεῖόν ἐστι τῶν οὐ τὰ αὑτῶν βουλομένων ἱστᾷν, ἀλλὰ τὸ ἑτέροις συμφέρον σκοπούντων. Διὸ καὶ ἀλλαχοῦ φησιν· Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, τὴν τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Ἀλλ᾽ οὐ πανταχοῦ τοῦτο ποιεῖ, ἀλλ᾽ ἔνθα μὴ σφόδρα μεγάλα τὰ ἁμαρτανόμενα ᾖ, καὶ τότε ἐντρέπων μᾶλλον. Ἐπεὶ ὅταν περὶ ἑτέρων διαλέγηται, οὐ λέγει οὕτως. Ἀλλὰ πῶς; Μὴ πλανᾶσθε, οὔτε πόρνοι, οὔτε μαλακοὶ βασιλείαν Θεοῦ κληρονομήσουσι.

Καὶ πάλιν· Ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ἐνταῦθα δὲ ἐπειδὴ περὶ σιγῆς ἦν ὁ λόγος, οὐ σφόδρα ἐπιτίθεται, αὐτῷ τούτῳ μᾶλλον αὐτοὺς περισπώμενος. «Ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσσας.» Ἐπὶ τὴν προτέραν πάλιν ὑπόθεσιν ἔδραμεν. Ὅρα δὲ πῶς μέχρι τούτου τὴν διαφορὰν ἐφύλαξε, τὸ μὲν σφόδρα ἀναγκαῖον, τὸ δὲ οὐχ οὕτως, τιθείς· διὸ ἐπ᾽ ἐκείνου μὲν, Ζηλοῦτε, ἐπὶ τούτου δὲ, Μὴ κωλύετε. «Πάντα δὲ εὐσχημόνως, καὶ κατὰ τάξιν γινέσθω.» Ὡς ἐν κεφαλαίῳ τὰ πάντα διορθούμενος, ἐπήγαγε τὸν λόγον.

ΚΕΦΑΛ. ΙΕʹ. «Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον ὃ εὐαγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε.» Ἀπαρτίσας τὸν τῶν πνευματικῶν λόγον, ἐπὶ τὸν πάντων ἀναγκαιότατον ἔρχεται, τὴν περὶ τῆς ἀναστάσεως ὑπόθεσιν· καὶ γὰρ ἐπὶ τοῦτο σφόδρα ἔκαμνον.

Ἐπειδὴ γὰρ ἡ πᾶσα ἡμῶν ἐλπὶς αὕτη, πρὸς τοῦτο σφοδρῶς ἵστατο ὁ διάβολος. Καὶ ποτὲ μὲν ἀνῄρει καθάπαξ αὐτὴν, ποτὲ δὲ ἔλεγεν ἤδη γεγονέναι ὡς ἐπιστέλλοντι Τιμοθέῳ ἔλεγεν, ᾯ ἐστιν Ὑμεναῖος καὶ Φιλητὸς, οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι.

Ποτὲ πάλιν ἔλεγον, ὅτι τὸ σῶμα οὐκ ἀνίσταται, ἀλλὰ τῆς ψυχῆς ὁ καθαρμός ἐστιν ἡ ἀνάστασις. Πρὸς ταύτας οὖν τὰς δόξας ἀνθιστάμενος, ὅρα πῶς ἀπὸ τῆς ἀρχῆς ἔδειξεν, ὅτι οὐδὲν καινὸν εἰσφέρει, οὐδὲ ξένον. Οὐ γὰρ γνωρίζων τὸ ἤδη γνωρισθὲν, εἶτα εἰς λήθην ἐμπεσὼν, γνωρίζει, πάλιν εἰς μνήμην φέρων. Εὖ δὲ καὶ τὸ Εὐαγγέλιον εἰπεῖν. Τοῦτο γάρ ἐστι τῶν εὐαγγελίων τὸ κεφάλαιον ἡ ἀνάστασις. «Δι᾽ οὗ καὶ σώζεσθε.» Τὸ κέρδος δείκνυσι τοῦ πιστεύειν εἰς τὴν ἀνάστασιν. «Τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε· ἐκτός» Οὐκ αὐτὸ δεῖσθε μαθεῖν τὸ δόγμα, φησὶν, ἀλλ᾽ ὑπομνησθῆναι μόνον. «Εἰ μὴ εἰκῆ ἐπιστεύσατε. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον.» Ἐπειδὴ εἶπεν, ἐν ᾧ καὶ ἑστήκατε, ἵνα μὴ ῥᾳθυμοτέρους ποιήσῃ, ἐκφοβεῖ πάλιν. «Ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ ἁμαρτιῶν ἡμῶν.» Οὐκ εἶπεν εὐθέως, ὅτι ἀνάστασίς ἐστι σωμάτων, ἀλλὰ αὐτὸ μὲν τοῦτο κατασκευάζει, ἅμα δὲ καὶ τῆς ἀγάπης αὐτοὺς ὑπομιμνήσκει τῆς πολλῆς, ἧς ἐνεδείξατο ὁ Θεὸς, ὅτι τὸν Υἱὸν αὐτοῦ ἔδωκεν ὑπὲρ αὐτῶν. «Κατὰ τὰς Γραφάς.» Ὁ γὰρ Θεὸς διὰ τοῦ προφήτου φησίν, Ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον· καὶ, Ὁ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ, Ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν. «Καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς.» Πάλιν Ἡσαΐας μαρτυρῶν, ὅτι Ἐκ μέσου ἦρται ἡ ταφὴ αὐτοῦ.

Καὶ πάλιν· Κύριος βούλεται καθαρίσαι ἀπὸ τῆς πληγῆς, δεῖξαι αὐτῷ φῶς. Καὶ ὁ Δαβὶδ, Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, περὶ τοῦ Χριστοῦ. «Καὶ ὅτι ὤφθη Κηφᾷ.» Τὸν ἀξιόπιστον τῶν ἀποστόλων πρῶτον παράγει μάρτυρα. Ὅρα δὲ πῶς τοὺς προφήτας, καὶ τοὺς ἀποστόλους μαρτυροῦντας ἐπάγει τῷ πράγματι. «Εἶτα τοῖς ἕνδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι· τινὲς δὲ καὶ ἐκοιμήθησαν.» Μετὰ γὰρ τὴν ἀνάληψιν ὁ Ματθίας κατελέγη, οὐ μετὰ τὴν ἀνάστασιν εὐθέως. «Ἔπειτα ὤφθη Ἰακώβῳ, ἔπειτα τοῖς ἀποστόλοις πᾶσιν.» Οὐκ εἶπεν, ἀπέθανον, ἀλλ᾽ ἐκοιμήθησαν, καὶ ταύτῃ τῇ λέξει πάλιν βεβαιῶν τὴν ἀνάστασιν. «Ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων· ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Χάριτι δὲ Θεοῦ εἰμὶ, ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη· ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα· οὐκ ἐγὼ δὲ, ἀλλ᾽ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί.» Τοῦτο ταπεινοφροσύνης τὸ ῥῆμά ἐστιν. «Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε. Εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται,» Παρ᾽ οὗ, φησὶ, βούλεσθε μαθεῖν, μάθετε. Οὐδὲν διαφέρομεν. «Πῶς λέγουσιν ἐν ὑμῖν τινες, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;»

Οἱ προφῆται, φησὶ, τοῦτο προεκήρυξαν, καὶ αὐτὸς ἐδίδαξεν διὰ τῆς ὄψεως, καὶ ταῦτα ἡμεῖς κηρύττομεν, καὶ ὑμεῖς ἐπιστεύσατε. Πῶς οὖν μετὰ τοσαύτην ἀπόδειξιν ἀπιστοῦσι, φησὶ, διὸ τὸ, Πῶς, λέγουσιν; «Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται.» Διὰ γὰρ τοῦτο ἀπέθανεν, ἵνα ἀναστήσῃ τὴν ἡμετέραν φύσιν. Εἰ οὐκ ἀνιστάμεθα οὖν, τίνος χάριν ἀπέθανε Χριστός; «Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν· κενὴ καὶ ἡ πίστις ὑμῶν. Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ, ὅτι ἤγειρε τὸν Χριστὸν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς οὐκ ἐγήγερται. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν.» Ὅρα πόσα τὰ ἄτοπα· τὸ μάταιον τοῦ κηρύγματος, ὁμοίως ἡ μαρτυρία ἡ παρὰ τοῦ Πατρός. Ὅρα εἰς πόσην ἁμαρτίαν ἐξάγει τὸν λόγον ἐκείνων τῶν λεγόντων, Οὐκ ἀνίστανται οἱ νεκροί. «Καὶ ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν.» Εἰ γὰρ οὐκ ἠγέρθη, οὔτε ἀπέθανεν, οὔτε τὴν ἁμαρτίαν ἔλυσεν. Ὁ γὰρ θάνατος αὐτοῦ τῆς ἁμαρτίας ἐστὶ λύσις. Ἴδε γὰρ ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Πῶς δὲ αἴρων, ἢ τῷ θανάτῳ δηλονότι; Διὸ καὶ ἀμνὸν ἐκάλεσεν, ὡς σφαττόμενον.

Εἰ δὲ οὐκ ἀνέστη, οὐδὲ ἐσφάγη, οὐδὲ ἡ ἁμαρτία ἐλύθη. Εἰ δὲ οὐκ ἐλύθη, ἐν αὐτῇ ἐστε. Εἰ δὲ ἐν αὐτῇ ἐστε, εἰκῆ ἐκήρυξα, εἰκῆ καὶ ἐπιστεύσατε ὅτι ἀπηλλάγητε. Ἄλλως δὲ καὶ ἀθάνατος θάνατος μένει, εἰ μὴ ἀνέστη. «Ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο.» Τοὺς μαρτυρήσαντας δι᾽ αὐτόν φησιν. «Εἰ ἐν τῇ ζωῇ ταύτῃ, ἠλπικότες ἐσμὲν μόνον ἐν Χριστῷ, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.» Εἰ γὰρ οὐκ ἀνίσταται τὸ σῶμα, ἀστεφάνωτος ἡ ψυχὴ μένει. Εἰ δὲ τοῦτο ἔσται, οὐδενὸς ἀπολαύομεν καλοῦ. Εἰ δὲ οὐδενὸς, ἐν τῷ παρόντι τὰ τῶν ἀμοιβῶν.

Τί οὖν ἡμῶν ἀθλιώτερον, κατὰ τοῦτο πανταχοῦ διωκομένων; «Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν.» Δείξας ὅσα ἐκ τοῦ μὴ δέχεσθαι τὴν ἀνάστασιν τίκτεται κακὰ, ἀναλαμβάνει τὸν λόγον συνεχῶς τὸ, ἐκ τῶν νεκρῶν, προστιθεὶς, ὥστε ἀποφράξαι τῶν αἱρετικῶν τὰ στόματα. «Ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.» Εἰ δὲ ἀπαρχὴ, καὶ τούτους ἀναστῆναι δεῖ. Τῇ γὰρ ἀρχῇ πάντως ἕπεται τὰ μετὰ ταύτην. «Ἐπειδὴ γὰρ δι᾽ ἀνθρώπου θάνατος, καὶ δι᾽ ἀνθρώπου ἀνάστασις ἐκ νεκρῶν.» Αἰτιολογία. Ἐπειδὴ γὰρ πάντα ἀποφαντικῶς εἶπεν, ἀνάγκῃ καὶ αἰτιολογεῖ, εὐπαράδεκτον τοῖς πολλοῖς κατασκευάζων τὸν λόγον. «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Τὸν γὰρ ἡττηθέντα, φησὶν, αὐτὸν ἀναμαχέσασθαι ἔδει τὴν καταβληθεῖσαν φύσιν αὐτὴν καὶ νικῆσαι.

Οὕτω γὰρ τὸ ὄνειδος ἀπετρίβετο. «Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός.» Μὴ ἐπειδὴ ἀνάστασιν ἤκουσας, νόμιζε πάντας τῶν αὐτῶν ἀπολαύειν. «Ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ.» Τουτέστιν, οἱ πιστοὶ καὶ εὐδοκιμηκότες. «Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί.» Ὅταν γὰρ ἀναστῶσιν ἐκεῖνοι, τὰ πράγματα πάντα λήψεται τέλος. Οὐ καθάπερ νῦν ἀναστάντος τοῦ Χριστοῦ, τὰ πράγματα ἔστησαν ἔτι μετέωρα. Διὸ προστίθησι, ἡμεῖς ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἵνα μάθῃς ὅτι περὶ ἐκείνου τοῦ καιροῦ διαλέγεται. «Ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν.» Τουτέστιν, ὅταν δι᾽ αὐτοῦ προσαγάγῃ πάντα τὰ ἔθνη δουλεύειν τῷ Πατρί. Οὐδεὶς γὰρ ἔρχεται, φησὶ, πρὸς τὸν Πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ. «Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Ὅταν δὲ εἴπῃ ὅτι ὑποτέτακται, δῆλον ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα· ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν;» Τὸ, ἄχρι, οὐκ ἔστι χρόνου σημαντικὸν παρὰ τῇ Γραφῇ, ὥσπερ οὐδὲ τὸ, ἕως· κατὰ τὸ εἰρημένον, ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ.

Ἵνα μή τις δύο ἀρχὰς ἀνάρχους ὑποπτεύῃ. Τινὲς τῆς κακίας δηλοῦντα τὴν ἀναίρεσιν τοῦτό φασιν αὐτὸν εἰρηκέναι. «Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;» Τοῦτό φησιν, ὅτι καὶ σαρκὸς ἀνάστασιν ὁμολογοῦμεν ἐν τῷ βαπτίσματι. «Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;» Οὐκ εἶπεν, ἐγὼ, ἀλλ᾽, ἡμεῖς, παραλαμβάνων πάντας τοὺς ἀποστόλους· καὶ ταύτῃ μετριάζων, καὶ ἀξιόπιστον τὸν λόγον ποιῶν. «Καθ᾽ ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ.» Ἐνταῦθα τὴν αὐτῶν προκοπὴν λέγει. Πῶς δὲ ἀποθνήσκει καθ᾽ ἑκάστην ἡμέραν, ἢ τῇ προθυμίᾳ; «Εἰ (κατὰ ἄνθρωπον) ἐθηριομάχησα ἐν Ἐφέσῳ.» Τουτέστιν, ὅσον εἰς ἀνθρώπους ἧκεν, εἰ καὶ ὁ Θεὸς ἐῤῥύσατο. «Τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται; φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Μὴ πλανᾶσθε· φθείρουσι γὰρ [ἤθη] χρηστὰ ὁμιλίαι κακαί.» Τάδε πάντα ἔλεγεν, οὐκ ἐπειδὴ οὐκ εἶχεν ὄφελος καὶ ἐν αὐτῷ τῷ πάσχειν. Οὐ γὰρ ἐπὶ μισθῷ ἔτρεχεν· ἀρκοῦσα γὰρ αὐτῷ ἦν ἀντίδοσις τὸ ποιῆσαι τὸ δοκοῦν τῷ Θεῷ· ἀλλὰ διὰ τὴν ἀσθένειαν τῶν πολλῶν.

Ὥστε καὶ ὅταν λέγῃ, Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμὲν, διὰ τὴν αὐτὴν αἰτίαν λέγει, καὶ ὥστε τῷ φόβῳ τῆς ἀθλιότητος ταύτης διασεῖσαι αὐτῶν τὴν ἀπιστίαν περὶ τῆς ἀναστάσεως. «Ἐκνήψατε δικαίως.» Τουτέστιν, ἐπὶ τῷ συμφέροντι· ὡς πρὸς μεθύοντας καὶ μαινομένους. «Καὶ μὴ ἁμαρτάνετε.» Δεικνὺς ὅτι ἀπὸ πονηροῦ βίου τὰ σπέρματα αὐτῆς τῆς ἀπιστίας. Καὶ γὰρ πολλοὶ τῶν πονηρὰ συνειδότων ἑαυτοῖς, καὶ οὐ βουλομένων δοῦναι δίκην, καὶ εἰς τὴν περὶ τῆς ἀναστάσεως παραβλάπτονται πίστιν· ὥσπερ οὖν οἱ μεγάλα κατορθοῦντες, καθ᾽ ἑκάστην αὐτὴν ἐπιθυμοῦσι τὴν ἡμέραν ἰδεῖν. «Ἀγνωσίαν γὰρ Θεοῦ τινὲς ἔχουσιν.» Ὅρα πῶς πάλιν εἰς ἐκείνους μεταφέρει τὰ ἐγκλήματα.

Τὸ γὰρ τῇ ἀναστάσει διαπιστεῖν, οὐ σφόδρα εἰδότος ἐστὶ τὴν τοῦ Θεοῦ δύναμιν, τὴν ἄμαχον, καὶ πρὸς πάντα ἀρκοῦσαν. Εἰ γὰρ ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησε, πολλῷ μᾶλλον τὰ διαλυθέντα ἀναστῆσαι δυνήσεται. «Πρὸς ἐντροπὴν ὑμῖν λέγω.» Τουτέστιν, ὥστε διορθῶσαι, ὥστε αἰσχυνθέντας ὑμᾶς γενέσθαι βελτίους. «Ἀλλ᾽ ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται;» Ἀντίθεσιν λύει παρ᾽ Ἑλλήνων εἰσαγομένην. «Ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ; καὶ ὃ σπείρεις,» Τουτέστιν, Παρὰ σαυτῷ τὴν ἀπόδειξιν ἔχεις τούτων, δι᾽ ὧν πράττεις καθ᾽ ἑκάστην ἡμέραν, καὶ ἀντιλέγεις ἔτι; φησί. Διὸ καὶ ἄφρονά σε καλῶ, ὅτι τὰ καθ᾽ ἡμέραν ὑπὸ σοῦ γινόμενα ἀγνοεῖς. Καὶ ὅρα τὴν ὑπερβολήν. Ὃ γὰρ ἐποίουν ἐκεῖνοι τεκμήριον τοῦ μὴ ἀνίστασθαι, τοῦτο τοῦ ἀνίστασθαι ποιεῖται ἀπόδειξιν.

Καὶ γὰρ ἔλεγον, Οὐκ ἀνίσταται, ἐπειδὴ ἀπέθανεν. Ὁ δὲ ἀντιστρέψας, φησὶν, Καὶ μὴν εἰ μὴ ἀπέθανεν, οὐκ ἂν ἀνέστη. «Οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις.» Τουτέστιν, οὐ στάχυν ὁλόκληρον, οὐ σῖτον νέον, οὐ καλάμην ἔχοντα, οὐκ ἄχυρον. Ἐνταῦθα γὰρ οὐκέτι πρὸς τὴν ἀνάστασιν ὁ λόγος, ἀλλὰ πρὸς τὸν τρόπον τῆς ἀναστάσεως· ποταπὸν σῶμα τὸ μέλλον ἀνίστασθαι, οἷον εἰ τὸ αὐτὸ, ἢ καὶ βέλτιον καὶ λαμπρότερον.

Καὶ ἀμφότερα ἐκ τοῦ αὐτοῦ ὑποδείγματος λαμβάνει, δεικνὺς ὅτι πολλῷ βέλτιον. «Εἰ τύχοι σίτου, ἤ τινος τῶν λοιπῶν.» «Τοῦτό φησιν, ἵνα μὴ ἄλλο τις ὑποπτεύσῃ σῶμα εἰρῆσθαι.» «Ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησε.» Μὴ τοίνυν περιεργάζου, μηδὲ πολυπραγμόνει, πῶς καὶ τίνι τρόπῳ, ὅταν Θεοῦ δύναμιν καὶ θέλημα ἀκούσῃς. «Καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα.» Ἐπειδή τινες ἠπόρουν περὶ τῆς ἀναστάσεως, καὶ ἔλεγον Ποίῳ δὲ σώματι ἔρχονται; τούτου χάριν ὑποφέρει ὡς ἐπὶ ὑποδείγματος, τὸ τῶν σπερμάτων ἴδιον σῶμα λέγων. Ποῦ τοίνυν τὸ ἀλλότριον; τὸ γὰρ ἴδιον δίδωσιν. «Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ· ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ πτηνῶν, ἄλλη δὲ κτηνῶν, ἄλλη δὲ ἰχθύων. Καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλ᾽ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων· ἄλλη δόξα ἡλίου, καὶ ἄλλη σελήνης, καὶ ἄλλη δόξα ἀστέρων. Ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. Οὕτω καὶ ἀνάστασις τῶν νεκρῶν· σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ.» Ἵνα μὴ ἐκ τοῦ ὑποδείγματος ὁμοτιμίαν πάντες νομίσωσιν ἐν τῷ μέλλοντι λαμβάνειν, φησίν· Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ. Ὅμοιον ὡς εἰ λέγοι· Τί λέγω, φησὶν, ἐπὶ τῶν σπερμάτων; Ἐπὶ τῶν σωμάτων γυμνάσωμεν τοῦτο αὐτὸ, περὶ οὗ ὁ λόγος ἡμῖν νῦν· ἐπειδὴ τὸν τῆς ἀναστάσεως κατεσκεύασε λόγον, δείκνυσι λοιπὸν, ὅτι πολλὴ ἡ τῆς δόξης τότε διαφορὰ, εἰ καὶ ἀνάστασις μία.

Καὶ διαιρέσεις δύο, εἰς τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια. Ὅτι μὲν γὰρ τὰ σώματα ἀνίσταται, ἔδειξεν διὰ τοῦ σίτου. Ὅτι δὲ οὐκ ἐν τῇ αὐτῇ δόξῃ πάντα, δείκνυσιν ἐντεῦθεν. Δείκνυσιν οὖν ὡς καὶ τῶν δικαίων πολλὴ ἡ διαφορὰ, τὸν μὲν ἡλίῳ, τὸν δὲ ἀστέρι παρεικάζων· καὶ τῶν ἁμαρτωλῶν πολλὴ ἡ διαφορὰ, ζώων σώματα λέγων, καὶ ἰχθύων, καὶ κτηνῶν· καὶ ὅλως δι᾽ ὑποδειγμάτων ἄγει τὸν λόγον, καὶ ἐπὶ τῶν ἄνω, καὶ ἐπὶ τῶν κάτω. «Σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ.» Τί γὰρ ἀτιμότερον ὄζοντος σώματος καὶ διαῤῥέοντος; «Σπείρεται ἐν ἀσθενείᾳ.» Οὔπω γὰρ ἡμέραι τριάκοντα, καὶ τὸ πᾶν διαλύεται. «Ἐγείρεται ἐν δυνάμει.» Τότε γὰρ αὐτοῦ οὐδὲν περιέσται λοιπόν. «Σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν.» Τοῦτό φησιν, οὐχ ὡς μὴ ὄντος καὶ νῦν, διὰ τὸν ἀῤῥαβῶνα [τοῦ Πνεύματος], τοῦ σώματος πνευματικοῦ, ἀλλ᾽ ὡς τότε πολλῷ πλέον ὄντος. Νῦν μὲν γὰρ οὐ μένει τὸ Πνεῦμα· πολλάκις γὰρ ἁμαρτανόντων ἀφίσταται· τότε δὲ βεβαία αὐτῷ ἔσται ἡ παραμονή. «Εἰ ἔστι σῶμα ψυχικὸν, ἔστι καὶ πνευματικόν.

Οὕτω καὶ γέγραπται·» Ἢ ὅτι κουφότερον ἔσται καὶ λεπτότερον, καὶ οἷον καὶ ἐπ᾽ ἀέρος ὀχεῖσθαι. «Ἐγένετο ὁ πρῶτος ἄνθρωπος εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. Ἀλλ᾽ οὐ πρῶτον τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικὸν, ἔπειτα τὸ πνευματικόν. Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Τοῦτο δέ φημι, ἀδελφοὶ,» Τουτέστι, παχὺς καὶ τοῖς παροῦσιν προσηλωμένος.

Ἅμα δὲ καὶ τὸν περὶ πολιτειῶν εἰσάγει λόγον. «Ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται.» Σάρκα καὶ αἷμα ἐνταῦθα τὰς πονηρὰς πράξεις καλεῖ, ὡς ὅταν λέγῃ· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί. Καὶ πάλιν, Οἱ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται. «Οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα.» Τουτέστιν ἡ κακία, τὴν δόξαν ἐκείνην, καὶ τὴν τῶν ἀφθάρτων πραγμάτων ἀπόλαυσιν. «Ἐν ἀτόμῳ.» Τουτέστιν, ἐν βραχείᾳ καιροῦ ῥοπῇ. «Ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ· καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι.» Τοῦτο ἑρμηνεία τοῦ πρώτου· οἷον εἰς ὅσον εἰς τὸ καμμύσαι μόνον. «Καὶ ἡμεῖς ἀλλαγησόμεθα.» Περὶ τῶν τότε ζώντων εὑρισκομένων τοῦτό φησιν. «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος·» Πάλιν περὶ τὸ ὑπόδειγμα ἔρχεται καὶ τὸν τῆς ἀναστάσεως λόγον, τὰ περὶ πολιτείας ἀφείς. «Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ νῖκος; Ποῦ σου, ᾅδη, τὸ κέντρον; τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία.» Πάλιν ἐκ προφητείας ἡ ἀπόδειξις. «Ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.

Τῷ δὲ Θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ὅτι χωρὶς αὐτοῦ ἀσθενὴς ἦν· πραττομένη μὲν, οὐ δυναμένη δὲ οὕτω καταδικάσαι. Τὸ μὲν γὰρ κακὸν ἐγίνετο, σαφῶς δὲ οὐκ ἐδείκνυτο οὕτως. Ὥστε οὐ τοῦτό φησιν, ὅτι εἰσήνεγκεν ὁ νόμος τὴν ἁμαρτίαν, ἀλλ᾽ ὅτι ἐπέτεινε τὴν κόλασιν. «Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι,» Εὔκαιρος λοιπὸν ἡ παραίνεσις. «Περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ.» Τουτέστιν, ἐν τῷ βίῳ τῷ καθαρῷ.

ΚΕΦΑΛ. Ιϛʹ. «Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους.» Ἀπαρτίσας τὸν περὶ τῶν δογμάτων λόγον, καὶ μέλλων εἰς τὸν ἠθικὸν μεταβαίνειν, πάντα τὰ ἄλλα ἀφεὶς, τὸν περὶ τῆς ἐλεημοσύνης κινεῖ λόγον. Λογίαν δὲ συλλογὴν τῶν χρημάτων φησίν. «Ὥσπερ διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε.» Οὐκ εἶπε, παρῄνεσα καὶ συνεβούλευσα, ἀλλὰ διέταξα, ὅπερ αὐθεντικώτερον. «Κατὰ μίαν Σαββάτων ἕκαστος ὑμῶν παρ᾽ αὐτῷ τιθέτω, ὅ τι ἂν εὐοδωθῇ.» Ἀναμνήσθητε γὰρ, φησὶν, τίνων ἐτύχετε ἐν τῇ ἡμέρᾳ ταύτῃ. Τὰ γὰρ ἀπόῤῥητα ἀγαθὰ ἐν ταύτῃ γέγονεν, καὶ ἡ ῥίζα καὶ ἡ ἀρχὴ τῆς ζωῆς τῆς ἡμετέρας· μετὰ δὲ τούτων, καὶ τὸ μυστήριον ἐν αὐτῇ κοινωνεῖν. Ὅρα πῶς καὶ ἀπὸ τοῦ καιροῦ συμβουλεύει, καὶ ἀπὸ τοῦ τρόπου. «Ἵνα μὴ ὅταν ἔλθω, τότε λογίαι γίνωνται. Ὅταν δὲ παραγένωμαι,» Ἡ γὰρ προσδοκία τοῦ Παύλου προθυμοτέρους αὐτοὺς ποιεῖ. «Οὓς ἐὰν δοκιμάσητε δι᾽ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ.» Ἀνύποπτον ποιεῖ τὸν λόγον, μὴ λέγων τὸν δεῖνα, ἢ τὸν δεῖνα. Εὖ δὲ καὶ τὴν χάριν, μὴ τὴν ἐλεημοσύνην, εἰπεῖν. «Ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω. Μακεδονίαν γὰρ διέρχομαι. Πρὸς ὑμᾶς δὲ τυχὸν καταμενῶ, ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς ἐμὲ προπέμψητε, οὗ ἐὰν πορεύωμαι. Οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν.»

Ἐνταῦθα πάλιν δαψίλειαν συμβουλεύει. «Ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Θεὸς ἐπιτρέπῃ. Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς. Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργὴς, καὶ ἀντικείμενοι πολλοί. Ἐὰν ἔλθῃ Τιμόθεος, βλέπετε,» Ταῦτα ἔλεγεν, ὁμοῦ μὲν τὴν ἀγάπην ἐπιδεικνύμενος, ὁμοῦ δὲ τοὺς ἁμαρτάνοντας σωφρονίζων. «Ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς.» Τουτέστιν, ἵνα μή τις αὐτοῦ κατεξαναστῇ τῶν κατεγνωσμένων ἐκείνων. «Καὶ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς κἀγώ.» Ἀπὸ τῆς διακονίας ἀξιόπιστον αὐτὸν δείκνυσι. «Μή τις οὖν αὐτὸν ἐξουθενήσῃ· προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρὸς ἐμέ.» Ἐπειδὴ καὶ νέος ἦν, καὶ μόνος ἐνεχειρίσθη τοσούτου λαοῦ διόρθωσιν. «Ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν, καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ. Ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.

Γρηγορεῖτε,» Καὶ τοῦτο φοβοῦντος ἦν, ἵνα εἰδότες, ὅτι ἐρεῖ πρὸς αὐτὸν ἅπερ ἂν πάθῃ, ἐπιεικέστεροι γένωνται. Καὶ ἀγάπην δὲ εἰς ἐκείνους ἐνδείκνυται πολλὴν, ὅτι τὸν οὕτω χρήσιμον, δι᾽ ἑαυτοὺς ἔπεμψεν. «Στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.» Οὐκ ἐν τῇ σοφίᾳ τῇ ἔξωθεν. «Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, οἴδατε τὴν οἰκίαν Στεφανᾶ καὶ Φουρτουνάτου, ὅτι ἐστὶν» Ἐπειδὴ καὶ τὰ εἰρημένα πάντα, φησὶν, ἐγκλήματα ἐκ τοῦ ταύτην ἠμελῆσθαι περίεστιν. «Ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτοὺς, ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις, καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.» Καὶ ἀρχόμενος τούτου μέμνηται λέγων, Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· καὶ νῦν ἀπαρχὴν αὐτὸν, οὐχὶ τῆς Κορίνθου μόνον, ἀλλὰ καὶ ὅλης τῆς Ἑλλάδος φησίν. Οὐ μικρὸν δὲ καὶ τοῦτο ἐγκώμιον, τὸ πρῶτον τῷ Χριστῷ προσελθεῖν. Διὸ καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ ἐντεῦθεν ἐγκωμιάζων τινὰς ἔλεγεν· Οἱ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ.

Καὶ οὐκ εἶπεν· ὅτι πρῶτον ἐπίστευσαν, ἀλλὰ ἀπαρχὴ ἐγένοντο, δεικνὺς ὅτι μετὰ τῆς πίστεως καὶ βίον ἄριστον ἐπεδείξαντο. «Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν. Ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα, καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.» Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἐξηγριῶσθαι πρὸς τούτους· αὐτοὶ γὰρ ἦσαν οἱ ἐλθόντες καὶ δηλώσαντες αὐτῷ τὰ κατὰ τὴν στάσιν. Τούτου χάριν φησὶν, ἀνέπαυσαν τὸ ἐμὸν πνεῦμα, Καὶ τὸ, ὑμῶν, δεικνὺς ἀντὶ πάντων ἐλθόντας καὶ ἑλομένους ἀποδημίαν στέλλεσθαι τοσαύτην ὑπὲρ αὐτῶν. «Ἀσπάζονται ὑμᾶς αἱ Ἐκκλησίαι τῆς Ἀσίας.

Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ Ἀκύλας καὶ Πρίσκιλλα, σὺν τῇ κατ᾽ οἶκον αὐτῶν Ἐκκλησίᾳ. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες.» Ἐπισυνάγει καὶ συγκολλᾷ τὰ μέλη διὰ τοῦ ἀσπασμοῦ. «Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.» Ταύτην τὴν τοῦ ἁγίου ἀσπασμοῦ ἐνταῦθα μόνον τίθησι προσθήκην, ἐπειδὴ σφόδρα διεστήκεσαν ἀφ᾽ ἑαυτῶν, τῷ λέγειν, Ἐγὼ μέν εἰμι τοῦδε, ἐγὼ δὲ τοῦδε. «Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.» Δείκνυσι μετὰ πολλῆς σπουδῆς τὴν ἐπιστολὴν συντεθεῖσθαι. «Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν, ἤτω ἀνάθεμα.» Δι᾽ ἑνὸς τούτου ῥήματος πάντας ἐφόβησεν, τοὺς τὰ μέλη ἑαυτῶν ποιοῦντας μέλη πόρνης, τοὺς σκανδαλίζοντας τοὺς ἀδελφοὺς διὰ τῶν εἰδωλοθύτων, τοὺς τῇ ἀναστάσει ἀπιστοῦντας. Οὐκ ἐφόβησε δὲ μόνον, ἀλλὰ καὶ ἔδειξεν τῆς ἀρετῆς τὴν ὁδὸν, καὶ τὴν τῆς κακίας δυσσέβειαν. «Μαραναθᾶ.» Ἐπειδὴ πάντων τῶν κακῶν ὁ τῦφος αἴτιος ἦν, καὶ τούτων δὲ τὸν τῦφον ἡ ἔξωθεν σοφία ἐποίει, καὶ τοῦτο τὸ κεφάλαιον ἦν τῶν κακῶν, καταστέλλων αὐτὴν οὐδὲ Ἑλλάδι κέχρηται φωνῇ, ἀλλὰ τῇ Ἑβραΐδι, δεικνὺς, ὅτι οὐ μόνον καταισχύνεται τὴν ἰδιωτείαν, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς θερμότητος ἀσπάζεται.

Τί δέ ἐστιν τὸ, Μαραναθᾶ; ὅτι Ὁ Κύριος ἦλθεν. Τίνος δὲ ἕνεκεν αὐτό φησιν, ἢ τὸν οἰκονομίας βεβαιῶν λόγον, ἐξ οὗ μάλιστα τὰ σπέρματα τῆς ἀναστάσεως συνέθηκεν; Ὡσανεὶ ἔλεγεν, Ὁ κοινὸς πάντων Δεσπότης καταβῆναι τοσοῦτον κατηξίωσε, καὶ ὑμεῖς ἐν τοιούτοις ἐστέ; «Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν.» Τοῦτο γὰρ διδασκάλου, τὸ μὴ μόνον συμβουλεῦσαι, ἀλλὰ καὶ εὐχαῖς βοηθεῖν. «Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, Ἀμήν.» Ἐπειδὴ σφοδρῶς αὐτῶν ἥψατο, καταπραΰνει λοιπόν, ἵνα δὲ μὴ νομίσωσιν, ὅτι ἱκετεύων αὐτοὺς εἰς τοῦτο κατέληξεν, προσέθηκε τὸ, Ἐν Χριστῷ· οὐδὲν γὰρ ἀνθρώπινον ἔχει, οὔτε σαρκικὸν, ἀλλὰ πνευματική τίς ἐστιν.

Πρὸς Κορινθίους αʹ στίχων, ͵ωμβʹ. Ἐγράφη ἀπὸ Φιλίππων διὰ Στεφανᾶ, καὶ Φουρτουνάτου, καὶ Ἀχαϊκοῦ, καὶ Τιμοθέου. Ἀναγνώσεις, εʹ κεφάλαια θʹ, μαρτύρια ιζʹ, στίχοι ὀκτακόσιοι ἑβδομήκοντα.