ΚΕΦΑΛ. ϛʹ. «Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.» Ἐπειδὴ μεγάλα εἶπεν, ὅτι Θεὸς παρεκάλει, καὶ ἡμεῖς πρεσβεύομεν, ἵνα μὴ ἀναπέσωσιν ἐντεῦθεν, πάλιν αὐτοὺς φοβεῖ, λέγων· Μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Μὴ γὰρ, ἐπειδὴ παρακαλεῖ, φησὶ, καὶ ἔπεμψε πρεσβεύοντας, διὰ τοῦτο ῥᾳθυμήσωμεν, ἀλλὰ μᾶλλον ἐπειγώμεθα πρὸς τὸ ἀρέσαι αὐτῷ, ἵνα μὴ τῶν τοιούτων ἐκπέσητε ἀγαθῶν. «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος· ἰδοὺ νῦν ἡμέρα σωτηρίας.» Τὸν τῆς δωρεᾶς, φησὶν, τὸν τῆς χάριτος, ὅτε οὐκ ἔστιν εὐθύνας ἀπαιτηθῆναι τῶν ἁμαρτημάτων, οὐδὲ δίκην δοῦναι, ἀλλὰ μετὰ τῆς ἀπαλλαγῆς, καὶ μυρίων ἀπολαύομεν καλῶν. Μὴ τοίνυν προδῶμεν τὸ εὔκαιρον, ἀλλ᾽ ἐπιδειξώμεθα ἄξιον τῆς χάριτος τὴν σπουδήν. «Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία· ἀλλ᾽ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι.