Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ ταῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστι, ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθοσύνη, πίστις, πραότης, ἐγκράτεια. Κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος.» Ὁ Πνεῦμα ἔχων ὡς χρὴ, διὰ τούτου σβέννυσι πονηρὰν ἐπιθυμίαν ἅπασαν. Ὁ δὲ τούτων ἀπαλλαγεὶς, οὐ δεῖται τῆς ἀπὸ τοῦ νόμου βοηθείας, ὑψηλότερος πολλῷ τῆς ἐκείνου εὐαγγελίας γενόμενος. Ὁ γὰρ μὴ ὀργιζόμενος, πῶς δεῖται ἀκούειν, Οὐ φονεύσεις; ὁ μὴ βλέπων ἀκολάστοις ὀφθαλμοῖς, πῶς χρῄζει τοῦ παιδεύοντος μὴ μοιχεύειν; Τίς γὰρ διαλέξεται περὶ τοῦ καρποῦ τῆς κακίας, τῷ τὴν ῥίζαν αὐτῆς ἀνασπάσαντι;