Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰς ἐπιστολὰς τοῦ Παύλου

Ἰωάννης ὁ Δαμασκηνός

Ερμηνεία στην Προς Εφεσίους Επιστολή

Θεολογικός σχολιασμός της Προς Εφεσίους επιστολής, με έμφαση στο μυστήριο της θείας οικονομίας, την ενότητα των πιστών ως σώμα Χριστού και τον πνευματικό πόλεμο κατά του διαβόλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 14

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ὥσπερ τὰ ἄλλα Θεοῦ ἔργα, οὕτως καὶ τὴν ἀποστολὴν τὴν ἑαυτοῦ ἐκ Θεοῦ μέν φησιν, ἐνεργουμένην δὲ ὑπὸ Χριστοῦ, ὡς δυνάμεως ὄντος Θεοῦ. Τὸ κεφάλαιον τῆς ἐπιστολῆς ἐστιν, τὸ διδάξαι αὐτοὺς περὶ τῆς Χριστοῦ χάριτος. Αὕτη δὲ ἡ χάρις, ἐστὶν ἀνάληψις ἡμῶν ἐν αὐτῷ, καὶ ἁγιασμὸς, καθὸ καὶ σῶμα αὐτοῦ γεγόναμεν, καὶ κεφαλὴν ἐσχήκαμεν. αὐτόν. Τὸ δὲ αἴτιον ταύτης τῆς χάριτος, ἡ ἀγαθότης τοῦ Θεοῦ, ἡ εἰς αἰῶνας ὑμνουμένη. Ἡ δὲ ὁδὸς ἡ εἰς ταύτην, ἡ διὰ τοῦ αἵματος τοῦ Χριστοῦ ἀπολύτρωσις. «Ὁ εὐλογήσας ὑμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.» Αὐτὸς ἔσται, φησὶν, ἡ εὐλογία ἡμῶν· τουτέστιν ἡ δωρεὰ ἡ παρὰ Θεοῦ, εἰς τὸ πνευματικῶν ἡμᾶς ἀπολαῦσαι ἀγαθῶν. Τούτων δὲ ἡ ἀπόλαυσις οὐκ ἔστιν ἐπὶ γῆς· ἐπεὶ οὐδὲ σαρκικαὶ αἱ εὐλογίαι, ἀλλ᾽ ἀΐδιος τόπος αὐτοῖς ὁ οὐράνιος. «Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς ἑαυτόν.» Ἡ χάρις τοῦ Πνεύματος ἐφανερώθη μὲν νῦν, προϋπῆρχε δὲ ἐξ ἀρχῆς παρὰ Θεῷ τοῖς ἐκλεκτοῖς ἐπινεμομένη, οὓς καὶ προώρισεν παραστάτας εἶναι Θεοῦ, διὰ τῆς δεδομένης ἁγιότητος. «Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, εἰς ἔπαινον δόξης χάριτος αὐτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς.»

Ἐχαρίτωσεν ἡμᾶς ἑκουσίῳ χάριτι, οὐ τῇ ἐξ ἔργων ἡμῶν ἀντιδόσει, θέμενος ἡμᾶς υἱούς. «Ἐν τῷ ἠγαπημένῳ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει.» Ἐπειδὴ ἄνω καὶ κάτω λέγουσιν αἱ Γραφαὶ, ὅτι ὑπήκοος γέγονεν τῷ Πατρὶ μέχρι θανάτου, καὶ ἐπειδὴ ἔλεγεν ὁ Χριστός· Ὁ Θεὸς, Θεός μου, εἰς τί με ἐγκατέλιπες; ἵνα μή τις ὑπολάβῃ ἀληθῶς ἐγκαταλελεῖφθαι αὐτόν· εἰ καὶ ὑπὲρ τοῦ ἡμῶν προσώπου τὰς τοιαύτας ἔλεγε φωνάς· τούτου χάριν πανταχοῦ ἠγαπημένον καὶ ἀγαπητὸν αὐτὸν ἡ θεία κηρύττει Γραφή. «Γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὑτοῦ.» Οὕτω γὰρ μόνως εἰς ἡμᾶς ἡ Χριστοῦ χάρις χωρεῖται διὰ τῆς γνώσεως· ὃ ἐπὶ τοῖς ἀγνοοῦσιν οὐκ ἐφαρμόζεται. «Κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν.» Εὐδόκησε γὰρ ἐπὶ τῇ εὐεργεσίᾳ ταύτῃ πρὸ αἰῶνος· ὥριστο δὲ αὐτῇ καὶ χρόνος, ὅτε τὰ προωρισμένα πέρας ἐδέξατο ἱκανόν. «Ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ἐν αὐτῷ.» Ὅσον ὁ Ἀδὰμ ἁμαρτήσας ἀπεστερήθη τούτων πάντων, ἀνανέωσις γέγονεν ἐν Χριστῷ. Τίνων οὖν ἀπεστερήθη; ἄφθαρτος ὢν, εἰς φθορὰν ἦλθε, καὶ ἀθάνατος ὢν, εἰς θάνατον, καὶ ἀπὸ παραδείσου, ἔξω παραδείσου.

Ταῦτα οὖν προέκειτο παρὰ Θεῷ, εἰς τὸ ἀνακεφαλαιώσασθαι καὶ ἀνανεῶσαι, καὶ ὑπὲρ τούτων γέγονεν ὁ Μονογενὴς ἄνθρωπος, ἵνα καταλύσῃ θάνατον, καὶ ἀνέλῃ τὴν φθορὰν, καὶ τὴν ἁμαρτίαν ἐκβάλῃ, ὃ καὶ γέγονε παραγενομένου Χριστοῦ. Τὸ δὲ, ἐν τοῖς οὐρανοῖς, τοῦτον ἔχει τὸν τρόπον· ὅτι λύπη ἦν μεγάλη καὶ ἀδιάλειπτος τοῦ κόσμου ἁμαρτάνοντος τοῖς ἀγγέλοις, καὶ ὑπὸ κατάραν ὄντος· καὶ δῆλον ἐν τῷ εἰπεῖν τὸν Κύριον, ὅτι Χαρὰ ἐν οὐρανῷ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· λέγει οὖν, ὡς ἐλθὼν ὁ Κύριος, καὶ τὰ ἐπὶ τῆς γῆς ἀνενέωσεν, καὶ τὰ ἐν τοῖς οὐρανοῖς, ἐκείνης παύσας τοὺς ἀγγέλους τῆς λύπης, ἧς ἐλυποῦντο ἐπὶ τῇ τῶν ἀνθρώπων φθορᾷ.

Ἀνήγαγε γὰρ αὐτοὺς ἐπὶ τὴν προτέραν χαρὰν, τὴν ὑπὲρ τῶν σωζομένων. «Ἐν ᾧ καὶ ἐκληρώθημεν, προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ.» Ἐν Χριστῷ, φησὶ, γιγνόμενοι, μερὶς γινόμεθα Θεοῦ. «Ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ Εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ.» Τῶν προεγνωσμένων ἐστὲ καὶ ὑμεῖς, φησὶν, οἰκειούμενοι Χριστῷ δι᾽ ὑπακοῆς, καὶ τῆς ἐπὶ τῇ ἀκοῇ πίστεως, καὶ τοῦ ἐπὶ τῇ πίστει σφραγισμοῦ, ὅς ἐστιν ὁμοίωσις πρὸς Χριστὸν διὰ τῆς τοῦ Πνεύματος μεταλήψεως. Παρὰ τίνος δὲ ἤκουσαν τὸν λόγον τῆς ἀληθείας, ἢ παρὰ Ἰωάννου τοῦ εὐαγγελιστοῦ; ἐκεῖ γὰρ ἐκήρυττεν· διὸ καὶ ὑψηλότερον αὐτοῖς διαλέγεται ὁ Παῦλος, ἅτε ἐκ τῆς ἐκείνου διδασκαλίας προκατηρτισμένοις.

Λίαν γὰρ ὑψηλὸς εἰς θεολογίαν ὁ ἀνήρ. «Ὅς ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.» Ἀῤῥαβῶνα λέγει ἀρχὴν κτήσεως. Φησὶν οὖν, ὡς Δεξάμενοι τὸ Πνεῦμα, ἠρξάμεθα ἤδη κτήματα εἶναι Χριστοῦ καὶ Θεοῦ. «Διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ᾽ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἀκηκοὼς, φησὶ, τὴν πίστιν ὑμῶν, καθ᾽ ἣν ἀναφέρεσθε εἰς Χριστὸν, καὶ τὴν ἀγάπην τὴν ἑπομένην τῇ πίστει, χάριν ἀναφέρω ὑπὲρ ὑμῶν, καὶ ταύτην οὐκ εἰς ἅπαξ, ἀλλὰ καὶ διὰ παντός. «Ὁ Πατὴρ τῆς δόξης.» Τουτέστιν, ἀρχηγὸς παντὸς τοῦ διδομένου εἰς ἡμᾶς θείου χαρίσματος, ὅπερ ἐν Πνεύματι διὰ τοῦ Λόγου χορηγεῖται. «Δῴη ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις.» Τὸ ἐλλεῖπον ἦν ἡ σοφία καὶ ἡ γνῶσις, καὶ ἵνα λόγῳ καὶ σοφίᾳ πράττωσι τὰ τῆς ἀγάπης, εἰδότες, δι᾽ ὃ πράττουσι καὶ ἐπὶ ποίῳ τέλει, καὶ τίνων ἤδη κατηξίωνται κατὰ τὴν δοθεῖσαν χάριν. «

Καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς, τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ.» Μεγίστην ὑπερβολὴν δυνάμεως λέγει, χορηγούσης εἰς ἡμᾶς τὴν νεκρῶν ζωοποίησιν. Μέγα γὰρ τὸ τοὺς ἐξ αἰῶνος ἀναστῆναι θνητοὺς, τῷ πλήθη ζῶντας δι᾽ ὀλίγου παραστῆναι. Διὸ τοῖς ἀπίστοις ἄπιστος ἡ ὑπερβολὴ, κατὰ τὸ εἰρημένον· Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. «Ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου.» Ἔδειξε, φησὶν, ἡμῖν ὁ Θεὸς ἐν Χριστῷ τὸ μέγεθος καὶ τὴν ὑπερβολὴν ὧν ἡμῖν ἐχαρίσατο. Συνήγειρεν γὰρ ἡμᾶς καὶ συνεκάθισεν ἐν Χριστῷ ἐν τοῖς ἐπουρανίοις.

Ἐπειδὴ γὰρ οὐκ ἦν τὸ σῶμα τὸ ἡμέτερον δι᾽ ἑαυτοῦ δεκτικὸν τῆς δυνάμεως καὶ τῆς ἐνεργείας τῆς ζωοποιοῦ, ὅτι ἦν σῶμα θανάτου, τῆς ἁμαρτίας ἐν αὐτῷ ἐγκατῳκισμένης διὰ τὴν παράβασιν, διὰ τοῦτο ἴδιον αὐτὸ ὁ Μονογενὴς ἐποιήσατο, ἵνα ἀναμάρτητον αὐτὸ φυλάξας, καὶ τῆς ζωῆς, καὶ τῆς δόξης αὐτὸ παρασκευάσῃ γενέσθαι δεκτικόν. Καὶ τοῦτό ἐστι τὸ, συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς οὐρανίοις. «Οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ.» Διηνεκὴς ἡ δόξα, ἀρξαμένη μὲν ἀπὸ τοῦ παρόντος αἰῶνος, παρατείνουσα δὲ εἰς τὸν ἄπειρον αἰῶνα· ὅτι τοῦτο ἡ δύναμις τῆς ἀφθάρτου καὶ ἐνδόξου διαμονῆς ἡμῶν, τὸ τὸν ἀρχηγὸν τῆς ζωῆς διαμένειν εἰς αἰῶνας. «Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ.» Ὡς μηκέτι τὰς οὐρανίους δυνάμεις εἶναι κεφαλὴν ἐφ᾽ ἡμῖν, καθὸ καὶ ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἡμῶν, κατὰ τὴν ἱερὰν τοῦ Ἀποστόλου φωνήν. «Ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ.» Σῶμα αὐτοῦ, ἡ Ἐκκλησία κατὰ τὴν μετάληψιν τοῦ ἁγίου Πνεύματος. «Τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.» Ἡ Ἐκκλησία ἐστὶν, ἡ δεκτικὴ, φησὶ, τοῦ διήκοντος, τῶν οὐρανίων μὲν πάλαι, νῦν δὲ καὶ ἐπιγείων.

ΚΕΦΑΛ. Βʹ. «Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ ἐνεργοῦντος ἐν τοῖς υἱοῖς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί. Ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν, συνεζωοποίησεν ἐν τῷ Χριστῷ. Χάριτί ἐστε σεσωσμένοι.» Ὑμᾶς, φησὶ, τοὺς ἐξ ἐθνῶν ἐξαιρέτους ὄντας τοῦ θανάτου διὰ τὴν ἁμαρτίαν ἐν ᾗ ἐζῆτε ὑπὸ τοῦ πονηροῦ δαίμονος τοῦ ἄρξαντος διὰ τῶν εἰσπορευομένων ὑμῖν πονηρῶν ἐννοιῶν, ἐλέου ἀξιώσας ὁ Θεὸς καὶ χάριτος ἑκουσίου, τὴν ἐν τῇ ἁμαρτίᾳ νεκρότητα ὑμῶν μετέβαλεν εἰς ζωὴν κοινωνίᾳ τῇ πρὸς τὸν Χριστόν.

Ὅπερ γάρ ἐστι τῷ Χριστῷ, τοῦτο εἰς ἡμᾶς χωρεῖ συναπτομένους αὐτῷ. Καὶ τοὺς ἔχοντας δὲ νόμον, τὰ ὅμοια τῶν ἐθνῶν πεπονθέναι, φησὶν, ἐν ἁμαρτίαις, ἵνα τὸ μέγεθος ἐνδείξηται τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι τοὺς πάντας κρατουμένους ὑπὸ τῆς φθορᾶς διέσωσε. «Καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ, ἐν χρηστότητι ἐφ᾽ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως, καὶ τοῦτο οὐκ ἐξ ἡμῶν.» Σάρξ ἐσμεν τοῦ Χριστοῦ, καὶ μέλη, καὶ σῶμα, καὶ κεφαλὴν ἡμῶν αὐτὸν ἔδωκεν ὁ Πατήρ. Ἤδη ἐσμὲν ἐν οὐρανῷ, καθό ἐσμεν ἐν Χριστῷ, καὶ τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν ἕξομεν εἰς ὕστερον, ὅτε τὰ ἐν Χριστῷ ἀγαθὰ πρόεισιν εἰς τὸ ἐμφανὲς, ἀνεξήγητα ὄντα νυνὶ, καὶ ἀνεξαρίθμητα· διὸ καὶ πλοῦτον αὐτὸν λέγει χάριτος ὑπερβάλλοντα. «Θεοῦ τὸ δῶρον.» Χάρις, τὸ παρὰ Θεοῦ, πίστις, τὸ παρ᾽ ἡμῶν. Ὅθεν οὖν οἷς μὴ πάρεστι τὸ δεκτικὸν, οὐδὲ ἡ χάρις παραγίνεται.

Οὐκ ἐξ ἡμῶν οὖν, ἀλλὰ Θεοῦ τὸ δῶρον· οὐκ ἐν τῷ λαμβάνοντι, ἀλλ᾽ ἐν τῷ διδόντι, τὸ εὐεργετῆσαι. «Οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.» Ὅτι καὶ τῶν ἔργων ὄντων, οὐκ ἐξ αὐτῶν ἡ σωτηρία, καὶ μὴ ὄντων, παρεγένετο τοῖς πιστεύσασι τῆς σωτηρίας ἡ κοινωνία. «Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπ᾽ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.» Οὐχ ἑαυτοὺς, φησὶ, καινὴν κτίσιν ἀπεργαζόμεθα· οὐδὲ γὰρ δυνατόν. Ἀλλ᾽ ὁ κτίζων ἡμᾶς ἐστι Θεὸς ἐν Χριστῷ, οὗ τὴν ὁμοίωσιν ἐπιτελοῦμεν τῇ μιμήσει τῶν ἔργων, ἅπερ αὐτὸς εἰργάσατο, προετοιμάζων ἡμῖν τὴν μετάληψιν καὶ ὁμοίωσιν. «Διὸ μνημονεύετε, ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί.» Ἐπειδὴ ἡ τῶν προτέρων ἀνάμνησις τὴν ἐπὶ τοῦ παρόντος εὐχαριστίαν κατασκευάζει, μνημονεύειν ἐκείνων παρακελεύεται. «Οἱ λεγόμενοι ἀκροβυστία ἀπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου· ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν.» Σαρκικὸν ἰδίωμα ἡ ἀκροβυστία καὶ ἡ περιτομή· τὰ δὲ σαρκικὰ οὐκ ὄντως ὄντα ἐστί. Διὸ λεγόμενα εἶπεν αὐτά. Οἶδε γὰρ τὴν ἀληθῆ περιτομὴν, τὴν ἐν καρδίᾳ περιαίρεσιν τῶν ἐπιγινομένων τῇ καρδίᾳ παρὰ τὴν φυσικὴν κατασκευήν. Εἰ δὲ τοῦτο περιτομὴ ἀληθὴς, ἀκροβυστία ἀληθής ἐστιν ἡ τῆς καρδίας ἀκαθαρσία. «

Τῆς ἐπαγγελίας ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ.» Διάφοροι μὲν αἱ ἐπαγγελίαι, ὥσπερ καὶ αἱ διαθῆκαι.

Μίαν δὲ αὐτὴν εἶπε, καθὸ πάντας εἰς ἓν ἄγει Χριστός. «Νυνὶ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Μακρὰν ἦμεν Θεοῦ τῇ ζωῇ τῇ κοσμικῇ διωρισμένοι. Ταύτης δὲ λύσιν εἰργάσατο ὁ θάνατος τοῦ Χριστοῦ, καὶ οἱ τούτῳ συμμορφούμενοι, οὐκέτι μακράν εἰσι Θεοῦ, ἀλλ᾽ ἐγγύτητα λαμβάνουσι τὴν ἐν πνεύματι, συσταυρούμενοι Χριστῷ, κατὰ τὸν Ἀπόστολον. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ.» Τὸ διορίζον ἐξέκοψεν ἐκ μέσου, ὅπερ ἐστὶ σὰρξ διὰ τὴν ἐν αὐτῇ ἁμαρτίαν, πάντη μὲν ἀπαλλοτριοῦσα τοὺς οὐδὲ νόμου χωριζομένους ἀπὸ τῆς σαρκικῆς κακίας, οὐ μὴν οὐδὲ τοὺς ὑπὸ νόμον ὄντας καθαροὺς ἀφιεῖσα τῆς δι᾽ αὐτὴν ἀλλοτριώσεως. Ὅθεν ὁ τὴν ἁμαρτίαν λύων τὴν διὰ σαρκὸς, ἅμα καὶ τὸν νόμον περιεῖλε τὸν ἐπὶ σαρκὶ τεθέντα. Ἀντεισήγαγε δὲ ἀντὶ νόμου δόγμα, ὅπερ ἐστὶ τὸ τῆς ψυχῆς ἑκούσιον εἰς λατρείαν Θεοῦ. «Εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ, καὶ ἐλθών.»

Τοῦ σταυροῦ πέρας ἐπιθέντος τῇ ζωῇ τῇ παρούσῃ, καὶ τὴν σάρκα περιτεμόντος, εἷς ἄνθρωπος ἀποδείκνυται πᾶς ὁ κατὰ Χριστὸν χαρακτηριζόμενος, εἴτε ἐν περιτομῇ, εἴτε ἐν ἀκροβυστίᾳ κατὰ τὴν καινὴν ζωήν. Θανάτῳ μὲν οὖν τὸ σῶμα παραδοθὲν, τὴν ἔχθραν ἔλυσεν· εἰς ζωὴν δὲ ἀναστὰν, τὴν φιλίαν εἰς αἰῶνα κατεσκεύασεν. «Εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ τοῖς ἐγγύς.» Μακρὰν τὰ ἔθνη, φησὶ, διὰ τὴν πλάνην· ἐγγὺς δὲ τοὺς διὰ νόμου, τοῦ Χριστοῦ διδασκομένους μυστήριον. «Ὅτι δι᾽ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι, ἐν ἑνὶ πνεύματι πρὸς τὸν Πατέρα. Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ.» Οὐδὲν μᾶλλον ἡμῶν, φησὶν, οἰκείως ἔχουσι πρὸς Θεὸν οἱ πρότερον ὄντες ἐγγὺς, ἀλλὰ μία ἀμφοτέρων προσαγωγὴ, δι᾽ ἑνὸς ἁγίου Πνεύματος. Ἐν ἑνὶ δὲ σώματι προειπὼν ἡμᾶς κατηλλάχθαι Θεῷ, νῦν ἐν ἑνὶ πνεύματι προῆχθαι Θεῷ φησι, μετόχους δεικνύων τοῦ ἑνὸς πνεύματος διὰ τοῦ ἑνὸς σώματος γενομένους.

Ἔχει δὲ καὶ ἡ τῶν ὀνομάτων παράληψις οἰκείως. Ὅπου μὲν γὰρ καταλλαγὴν εἶπε, Θεὸν εἴρηκεν. Ὅπου δὲ προσαγωγὴν λέγει, Πνεῦμα καλεῖ. «Ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη, αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ.» Παραδείγματι χρώμενος τῷ γωνιαίῳ λίθῳ, τῷ τὴν ὅλην οἰκοδομὴν ὑποστηρίζοντι, διδάσκει ὅτι ἐν Χριστῷ στηριζόμεθα. Λίθον δὲ εἰπὼν, καὶ συνάρτησιν αὐτοῦ τὴν πρὸς τοὺς οἰκοδομουμένους, τὴν πρὸς ἡμᾶς ὁμογένειαν ἔδειξε, τῆς κατὰ σάρκα γεννήσεως τοῦ Μονογενοῦς. Ἐπειδὴ γὰρ, φησὶ, τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν. «Ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.» Ναῷ δηλονότι.

ΚΕΦΑΛ. Γʹ. «Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ, ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέν μοι τὸ μυστήριον.» Ταύτης, φησὶν, τῆς εἰς ὑμᾶς χάριτος ὑπηρέτης ἐγὼ καὶ ἀγωνιστὴς ἄχρι δεσμῶν, καὶ διὰ τοῦτο μυστήριον ἀπεκαλύφθη, ἵνα εἰς ὑμᾶς ἐξαγγελθῇ δι᾽ ἐμοῦ. «Καθὼς προέγραψα ἐν ὀλίγῳ· πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ.

Βραχὺς ὁ λόγος, φησὶ, καὶ σύντομος ἡ διδασκαλία, καὶ ὀλίγον τὰ πολλὰ σπερματικῶς ἐδίδαξα, τοσοῦτον ἀποκαλύψας, ἐφ᾽ ὅσον καὶ συνιέναι δύνασθε· συνιέναι δὲ ἐκ πλείονος ἀναγνώσεως, οὐκ ἐκ παρέργου ἢ παραδρομῆς. »Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα, καὶ σύσσωμα, καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ Χριστῷ διὰ τοῦ Εὐαγγελίου, οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.» Καὶ λαλούμενον γὰρ ἐν προφήταις μυστήριον ἦν· ἐξεπλήττοντο γοῦν οἱ μετὰ τοῦ Πέτρου. Καὶ αὐτὸς δὲ τότε ὁ Πέτρος συνίει διὰ τῆς τοῦ Πνεύματος ἀποκαλύψεως, ὅτι καὶ τὰ ἔθνη προσδέδεκται ὁ Θεός. Ἐν ἀδήλῳ γὰρ ἔτι τὰ τῶν προφητῶν ἔκειτο, καὶ δι᾽ αἰνιγμάτων τὰ πολλὰ καὶ τῆς πείρας ἐπίγνωσιν ἔμενεν.

Τοῖς οὖν μετόχοις, φησὶ, τῆς τοῦ Πνεύματος χάριτος σαφὴς ἀποκεκάλυπται νῦν ἡ κοινωνία τῶν ἐθνῶν, ἡ πρὸς τὸν Ἰσραὴλ, εἰς τὴν ἐπαγγελίαν τὴν αὐτὴν εἰσαγομένων καὶ τῶν ἐθνῶν, διὰ τὴν μίαν εἰς Χριστὸν προσαγωγήν. «Ἐμοὶ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι.» Ἐλάχιστον τῶν ἁγίων ἑαυτὸν καλεῖ, διὰ τὸ προδιῶξαι τὴν Ἐκκλησίαν, προτιμοτέρους ἑαυτοῦ τιθεὶς τοὺς προκεκλημένους, καὶ πρὸ ἐκχύσεως ἁγίων αἱμάτων τὴν ἀποστολὴν ἐγχειρισθέντας. «Τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντας, τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου, ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ.» Πλοῦτον ἀμέτρητον Χριστοῦ λέγει, τὴν τοῦ παντὸς κόσμου σωτηρίαν· οἰκονομίαν δὲ τοῦ μυστηρίου τὴν ἀνάληψιν πάντων ἀνθρώπων εἰς ἕνα Χριστόν.

Τοῦτο δὲ τὸ μυστήριον, φησὶν, οὐχ ὕστερον ἐπεσκέφθη παρὰ Θεῷ, ὅτι μηδὲν ἐπιγενόμενον βούλημα παρ᾽ αὐτῷ, ἀλλὰ αἰώνιον ἅπαν, ἅμα τῷ κτίζειν, καὶ τὴν σωτηρίαν καταβαλλομένῳ. «Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς, καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ.» Ἵνα οἱ ἄρχοντες, φησὶ, τοῦ κόσμου, οἱ τὴν σοφίαν ἀγνοήσαντες, τὴν πρὸς ἡμᾶς προορισθεῖσαν, ἐπιγνῶσι νῦν ἐκ τῆς Ἐκκλησίας οἰκοδομουμένης τὸν κτίστην τῆς νέας κτίσεως, πέρας μὲν ἐπιθέντα τῇ προτέρᾳ κτίσει διὰ τοῦ θανάτου, ἀρχὴν δὲ τῆς δευτέρας εἰσαγαγόντος διὰ τῆς ἀναστάσεως. «Κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ἐν ᾧ ἔχομεν τὴν παῤῥησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶ δόξα ὑμῶν.» Ἐξ αἰώνων, φησὶν, ἡ τοῦ Θεοῦ σοφία προέθετο, καὶ προδιατέταχε τὴν ἐν Χριστῷ σωτηρίαν, ἐν αὐτῷ ποιησαμένη τὴν ὅλην πρόθεσιν τῆς οἰκονομίας, καθὸ δὴ ἔμελλε κεφάλαιον ἔσεσθαι τῆς πάντων ἀνακαινίσεως.

Ἐν ἡμῖν γὰρ ἡ κάθαρσις, ἐν αὐτῷ δὲ ἡ καθαρότης· καὶ ἡ διὰ τῆς πίστεως συνάφεια μεταδίδωσιν ἡμῖν τῆς δι᾽ αὐτοῦ παῤῥησίας. «Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται.» Διπλοῦν τὸ ἔργον τῶν ἀποστόλων, διδασκαλία καὶ προσευχὴ, καθ᾽ ἃ λέγουσιν οἱ περὶ τὸν Πέτρον· Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. Ἡ δὲ τῶν γονάτων κλίσις τὸν προσπίπτοντα τῷ Θεῷ δηλοῖ. Πατριαὶ δὲ νῦν ἐπὶ τῆς γῆς διχῶς ὀνομάζονται, τῶν μὲν κατὰ σάρκα τῶν δὲ κατὰ πνεῦμα πατέρων ὄντων. Ἐν οὐρανῷ δὲ πνευματικῶς μόνως ὀνομάζεσθαι δύνανται.

Οἷος ἦν ὁ τοῦ Ἰσραὴλ διδάσκαλος, ὁ τὸν νόμον κομίσας ἄγγελος. Πολλὰ δὲ καὶ μείζονα ἀγγέλων, καὶ ἡγεμονικώτερά ἐστι πνεύματα· ὡς Ἡσαΐας δηλοῖ λέγων· Οὐ πρέσβυς, οὐκ ἄγγελος, μεῖζόν τι τοῦ ἀγγέλου τὸν πρέσβυν δηλῶν, ὃν καὶ Πατέρα ἀκόλουθον καλεῖσθαι παρὰ τῷ Ἀποστόλῳ. «Ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν· ἐν ἀγάπῃ ἐῤῥιζωμένοι, καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις.» Ἡ αἴτησις μεγάλη, ὡς παρὰ μεγάλου, φησὶ, τοῦ διδόντος. Νῦν γὰρ τῷ ὄντι ἀξίως τῆς τοῦ Θεοῦ δόξης τὰς εὐχὰς ἐδιδάχθημεν, ὅτε μὴ γήϊνα ζητεῖν ἐπαιδεύθημεν, ἀλλ᾽ οὐράνια. Ἡ δὲ αἴτησις, ἀνακαίνισις ψυχῆς καὶ ἐπισκευὴ εἰς τὸ ἐν Πνεύματι δυνατὸν, ὥσπερ ἡμᾶς ἀπολελοίπει διαστάντας Θεοῦ. «Τί τὸ πλάτος, καὶ μῆκος, καὶ βάθος, καὶ ὕψος.» Τὸ μὲν ἀσώματον ἐστὶν ἀμέτρητον, ἀλλὰ διὰ τῶν μετρουμένων σωμάτων ὑπέδειξεν αὐτοῦ τὸ ἄπειρον καὶ ἀπερίληπτον. Ὕψος δὲ καὶ βάθος φησὶ, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ ἀγγέλου· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. Καὶ τοῖς ἐπὶ γῆς γὰρ ἐφήπλωσε τὴν χάριν διὰ τῆς τοῦ Λόγου παρουσίας. «Γνῶναι τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ.»

Ἐν τῇ μεταλήψει τοῦ Χριστοῦ ἡ ἀληθὴς γνῶσις· διὰ δὲ τῆς γνώσεως ἡ ἀγάπη ἔνδον ἐπὶ τῆς ψυχῆς οὖσα, καὶ γινωσκομένη, γνῶσιν ἀπόῤῥητον ποιεῖ, ἣν καὶ μείζονα λέγει τῆς ἐμφανοῦς καὶ διὰ λόγων γινομένης. «Ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ.» Ἵνα προστεθειμένης, φησὶν, τῆς ἁγιαζομένης Ἐκκλησίας τῆς οὐρανίου, τὸ πᾶν πλήρωμα τοῦ Θεοῦ συνιστῇ διά τε τῶν οὐρανίων καὶ ἐπιγείων. «Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα, ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, αὐτῷ ἡ δόξα ἐν τῇ Ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.» ΚΕΦΑΛ. Δʹ. «Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ.» Οὐδὲ ἑαυτῷ δίδωσι τὸ πάντα συνιέναι ὁ Παῦλος, Θεῷ δὲ ἀνατίθησι, τὸ καὶ μείζονα ὧν αἰτούμεθα χαρίζεσθαι· ἐπειδὴ καὶ ἡ χορηγουμένη δύναμις ἡμῖν νῦν οὔπω τὸ σύμπαν τῆς χάριτος ἀποδίδωσιν. Ἐν Χριστῷ δὲ Ἰησοῦ τὴν δόξαν τὴν ἀληθῆ λέγει, καὶ ἐν τῇ Ἐκκλησίᾳ τὸ ὁμοίωμα. «Ἀξίως περιπατήσατε τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος· μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.» Ἐπὶ ἁγίᾳ ζωῇ, φησὶ, κέκλησθε, καὶ ἀπαιτεῖ κλῆσις τὸ πνευματικόν· τοῦτο δὲ ἐξ ἐναντίου τοῦ σαρκικοῦ γνωρίζεται.

Εἰ δὲ ἐν τοῖς σαρκικοῖς ὑπερηφανία, καὶ ὕψος, καὶ ὀξυθυμία, καὶ ἔνστασις ἡ πρὸς ἀλλήλους, τὰ ἐναντία δῆλον ὅτι ὁ λόγος ἐφ᾽ ἡμῖν ζητεῖ. «Ἓν σῶμα.» Διὰ τοῦ συνιέναι ἀλλήλους. «Καὶ ἓν Πνεῦμα, καθὼς ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν.» Διὰ τοῦ ὁμοφρονεῖν· ἀμφότερα γὰρ ἀλλήλων δεῖται.

Καὶ τὸ μὲν κατὰ σῶμα, μὴ παρόντος τοῦ κατὰ πνεῦμα, μᾶλλον στάσεως αἴτιον· τὸ δὲ κατὰ πνεῦμα, μὴ φυλαττομένου καὶ τοῦ κατὰ σῶμα, κατ᾽ ὀλίγον ἀμαυροῦται. Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς καὶ Πατὴρ πάντων, καὶ ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν.» Ἐκ πάντων ἕνωσιν εἰσηγεῖται. Εἷς Κύριος οὖν, ὃν ἐπικαλούμεθα· μία πίστις, δι᾽ ἧς εἰσήχθημεν· ἓν βάπτισμα, δι᾽ οὗ ἐκαθαρίσθημεν. Εἷς ὁ ἐπὶ πάντων Πατὴρ, ὃς καὶ διὰ πάντων διὰ τὸν ἐξ αὐτοῦ Λόγον, καὶ ἐν πᾶσι διὰ τοῦ αὐτοῦ Πνεύματος. Τῆς δὲ θείας ἑνότητος τὴν ὁμοίωσιν ἐν ἡμῖν καταυγάζεσθαι βουλόμενος, τὰ τῆς Τριάδος ἰδιώματα ἐν ἑνὶ τῷ Θεῷ ἐκήρυξεν. «Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν.» Εἰ καὶ διάφορα, φησὶ, τὰ χαρίσματα, μετρουμένης τῆς χάριτος πρὸς τὴν ἑκάστου δύναμίν τε καὶ πρόθεσιν, ἀλλ᾽ ὅμως μὴ μεριζέσθω τὰ τῆς ἑνότητος. «Καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις.» Δηλοῖ, φησὶ, καὶ ὁ ψαλμῳδὸς τὸ πλῆθος τῶν δομάτων, τῶν μετὰ τὴν ἄνοδον τοῦ Σωτῆρος δὲ δομένων, ὅτε τοὺς αἰχμαλωτισθέντας ὑπὸ τοῦ θανάτου, ἀντῃχμαλώτευσε διὰ τῆς ἰδίας ζωῆς τε καὶ ἀναβιώσεως.

Δέδωκε δὲ εἰπὼν, ἀντὶ τοῦ εἰρημένου ἐν τῷ ψαλμῷ, ἔλαβε, δείκνυσιν ὅτι τὰ ἐπὶ Χριστοῦ σαρκικῶς λεγόμενα οὐκ ἀναιρετικὰ τῶν πνευματικῶν καὶ θείων ἐστὶν, οὐδὲ ὅτι τὸ, ἔλαβε, τὸ ἀνθρωπίνως λεγόμενον, ἀναιρεῖ τὸ, ἔδωκε, τὸ θεϊκῶς. «Τὸ δὲ ἀνέβη, τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» Ἀναβῆναι, φησὶν, οὐκ ἔστι Θεὸν, τὸν μὴ καταβάντα, καὶ δῆλον ὅτι ἐκεῖ ἡ ἀνάβασις, ὅθεν ἡ κατάβασις.

Ἐπεὶ τοίνυν ἐξ οὐρανοῦ καταβέβηκεν, ἀναβαίνει ὑπεράνω πάντων οὐρανῶν· καταβὰς, οὐ μόνον εἰς γῆν, ἀλλὰ καὶ ὑπὸ γῆν. Καταβὰς δὲ διὰ τοῦτο, ἵνα πάντα ᾖ πεπληρωμένα θεότητος. «Καὶ αὐτὸς ἔδωκε, τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας ἐπ᾽ οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης.

Ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα· ὅς ἐστιν ἡ κεφαλὴ Χριστὸς, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἀφῆς τῆς ἐπιχορηγίας κατὰ ἐνέργειαν, ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.» Ὃς μὲν ἀποστολικὴν ἔλαβε χάριν, φησὶν, καὶ ἐξαγγέλλει τὴν ἀπόκρυφον σοφίαν τῆς οἰκονομίας· ὃς δὲ προφητικὴν ὑπουργίαν ὑπουργεῖ, εἰς ἔνδειξιν τῆς ἐν ἡμῖν ἐκ πνεύματος προγνώσεως. Ἄλλος δὲ Εὐαγγελισμὸν ποιεῖται, διὰ λόγων ἢ γραμμάτων, ὡς Φίλιππος μὲν διὰ λόγων, οἱ δὲ γράψαντες τὰ Εὐαγγέλια, διὰ γραμμάτων· ὃς δὲ Ἐκκλησίαν ἐγχειρισθεὶς ποιμαίνειν. Πάντα οὖν τὰ χαρίσματα, φησὶ, πρὸς τὸ τοὺς ἁγιασθέντας ἐν πίστει καταρτίζεσθαι πρὸς τελείωσιν, διακονούντων εἰς τὸ κοινὸν τῶν τὰ χαρίσματα εἰληφότων. Ἀναγκαία δὲ ἡ τῶν χαρισμάτων ἐνέργεια, μέχρις ἂν οἱ νῦν νήπιοι τέλειοι γένωνται κατὰ τὴν πνευματικὴν τελείωσιν τὴν ἐν ὁμοιώσει Χριστοῦ, καὶ μηκέτι νήπιός τις ᾖ, πολλὰς δεχόμενος τροπὰς ἐκ τῶν διαφόρων λόγων τῶν ἐν πανουργίᾳ προσαγομένων, καὶ πλανώντων, ἀλλὰ ὥσπερ ἐν σώματος αὐξήσει, φθάσωμεν εἰς τοσοῦτον ὕψος ἅπαντες, ὡς πρὸς τὴν κεφαλὴν ἡμῶν συναρμοσθῆναι τὸν Χριστόν.

Ὃς ἐφεστὼς ἡμῖν κατὰ τὴν θεϊκὴν ἐξοχὴν, μεταδίδωσιν ἡμῖν ἑαυτὸν κατὰ τὴν οἰκονομίας συνάφειαν, ἑαυτῷ συνάπτων ἡμᾶς καὶ ἀλλήλοις, καθ᾽ ἣν ἔχομεν πρὸς ἀλλήλους ὥσπερ ἐν οἰκοδομῇ συναρμογὴν, καὶ καθὸ τὴν ἐπιχορηγίαν τοῦ Πνεύματος ἕκαστος δύναται δέχεσθαι, τῆς ἐπὶ τῇ αὐξήσει τελειώσεως εἰς ἀγάπην συνκεφαλαιουμένης. «Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν. Οἵ τινες ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης.» Ὡς ἐπὶ Χριστοῦ μάρτυρος λέγει, τὸ μεμνῆσθαι τῆς κλήσεως τῆς ἐπὶ ἁγιασμὸν, καὶ μὴ ἀνατρέχειν εἰς τὸν πρὸ κλήσεως βίον, τὸν οὐκ ἔχοντα σκοπὸν, οὐδὲ τέλος, ἀλλὰ ματαίως φερόμενον. «Ἐν πλεονεξίᾳ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν.» Πλεονεξία φιλοσαρκίας ἐστὶν ἀναγκαῖον παρακολούθημα, διὰ τὸ τοσοῦτον ἐθέλειν ἔχειν, πόθεν εἰς τὰς ἡδονὰς ἀναλώσουσιν. «Εἴ γε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης.

Ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ, καὶ ὁσιότητι τῆς ἀληθείας. Διὸ ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη.» Τοῦτό φησιν, ἐπειδὴ οὐ παρ᾽ αὐτοῦ διδαχθέντες ἦσαν, ἀλλὰ παρὰ τοῦ Ἰωάννου τοῦ εὐαγγελιστοῦ.

Λέγει οὖν ἤδη πρὸς ὑμᾶς ἐλθοῦσα διδασκαλία, εἴπερ ἦλθεν τῷ ὄντι κατὰ Χριστὸν, οὐ τὴν φιλήδονον, καὶ τὴν ἐν ἀγνοίᾳ ζωὴν ἐπιτρέπει, ἥτις οὐδὲν ἀγαθὸν ἔχει, οὐδὲ ἀληθές. Ὁ γὰρ κατὰ Χριστὸν μαθὼν, τὸ ἀγαθὸν μεμάθηκε καὶ τὸ ἀληθὲς, τὴν ἐν σαρκικῷ βίῳ παλαίωσιν μεταβάλλειν διδασκόμενος εἰς καινότητα τὴν ἐν Πνεύματι. «Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. Ὁ κλέπτων, μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Πᾶς λόγος σκληρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ᾽ εἴ τις ἀγαθὸς, πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.» Εἰ καὶ ὀργῇ προσπέσοι, φησὶ, μὴ εἰς τὸ ἁμαρτάνειν ἐπικρατείτω, ἀλλὰ καὶ πρὸ τοῦ ἡμέραν ἐπιστῆναι δευτέραν, παυέσθω. Ἐὰν γὰρ ταῦτα ἐν ὑμῖν κρατῇ, διαβόλου διδάγματα ὄντα, ὁ διδάσκαλος διὰ τῶν ἰδίων αὐτοῦ διδαγμάτων ἐπεισελεύσεται. «Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» Τὸ Πνεῦμα ὑμᾶς ἀποστραφήσεται, φησὶ, καθάπερ λυπούμενον, ὅτι ὥσπερ ἐν σφραγισμῷ δοθὲν ὑμῖν εἰς ἕνωσιν, οὐκ ἐπιτηδείους πρὸς ἕνωσιν εὑρίσκει τοὺς δεδεγμένους τὴν χάριν εἰς τὸ διαφυγεῖν τὴν κόλασιν τῆς διαφθορᾶς. «Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ βλασφημία ἀρθήτω ἀφ᾽ ὑμῶν σὺν πάσῃ κακίᾳ.

Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐχαρίσατο.» Ἅπερ ἐστὶ, φησὶ, τῆς σαρκικῆς ἀγνωσίας, ταῦτα ἀπολειπέτω ὁ κατασκευαζόμενος πνευματικῶς.

ΚΕΦΑΛ. Εʹ. «Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.» Δεῖ, φησὶ, μιμεῖσθαι Θεὸν εἰς τὸ χαρίζεσθαι τοῖς ἁμαρτάνουσιν εἰς ἡμᾶς, ἵνα ὦμεν μιμηταὶ Θεοῦ.

Τὸν δὲ θάνατον, οὐ θάνατον ὠνόμασεν, ἀλλὰ Θεοῦ προσφοράν· οὐ γὰρ ἦν θανάτου σκῦλον ὁ Κύριος, ἀλλὰ αἰχμαλωτίζων εἰς ζωὴν τοὺς ἐν θανάτῳ, οὐδὲ ὑπὸ θανάτου κατεχόμενος, ἀλλὰ παρὰ Θεῷ, καὶ τότε ὢν δεκτὸς καὶ τίμιος, καὶ δῶρον ὑπὲρ κόσμου παντὸς εὐωδέστατον κατὰ τὴν ἁγιότητα. «Πορνεία δὲ, καὶ πᾶσα ἀκαθαρσία, ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, καὶ αἰσχρότης, καὶ μωρολογία, καὶ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἀλλὰ μᾶλλον εὐχαριστία.» Τὰ πρὸς ἀλλήλους ὠφέλιμα διελθὼν, τὸ καθ᾽ ἑαυτὸν ἑκάστου σῶφρον καὶ καθαρὸν ἐπιφέρει. Οὐδὲ ἐνταῦθα τοῦ νόμου μέτρῳ χρώμενος, ἀλλ᾽ ὑπὲρ τοῦτο.

Ἐκεῖ μὲν γὰρ τὸ, οὐκ ἔσται πορνεύων, οὐδὲ πορνεύουσα· λέγεται, ἐνταῦθα δὲ τὸ, μηδὲ ὀνομαζέσθω, ἢ ἀκουέσθω. «Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις. Διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν.

Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. Ὡς τέκνα φωτὸς περιπατεῖτε. Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθοσύνῃ καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ, δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ, καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε.» Μὴ νομίζετε, φησὶν, ἀπὸ τοῦ βίου τῇ πίστει μὴ συμπαρόντος, τὴν πίστιν ὑμᾶς μετόχους ἀποφαίνειν τῆς Χριστοῦ βασιλείας, ἥτις ἐστὶ τοῦ Θεοῦ βασιλεία· μηδέ τις ἀπατάτω κενῷ λόγῳ, ὡς πίστεως ἀληθοῦς οὔσης ἐν τοῖς παρανόμως βιοῦσι, καὶ σώζειν αὐτοὺς δυναμένης, ἐφ᾽ οἷς ὀργίζεται κατὰ τοῦ κόσμου Θεός. Ἃ γάρ ἐστι γνωρίσματα τῆς ἀπειθείας, ἄτοπον ταῦτα παρεῖναι τοῖς υἱοῖς τῆς πίστεως, καὶ κοινωνοὺς ἡμᾶς εἶναι τούτων, ὧν ἡ πίστις ἐχώρισεν.

Ἀλλὰ δεῖ τὴν εἰς φῶς ἀναγέννησιν ἡμῶν ἔργοις μαρτυρεῖσθαι, καὶ νόμον αὐτοὺς ἡμᾶς ἑαυτοῖς γίνεσθαι ἔλεγχον τῆς πονηρᾶς ἀνθρώπων ζωῆς παρεχομένους, τὴν ἀγαθὴν ἡμῶν πολιτείαν «Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ᾽ αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν. Τὰ δὲ πάντα ἐλεγχόμενα, ὑπὸ τοῦ φωτὸς φανεροῦται. Πᾶν γὰρ τὸ φανερούμενον, φῶς ἐστι. Διὸ λέγει· Ἔγειραι ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε.» Οὐ τῷ λόγῳ, φησὶν, ἐλέγξαι τοιοῦτόν ἐστιν, οἷον τὸ δι᾽ ἔργων· λόγῳ μὲν γὰρ αἰσχρὸν καὶ λέγειν ἃ πράττουσιν, ἅπερ καὶ αὐτοὶ αἰσχυνόμενοι συγκαλύπτουσιν.

Ἐὰν δὲ φῶς ὦμεν, καὶ φανεροῦν τὸ σκότος δυνάμεθα τῇ τοῦ φωτὸς ἀντιθέσει, ἔλεγχος οὗτος ὁ κάλλιστος. Φῶς δὲ ἐσόμεθα διαναστάντες ἀπὸ τοῦ ὕπνου τοῦ θανατηφόρου, καὶ μετασχόντες Χριστοῦ, κατὰ τὸ λεγόμενον· Ἔγειραι ὁ καθεύδων. Οὐκ εἶπεν τίς ὁ λέγων, ἢ ποῦ τῶν ἁγίων γραμμάτων γέγραπται· ἀλλ᾽ ἦν πολλὰ ἐξ ἁγίου Πνεύματος λαλούμενα ἐν τοῖς τότε, καὶ μὴ γραφόμενα.

Τὸν ἐν ἁμαρτίαις φησίν. «Μὴ ὡς ἄσοφοι, ἀλλ᾽ ὡς σοφοί· ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν· διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες.» Μὴ ὡς ἄσοφοι, φησὶ, δελεάζεσθε, ἀλλ᾽ ὡς σοφοὶ τὴν ἰδίαν ὁδὸν φυλάσσετε, τῷ μὴ ἐφελκυσθῆναι τῷ καιρῷ τῆς πονηρίας. «Ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.» Τοῦτό φησιν, ἵνα ὅλος ἡμῶν ὁ νοῦς πρὸς Κύριον συντείνηται, καὶ μὴ μόνον μελῳδῶμεν τοῖς χείλεσιν. «Εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῷ Θεῷ καὶ Πατρί.» Μυστήρια τῷ Θεῷ προσήκει τελεῖν, ὑμνοῦντας αὐτὸν, καὶ διεξίοντας τὰς εὐεργεσίας ἃς ἐπιτελεῖ Χριστός. «Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ.» Ὥσπερ ἡ ἐπανάστασις ἡ ἐπ᾽ ἀλλήλους, διάστασιν ποιεῖ, οὕτως ἡ ὑποταγὴ συνάφειαν. Ἀλλήλοις δὲ ὑποτάσσεσθαι δεῖ διὰ Χριστὸν, ὡς Χριστῷ λάτρευμα τοῦτο τελοῦντες. «Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ· ὅτι ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος· ἀλλ᾽ ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν.»

Περὶ τῶν ἐν οἴκοις καθηκόντων διαλέγεται, ἅτινά ἐστιν ἡγεμονικὰ καὶ ὑποταγῆ. Τρία δὲ εἴδη τούτων· δύο μὲν τὰ κατὰ φύσιν, γυνὴ καὶ ἀνὴρ, τέκνα καὶ γονεῖς· ἓν δὲ τὸ κατὰ νόμον. Τοῦτο γάρ ἐστιν δοῦλός τε καὶ δεσπότης. Τῷ μὲν οὖν ὑπηκόῳ, τὴν ὑποταγὴν εἰσηγεῖται· τῷ δὲ ἄρχοντι τὸ κηδεμονικὸν πρὸς τὸ ὑπήκοον. Τύπῳ οὖν τῷ πρὸς Χριστὸν κελεύει τὴν γυναῖκα ὑποτάττεσθαι τῷ ἀνδρὶ, ἵνα μὴ σωματικὸν ᾖ τὸ τῆς ὑποταγῆς μόνον, ἀλλὰ καὶ πνευματικὸν γένηται. «Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων· ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν ἑαυτῶν τὰς γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα. Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ.» Τὸ ἡγεμονικὸν οὐ βούλεται σκληρὸν εἶναι τῷ ὑπηκόῳ.

Αὕτη γὰρ ἀληθὴς ἀρχὴ, τὸν ἄρχοντα κήδεσθαι τῶν ὑφ᾽ αὐτὸν, ἥτις ἐν Χριστῷ πέφηνεν, μὴ ζητήσαντι τὸ ἑαυτῷ πρέπον, ἀλλὰ τὸ τῇ Ἐκκλησίᾳ συμφέρον. Ἡ μὲν γὰρ αὐτοῦ δόξα ἐν ἀθανασίᾳ ἦν, καὶ αὐτὴ ὀφειλομένη τε καὶ πρέπουσα· ἡ δὲ τῆς Ἐκκλησίας σωτηρία ἐν καθάρσει τῆς ἁμαρτίας ἥτις οὐχ ἁπλῶς ἐγίνετο, εἰ μὴ τῆς ῥυπωθείσης ζωῆς μετάθεσιν εἰργάσατο Χριστὸς, τὸ ὁμοίωμα ταύτης καταλύσας θανάτῳ, ἵνα συναποθνήσκοντες αὐτῷ λυθῶμεν τῆς ζωῆς ἧς ἐζῶμεν. Ταύτης δὲ τῆς καθάρσεως αἴτιον τὸ ἅγιον βάπτισμα. Πρόσεστι γὰρ ἐκείνῳ τῷ ὕδατι ἡ διὰ ῥήματος ἐπίκλησις, ἅγιον αὐτὸ ἀποφαίνουσα.

Ἐν ὀνόματι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. «Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει, καὶ θάλπει αὐτὴν, καθὼς καὶ ὁ Κύριος τὴν Ἐκκλησίαν. Ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ.

Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Εἰ σὰρξ τοῦ ἀνδρὸς ἡ γυνὴ, κηδέσθω αὐτῆς, φησὶν, ὡς σαρκός· καὶ εἰ Χριστὸν ἴσμεν ὥσπερ ἄνδρα τῆς Ἐκκλησίας ὄντα, καὶ μέλη ἡμᾶς ἑαυτοῦ κατεσκευακότα διὰ τῆς ἐν Πνεύματι ζωῆς, μιμείσθωσαν τὴν ἀγαπὴν τοῦ Χριστοῦ τὴν πρὸς τὴν Ἐκκλησίαν. «Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν, καὶ εἰς τὴν Ἐκκλησίαν.» Συνῆψε τὸ πνευματικὸν τῷ σαρκικῷ, τύπον ἐκείνῳ τούτου ἀποδείξας. Οὕτως γὰρ γίνεται μυστήριον ἐγκεκρυμμένης τῆς ἀληθείας ἐν τῷ τύπῳ, ὅτι Χριστὸν ἐτύπου καὶ τὴν Ἐκκλησίαν ἡ τῆς γυναικὸς λῆψις ἐξ ἀνδρὸς, καὶ συνάφεια πρὸς τὸν ἄνδρα. Καὶ γὰρ ἀπὸ Χριστοῦ τὸ εἶναι ἔχομεν κατὰ τὴν ἁγιότητα, καὶ ἁγιασθέντες Χριστῷ ἑνούμεθα. «Πλὴν καὶ ὑμεῖς οἱ καθένα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.» ΚΕΦΑΛ. ϛʹ. «Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ.

Τοῦτο γάρ ἐστι δίκαιον. Καθολικὸς μὲν οὖν ὁ λόγος εἰς ὅλην τὴν Ἐκκλησίαν ἑνουμένην Χριστῷ. Ἔστω δὲ ἐν ἑκάστῃ γυναικὶ, καὶ ἐν ἑκάστῳ ἀνδρὶ τελειούμενος ὁ τύπος, ἐν ἀγάπῃ μὲν ἀνδρὸς, ὑποταγῇ δὲ γυναικὸς ἐν φόβῳ. »Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ᾽ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.» Δευτέρα ἀρχὴ, ἡ τῶν παίδων, ἐπειδὴ καὶ δεύτερόν ἐστι μετὰ τὸν γάμον παιδοποιία, καὶ τὸν νόμον εἰσάγει μάρτυρα. Πάντα γὰρ ὅσα τελοῦμεν διὰ Χριστὸν, μαρτυρεῖται ὑπὸ τοῦ νόμου καλά τε εἶναι καὶ δίκαια, ἢ αὐτολεξεὶ λεγόμενα, ἢ τυπικῶς ὑποδεικνύμενα, καὶ καλὴ τῆς τελείας διδασκαλίας ἡ παιδαγωγικὴ μαρτυρία. Τιμίαν δὲ τὴν ἐντολὴν ἀποφαίνων τὴν περὶ γονέων, φησὶν αὐτὴν, καὶ πρώτην καὶ μετ᾽ ἐπαγγελίας εἰρῆσθαι, ἥτις ἐπαγγελία ἐν Δεκαλογίᾳ κεῖται. Τύπον γὰρ ὁ νόμος τῆς αἰωνίου ζωῆς μιμεῖται τὴν μακροημερίαν. Πρώτῃ δὲ ἐντολῇ ταύτην τὴν ἐπαγγελίαν ἔζευξεν ὁ Θεὸς, προεισάγων ἄλλας τέσσαρας τὰς εἰς Θεὸν ἀνηκούσας· ὅτι τῶν μὲν εἰς αὐτὸν τιμῶν πρόδηλος ἡ ἀνταπόδοσις παρὰ τοῦ τιμωμένου.

Ἡ δὲ εἰς γονέας τιμὴ, παρ᾽ αὐτῶν οὐκ ἔχουσα τὴν ἀνταπόδοσιν λόγου ἀξίαν, παρὰ τοῦ Θεοῦ ταύτην δι᾽ ἐπαγγελίας ἐκομίσατο. «Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ, μὴ κατ᾽ ὀφθαλμοδουλείαν, ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ᾽ εὐνοίας δουλεύοντες τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις. Εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. Καὶ οἱ κύριοι τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτοὺς, ἀνίεντες τὴν ἀπειλὴν, εἰδότες, ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστι παρ᾽ αὐτῷ.» Πάλιν τὸ ὑπήκοον ὑποτάττει πρῶτον, εἶτα τὸ ἡγεμονικὸν διδάσκει χρηστότητα. Κυρίους δὲ κατὰ σάρκα λέγει, ὅτι οὐ φυσικὸν ἡ δεσποτεία, οὐδὲ πεποίηταί τις δοῦλος ἑτέρου, καθάπερ τὰ ζῶα τὰ ἄλογα.

Τῆς θείας δὲ δουλείας, ἣν ὑπέμεινεν ὁ ἐν δούλου μορφῇ γενόμενος, τύπος γίνεται ἡ ἀνθρωπίνη ὑπηρεσία τῶν καθαρῶς δουλευόντων καὶ ἑκουσίως, ὡς εἰς Θεὸν ἀναγομένης τῆς δουλείας. «Τοῦ λοιποῦ ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι.» Δύναμιν προσγενέσθαι δεῖ τὴν παρὰ Θεοῦ, τοῖς εἰς ἀσθένειαν καταπεσοῦσιν ἀνθρώποις, ἵνα λύσῃ τὴν ἀσθένειαν ἡ τῆς δυνάμεως ἐπανάληψις. Τὴν δὲ δύναμιν ταύτην εἰκάζει πανοπλίᾳ, δηλῶν, ὅτι καθάπερ ὁ γυμνὸς οὐ δυνατός ἐστιν εἰς πόλεμον, οὕτως ὁ Πνεύματος ἀμέτοχος, οὐ δυνατὸς πρὸς τὸν τὴν κακίαν ἐξεργαζόμενον τὸν διάβολον. «Πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνεύματα τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασαμένοι στῆναι.»

Μεθοδείαν αὐτὴν καλεῖ, τὴν τοῦ διαβόλου κακουργίαν, ὅτι οὐκ ἐξ εὐθείας ὃ βούλεται κατασκευάσαι δείκνυσιν, ὥστε μὴ γενέσθαι κατάφωρος, ἀλλ᾽ ἕτερον ἑαυτῷ περιτιθεὶς προσωπεῖον, ἕτερα τεκταίνει· καὶ καθάπερ πολέμιος κακουργὸς πόλει προσβαλὼν καὶ τείχεσι, κάτωθεν ὑπορύττει λανθάνων, ὥστε ταύτῃ γενέσθαι δυσφύλακτος, καὶ κατορθῶσαι ἅπερ ἐσπούδακεν. «Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος· ὅ ἐστι ῥῆμα Θεοῦ, διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ καρτερήσει καὶ δεήσει.» Διὰ τί, ἐν ἀληθείᾳ; ἐμπαιγμὸς δὲ, καὶ ψεῦδος ἡ ἐπιθυμία· οὐκ ἔστιν ἡδονὴ τὸ πρᾶγμα, ἀλλὰ σκιὰ ἡδονῆς· τουτέστι τῇ ἀληθεῖ ἡδονῇ τῇ σωφροσύνῃ. «Περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παῤῥησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παῤῥησιάσωμαι, ὡς δεῖ με λαλῆσαι. Ἵνα δὲ ἴδητε καὶ ὑμεῖς τὰ κατ᾽ ἐμὲ, τί πράσσω.

Εὐχαῖς ἀδιαλείπτοις προσκαρτερεῖν καὶ ὁ Κύριος κελεύει, καὶ ὁ Παῦλος, ἐν πνεύματι δὲ τὰς εὐχὰς, τουτέστιν ἐν νῷ, μὴ ἐν στόματι μόνον. Πολλαὶ δὲ αἱ εὐχαὶ, ὅτι καὶ περὶ πολλῶν, ὑπὲρ πάντων δὲ ἁγίων, καὶ ὑπὲρ αὐτοῦ· ἐπειδὴ καὶ ἐναγώνιον αὐτῷ τὸ ἔργον, ὡς καὶ δεσμώτην αὐτὸν ὑπὲρ αὐτοῦ παραπεπέμφθαι. »Πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Εἰρήνη τοῖς ἀδελφοῖς, καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. Ἀμήν.

Χαίρουσι γὰρ οἱ ἅγιοι τοῦ ἁγίου κατευθυνομένου ἔργου. Διὸ μηνύει τὰ καθ᾽ ἑαυτὸν ταῖς Ἐκκλησίαις. Πρὸς Ἐφεσίους ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχικοῦ, στίχων τιβʹ.