Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰς ἐπιστολὰς τοῦ Παύλου

Ἰωάννης ὁ Δαμασκηνός

Ερμηνεία στην Προς Φιλιππησίους Επιστολή

Σχολιασμός της Προς Φιλιππησίους επιστολής, προβάλλοντας το υπόδειγμα της κένωσης και ταπεινοφροσύνης του Υιού, καθώς και την πνευματική χαρά της κατά Χριστόν πολιτείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 14

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ. ΚΕΦΑΛΑΙΟΝ Αʹ. «Παῦλος καὶ Τιμόθεος δοῦλος Ἰησοῦ Χριστοῦ πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ, τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακόνοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Ταύτην γράφει τὴν ἐπιστολὴν ἀνδράσιν ἐν τῇ διδασκαλίᾳ προκόψασι. Διὸ καὶ δογμάτων μὲν οὐχ ἅπτεται, ἐπειδὴ καὶ ἱκανῶς εἶχον τῆς περὶ τούτων γνώσεως, ἅτε πλουσίως παρ᾽ αὐτοῦ τοῦ Ἀποστόλου τῶν τοιούτων ἀπολαύσαντες. Δύο δὲ αὐτοῖς σχεδὸν, ὡς εἰπεῖν, δι᾽ ὅλης τῆς ἐπιστολῆς παραινεῖ, τὸ μὴ ὑψοῦσθαι, ἐπειδὴ καὶ τοῦτο οἶδεν ὥσπερ ἀκόλουθον τοῖς ἐγγὺς τοῦ κατορθωκέναι γενομένοις, καὶ τὸ χαίρειν διὰ παντός. Σφόδρα γὰρ ἠθύμουν, τὰ δεσμὰ τοῦ Ἀποστόλου ἀκούοντες, καὶ τὴν μέλλουσαν κρίσιν, καὶ τὸν προσδοκώμενον αὐτοῦ θάνατον. Οὔτε γὰρ ἤλπιζον αὐτὸν τὰς χεῖρας ἐκφεύξεσθαι τοῦ Νέρωνος, ἀνδρὸς τά τε ἄλλα μεμηνότος καὶ περὶ φόνους ἐπτοημένου.

Διὸ καὶ λέοντα αὐτὸν ἐν τῇ πρὸς Τιμόθεον Ἐπιστολῇ καλεῖ. Ὁ Κύριος γάρ μοι παρέστη, φησὶν, καὶ ἐῥῥύσθην ἐκ στόματος λέοντος. Τὰ δὲ ἄλλα πάντα ἃ παραινεῖ αὐτοῖς, ὡς ἐν ἐπιδρομῇ παραινεῖ αὐτοῖς, ἐπειδήπερ, ὡς ἔφην, πολὺν παρ᾽ αὐτοῖς διατρίψας χρόνον, πλεῖστα αὐτοῖς ὠφελήσας ἦν.

Ἐπειδὴ τοῦτον αὐτοῖς τὸν Τιμόθεον ἐν αὐτῇ ἐπιστολῇ ἐπαγγέλλεται μικρὸν ὕστερον πέμψαι, τούτου χάριν κοινοποιεῖ τὴν ἐπιστολὴν, προεθίζων αὐτοὺς διδάσκαλον αὐτὸν δέχεσθαι. Εἰ γὰρ τῆς νῦν πεμπομένης αὐτοῖς διδασκαλίας κοινωνὸν αὐτὸν ὁ Παῦλος ἐποιήσατο, πῶς οὐχὶ καὶ παρεσόμενον μικρὸν ὕστερον δέξονται τοῦτον, οὗ ἤδη τῆς διδαχῆς ἀκηκόασιν;

Ἰστέον δὲ ὡς ὅλῃ χώρᾳ καὶ ὅλῳ ἔθνει ἐκπέμπει τὴν ἐπιστολήν· καὶ τοῦτο δῆλον ἐκ τοῦ, σύμπασιν ἐπισκόποις, εἰπεῖν. «Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν, πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν, μετὰ χαρᾶς, τὴν δέησιν ποιούμενος, ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ Εὐαγγέλιον, ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν, πεποιθὼς αὐτῷ τοῦτο, ὅτι ὁ ἐργασάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρις ἡμέρας Χριστοῦ.» Προκοπὴν αὐτοῖς πολλὴν μαρτυρεῖ, ὅπου γε μεμνημένος αὐτῶν, οὐ μετὰ δακρύων ἢ στεναγμῶν, ὥσπερ ἐπὶ τῶν σαλευομένων μέμνηται, ἀλλὰ μετὰ πολλῆς εὐχαριστίας, ὅπερ ἴδιον τῶν κατορθούντων ἐστί. Ποῖον δὲ αὐτῶν τὸ κατόρθωμα, ἢ ὅτι κοινωνήσαντες αὐτῷ τοῦ Εὐαγγελίου, ἀπὸ τῆς ἀρχῆς μέχρι καὶ νῦν μεμενήκασι κοινωνοὶ, ἐν μηδενὶ τὸ παράπαν παρασαλευόμενοι; ὅπερ αὐτῷ καὶ τὴν ἀγαθὴν τοῦ μέλλοντος ἐλπίδα παρέχει. Οἶδα γὰρ, φησὶν, ὡς ἐπιτελέσετε τοῦτο τὸ ἔργον, ἕως ἂν αὐτῷ ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου προσενέγκητε σῶον. «Καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ, καὶ βεβαιώσει τοῦ Εὐαγγελίου, συγκοινωνούς μοι τῆς χάριτος πάντας ὑμᾶς ὄντας.» Ἐπειδὴ πεποίθησιν εἶπεν ἔχειν ἐπ᾽ αὐτοῖς, δικαίαν λέγει ταύτην ἔχειν τὴν πεποίθησιν.

Θαῤῥεῖν γάρ φησιν, ὡς πάντων αὐτῷ ἔσονται κοινωνοὶ, τῶν δεσμῶν, τῆς ἀπολογίας, τῆς χάριτος. Τὸ οὕτω περὶ τῶν πιστευσάντων θαῤῥεῖν, μεγάλη ἐστὶν αὐτῶν βεβαιότητος μαρτυρία. «Μάρτυς γάρ μού ἐστιν ὁ Θεὸς, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ. Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.» Ἐπειδὴ πολλὴν εἶπεν ἔχειν εἰς αὐτοὺς ἀγάπην, ὡς μηδαμοῦ αὐτοὺς παραλιπεῖν, μὴ ἐν δεσμοῖς ὄντα, μὴ ἐν ἀπολογίᾳ, τούτου χάριν μάρτυρα ἐπὶ τοσούτῳ πράγματι ἐπικαλεῖται τὸν Θεόν. Ἵνα δὲ μή τις ὑπολάβοι, ὡς διὰ τὴν διακονίαν ἣν ἀπέστελλον αὐτῷ, κολακεύων τὰ τοιαῦτα λέγει, ἐπήγαγεν, ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ, δεικνὺς ὅτι ἡ ἀγάπη αὐτῷ διὰ τὸ εἰς Χριστὸν γνήσιόν ἐστιν, καὶ τοῦτο εὔχεται, τοῦ προκόπτειν αὐτοὺς ἐν ἐπιγνώσει καὶ αἰσθήσει, καὶ δοκιμαστὰς ἀκριβεῖς γενέσθαι τῶν καλῶν· οὕτω γὰρ ἔσονται ἀπρόσκοποι εἰς τὴν παρουσίαν τοῦ Χριστοῦ, τουτέστι κατὰ μηδένα τρόπον προσκόπτοντες.

Οἱ γὰρ τοιοῦτοι, φησὶ, πλήρεις εὑρεθήσονται δικαιοσύνης καρποί· καὶ δικαιοσύνης, οὐ τῆς ἐν νόμῳ· ταύτην γὰρ καὶ ἐν τοῖς ἑξῆς ἀναιρεῖ· ἀλλὰ τῆς διὰ Χριστοῦ, ἥ τις καὶ εἰς δόξαν, καὶ ἔπαινον γίνεται Θεοῦ. Ἡ γὰρ κατὰ Θεὸν πολιτεία δοξάζει τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. «Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ᾽ ἐμὲ, μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς δεσμούς μου φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτορίῳ καὶ τοῖς λοιποῖς πᾶσιν, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν.

Γράφει μὲν αὐτοῖς τὴν ἐπιστολὴν ἀπὸ Ῥώμης ἐν πολλῇ οὖσιν ἀθυμίᾳ διὰ τὰ δεσμά. Ἐφ᾽ οἷς δεσμοῖς τοσοῦτον ἀποτρέπει τοῦ λυπεῖσθαι, ὡς καὶ χαρὰν μεγάλην αὐτοὺς ἔχειν, διδάσκειν δι᾽ αὐτὰ, ὅτι δι᾽ αὐτῶν πλεονάζει τὸ κήρυγμα, καὶ ἡ πλάνη ἐξορίζεται. »Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ δι᾽ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν.» Οἱ ἐχθροὶ τοῦ κηρύγματος, δεθέντος τοῦ Ἀποστόλου διὰ τὸ κηρύσσειν τὸν Ἰησοῦν, βουλόμενοι πλέον κινῆσαι τὸν Νέρωνα, καὶ αὐτοὶ ἐκήρυττον τὸν Ἰησοῦν, καὶ συνέβαινεν αὐτοῖς τὸ ἐναντίον οὗ ἐβούλοντο ποιεῖν. Θέλοντες γὰρ καταλύσαι τὸ κήρυγμα, ηὔξανον μᾶλλον, εἰ καὶ οὐχ ἁγνῶς ἐκήρυσσον, τουτέστιν ἀπὸ καρδίας, καὶ αὐτὸ τοῦτο σπουδάζοντες, οὐ τὸ μαθεῖν ἀνθρώπους τὴν ἀλήθειαν, ἀλλὰ διὰ τὸ ἐγείρειν θλίψιν τῷ Ἀποστόλῳ. «Οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἱ οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι. Τί γάρ; Πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται.» Ὅσοι ἁγνῶς, φησὶ, κηρύττουσι, θαῤῥοῦντες τῇ ἐμῇ ἀπολογίᾳ τοῦτο ποιοῦσιν. ᾜδεσαν γὰρ ὡς κοινὴ ἔσται ὑπὲρ αὐτῶν ἀπολογία ἡ παρὰ τοῦ Ἀποστόλου γινομένη. «Χαίρω· ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι.

Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου.» Τοσοῦτον ἀπέχω, φησὶ, τοῦ ἀλγεῖν ἐπὶ τοῖς δεσμοῖς καὶ τῇ μελλούσῃ ἀπολογίᾳ, οὐ μόνον τῇ ὑπὲρ ὧν ἐγὼ κηρύσσω, ἀλλὰ καὶ ὑπὲρ ὧν ἐκεῖνοι, ὥστε καὶ χαρὰν ἡγοῦμαι τὸ πρᾶγμα. Ἀποβήσεται γὰρ ἡμῖν εἰς σωτηρίαν· καὶ εὐθέως εἰσάγει τὸ μέτριον διὰ τῆς αὐτῶν δεήσεως καὶ χορηγίας τοῦ Πνεύματος, ταύτην αὐτῷ γίνεσθαι λέγων τὴν σωτηρίαν. «Ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ᾽ ἐν πάσᾳ παῤῥησίᾳ, ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου.» Τουτέστιν, οὐ φόβῳ τῶν δεσμῶν, οὐ τῆς ἀπολογίας, οὐκ αὐτοῦ τοῦ θανάτου, προδώσω τὸ κήρυγμα. «Εἴτε διὰ ζωῆς, εἴτε διὰ θανάτου.» Κἂν ζῶ, φησὶ, πλεονάσω τῷ κηρύγματι, κἂν ἀποθάνω, πάλιν δοξάζεται Χριστὸς, ὅτι τοιούτους ἔσχε τοὺς ὑπηρέτας τὸ αὐτοῦ κήρυγμα, ὡς καὶ αὐτοῦ καταφρονῆσαι τοῦ θανάτου. «Ἐμοὶ γὰρ τὸ ζῇν Χριστός.» Βλέπε διὰ πόσων ἀπάγει αὐτοὺς τῆς λύπης. πρώτου μὲν, τοῦ μὴ αἰσχύνεσθαι· δευτέρου, τοῦ μεγαλύνεσθαι [διὰ] τὸν Χριστόν· τρίτου, τοῦ διὰ Χριστὸν μόνον αἱρεῖσθαι τὸ ζῇν, ἵνα τὴν διακονίαν αὐτοῦ πληρώσῃ. «Καὶ τὸ ἀποθανεῖν κέρδος.» Μὴ ἀλγεῖτε, φησὶν, ἐπὶ τοῖς δεσμοῖς μου. Καὶ αὐτὸ γὰρ τὸ ἀποθανεῖν ὑπὲρ τοῦ Χριστοῦ κέρδος μέγιστον. «Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ, τοῦτό μοι καρπὸς ἔργου.

Καὶ τί αἱρήσομαι οὐ γνωρίζω. Συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων» Ἐπεξεργάζεται τὰ προειρημένα, καὶ οἷον ἑρμηνεύει, ὅ τι ἐστὶ τὸ, ἐμοὶ ζῆν ὁ Χριστός· λέγει οὖν, ὡς τὸ ζῇν Χριστὸς ταύτην τὴν ζωὴν, οὐδὲν ἄλλο ἐστὶν, ἢ ἐργασία πνευματικὴ, ἧς ὀφείλεταί μοι καρπός. «Εἰς τὸ ἀναλύσαι, καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ, ἀναγκαιότερον δι᾽ ὑμᾶς. Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν.» Καὶ νῦν μὲν ἦν μετὰ Χριστοῦ, κατὰ τὸ, Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Ἀλλ᾽ οὐχ οὕτως ὡς τότε. Νῦν μὲν γὰρ, φησὶν, ὁρῶμεν δι᾽ ἐσόπτρου καὶ αἰνίγματος, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. «Εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ, διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.» Ὅρα πάλιν πόσην αὐτοῖς μαρτυρεῖ ἐργασίαν καλοῦ. Ὁ γὰρ προκόπτων, βαδίζων προκόπτει.

Ποῦ δὲ προκόπτουσιν, ἢ εἰς τὴν χαρὰν τῆς πίστεως; Ὁ δὲ εἰς ταύτην προκόπτων, καυχήσεται, φησὶν, ἐν Χριστῷ. «Μόνον ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπὼν, ἀκούσω τὰ περὶ ὑμῶν.» Μαρτυρήσας αὐτοῖς πολλὴν προκοπὴν, ἠρέμα καταστέλλει αὐτοὺς, ἵνα μὴ φυσηθῶσιν ἀκούσαντες, ὡς προέκοψαν. Καταστέλλει δὲ, ἀξίαν αὐτοὺς τοῦ Εὐαγγελίου πολιτείαν ἐπιτηδεύειν παραινῶν. «Ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου, καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥ τις αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας,» Εἰπὼν αὐτοῖς ἀξίους τοῦ Εὐαγγελίου πολιτεύεσθαι, λέγει καὶ τὸ εἶδος τῆς πολιτείας. Τοῦτο δέ ἐστι τὸ περὶ τὴν πίστιν γνήσιον. Ἄλλως γὰρ οὐ δύνασθε ἓν πνεῦμα γενέσθαι, ἢ οὕτως· ἔπειτα τὸ καὶ μίαν ἔχειν ψυχήν. Τοῦτο δὲ ὑπερβαλλούσης ἀγάπης ἀπόδειξις.

Μέγαν δὲ λέγει εἶναι τὸν ἐκ τούτων ἆθλον. Καὶ ποῖον τοῦτο, ἢ τὸ ἀθλητὰς αὐτοὺς γενέσθαι ὑπὲρ τοῦ Εὐαγγελίου; Ἦσαν γὰρ πολλοὶ οἱ ἀντικείμενοι οἱ τῆς περιτομῆς. «Ἡμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ Θεοῦ· ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν.» Ὅρα πάλιν ὡς ἠρέμα καταστέλλει. Εἰπὼν γὰρ ὅτι ἀθληταί ἐστε ὑπὲρ τοῦ Εὐαγγελίου, ἐπήγαγεν ὅτι αὐτὸ τοῦτο ἀπὸ Θεοῦ ἔρχεται· καὶ τοῦτο ὑμῖν ἐχαρίσθη τὸ πάσχειν ὑπὲρ αὐτοῦ. Τοῦτο δὲ, φησὶν, οὐ τὰ τοῦ φρονήματος διαλύων, οὐ τὰ τῆς προθέσεως· δεῖ γὰρ ἀγαθήν με ἔχειν πρόθεσιν, πάντα δὲ ἀγαθὰ ἡγεῖσθαι ἐκ Θεοῦ. Οὐκ ἐγὼ γὰρ, ἀλλ᾽ ἡ χάρις ἡ σὺν ἐμοί. «Τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ, καὶ νῦν ἀκούετε ἐν ἐμοί.» Δύο χρήσιμα ἐνταῦθά ἐστι, καὶ τὸ μὴ ὑψοῦσθαι ὡς μόνους ἀθλητὰς, ὅπου γε κατὰ μίμησιν αὐτοῦ ἀθλοῦσι. Καὶ τοῦ μὴ δειλιᾷν ἐπὶ τοῖς δεσμοῖς, καὶ τῇ προσδοκίᾳ τοῦ θανάτου, ὅπου γε καὶ μιμεῖσθαι αὐτοὺς ἑαυτὸν παρακελεύεται. Ὅρα δὲ πόση ἀγωνία τῷ Παύλῳ περὶ τῶν μαθητῶν, ὡς καὶ κατορθούντων αὐτῶν, καὶ δεδιότων, ἀγωνιᾷν· κατορθούντων μὲν διὰ τὸ ὕψωμα, δεδιότων δὲ, διὰ τὴν τῆς δειλίας γενομένην ὑποστολήν.

ΚΕΦΑΛ. Βʹ. «Εἴ τις οὖν παράκλησιν ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοὶ, πληρώσατέ μου τὴν χαρὰν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες.» Μέλλων αὐτοῖς παραινεῖν ὁμοπίστοις εἶναι καὶ ὁμοψύχοις, ὥσπερ ὅρκῳ αὐτῶν προκαταλαμβάνει τὰς ψυχὰς, μονονουχὶ λέγων· πρὸς αὐτῆς τῆς παρακλήσεως ὑμᾶς ὁρκίζω, ἧς παρεκάλεσεν ἡμᾶς ὁ Χριστὸς, καὶ τῆς ἀγάπης, καὶ τῆς κοινωνίας τοῦ Πνεύματος, πρὸς αὐτῶν τῶν σπλάγχνων, πρὸς αὐτῶν τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, πληρώσατέ μου τὴν χαράν.

Αὕτη δέ ἐστι τὸ, ὁμοπίστους ὑμᾶς εἶναι καὶ ὁμοψύχους. «Μηδὲν κατὰ ἐρίθειαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ, ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν.» Τοῦτο γάρ ἐστι μάλιστα τὸ τὰς αἱρέσεις ποιοῦν, ἔρις καὶ κενοδοξία. «Μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.» Μὴ τοῦτο σκόπει, φησὶν, ὅπως διδάσκαλος καὶ μέγας τις ὀνομασθῇς, ἀλλ᾽ ὅπως μὴ σκανδαλίσῃς τὸν ἀδελφόν. «Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ, τῶν ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστός.» Περὶ ταπεινοφροσύνης ἦν αὐτῷ ὁ λόγος, εἰ καὶ δόγματος ἅπτεται. Ὅρα δὲ πόση ἀκρίβεια τοῦ δόγματος.

Ὅτι καὶ ἴσος τῷ Πατρὶ ὁ Χριστὸς, καὶ ὅτι ἑαυτὸν ἐκένωσε, καὶ ὅτι ἄνθρωπος γέγονε, καὶ ὅτι ἑκών. Ἵνα γὰρ μή τις ἀκούσας ὡς ὑπήκοος γέγονε τῷ Πατρὶ, ἀνάγκην νομίσῃ ἐπενέχθαι αὐτῷ, ὡς ἀπὸ μείζονος πρὸς ἐλάττονα, τούτου χάριν πολλαχοῦ τὸ, ἑαυτὸν, προσάπτει, ἑαυτὸν ἐκένωσε λέγων, καὶ ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος. Τοῦτο δὲ λέγει, ἓν τὸ θέλημα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ δηλῶν.

Καὶ οὐ μόνον ταῦτα τὰ δόγματα δηλοῖ, ἀλλ᾽ ὅτι καὶ ὑπέμεινε θάνατον, γενόμενος ἄνθρωπος, ὁ ἐν ἰσότητι τοῦ Πατρός· καὶ οὐχ ἁπλῶς θάνατον, ἀλλὰ θάνατον, τὸν διὰ σταυροῦ. Καὶ ὅτι οὐχὶ ἐκρατήθη θανάτῳ. Ὕψωσε γὰρ αὐτὸν, φησὶν, ὁ Θεός. Ὅταν δὲ τὸ, ὕψωσε καὶ ἤγειρε, καὶ τὰ τοιαῦτα ἀκούσῃς, τὴν οἰκονομίαν ἐννόει· μὴ γὰρ δὴ ὡς ἐλαττούμενον δυνάμεως αὐτὸν ἐννοήσῃς· αὐτὸς γάρ ἐστιν ἡ δύναμις τοῦ Πατρός. Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. «Εἰς δόξαν Θεοῦ Πατρός. Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε.» Ἵνα οὕτω δοξάζηται, φησὶν, ὡς καὶ ὁ Πατὴρ, ἴσος τε καὶ ὅμοιος αὐτῷ. «Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου.» Μᾶλλον γὰρ τὴν ἀγάπην ἐνδείκνυται τὴν πρὸς τὸν διδάσκαλον, ὁ παρὰ τὴν ἀπουσίαν ἀκούων αὐτοῦ.

Ὁ μὲν γὰρ παρόντι πειθόμενος, ἴσως καὶ αἰσχυνόμενος τοῦτο ποιεῖ· ὁ δὲ παρὰ τὴν ἀπουσίαν ἀκούων, μέγα δείκνυσι τῆς εἰς τὸν διδάσκαλον ἀγάπης τὸ γνήσιον. «Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε.» Πάλιν ἀγωνιᾷν αὐτοὺς ποιεῖ· τοσοῦτον αὐτῶν τὴν ἐκ τοῦ κατορθοῦν κατασπᾷ ὀφρύν. «Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν, καὶ τὸ θέλειν, καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.» Καὶ τοῦτό φησιν, οὐχ ὡς τῆς προαιρέσεως καθαιρετικὸν, ἀλλ᾽ ὡς φοβούμενος πάλιν μὴ ἐπαρθῶσιν.

Ὅτι γὰρ ἡ γνώμη αἰτία τοῦ ἀγαθοὺς ἡμᾶς εἶναι ἢ πονηροὺς, ἐδήλωσε διὰ τοῦ παραινέσαι μετὰ φόβου τὴν ἑαυτῶν σωτηρίαν ἐργάζεσθαι. «Πάντα ποιεῖτε χωρὶς γογγυσμοῦ καὶ διαλογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα.» Ὁ γὰρ τὰς ἐντολὰς ἐργαζόμενος μετὰ γογγυσμοῦ, ὡς βαρείων οὐσῶν, ἀπόλλυσι τὸν ἐπὶ ταύταις μισθόν.

Τὸ δὲ, καὶ διαλογισμῶν, τοῦτο δηλοῖ, τὸ ἀδιστάκτως καὶ ἀνενδυάστως, καὶ μηδὲν διακρινομένους. Ὁ γὰρ οὕτως αὐτὰς ἐργαζόμενος ἔσται, φησὶν, ἄμεμπτος. Διὰ τὴν ἀγάπην, διὰ τὴν ἀρέσκειαν. «Ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης.» Γενεὰν σκολιὰν, τὴν τῶν Ἰουδαίων φησὶ, κατὰ τὸ εἰρημένον πρὸς αὐτοὺς ὑπὸ τοῦ Κυρίου· Γενεὰ σκολιὰ καὶ διεστραμμένη. «Ἐν οἷς φαίνεσθε, ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες.» Οἱ γὰρ δυνάμενοι λέγειν, Ἐσημειώθη ἐφ᾽ ὑμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε, οὗτοι δύνανται φωστῆρες γενέσθαι. Λόγον δὲ ζωῆς, τὸν εὐαγγελικόν φησιν.

Εἰς καύχημα ἐμοὶ, καὶ εἰς ἡμέραν Χριστοῦ· ὅτι οὐκ εἰς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα.» Μέγα γὰρ ὄντως διδασκάλων καύχημα ἡ τῶν μαθητῶν προκοπή. Μέχρι τίνος δὲ τὴν προκοπὴν φθάσαι δεῖ, ἢ μέχρι τῆς παρουσίας Χριστοῦ; τοῦτο δὲ λέγει, ἵνα αὐτὴν ἔχοντες ἀποθάνωμεν, μηδὲν αὐτῆς παρασαλεύσαντες. Οὕτω γὰρ αὐτὴν σῶαν ἐπιδειξόμεθα. «Ἀλλ᾽ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν. Τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε, καὶ συγχαίρετέ μοι.» Σπονδὴν ἀεὶ τὸν θάνατον ἑαυτοῦ φησιν, καὶ ἐν τῇ πρὸς Τιμόθεον ὁμοίως· Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου πάρεστι. Λέγει οὖν, ὅτι Καὶ ἀποθνήσκω, καὶ θάνατόν μου καταψηφίζονται οἱ τῆς ἀληθείας ἐχθροὶ διὰ τὸ κήρυγμα, οὐχ ὅτι λυποῦμαι, ἀλλὰ χαίρω σφόδρα. Οὐκοῦν καὶ αὐτοὶ χαίρειν ὀφείλετε. «Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ, Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν.» Πέμπω, φησὶν, ὑμῖν Τιμόθεον, ἵνα ἀκούων τὰ περὶ ὑμῶν, χαίρω. Οὐχ ὅτι ἠγνόει· αὐτὸς γὰρ ἔλεγεν εὐχαριστεῖν ὑπὲρ αὐτῶν καθ᾽ ἑκάστην δέησιν.

Τί οὖν ἐστι τὸ χαίρειν περὶ Τιμοθέου, ἢ ὅτι πεποίθασι καὶ χαίρουσιν ἐπὶ τοῖς δεσμοῖς τοῖς διὰ τὸ κήρυγμα; τοῦτο γὰρ αὐτοῖς καὶ παραινεῖ. «Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ. Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον. Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι.» Τοῦτο μέγιστον ἐγκώμιον Τιμοθέου, τὸ ἰσόψυχον εἶναι τῷ διδασκάλῳ· ἅμα δὲ καὶ προτροπῆς ἐστι, τὸν αὐτὸν μετὰ χαρᾶς προσδέξασθαι, ὡς αὐτὸν ὁρῶντας τὸν Ἀπόστολον. «Ὡς ἂν ἀπίδω τὰ περὶ ἐμὲ ἐξ αὐτῆς. Πέποιθα δὲ ἐν Κυρίῳ.

Ἐξ αὐτῆς μὲν, τῆς κρίσεως λέγει. Ὁ δὲ νοῦς οὗτος· Σκοπῶ, φησὶν, οἷά μοι τὰ περὶ τὴν κρίσιν γενήσεται, καὶ οὕτως ὑμῖν αὐτὸν ἀποστέλλω. »Ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι» Οἶδεν διὰ τοῦ Πνεύματος, ὅτι τὰ περὶ τὴν πρώτην αὐτοῦ ἀπολογίαν ἔσται ῥᾴδια, καὶ διελεύσεται, καὶ τὸν θάνατον, καὶ τὰ δεσμά· καὶ ὅτι οὕτως ἐγένετο, ἐδήλωσεν ἐν τῇ πρὸς Τιμόθεον εἰπὼν, Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρέστη, ἀλλὰ πάντες με ἐγκατέλιπον. Ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐῤῥύσθην ἐκ στόματος λέοντος. «Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν, καὶ συνεργὸν, καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς, ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς ἰδεῖν.» Μεγάλη σύστασις περὶ ἑκάστου τῶν μαθητῶν, ὅπου γε Ἐπαφρόδιτον μὲν συνεργὸν καὶ συστρατιώτην λέγει, Τιμόθεον δὲ ὁμόψυχον.

Καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησε. Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτῳ, ἀλλὰ Θεὸς αὐτὸν ἠλέησεν· οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ.» Ὁ Ἐπαφρόδιτος θλίψιν ἦν ὑπομείνας ἐν Φιλίπποις διὰ τὸ κήρυγμα, καὶ τοσαύτην, ὡς καὶ ἀπὸ τῶν παθῶν ὧν ἔπαθε, νοσῆσαι τὴν εἰς θάνατον νόσον· Οὐ μόνος δὲ αὐτὸς ἐλιθάσθη, ἀλλὰ καὶ ὁ Ἀπόστολος.

Καὶ τοῦτο ἐδήλωσε γράφων Θεσσαλονικεῦσι· Αὐτοὶ γὰρ οἴδατε, φησὶν, ἀγαπητοὶ τὴν εἴσοδον ὑμῶν τὴν πρὸς ὑμᾶς, ὡς οὐ κενὴ γέγονεν, ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις. Ἠθύμει οὖν ὁ Ἐπαφρόδιτος, ὅτι ἦσαν ἀκηκοότες, ὡς διὰ τὸ κήρυγμα τὸ εἰς αὐτοὺς, τοσοῦτος αὐτὸν περιέστη κίνδυνος, ὡς καὶ εἰς θάνατον ἐλθεῖν. «Ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε· ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ.» Εἶχε μὲν οὖν λύπην διὰ τὴν τῶν διωκόντων ἀπώλειαν.

Ὑγίανεν οὖν, φησὶν, ἵνα μὴ πρὸς ἐκείνῃ τῇ λύπῃ καὶ ἑτέραν σχῶ τὴν τοῦ θανάτου τοῦ Ἀποστόλου. Ἐλυπεῖτο δὲ, οὐχ ὅτι ἀνέλυε, καὶ σὺν Χριστῷ ἦν, ἀλλ᾽ ὅτι χρείαν εἶχεν αὐτοῦ ἐν τῷ κηρύγματι, ὥσπερ ἀμέλει καὶ αὐτοῦ· ὡς καὶ αὐτὸς εἶπε· Τὸ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον δι᾽ ὑμᾶς.

Οὐ παρῆτε ὑμεῖς, φησὶ, ἀλλ᾽ ἐλειτουργήσατέ μοι δι᾽ ἐκείνου, τῷ ἐκεῖνον πέμψαι. «Ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.» Οὔπω τελείαν, φησὶ, τὴν λειτουργίαν πεποίημαι, ἣν λειτουργῶ ὑμῖν εἰς τὸ κήρυγμα. Ὑστερῶ δὲ, διὰ τοὺς ὑπὲρ τοῦ κηρύγματος δεσμούς. Τοῦτο οὖν τὸ ὑστέρημα ὁ ἀγαπητὸς ἀναπληροῖ Ἐπαφρόδιτος.

ΚΕΦΑΛ. Γʹ. Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ. Τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν.» Καὶ ποῦ μοι τὸ χαίρειν, καὶ δεδεμένου αὐτοῦ. «Ὑμῖν δὲ τὸ ἀσφαλές.» Μεγάλως γὰρ αὐτῶν τὴν ψυχὴν ἠσφαλίζετο, διδάσκων μὴ ἀδημονεῖν ἐν τοῖς δεσμοῖς τοῖς διὰ τὸ κήρυγμα. «Βλέπετε τοὺς κύνας· Βλέπετε τοὺς κακοὺς ἐργάτας.» Τοὺς ἄρχοντας τῶν Ἰουδαίων φησὶ, περὶ ὧν ἐγέγραπτο, Πάντες κύνες ἐνεοὶ μὴ δυνάμενοι ὑλακτεῖν, καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν. «Βλέπετε τὴν κατατομήν.» Μόνον γὰρ τὴν σάρκα κατατέμνουσιν, οὐδὲν ἐκ πράγματος ὠφελούμενοι· ἡ γὰρ σφραγὶς τῆς πίστεως ἡ περιτομή· οὐ πιστεύουσι δέ. Τί γὰρ περιτέμνονται; τίνος σφραγίδα λαμβάνουσιν; οὐκοῦν κατατέμνονται μόνον. «Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ πνεύματι Θεοῦ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες· καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί.» Οἱ πᾶσαν κοσμικὴν ἐπιθυμίαν ἀποτέμνοντες. Τοῦτο γὰρ ἡμῖν δέδωκε τὸ Πνεῦμα τοῦ Θεοῦ ποιεῖν, καὶ ἡ καύχησις ἡ εἰς τὸν Χριστόν. «Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον.

Περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Ἀλλ᾽ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου· δι᾽ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην.» Ἐπειδὴ μέγα ἐφρόνουν οἱ τοῦ γράμματος κήρυκες, ἐπί τε περιτομῇ καὶ γένει τῷ ἐξ Ἰσραὴλ, τούτου χάριν ἐφ᾽ ἑαυτοῦ αὐτὸ ἐξουθενεῖ. Τότε γὰρ ἀληθὴς ἡ ἐξουδένωσις, οὐχ ὅταν μὴ σχών τις καταπτύει ὧν ἔχει, ἀλλ᾽ ὅταν ἔχων, μικρὰ αὐτὰ ἡγῆται, καὶ εὐκαταφρόνητα τῇ τῶν μειζόνων καὶ ὑπερβαλλόντων εὑρέσει. Λέγει οὖν, ὅτι Πάντα αὐτῶν σχὼν τὰ σεμνὰ, καὶ τοσαύτην ἐν τοῖς νομικοῖς ἐπιδειξάμενος δικαιοσύνην, ὅσην οὐκ ἄλλος τις, πάντα ἥγημαι ζημίαν καὶ σκύβαλα, ὑπερβολῆς τινος οὔσης τῆς κατὰ Χριστὸν πολιτείας. Τοσαύτη δέ ἐστιν ἡ ὑπερβολὴ, ὥστε εὔχομαι μηδεμίαν εὑρεθῆναι ἔχοντα ἐμαυτὸν νομικὴν δικαιοσύνην, ἵνα τὴν ἐκ Θεοῦ δικαιοσύνην κερδήσω.

Ὅρα πῶς τὴν μὲν ἐκ νόμου δικαιοσύνην ἑαυτοῦ φησι, τὴν δὲ εὐαγγελικὴν, Θεοῦ δικαιοσύνην, ἵνα τοσοῦτον ᾖ ἀμφοτέρων τὸ μέσον, ὅσον ἀνθρώπου καὶ Θεοῦ. «Ἐπὶ τῇ πίστει τοῦ γνῶναι αὐτὸν, καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν· οὐχ ὅτι ἤδη ἔλαβον, ἢ ἤδη τετελείωμαι· διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ᾽ ᾧ καὶ κατελήφθην ὑπὸ τοῦ Χριστοῦ.» Διδάσκει τίς ἡ ἐκ Θεοῦ δικαιοσύνη· ἡ πίστις ἡ εἰς Χριστὸν, καὶ ἡ γνῶσις τῆς ἀναστάσεως αὐτοῦ, καὶ ἡ κοινωνία τῶν παθημάτων αὐτοῦ. Ταῦτα γὰρ ἐν ἐμοὶ εὑρεθέντα, φησὶ, καταντῆσαι ποιήσει εἰς τὴν ἀνάστασιν τὴν ἐκ τῶν νεκρῶν. Οὐχ ἁπλῶς δὲ εἶπε, καταντήσω, ἀλλὰ, εἴ πως καταντήσω. Δείκνυσιν ὅτι καὶ ἤδη τοῖς λαβοῦσι τῆς γνώσεως τὸ χάρισμα καὶ τῶν παθημάτων τὴν κοινωνίαν, πολλῆς τῆς νήψεως χρεία, ἵνα μὴ ἃ ἔλαβον ἀπολέσωσι. Καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Οὐχ ὅτι γὰρ ἤδη ἔλαβον, φησὶ, καὶ δὴ περὶ τοῦ τέλους θαῤῥῶ· ἀλλὰ διώκω, ἵνα καὶ καταλάβω. Τί δὲ, ἵνα καταλάβῃ, ἢ τοῦτο τὸ χάρισμα εἰς ὃ καὶ κατελήφθη ὑπὸ Χριστοῦ; ἐν τίνι δὲ κατελήφθη, ἢ τῇ ἀναστάσει; Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα πάντες ζήσωμεν. Φόβος οὖν μέγας ἡμῖν καὶ ἀγωνία, μήποτε καὶ ἀναστάντες, ἀνάξιοι εὑρεθῶμεν τοῦ ἀναστήσαντος, καὶ ἀκούσωμεν τὸ, Οὐκ οἶδα ὑμᾶς. «

Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι.» Ἔτι ἐφ᾽ ἑαυτοῦ τὴν ταπεινοφροσύνην αὐτοῖς εἰσηγεῖται, ἄλλως τε καὶ ἐπειδὴ οὐ δεῖ μακαρίζειν ἄνθρωπον πρὸ τελευτῆς. Ἕως οὖν ὁ ἀγῶνος ἐνέστηκε καιρὸς, οὔπω κατείληφεν. «Ἓν δὲ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω, ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ.» Διδάσκει πῶς ἄν τις καταλάβοι· καὶ πῶς ἢ τῶν ὀπίσω ἐπιλανθανόμενος; Ὀπίσω δὲ, ἢ τὴν νομικὴν λατρείαν φησὶν, ἢ καὶ πάντα τὸν ἐφθαρμένον βίον, οὗ δεῖ ἐπιλανθανόμενον τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι, δηλαδὴ τὴν εὐαγγελικὴν πολιτείαν μετέρχεσθαι.

Οὕτω γὰρ μόνως ἔστι τυχεῖν τοῦ βραβείου τῆς ἄνω κλήσεως. «Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν.» Ὅρα πάλιν ὑπερβολὴν ταπεινοφροσύνης. Οὐ γὰρ εἶπεν, ὅτι ἁπλῶς οὕτω δεῖ φρονεῖν, ἀλλὰ τοὺς τελείους οὕτω δεῖ φρονεῖν. Οὕτω δὲ, πῶς, ἢ τὸ οὔπω ἑαυτοὺς λογίζεσθαι κατειληφότας; Καὶ εἰ οἱ τέλειοι οὕτως, οἱ μὴ τοιοῦτοι, πῶς ἑαυτοὺς ὀφείλουσι λογίζεσθαι; «Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει.» Εἰ καὶ οὐχ οὕτω φρονεῖτε, φησὶν, ὡς ἡμεῖς λέγομεν, ὁ Θεὸς ὑμᾶς πληροφορήσει περὶ τούτου, ὅτι οὕτως ἐστὶν ὡς ἐδιδάξαμεν. «Πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν.» Εἰ καὶ ἀναμένομεν, φησὶ, τὴν ἐκ Θεοῦ ἀποκάλυψιν περὶ τῶν ζητουμένων, ἀλλ᾽ ὅμως τούτου ἀντέχεσθε νυνὶ οὗ ἤδη ἔχετε. Καὶ τί ἦν ὃ εἶχον, ἢ τὸ φρονεῖν περὶ πίστεως ὀρθῆς; «Συμμιμηταί μου γίνεσθε, ἀδελφοὶ, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς.

Πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. Ὑμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα.» ΚΕΦΑΛ. Δʹ. «Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου.» Πάλιν ἀναγκαῖον αὐτοῖς λέγει, τὸ μιμεῖσθαι αὐτὸν, καὶ εἰδέναι τίς οὕτω περιπατεῖ ὡς αὐτός. Τοῦτο δὲ λέγει, οὐχ ὑψηλοφρονῶν, ἀλλὰ ἀποτρέπων τῆς τῶν ἑτεροδιδασκάλων συνουσίας, δεικνὺς πόσον ἑκατέρων τὸ μέσον τῶν τε πνευματικῶν καὶ τῶν σαρκικῶν.

Τὸ δὲ μέσον τοῦτο ἀπὸ τοῦ τέλους ἑκατέρων ἔστιν ἰδεῖν. Τῶν μὲν γὰρ, φησὶ, τὸ τέλος ἀπώλεια· τῶν δὲ, τὸ μετασχηματισθῆναι καὶ συμμόρφους γενέσθαι τῷ σώματι τῆς δόξης Χριστοῦ. Τοῦτο δὲ αὐτὸ μετασχηματισθῆναι, ἡμῶν δηλονότι τὰ σώματα, ποιήσει Χριστὸς, διὰ τὸ δύνασθαι, καὶ πάντα ἔχειν ὑποτεταγμένα· τὸ δὲ, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, τοῦτο δηλοῖ, ὅτι ἐπὶ τούτοις μέγα φρονοῦσιν, ἐφ᾽ οἷς αὐτοὺς ἔδει αἰσχύνεσθαι. Πάντα γὰρ τὰ τῆς κοιλίας, αἰσχύνη καὶ φθορά. «Οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί.» Οὕτω, πῶς; ὡς ἀπεκδεχόμενοι ἐξ οὐρανῶν Σωτῆρα τὸν Κύριον Ἰησοῦν. Στέφανον δὲ ἑαυτοῦ τοὺς μαθητὰς, φησὶ, διά τοι τῶν στεφάνων αὐτῷ γίνεσθαι πρόξενον τὴν ἐπακοὴν αὐτῶν τὴν εἰς τὸ κήρυγμα. «Εὐωδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ. Ναὶ ἐρωτῶ καὶ σὲ, σύζυγε γνήσιε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ Εὐαγγελίῳ συνήθλησάν μοι, μετὰ καὶ Κλήμεντος, καὶ τῶν λοιπῶν συνεργῶν μου.

Εἰπὼν ἐν τῷ καθόλῳ παράκλησιν, καὶ κατ᾽ εἶδος αὐτὴν προσφέρει ἐπὶ τῶν ἐξόχων ἐν τῇ πίστει· καὶ τοῦτο δῆλον ἐκ τοῦ ἐπενεγκεῖν αὐτόν· Οἵτινες συνήθλησάν μοι ἐν τῷ Εὐαγγελίῳ. Τινὲς τὴν γυναῖκά φασιν αὐτοῦ παρακαλεῖν ἐνταῦθα.

Ἀλλ᾽ οὐκ ἔστιν. ἀλλά τινα γυναῖκα, ἢ καὶ ἄνδρα μιᾶς αὐτῶν. »Ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.» Τοῦτο εἴρηκεν ἐκ τοῦ Κυρίου μαθών· Χαίρετε γὰρ, φησὶν, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς. «Χαίρετε ἐν Κυρίῳ πάντοτε.» Κἂν ἐν δεσμοῖς, φησὶν, ἀκούητε τὸν διδάσκαλον, κἂν ἐν μάστιξιν, κἂν ἐν αὐτῷ θανάτῳ, καὶ οὐ μόνον ἐπὶ τῶν διδασκάλων δεῖ, ἀλλὰ καὶ αὐτοὶ ταῦτα διὰ Χριστὸν πάσχοιμεν. «Πάλιν ἐρῶ, Χαίρετε, τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις.» Μονονουχὶ διαμαρτύρεται αὐτοῖς, ὡς οὐ δεῖ ἀθυμεῖν, ἀλλὰ χαίρειν. «Ὁ Κύριος ἐγγύς· μηδὲν μεριμνᾶτε.» Μὴ θορυβείτω, φησὶν, ὑμᾶς τὰ κατ᾽ ἐμέ. Ὁ γὰρ Κύριός μοι παρέσται. «Ἀλλ᾽ ἐν παντὶ τῇ προσευχῇ, καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν· καὶ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν.» Ἐπειδὴ μηδὲν μεριμνᾷν αὐτοῖς εἶπεν, ἵνα μὴ ἀναπέσωσι, νομίσαντες αὐτὸν ἐν τῷ καθόλου τοῦτο ἀποφήνασθαι· Τούτου χάριν, φησὶν, εἶπον μὴ μεριμνᾷν ἐν τοῖς περὶ ἐμοῦ δεσμοῖς, ὡς δεινόν τι πάσχοντος ἐξ αὐτῶν. Οὐ γάρ εἰσι δεινά· ἀλλὰ μεριμνᾶτε, φησὶν, ἐν τῇ προσευχῇ, καὶ τῇ δεήσει τῇ πρὸς τὸν Θεόν. Αἰτεῖν γὰρ τὸν Θεὸν δεῖ, εὐχαριστοῦντας, οὐκ ἀθυμοῦντας, οὐδὲ ἀκηδιῶντας. «Φρουρήσει τὰς καρδίας ὑμῶν, καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.» Πάλιν αὐτοῖς τὸ ὁμόπιστον εὔχεται.

Τοῦτο γάρ ἐστι τὸ φρουρηθῆναι τὰς καρδίας αὐτῶν, καὶ τὰ νοήματα ἐν Χριστῷ. «Τὸ λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ἃ καὶ ἐμάθετε, καὶ παρελάβετε, καὶ ἠκούσατε.» Ἐδίδαξεν ἡμᾶς ὁ Ἀπόστολος, ὡς κεφαλὴ παντὸς ἡμῖν ἀγαθοῦ ἡ πίστις, ἡ εἰς τὸν Χριστὸν, καὶ ὡς πάντα τὰ ἔργα τὰ κατ᾽ ἀρετὴν, ὡς μέρος τι μικρὸν κατ᾽ ἐκείνην εἰσίν. Ὅμοιον οὖν ὡσεὶ λέγοι· Ἔχετε τὴν πίστιν, ἣν καὶ φυλάττεσθαι ἐν ὑμῖν εὔχομαι.

Λείπει δὲ ἔτι ὑμῖν ἡ κατ᾽ ἀρετὴν πολιτεία, ἧς καὶ ἀντέχεσθαι ὑμᾶς παραινῶ. Τὸ λοιπὸν οὖν λέγε, οὐχ ὅτι μικρὸν τὸ κατ᾽ ἀρετὴν πολιτεύεσθαι· μέγα γάρ· ἀλλ᾽ ὅτι μικρὸν ὡς πρὸς σύγκρισιν τῆς πίστεως, καὶ περίλοιπον. Ὁ γὰρ θεμέλιος, καὶ ἡ ἀσφάλεια ἡ πίστις ἐστὶν, ἧς ἄνευ οὐ δυνατὸν οἰκοδομηθῆναί τι. Ἐπεὶ οὐδὲ οἰκοδομή ἐστιν, ὥσπερ οὐδὲ οἶκος ἄνευ θεμελίων. Ἔστιν οὖν ἡ μὲν πίστις τὰ θεμέλια, καὶ ἡ τοῦ παντὸς οἴκου οἰκοδομὴ, αἱ δὲ πράξεις αἱ κατ᾽ ἀρετὴν, ὀρόφῳ ἐοίκασι συγκλείοντι καὶ οἱονεὶ στεφανοῦντι τὸ πᾶν οἰκοδόμημα. «Καὶ εἴδετε ἐν ἐμοί.» Ἐπειδὴ πολλῆς ἀρετῆς εἶπεν ἀντέχεσθαι, ἀληθείας, σεμνότητος, δικαιοσύνης, ἁγνείας, φιλαδελφίας, εὐλογίας, καὶ πάντων ὅσα ποιοῦσιν ἀρετὴν, ὅσα εὐφημίαν· ἐπειδὴ τούτων πάντων εἶπεν ἐπιμελεῖσθαι, ἵνα μὴ δόξῃ μείζονα ὧν ἴσχυον ποιεῖν ἐπιτάττειν αὐτοῖς, τούτου χάριν ἐφ᾽ ἑαυτοῦ εἰς τὸ κατορθοῦν αὐτὰ παρακαλεῖ αὐτούς. Ὅμοιον οὖν ὡς εἰ λέγοι· Ἵνα μὴ ἀκηδιάσητε, ὡς μεγάλων ὄντων τῶν ἐπιταγμάτων, καὶ μειζόνων ἢ δύνασθαι κατορθοῦν. Ἐν ἐμοὶ γὰρ, φησὶν, ἅπαντα ἠκούσατε γινόμενα, καὶ οὐ μόνον ἠκούσατε, ἀλλὰ καὶ τεθέασθε. «Ταῦτα πράσσετε, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾽ ὑμῶν.» Παραινῶ, φησὶ, ποιεῖν αὐτὰ, ἐπειδὴ καὶ μέγας ὁ ὑπὲρ αὐτῶν μισθός· οὗτος δέ ἐστιν, τὸ σύνοικον ἔχειν τὸν Θεόν. «

Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ᾽ ᾧ καὶ ἐφρονεῖτε· ἠκαιρεῖσθε δέ· οὐχ ὅτι καθ᾽ ὑστέρησιν λέγω.

Ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμὶ αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν ἐν παντί· καὶ ἐν πᾶσι μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν, καὶ ὑστερεῖσθαι. Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει. Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι· ὅτι καὶ ἐν Θεσσαλονίκῃ, καὶ ἅπαξ, καὶ δὶς εἰς τὴν χρείαν μου ἐπέμψατε· οὐχ ὅτι ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν.

Ἀπέχω δὲ πάντα, καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρ᾽ Ἐπαφροδίτου τὰ παρ᾽ ὑμῶν.» Περὶ τῆς διακονίας ἧς ἀπέστειλαν αὐτῷ, λέγει. Ἐχάρη δὲ, οὐχ ὅτι ἔλαβεν, ἀλλ᾽ ὅτι καρπὸν ἔσχον οἱ μαθηταί. Εἰ γὰρ ὁ Κύριος διέταξεν αὐτοὺς διδόναι, πῶς οὐκ ἔπταιον μὴ διδόντες; Οἰκείως οὖν σφόδρα τὸ, ἀνεθάλετε, εἶπεν. Ἀρχὴ γὰρ ἀγαθοῦ καρποῦ ἡ πρὸς τοὺς διδασκάλους κοινωνία, ὥσπερ ἀμέλει καὶ μαρασμοῦ, ἡ τούτων λήθη. «Ὀσμὴν εὐωδίας, θυσίαν δεκτὴν, εὐάρεστον τῷ Θεῷ.» Τοῦτο γάρ ἐστι τὸ παρέχον αὐτοῖς εὐωδιάζειν· νόμον γὰρ θεῖον πληροῦσιν. «Ὁ δὲ Θεός μου πληρώσῃ πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ, ἐν Χριστῷ Ἰησοῦ.

Τῷ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί· ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι. Μάλιστα δέ.» Ὅρα τῆς διακονίας πόσος ὁ καρπός· τὸ πλουτισθῆναι αὐτοὺς ἐν δόξῃ Χριστοῦ· ἅμα δὲ καὶ ἠρέμα αὐτοὺς διδάσκει, ὡς διὰ τὸ χρήσιμον αὐτῶν ἐκέλευσεν αὐτοὺς ὁ Χριστὸς κοινωνεῖν τοῖς διδασκάλοις, ἵνα τῶν πνευματικῶν αὐτῶν μεταλάβωσιν. Ἐπεὶ πῶς οὐκ ἠδύνατο ὁ τούτους πλουτίζων, καὶ τοὺς διδασκάλους πλουτίσαι; Ἀλλ᾽ οἰκονομίᾳ τοῦτο πεποίηκεν, ἵνα καὶ οἱ διδάσκαλοι μὴ κατεπαίρωνται τῶν μαθητῶν, ὡς δωρεὰν αὐτοὺς πλουτίζοντες, μήτε οἱ μαθηταὶ ἀκηδιῶσιν, ὡς ἀεὶ ἐν τῇ τῶν πτωχευόντων ὄντες τάξει, καὶ μηδὲν μεταδιδόντες αὐτοῖς. Διὰ τοῦτο ἀνάδοσιν καὶ κοινωνίαν ἐκέλευσε γίνεσθαι, εἰ καὶ τὰ τῶν διδασκάλων ἀσυγκρίτως μείζονα. «Οἱ ἐκ τῆς Καίσαρος οἰκίας. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ.» Παραμυθεῖται σφόδρα αὐτοὺς, τῷ εἰς τὸν οἶκον τὸν βασιλικὸν κεκρατηκέναι εἰπεῖν τὸ κήρυγμα, καὶ ἐπὶ τοσοῦτον, ὥστε καὶ τοὺς ἐν Φιλίπποις πιστοὺς κατασπάζεσθαι. «Μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν.» Δείκνυσιν ὡς πάντες, πρὸς οὓς γράφει τὴν ἐπιστολὴν, εἰσὶ πνευματικοί. Τοῦτο γὰρ καὶ δι᾽ ὅλης τῆς ἐπιστολῆς αὐτοῖς μαρτυρεῖ.

Πρὸς Φιλιππησίους ἐγράφη ἀπὸ Ῥώμης δι᾽ Ἐπαφροδίτου. Στίχων σηʹ.