Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰς ἐπιστολὰς τοῦ Παύλου

Ἰωάννης ὁ Δαμασκηνός

Ερμηνεία στην Προς Κολοσσαείς Επιστολή

Ερμηνεία της επιστολής Προς Κολοσσαείς, με έμφαση στο πρόσωπο του Χριστού ως κεφαλής της κτίσεως και της Εκκλησίας, και αποδοκιμάζοντας τις φιλοσοφικές και ιουδαϊκές πλάνες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 7 από 14

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. «Παῦλος, ἀπόστολος Χριστοῦ Ἰησοῦ, διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός.» Γράφει τὴν ἐπιστολὴν ἀνδράσι παραλαβοῦσι μὲν τοῦ Εὐαγγελίου τὸν λόγον παρὰ Ἐπαφρᾶ, δεομένοις δὲ τῆς πλείονος γνώσεως· οὐ γὰρ εἶχον τελείαν γνῶσιν.

Διὸ καὶ δογμάτων βαθυτέρων ἅπτεται, καὶ εἰς αὐτὸ τὸ τῆς οἰκονομίας αὐτοὺς εἰσάγει πέλαγος, καὶ ἐπεύχεται τελειωθῆναι ταύτῃ τῇ γνώσει. Οὐ μόνον δὲ, ἀλλὰ καὶ παραινεῖ μὴ ἀπάγεσθαι, μήτε τοῖς ἐξ Ἑλληνικῆς ἀπάτης ἀποσυλῶσιν αὐτοὺς τῆς ἀληθείας, μήτε πιστεύειν τοῖς ἐν περιτομῇ. Ἀμφότεροι γὰρ ἔξω τοῦ κατὰ Θεὸν μυστηρίου εἰσίν. Ἔτι γε μὴν καὶ τὸν ἠθικὸν αὐτοῖς συνάπτει λόγον, ὁποίους εἶναι δεῖ τοὺς κατὰ Χριστὸν ζῶντας, διδάσκων αὐτούς. «Τοῖς ἐν Κολοσσαῖς.» Ἡ πόλις τῆς Φρυγίας. «Ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Πιστοὶ, οὐ διὰ τὸ πιστεύειν μόνον καλούμεθα, ἀλλὰ καὶ διὰ τὸ πιστευθῆναι τοῦ Θεοῦ μυστήρια. «Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ Πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πάντοτε περὶ ὑμῶν προσευχόμενοι, ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς.» Εὐχαριστίαν ὑπὲρ αὐτῶν ἀναφέρειν φησὶ διὰ δύο ταῦτα, διά τε τὴν ὀρθὴν εἰς Χριστὸν πίστιν, καὶ τὴν ἀγάπην τὴν εἰς τοὺς ἁγίους. «Ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ Εὐαγγελίου τοῦ παρόντος εἰς ὑμᾶς.» Παρ᾽ Ἐπαφρᾶ δηλονότι. «

Καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ, καὶ ἔστι καρποφορούμενον, καθὼς καὶ ἐν ὑμῖν, ἀφ᾽ ἧς ἡμέρας ἠκούσατε, καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ, καθὼς καὶ ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ, ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι.» Τὴν δύναμιν τοῦ Εὐαγγελίου λέγει, πρὸς βεβαίωσιν τῶν ἀκουόντων, λέγων αὐτὸ διήκειν διὰ τοῦ κόσμου παντὸς, καρποφορούμενον ἐν ἔργοις, καὶ αὐξανόμενον ταῖς προσθήκαις τῶν πιστευόντων, ὥστε εἰδέναι τοὺς ἀκούοντας, ὅτι καθάπερ ἐν μεγίστῃ πόλει, καταριθμοῦνται δι᾽ ὅλης τῆς οἰκουμένης αἱ Ἐκκλησίαι. «Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ᾽ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι, ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ, ἐν πάσῃ σοφίᾳ, καὶ συνέσει πνευματικῇ.» Ἄξια σπουδῆς, φησὶν, ἐμοὶ τὰ καθ᾽ ὑμᾶς. Διὸ καὶ ἀδιαλείπτως προσεύχομαι αἰτούμενος τὸ σοφίας δῶρον, ἵνα δι᾽ αὐτοῦ μάθητε πῶς ἠθέλησεν ὁ Θεὸς τὸν κόσμον εἰς οἰκείωσιν τὴν ἑαυτοῦ ἀγαγεῖν, καὶ τίνι τρόπῳ τὰ τῆς οἰκειώσεως γενέσθαι δυνατὸν ἦν. Τοῦ μὲν νόμου συνάπτειν Θεῷ μὴ ἰσχύοντος, Χριστοῦ καὶ μόνου συνάπτοντος, ὅτι αὐτὸς δικαιοσύνης τῆς ὑπὲρ ἀνθρώπων πληρωτὴς γενόμενος, τὸ πληρωθὲν ἐφ᾽ ἑαυτοῦ χαρίζεται τοῖς πιστεύουσιν. «

Περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου, εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες, καὶ αὐξανόμενοι εἰς τὴν ἐπίγνωσιν τοῦ Θεοῦ, ἐν πάσῃ δυνάμει κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ, εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς.» Αὕτη γὰρ σοφία πνευματικὴ, ἐξ ἧς ὁ ὑγιὴς καὶ πνευματικὸς βίος. Ἐπιτείνει γὰρ τὴν προθυμίαν τῶν ἀγαθῶν ἔργων ἡ σύνεσις. «Εὐχαριστοῦντες τῷ Θεῷ, τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐῤῥύσατο ἡμᾶς.» Πατέρα ἡμῶν λέγει τὸν Θεὸν, κατὰ τὴν δοθεῖσαν ἡμῖν διὰ τῆς εἰς τὸν Μονογενῆ πίστεως υἱοθεσίαν· Ὅσοι γὰρ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. «Ἐκ τῆς ἐξουσίας τοῦ σκότους, μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν.» Σκότος, ἡ ἐξουσία τοῦ διαβόλου, καὶ ἐν σκότῳ τὸ δύνασθαι ἔχει, καθάπερ ὁ κλέπτης ἐν νυκτί· οἷς δὲ μὴ παρέστη τὸ κακίας σκότος, κατὰ τούτων οὐκ ἰσχύει διάβολος. Οἱ δὲ τὴν ἐξουσίαν ταύτην ἀποφυγόντες, ὑπὸ τὴν βασιλείαν καθίστανται τοῦ Υἱοῦ, δι᾽ οὗ ἐπανατρέχομεν ἐπὶ τὴν τοῦ Πατρὸς βασιλείαν.

Ἐπειδὴ δὲ τῆς κατὰ σάρκα οἰκονομίας τὰ λεγόμενα, διὰ τοῦτο λέγεται Υἱὸς τῆς ἀγάπης τοῦ Πατρὸς, ἀντὶ ἀνθρώπων καὶ ὑπὲρ ἀνθρώπων ἀγαπηθεὶς, κατὰ τὴν ἐν ἀνθρώποις λειτουργικὴν ἐνέργειαν· καὶ κατὰ τὴν τοῦ δούλου μορφὴν πληρώσας τὰ ὑπὸ κόσμου ἐλλειπόμενα. Καὶ διὰ τοῦ αἵματος αὐτοῦ λέγει τὴν ἀπολύτρωσιν. Λύτρου γὰρ λόγῳ δέδοται τὸ αἷμα τοῦ Κυρίου, ἐξάγον τοὺς ὑπὸ θανάτου αἰχμαλώτους εἰς ζωήν· ὅτι οὐχ ἑτέρως οἷόν τε ἦν ἐπαναχθῆναι τοὺς ὑπὸ τὴν τοῦ θανάτου βασιλείαν, ἢ διὰ τοῦ κοινωνήσαντος ἡμῖν θανάτῳ, καὶ ὁδηγοῦντος ἡμᾶς ζωήν. «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου.» Ἡ τῆς χάριτος ἐξήγησις εἰς τὴν θεολογίαν ἀνατρέχει.

Ἀπὸ γὰρ τῆς ἐνεργείας τῆς ἐν τῇ παρουσίᾳ γινώσκομεν τὴν τοῦ Θεοῦ οὐσίαν τὴν πρὸ τῆς παρουσίας. Θεοῦ γὰρ ἔργον, τὸ σβέσαι θάνατον, καὶ ζωὴν ἀντικαταστῆσαι, καὶ τὸν κόσμον εἰς Θεὸν ἐπαναγαγεῖν. Διὰ τοῦτο λέγει· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, ἵνα καὶ ὅτι ἔστι Θεὸς, ἐπιδείξῃ, καὶ ὅτι οὐχὶ ὁ Πατὴρ αὐτὸς, ἀλλ᾽ εἰκὼν τοῦ Πατρὸς, ταυτότητα ἔχων πρὸς αὐτὸν, οὐκ αὐτὸς ὢν ἐκεῖνος. «Πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι· τὰ πάντα δι᾽ αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται, καὶ οὗτός ἐστι πρὸ πάντων.» Ὅρα πῶς καὶ τὴν ἐκ Πατρὸς αὐτοῦ προαιώνιον κηρύττει γέννησιν, καὶ τῶν κτισμάτων αὐτὸν χωρίζει, τῷ λέγειν, ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. Εἰ δὲ ἀδελφότης ἦν υἱῶν δευτέρων ἐπὶ τῷ πρώτῳ γενομένων, οὐκ ἂν ἐν αὐτῷ ἔλεγεν αὐτὰ ἐκτίσθαι. Τῇ γὰρ σοφίᾳ πάντα ἐποίησεν ὁ Πατὴρ, Χριστὸς δὲ ἐστὶ Θεοῦ δύναμις καὶ σοφία. «Καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχὴ, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων.» Καὶ ἐν αὐτῷ, ἔκτισται, φησὶ, τὰ πάντα, καὶ ἐν αὐτῷ συνέστηκεν, καὶ αὐτός ἐστι κεφαλὴ, καὶ ἀμφότερα συνάγει, τά τε τῆς θεολογίας, καὶ τὰ τῆς κενώσεως.

Αὐτὸς γὰρ, φησὶν, ἐστὶν ὁ πρὸ αἰώνων γεννηθεὶς, ὁ καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν. Πρωτεύειν δὲ αὐτὸν λέγει, οὐχ ὡς τὸ πρωτεύειν προλαβόντα, ἀλλ᾽ ὡς δόξαν ἡμῖν τοῦ πρωτεύεσθαι ὑπ᾽ αὐτοῦ χαριζόμενον. Οὕτω γὰρ καὶ διαμένειν ἔμελλε τὰ ποιήματα, ἐξαρτηθέντα τοῦ δημιουργοῦ καὶ ἀποπεφευγότα τὴν φθορὰν, ἣν ὑπέμεινεν ἐν τῷ τὴν διάῤῥηξιν εἰς φθορὰν μεταβάλλειν ὅπερ εἶπεν ἐν τῇ πρὸς Ἐφεσίους. «Ὅτι ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι᾽ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ δι᾽ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.» Ὅτι ἐν αὐτῷ ηὐδόκησεν ἀνακεφαλαιώσασθαι τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, οὕτω καὶ ἐνταῦθα πάλιν λέγει δι᾽ ἑτέρων λέξεων. Ὁ γὰρ θάνατος τοῦ Χριστοῦ, καὶ τὸν ἄνθρωπον ἀνέσωσεν, καὶ ἀνεστοιχείωσε, καὶ τοὺς ἀγγέλους εἰς τὴν ἀρχαίαν ἤγαγε χαρὰν σωζομένων ἀνθρώπων, καὶ συνῆψε τὰ κάτω τοῖς ἄνω· καὶ τοῦτό ἐστι τὸ, ἀποκαταλλάξαι τὰ πάντα. Ἐποίησε γὰρ εἰρήνην, καὶ τὴν ἔχθραν ἦρεν ἐκ τοῦ μέσου. Διὸ καὶ ἔλεγον οἱ ἄγγελοι, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. «Καὶ ὑμᾶς ποτὲ ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ, ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους, καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ.»

Ἐχθροὶ ἦσαν τῇ διανοίᾳ οἱ κεχωρισμένοι τοῦ Ἰσραὴλ διὰ τὸ ἐν ἔργοις εἶναι πονηροῖς. Τὴν μὲν προϋπάρχουσαν ἔχθραν, διὰ τὴν κακίαν καὶ ἀνομίαν εἰς φιλίαν ἐληλυθέναι φησὶ, διὰ τὸ νεκρωθῆναι τὸν τῆς σαρκὸς βίον, τὸν ἐν ἡμῖν μὲν ἐῤῥυπωμένον, ἐν Χριστῷ δὲ καθαρὸν, δοθέντα δὲ ὅμως εἰς νέκρωσιν ὑπὲρ τοῦ τὴν ἐν τῷ βίῳ τούτῳ παρ᾽ ἡμῖν κεκρατηκυῖαν ἁμαρτίαν ἐκ βάθρων ἀναιρεθῆναι, ὥστε ἡμᾶς καθ᾽ ἑτέραν ζωὴν τὴν ἐκ νεκρῶν παραστῆναι Θεῷ, μηκέτι ἐνόχους τοῖς ἐγκλήμασι τῆς προτέρας ζωῆς, ὅσοι δηλαδὴ συμμορφούμεθα τῷ θανάτῳ καὶ τῇ ἀναστάσει τοῦ Χριστοῦ. «Εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ Εὐαγγελίου, οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανὸν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.» Ἐπειδὴ ἀκοῇ τὰ κατ᾽ αὐτοὺς οἶδεν, ἀμφιβόλως εἴρηκεν, Εἴ γε ἐπιμένετε. Δηλονότι τῆς πίστεως ἡ ἐπιμονὴ βεβαιοῖ τὴν πρὸς Θεὸν οἰκείωσιν. «Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν.» Ἐναγώνιον τὸ ἔργον τοῦ Ἀποστόλου. Καὶ ἐπειδὴ περὶ τὸ ἔργον ἐστὶ πρόθυμος, χαίρει καὶ ἐν τοῖς ἀγωνίσμασιν οἷς ἀγωνίζεται ὑπὲρ τῆς Ἐκκλησίας.» «Καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία· ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς.»

Τουτέστι τῆς Ἐκκλησίας· καθὸ γὰρ αὐτοῦ ἡ Ἐκκλησία.

Πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων, καὶ ἀπὸ τῶν γενεῶν· νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι, τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς, ἐν ὑμῖν ἡ ἐλπὶς τῆς δόξης, ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ, εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ, τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.» ΚΕΦΑΛ. Βʹ. «Θέλω δὲ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκὶ, ἵνα πληρωθῶσιν αἱ καρδίαι αὐτῶν συμβιβασθέντων ἐν ἀγάπῃ, καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ, καὶ Πατρὸς, καὶ τοῦ Χριστοῦ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας, καὶ τῆς γνώσεως ἀπόκρυφοι.» Ἡ διακονία τοῦ Ἀποστόλου ἐστὶν ἐν τῇ λόγου διδασκαλίᾳ.

Ὁ δὲ λόγος ἐστὶ περὶ τῆς τοῦ κόσμου σωτηρίας, τῆς πάλαι μὲν ἐξ ἀϊδίου παρὰ Θεῷ βεβουλευμένης καὶ ὁρισθείσης, ἐμφανῶς δὲ νῦν καταστησάσης, καὶ γινωσκομένης παρὰ τοῖς ἀξίοις τῆς γνώσεως, οὐ διὰ σοφίας σαρκικῆς, ἀλλὰ διὰ τῆς ἀποκεκρυμμένης ἀεὶ παρὰ Θεῷ, ὑπερκοσμίου τυγχανούσης, καὶ ἐν Πνεύματι ἁγίῳ κειμένης, ἧς δέονται καὶ οἱ ἐκ τῆς ἀνθρωπίνης σοφίας ἐρχόμενοι, καὶ οἱ ἐκ νόμου, ὅτι μήτε νόμος ἐξέφηνεν ἀργῶς τὸ μυστήριον, μήτε κόσμος κατέλαβεν. «Τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.» Διὰ τοῦτο, φησὶν, εἴρηκα τοὺς πάντας θησαυροὺς τῆς σοφίας ἐν Χριστῷ τυγχάνειν, ἵνα μὴ τὴν ἔξωθεν σοφίαν ἐπιζητῆτε. Ἐπειδὴ καὶ οὐ παρὼν ὑμῖν σωματικῶς, πάρειμι πνευματικῶς, καὶ χαίρω ἐπὶ τῇ πίστει, καὶ εὐταξίᾳ τῆς Ἐκκλησίας. Βλέπω δὲ καὶ τὸ ἐνδεὲς ὑμῶν, καὶ τὸ ἐν χρείᾳ τῆς διδασκαλίας.

Ἐπὶ γὰρ πίστει γνῶσις ἀναγκαία. «Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐῤῥιζωμένοι, καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμενοι ἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε περισσεύοντες ἐν αὐτῇ.» Ἐπειδὴ μήπω διὰ τῆς ἐπιστολιμαίου διδασκαλίας οἶδεν αὐτοὺς δυναμένους φθάνειν εἰς τὸ τῆς σοφίας βάθος, πρὸς ἀσφάλειαν παραγγέλματι αὐτοὺς προκαταλαμβάνει, λέγων ἀγαθὴν εἶναι τὴν παράδοσιν ἣν παρειλήφασι, καὶ μόνην ἀληθῆ τὴν περὶ Χριστοῦ διδασκαλίαν, ἣν ὁ Ἐπαφρᾶς παραδέδωκεν, καὶ δεῖν τὸ βέβαιον ἐπὶ τῇ πίστει φυλάξαι, καὶ προσθεῖναι τὴν τῆς ἀγάπης ἐποικοδόμησιν, καὶ προκόπτειν ἐν ἔργοις ἀγαθοῖς ἀεὶ, καὶ τὰ τῶν θλίψεων ἐν ὑπομονῇ μετ᾽ εὐχαριστίας. «Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν.» Πλεονάζει κατὰ ταύτην τὴν ἐπιστολὴν πρὸς Ἕλληνας καὶ Ἰουδαίους διαλεγόμενος, ἑκατέρας ἐκτροπῆς ἀφαιρῶν τοὺς πεπιστευκότας. Πρῶτον μὲν οὖν τὴν ἐκ φιλοσοφίας ἀποσύλησιν φυλάττεται, κενὴν ἀπάτην λέγων εἶναι τὴν φιλοσοφίαν, ὅτι σχήματι καταπλήττει, καὶ πιθανότητι λόγων τῆς ἀληθείας ἀφεστηκυῖα.

Οὐ γὰρ ἱκανὰ περὶ Θεοῦ τὰ ἐξ ἀνθρώπων νοήματα, ἐπειδὴ πᾶσαι αἱ ἀνθρώπιναι καταλήψεις ἐκ τῶν ὁρατῶν οὖσαι, καὶ ἐκ τῶν τοῦ κόσμου στοιχείων, οὐκ εἰσὶ βέβαιαι πρὸς τὴν τῶν ζητουμένων κατάληψιν, τῶν ἀοράτων τῶν ζητουμένων. «Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς.» Ἐν Χριστῷ, φησὶ, καὶ ὁ Πατήρ ἐστι καὶ τὸ ἅγιον Πνεῦμα. Καὶ ἵνα μή τις νομίσῃ σχετικὴν εἶναι τὴν κατοίκησιν, ἢ συναπτικὴν ἁπλῶς, τούτου χάριν εἶπε, σωματικῶς, ἀντὶ τοῦ, οὐσιωδῶς. Λέγει οὖν, ὡς οὗτος ὁ γενόμενος ἄνθρωπός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ὁμοούσιος αὐτῷ τε καὶ τῷ ἁγίῳ Πνεύματι. «Καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι.» Ἐπειδὴ σὰρξ αὐτοῦ καὶ μέλη γεγόνατε, καὶ κεφαλὴν αὐτὸν ἔχετε, τούτου χάριν Πνεύματος ἁγίου ἐστὲ πεπληρωμένοι. «Ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας.» Εἰ καὶ ὁμοούσιος, φησὶ, γέγονεν ἡμῖν κατὰ τὴν σάρκα, ἤτοι τὴν ἀνθρωπότητα, ἀλλ᾽ οὖν καὶ οὗτός ἐστι κατεξουσιάζων τῶν ἀνθρώπων. «Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν. Καὶ ὑμᾶς νεκροὺς ὄντας ἐν τοῖς παραπτώμασι, καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ, χαρισάμενος ὑμῖν πάντα τὰ παραπτώματα.»

Ἐπισυνάπτει τοῖς Ἰουδαϊκοῖς τὰ Ἑλληνικὰ, οὐκ ἐκβάλλων αὐτὰ ὥσπερ ἐκεῖνα, ἀλλ᾽ ὑπεραναβαίνων, καὶ σώζων ἐν τοῖς πνευματικοῖς τὰ σωματικά. Τὸ πρῶτον οὖν γνώρισμα τοῦ Ἰουδαϊσμοῦ τὴν περιτομὴν ἔχων, ἡμᾶς, φησὶ, πιστεύοντας τῇ ἀληθεῖ περιτομῇ Χριστοῦ, καὶ μετέχοντας αὐτῆς· αὕτη δέ ἐστιν οὐ διὰ χειρουργίας ἀνθρωπίνης γινομένη, ἀλλὰ διὰ τῆς τοῦ σώματος ἑκουσίου ἀποδύσεως, τοῦ γηΐνου βίου ἀποτιθεμένου εἰς ἀνάληψιν τοῦ οὐρανίου, τοῦ δι᾽ ἀναστάσεως ἡμῖν ἀποδιδομένου· ἥντινα ἀνάστασιν ἤδη μὲν ἔχομεν δυνάμει, πιστεύοντες τῷ ὑπὲρ ἡμῶν ἀναστάντι, κομιούμεθα δὲ καὶ ἔργῳ τὴν ἀνάστασιν ἐν τῷ ἰδίῳ καιρῷ. «Ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτῷ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.

Ἐν τοῖς παρακούσασι Θεοῦ, καθάπερ γράμμα ἐστὶ τὴν παρακοὴν ἐλέγχον, ἡ ἐκτύπωσις, ἡ ἐκ τῆς πονηρᾶς ζωῆς. Τὸ διάγραμμα τοῦτο ἐξαλείφεται, ὡς μηκέτι καταμαρτυρεῖν ἡμῶν, ἐὰν δόγματι θείῳ προσίωμεν, τουτέστι προαιρέσει καὶ σπουδῇ. Προσήλωται οὖν, φησὶ, τῷ σταυρῷ τοῦ Κυρίου, τουτέστι νενέκρωται καὶ ἠκύρωται, τῆς ζωῆς νεκρωθείσης, ἐν ᾖ τὴν τύπωσιν εἴχομεν τῆς πονηρίας, καὶ τῆς ἐξ αὐτῆς καταμαρτυρίας. Ὁ γὰρ νεκρώσας τὴν ζωὴν, ἐνέκρωσε τὸ κατ᾽ αὐτῆς χειρόγραφον, καὶ τὰς πονηρὰς ἐξουσίας τὰς περιπεφυκυίας τῇ κακίᾳ τῇ σαρκικῇ, καὶ οἱονεὶ σκεπούσας καὶ καλυπτούσας τὸν ἄνθρωπον, συναπεκδύσατο τῷ σώματι, συνεκρέμασε, βαστάζων μὲν αἰσχύνην αὐτὸς, τὴν ἐν ἀνθρώπων ὀφθαλμοῖς, περιτρέπων δὲ αὐτὴν εἰς τοὺς σταυροῦντας τοῦ αἰῶνος τούτου ἄρχοντας ὄντας· ὅτι τὸ ἰσχυρὸν αὐτῶν, ὁ θάνατος ἀνῃρέθη μεταπεσὼν εἰς ζωὴν, ὥστε ἐκπεπτωκέναι τοῦ θρόνου, διὰ τὸ τὴν ῥίζωσιν, καὶ τὴν ὑποβάθραν αὐτοῦ περιῃρῆσθαι, ἥτις ἐστὶν ὁ θάνατος. »Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ Νουμηνίας, ἢ Σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα Χριστοῦ.» Ἀπηλλάγητε, φησὶ, τῶν περὶ σωμάτων νομοθετημάτων.

Ταῦτα γὰρ πάντα τυπικαὶ σκιαὶ μελλόντων, ὅτε τὴν ὄντως ἔχοντες καθρότητα, καὶ τὴν ἀληθῆ ἑορτάζοντες ἑορτὴν, Θεῷ παραστησόμεθα. «Μηδεὶς ὑμᾶς καταβραβευέτω, θέλων ἐν ταπεινοφροσύνῃ, καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων χορηγοῦν, καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.» Μὴ νομοθετείτω τις ὑμῖν, φησὶ, νομοθεσίαν ἔτι τὴν ταπεινὴν, τὴν ὑπ᾽ ἀγγέλοις οὖσαν ἐπιτρόποις, καὶ οἰκονόμοις, καὶ ἐν τοῖς σαρκικοῖς ταπεινῶν ὑμᾶς. Ταύτης γὰρ ἀντεχόμενοι οἱ τοῦ γράμματος φύλακες μάτην ἐπὶ σοφίᾳ μεγαλοφρονοῦσιν, οὐκ ἔχοντες τὴν κεφαλὴν, ὅς ἐστι ὁ Χριστὸς, ἐξ οὗ ἅπαν τῆς Ἐκκλησίας τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων αὔξει τὴν αὔξησιν, ἣν αὐτῇ δέδωκεν ὁ Θεὸς αὐξάνεσθαι.

Συναφὰς δὲ καὶ συνδέσμους τοὺς τὸν λόγον τῇ Ἐκκλησίᾳ κηρύττοντας λέγει. Δι᾽ αὐτῶν γὰρ συνάπτεται ἡ Ἐκκλησία Χριστῷ, καὶ τὴν καλὴν οἰκοδομὴν οἰκοδομεῖται. «Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε; μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς· ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει.» Εἰ ἐνεκρώθητε ταύτῃ, φησὶ, τῇ ζωῇ, καὶ παντὶ ὁρωμένῳ καὶ σαρκικῷ. Τὸν γὰρ παρόντα βίον διὰ τῶν στοιχείων σημαίνει. Εἰ ἀπεθάνετε οὖν, φησὶ, τῷ αἰῶνι τούτῳ, τί πάλιν περὶ αὐτὸν στρέφεσθε, περὶ βρώματα, καὶ τὰ τοιαῦτα στρεφόμενοι; ταῦτα γὰρ, φησὶ, γαστρὶ δέδοται, καὶ εἰς φθορὰν χωρεῖ. «Κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων· ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας, ἐν ἐθελοθρησκείᾳ, καὶ ταπεινοφροσύνῃ, καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι, πρὸς πλησμονὴν τῆς σαρκός.» Ἐντολὰς ἀνθρώπων, τὰς μυθικὰς διδασκαλίας τῶν Ἰουδαίων λέγει, ἢ καὶ ἐντολὰς σαρκικὰς αὐτὰς λέγει, μηδὲν ἐχούσας πνευματικόν. Τοῦτο γὰρ δηλοῖ τὸ, οὐ κατὰ Θεόν. Ἀφειδίαν δὲ σώματος, τὴν περιτομὴν λέγει.

ΚΕΦΑΛ. Γʹ. «Εἰ συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος, τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Ἐπεὶ οὖν, φησὶν, εἰς ἑτέραν ζωὴν ἀνέστητε τὴν οὐράνιον, τῶν κατὰ γῆν ἁπάντων δικαιωμάτων ἄνω γίνεσθε. Οὐ γὰρ δυνατὸν, ἀλλαχοῦ μὲν ἔχειν τὴν ζωὴν, τῆς δὲ ἑτέρωθι κειμένης ἔχειν τὰ νομοθετήματα· ἀλλὰ ἀργείτω μὲν τὰ περὶ σῶμα, ὡς τεθνηκότων ἡμῶν, ἐνεργείσθω δὲ τὰ πνεύματα καθὸ ζῆτε, καὶ ἀναμενέτω τὸ σῶμα τὴν καὶ αὐτῷ δοθησομένην ζωὴν, ἐπειδὰν ὁ τῆς ζωῆς ἡμῖν χορηγὸς ἐπιφανῇ Χριστὸς, ἔχων μὲν αὐτὴν ἐν τῷ ἰδίῳ σώματι, μεταδώσων δὲ αὐτῆς καὶ τοῖς ἡμετέροις· ἐπειδὰν καὶ αὐτὰ εἰς ζωὴν προαχθῆναι δέῃ, ζωὴν τὴν ἔνδοξον, ζωὴν τὴν μακαρίαν, πρὸς ἣν ἰδίαν οὖσαν Χριστοῦ, καὶ ἡμεῖς συσχηματιζόμεθα. «Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς· νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργὴν, θυμὸν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν. Μὴ ψεύδεσθε εἰς ἀλλήλους.»

Ἡ τοῦ Παύλου παραίνεσις, νεκρότητα μὲν εἰσηγεῖται πρὸς τὴν κοσμικὴν ζωὴν τὴν παρεφθαρμένην, ζωὴν δὲ ἀντὶ ταύτης εἰσάγει τὴν οὐράνιον καὶ πνευματικήν· καὶ νεκρῶσαι μὲν τὰ μέλη προστάττει τὰ ἐπὶ τῆς γῆς, ὡς ἂν τῷ πνεύματι ἡμῶν ζωὴν καταλιπὼν κατὰ τὴν ἐν ἁγίῳ Πνεύματι πολιτείαν, ἀναγκαίαν δὲ τὴν νέκρωσιν τῆς ζωῆς ἀποδείκνυσι, τὸ μεμολυσμένον αὐτῆς ἐξηγούμενος, ἵνα μὴ τὴν ἐν σώματι ζωὴν πονηρὰν ὑπολάβωμεν, ὥσπερ Ἕλληνες ἡγοῦνται, ἀλλὰ τὴν τῆς ζωῆς παρατροπὴν, τὴν ἐν ἡδοναῖς, ἐν αἷς αἱ πορνεῖαι, καὶ ὅσαι ἰδέαι κακουργίας· ἀκαθαρσίαν, καὶ ἀσέλγειαν, καὶ πάθος, καὶ ἐπιθυμίαν κακὴν ὀνομάζει, καὶ τὴν πλεονεξίαν ἐπισυνάπτων, ὅτι δὴ ἀκολούθημα τῶν ἡδονῶν αἱ πλεονεξίαι, χρημάτων χορηγίαν ἐπιζητουσῶν ἡδονῶν. Εἰδωλολατρείαν δὲ καλεῖ τὴν πλεονεξίαν, ὅτι τῷ Θεῷ δουλεύειν καταλιπόντες, ἀντὶ Θεοῦ τοῖς χρήμασι δουλεύουσι. Πείθων οὖν μὴ διατρίβειν τοῖς τοιούτοις, τὴν ὀργὴν ἐπέρχεσθαί φησι δι᾽ αὐτὰ ἐκ Θεοῦ τοῖς ἀπειθοῦσιν.

Οὐ δέον οὖν, φησὶ, καὶ τοὺς πιστοὺς τοὺς καὶ τὴν ὀργὴν ἀποφευξαμένους, ἐν τούτοις τοῖς ἔργοις διατρίβειν, ἐν οἷς τὸ παλαιὸν διετρίβετε, ὅτε τὴν ζωὴν εἴχετε ταύτην, ἣν ἀποθέσθαι συμβουλεύομεν. «Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ.» Καθόλου λέγει συνελὼν μεταβολὴν τῶν παλαιῶν τρόπων δεῖν γενέσθαι. Ἄνθρωπον γὰρ λέγει παλαιὸν, τὸν τρόπον τὸν πάλαι, τὸν ἀπὸ τῆς πτώσεως ἐπιγεγενημένον. «Καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν, κατ᾽ εἰκόνα τοῦ Κτίσαντος αὐτὸν, ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός. Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν, ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφὴν, καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς. Ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος.» Ὥσπερ παλαιὸν ἄνθρωπον, τὴν πονηρίαν ἐπεισελθοῦσαν ἡμῖν ἐκ τῆς πτώσεως λέγει, οὕτω καινὸν, τὴν κατὰ Χριστὸν πολιτείαν, ὡς πάντας εἶναι μιμητὰς Χριστοῦ, καθὸ καὶ ἐν Ἰουδαίῳ, καὶ ἐν Ἕλληνι καὶ Βαρβάρῳ, καὶ ἐν δούλῳ, οὓς ὁμοιώματα αὐτοῦ πάντας θέλει γενέσθαι. «

Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν ἐκλήθητε ἐν ἑνὶ σώματι, καὶ εὐχάριστοι γίνεσθε. Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ, διδάσκοντες, καὶ νουθετοῦντες ἑαυτοὺς, ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ. Καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ, ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι᾽ αὐτοῦ. Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἰδίοις ἀνδράσι, ὡς ἀνῆκεν, ἐν Κυρίῳ.

Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα. Τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ. Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλείᾳ, ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν. Καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι ἀπὸ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρ Κυρίῳ Χριστῷ δουλεύετε.

Ὁ δὲ ἀδικῶν, κομιεῖται ὃ ἠδίκησε, καὶ οὐκ ἔστι προσωποληψία.» ΚΕΦΑΛ. Δʹ. Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες, ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς. Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ, προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, διὸ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι.» Καὶ τὸ εἰρηναῖον, φησὶν, ἐκ καρδίας ἔστω, καὶ ἐκ καρδίας κρατείτω, μὴ λόγων ἀπάταις δοκούντων ἐπιτελεῖσθαι. Ἀπαιτεῖ γὰρ τὴν διὰ τῆς εἰρήνης ἕνωσιν τοῦ ἑνὸς σώματος ἑνότης, εἰς ὃ πάντες ἀνειλήμμεθα δυνάμει, ὅπερ ἐστὶ σῶμα τοῦ Χριστοῦ.

Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Τὰ κατ᾽ ἐμὲ πάντα γνωρίσει ὑμῖν.» Τὴν συνδιατριβὴν τῶν ἀπίστων φιλικὴν εἶναι βούλεται μέχρι τῆς κοινῆς ταύτης φιλίας. Ἕως γὰρ σύνεσμεν τοῖς τοιούτοις, εἰρηνικῶς συνεῖναι δεῖ, ἐπειδὴ μετὰ τοῦτο ἔσται τό· Κατὰ μόνας ἐπ᾽ ἐλπίδι κατῴκησάς με. «Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος, καὶ σύνδουλος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς, εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τε τὰ περὶ ὑμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν.

Πάντα ὑμῖν γνωρίσουσι τὰ ὧδε. Ἀσπάζεται ὑμᾶς.» Ἀσιανὸς ἀνὴρ ἀπολιπὼν τὴν πατρίδα, καὶ ἀκολουθῶν τῷ Ἀποστόλῳ. Διὸ καὶ ἀγαπητὸν ἀδελφὸν, καὶ πιστὸν διάκονον, καὶ σύνδουλον ἐν Κυρίῳ καλεῖ, καὶ διδασκαλικῆς χάριτος τετυχηκότα. Δείκνυσιν ἐπὶ παρακλήσει τῶν Ἐκκλησιῶν ἀποστέλλων αὐτὸν ἀπὸ τῆς Ῥώμης σὺν Ὀνησίμῳ πολίτῃ Κολοσσαέων ὄντι, καὶ οἰκείως πρὸς τοὺς Ἰουδαίους ἀποστελλομένῳ. «Ἀρίσταρχος ὁ συναιχμάλωτός μου.» Οὗτός ἐστιν ὁ ἐκ τῆς Θεσσαλονίκης συναπάρας τῷ Παύλῳ. Ἐπεὶ οὖν καὶ δεσμώτῃ συνεξῆλθεν, ὥσπερ αἰχμαλώτῳ παρὰ τοῖς ἔθνεσιν ὄντι, συναιχμάλωτον καλεῖ. «Καὶ Μάρκος ἀνεψιὸς Βαρνάβα, περὶ οὗ ἐλάβετε ἐντολὰς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν· καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς.

Οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.» Καὶ ἡ πρὸς Βαρνάβαν συγγένεια συνίστησι τὸν ὀνομαζόμενον Μάρκον. Γνωριμώτερος γὰρ ὁ Βαρνάβας. Ἰησοῦν δὲ ἐπάγει τὸν λεγόμενον Ἰοῦστον, ἴσως ἐπονομαζόντων αὐτὸν οὕτω τῶν πιστῶν δι᾽ εὐλάβειαν τὴν περὶ τὸ ὄνομα Σωτῆρος. Ἐκ περιτομῆς δὲ τούτους ὄντας, παρηγορίαν ἑαυτῷ φησιν εἶναι διὰ τὴν ἀπώλειαν τῶν συγγενῶν. Πενθοῦντι γὰρ ἐπὶ τοῖς ἀπολωλόσι, παραμύθιον οἱ σωζόμενοι. «Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι, καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ. Μαρτυρῶ γὰρ αὐτῷ, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ τῶν ἐν Ἱεραπόλει. Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς, καὶ Δημᾶς. Ἀσπάζεσθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς, καὶ Νυμφᾶν.» Ἐργάζεταί τι καὶ ἡ κατὰ γένος, καὶ ἡ κατὰ πατρίδα οἰκειότης, ἔτι δὲ καὶ ἡ κατὰ τὴν διδασκαλίαν.

Ταῦτα δὲ πάντα ὑπῆρχε τῷ Ἐπαφροδίτῳ πρὸς τοὺς Κολοσσαέας. Τὴν οὖν τῶν εὐχῶν σπουδὴν δείκνυσιν ἐν τῷ περὶ τούτων διηγήματι. «Καὶ τὴν κατ᾽ οἶκον αὐτοῦ Ἐκκλησίαν. Καὶ ὅταν ἀναγνωσθῇ παρ᾽ ὑμῖν ἡ ἐπιστολὴ, ποιήσατε, ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ.» Προτρέπει καὶ τὴν κατ᾽ οἴκους ἀσκεῖσθαι τὰ τῆς θεοσεβείας, ἐκκλησίας καλῶν καὶ τοὺς οἴκους. «Καὶ τὴν ἐκ Λαοδικείας, ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.» Τὴν πρὸς Τιμόθεον πρώτην λέγει. Τινές φασιν, ὅτι οὐχὶ τὴν Παύλου πρὸς αὐτοὺς ἀπεσταλμένην.

Οὐ γὰρ λέγει, τὴν πρὸς Λαοδικέας, ἀλλὰ τὴν παρ᾽ αὐτῶν Παύλῳ ἐκ Λαοδικείας γραφεῖσαν «Καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.» Διακονικήν τινα φροντίδα προστεταγμένον, τοῦτον ἀναμιμνήσκει πληροῦν τὸ ἐπίταγμα, καὶ τοῦτο ἐν Κυρίῳ, ἵνα μηδὲν ἑτέρως, μήτε μέγα, μήτε μικρὸν γίνηται, ἀλλ᾽ ἢ κατὰ Θεόν. «Μνημονεύετέ μου τῶν δεσμῶν.» Οὐκ αἰσχύνεται τοῖς δεσμοῖς, ἀλλὰ καὶ ἀγάλλεται· καὶ τούτων ἕνεκα μνήμης ἄξιον ἑαυτὸν οἶδεν ὄντα. «Ἡ χάρις μεθ᾽ ὑμῶν. Ἀμήν.» Οἶδε γὰρ ἀναμνήσων αὐτοὺς, ὅτι διὰ ταύτης σέσωσται τὸ τῶν ἀνθρώπων γένος.

Πρὸς Κολοσσαεῖς ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχικοῦ καὶ Ὀνησίμου. Στίχων σηʹ.