Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περισσεύειν μᾶλλον, καὶ φιλοτιμεῖσθαι, ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν. Ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν ἔχητε.» Ὅταν ἀθετήσῃς, φησὶν, τὸν ἀδελφὸν, τὸν λαβόντα διὰ τοῦ βαπτίσματος τὸ Πνεῦμα τὸ ἅγιον, τότε οὐκ ἄνθρωπον, ἀλλὰ τὸν Θεὸν ἀθετεῖς. «Οὐ θέλωμεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε, καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου.» Μεταβαίνει ἐπὶ τὸν περὶ ἀναστάσεως λόγον. Ὅρα δὲ πῶς θαυμαστῶς κατεσκεύασε τὸ ὁμολογούμενον, λαβὼν τὴν ἀνάστασιν τοῦ Κυρίου εἰς πίστωσιν τῆς ἡμετέρας ἀναστάσεως. Πάντας γὰρ ἀνθρώπους ἀνέστησε διὰ τῆς ἰδίας σαρκός. Διὸ καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν λέγεται. Ἐν λόγῳ δὲ Κυρίου, τὸ ῥῆμα λέγειν, φησὶν, ἵνα θαῤῥῶσι περὶ τῶν ἀποφηναμένων. «Ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου.» Τοῦτό φησιν, οὐχ ὅτι αὐτὸς ἔμεινε μέχρι τοῦ τῆς ἀναστάσεως καιροῦ, ἀλλ᾽ ἐπειδὴ περὶ ζώντων ἔλεγε, καὶ αὐτὸς δὲ ἔζη· ταῦτα λέγων, τῇ κοινῇ συνηθείᾳ τοῦ λόγου ἐχρήσατο, τῷ ἡμεῖς οἱ ζῶντες.