Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰς ἐπιστολὰς τοῦ Παύλου

Ἰωάννης ὁ Δαμασκηνός

Ερμηνεία στη Β΄ Προς Θεσσαλονικείς Επιστολή

Σχολιασμός της δεύτερης επιστολής Προς Θεσσαλονικείς, όπου εξετάζονται η έλευση του ανθρώπου της ανομίας, η τελική κρίση και η εμμονή στις αποστολικές παραδόσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 9 από 14

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ Βʹ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. «Παῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ Πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους, ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ, ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως, ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε, ἔνδειγμα κρίσεως τοῦ Θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε.» Καὶ δευτέρας τῷ Ἀποστόλῳ πρὸς Θεσσαλονικέας ἐδέησεν Ἐπιστολῆς, οὐχ ἵνα τι παραινέσῃ τῶν συντελούντων, ἢ πρὸς πίστιν (Ὑπεραυξάνει γὰρ, φησὶν, ἡ πίστις ὑμῶν)· ἢ πρὸς τὸν ἐνάρετον βίον· ὅπου γε καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ, οὐ χρείαν ἔχειν αὐτοὺς διδαχῆς ἔφη, ὄντας θεοδιδάκτους. Τίς οὖν ἡ αἰτία τῆς Ἐπιστολῆς; ἵνα μὴ θορυβῶνται ἀκούοντες, ὡς ἐνέστη ἡ ἡμέρα τῆς δευτέρας τοῦ Κυρίου παρουσίας.

Τοῦτο γάρ τινες τῶν ψευδοδιδασκάλων ἐκήρυττον. Διὸ καὶ ἀναγκαίως γέγονεν αὐτῷ τὰ σημεῖα διηγεῖσθαι τὰ πρὸ τῆς ἡμέρας ἐκείνης· οἷον τὰ περὶ τῆς ἀποστασίας, καὶ περὶ τοῦ τέλους τῆς βασιλείας Ῥωμαίων, καὶ τὰ περὶ αὐτοῦ τοῦ Ἀντιχρίστου.

Ταῦτα γὰρ πρῶτα δεῖ γενέσθαι, φησὶν, εἶτα οὕτως ἐκείνην ἐλθεῖν. Ὅρα πόση τῶν Θεσσαλονικέων ἡ προκοπὴ, ὡς καὶ χαριστήρια ὑπὲρ αὐτῶν ἀναπέμπειν τὸν Ἀπόστολον, οὐχ ὅτι ἁπλῶς πιστεύουσιν, ἀλλ᾽ ὅτι ὑπεραυξάνει ἡ πίστις αὐτῶν, καὶ ὅτι οὐχ ἁπλῶς ἀγαπῶσιν, ἀλλὰ καὶ πλεονάζουσιν ἐν τῷ πράγματι. Τοῦτο δὲ, φησὶν, καύχημα ἡμέτερον, ἡ ὑπομονὴ ὑμῶν, ἡ πίστις, οἱ διωγμοὶ, αἱ θλίψεις. Τούτων δὲ πάντων ἀνέχεσθε, φησὶν, εἰδότες ὡς τὸ τέλος αὐτῶν κομιεῖσθε, βασιλείαν οὐρανῶν. «Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις.» Ἀντὶ τοῦ, ἐπείπερ δίκαιον. Καὶ ὅρα πῶς παρεμυθήσατο, καὶ ἐπεκούφισε, τὴν ἐκδίκησιν αὐτοῖς ὑποθέμενος· ὅπερ μάλιστα οἱ ἀδίκως πάσχοντες, καὶ ἀκούουσιν ἡδέως, καὶ ἰδεῖν εὔχονται. «Ἄνεσιν μεθ᾽ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ, ἐν πυρὶ φλογὸς διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν, καὶ τοῖς μὴ ὑπακούουσι τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ· οἵτινες τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν.» Καὶ ἐξ ἑτέρου μέρους παρεμυθήσατο τὸ κοινωνοὺς αὐτοὺς στῆσαι τῶν ἀποστόλων.

Λήψεσθε γὰρ, φησὶν, ἄνεσιν μεθ᾽ ἡμῶν· καὶ ἀληθῆ τὴν ἀνταπόδοσιν κατασκευάζων, ἐκεῖνο αὐτοὺς τὸ κριτήριον ἵστησιν, ἐν ᾧ πάντως δικαία ἡ ἀνταπόδοσις, εἴτε κακῶν, εἴτε τῶν ἐναντίων. «Ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾽ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.» Ἡ ἀλήθεια, φησὶν, αὕτη, ἣν μαρτυροῦμεν νῦν τῇ πίστει ὑμῶν καὶ ὑπομονῇ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πιστευθήσεται. «Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ὑμῶν.» Ἐπειδὴ εἶπε πίστιν εἶναι τὴν περὶ αὐτῶν μαρτυρίαν, καὶ ταῦτα οὖσαν περὶ μεγάλων· Ἐν πίστει γὰρ, φησὶν, καὶ ὑπομονῇ, καὶ διωγμοῖς· ἵνα μὴ ἐκ τούτου ὑπτιωθέντες ἀπολέσωσιν ἃ εἰργάσαντο, τούτου χάριν φησὶν, ὅτι Ἀδιαλείπτως περὶ τούτου προσευχόμεθα, ἐναγωνίους αὐτοὺς ποιῶν. Προσευχόμεθα γὰρ, φησὶν, ἵνα ἀξίους ὑμᾶς τῆς κλήσεως ποιήσῃ. Τοῦτο δέ φησιν, οὐχ ὡς ἀναιρῶν τὸ ἐξ ἡμῶν, ἀλλ᾽ ἵνα μὴ μέγα φρονῶμεν ἐφ᾽ ἑαυτοῖς, ἀλλὰ καὶ εἰς αὐτὰ ταῦτα ἃ ἐργαζόμεθα ἐκ συγγνώμης, συλλήπτορα καλῶμεν Θεὸν, ὡς εἰ θαρσήσωμεν ἐφ᾽ ἑαυτοῖς, ἅπας ἡμῶν εὐθὺς ἀναλυθῇ πόνος. «Καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθοσύνης.» Δείκνυσιν οὔπω τελειωθέντας αὐτούς. Τότε γὰρ μόνον ἡ τελείωσις, ὅταν ὁ καιρὸς παρέλθῃ τοῦ ἀγῶνος· ἐν ὅσῳ δέ τις ἀγωνίζεται, φοβείσθω μὴ πέσῃ· διὰ τοῦτο γὰρ καὶ εἴρηται· Μὴ μακάριζε πρὸ τοῦ τέλους. «Καὶ ἔργον πίστεως ἐν δυνάμει.» Ἵνα ἐνδυναμωθῶσιν, ἔργῳ δεῖξαι τὴν πίστιν. «

Ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Ὅμοιον τῷ εἰρημένῳ ὑπὸ τοῦ Κυρίου· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ τοῦτο δείκνυσιν ἐκ τῆς χάριτος ἔχοντας τοῦ Θεοῦ τὸ δύνασθαι τοσούτους γενέσθαι ἐν ἔργοις λαμπροῖς. Κἂν γάρ τις ᾖ τέλειος, φησὶν, ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ σοῦ λειπόμενος σοφίας, εἰς οὐδὲν λογισθήσεται.

ΚΕΦΑΛ. Βʹ. «Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾽ αὐτὸν εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς, μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι᾽ ἐπιστολῆς ὡς δι᾽ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Χριστοῦ.

Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ, ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι Θεός.» Ἦλθεν εἰς τὸ προκείμενον. Τοῦτο δέ ἐστι τὸ μὴ ὑπάγεσθαι τῇ τῶν ψευδοδιδασκάλων ἀπάτῃ, λεγόντων ἠγγικέναι τὴν παρουσίαν τοῦ Κυρίου τὴν δευτέραν.

Μή τις οὖν ὑμᾶς θορυβείτω, μήτε δοκῶν πνεύματι ἀποκαλύψεως λέγειν, μήτε ἐμὲ τοῦτο εἰρηκέναι προφασιζόμενος. Ἀδύνατον γὰρ τὴν παρουσίαν τὴν δευτέραν ἐλθεῖν μὴ προαποδεδειγμένου τοῦ υἱοῦ τῆς ἀπωλείας· λέγει δὲ τὸν Ἀντίχριστον, ὃν καὶ ἐνεργούμενον παρὰ τοῦ Σατανᾶ, φησὶν ἐλεύσεσθαι ἐν πάσῃ πλάνῃ δοκούντων σημείων «Οὐ μνημονεύετε, ὅτι ἔτι ὢν πρὸς ὑμᾶς, ταῦτα ἔλεγον ὑμῖν, καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ.» Προτέρας αὐτοὺς ἀναμιμνήσκει διδασκαλίας περὶ αὐτῶν τούτων πεποιημένης. Διὰ γὰρ τὴν πλάνην τὴν ἐκ τούτων καὶ αὐτὸς ὁ Ἀπόστολος πολλάκις ἐδίδαξε, καὶ ὁ Κύριος πολλάκις ἐν τοῖς Εὐαγγελίοις παρήγγειλεν, Εἴ τις ὑμῖν εἴπῃ, λέγων· Ἰδοὺ ὧδε ὁ Χριστὸς, ἰδοὺ ἐκεῖ, μὴ ἐξέλθητε. «Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας.» Μυστήριον ἀνομίας τὰς τῶν αἱρέσεων διδασκαλίας εἶναί φησι, καὶ τὰ ψευδῆ αὐτῶν δόγματα.

Ἐκείνου γὰρ προβαδίζουσιν ὁδοποιοῦντες αὐτῷ, καὶ καιρὸν ἀπάτης παρεχόμενοι· ἐξεληλύθεισαν δὲ ἤδη ἀπὸ τοῦ καιροῦ τῶν ἀποστόλων αἱ αἱρέσεις. Τὰ ὅμοια οὖν καὶ Ἰωάννης φησὶν ὁ εὐαγγελιστὴς, Καθὼς ἠκούσατε, ὅτι Ἀντίχριστος ἔρχεται· καὶ νῦν εἰσὶν ἀντίχριστοι πολλοὶ, περὶ τῶν αἱρετικῶν λέγων. «Μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται.

Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος.» Τὴν Ῥωμαίων βασιλείαν φησί. Ταύτης γὰρ πληρουμένης, ὁ Ἀντίχριστος ἔρχεται. «Ὃν ὁ Κύριος ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ᾽ ἐνέργειαν τοῦ Σατανᾶ, ἐν πάσῃ δυνάμει, καὶ σημείοις, καὶ τέρασι ψεύδους, καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις.» Οὐ μόνον τὴν παρουσίαν τοῦ Ἀντιχρίστου ἐδίδαξεν, ἀλλὰ καὶ τὸν θάνατον αὐτοῦ, οὕτως καὶ ἀπὸ τῶν πρώτων, καὶ ἀπὸ τῶν ὑστέρων διδάσκων αὐτὸν εἶναι ψευδῆ. Ἡ παρουσία μὲν γὰρ αὐτοῦ κατ᾽ ἐνέργειαν τοῦ Σατανᾶ, καὶ τὸ τέλος δὲ, καὶ ἡ κατάργησις αὐτοῦ, καὶ ἡ ἀπώλεια, διὰ τῆς παρουσίας γίνεται τοῦ Κυρίου. «Ἀνθ᾽ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς. Καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ᾽ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.» Τοῦτο γὰρ αὐτοῖς τοῖς Ἰουδαίοις καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με. Ἕτερος ἥξει ἐν τῷ ἰδίῳ ὀνόματι, κἀκεῖνον λήψεσθε. Τὸ δὲ, ἀποστελεῖ αὐτοῖς ὁ Θεὸς, συγχωρήσει ἀποσταλῆναι· ὁποῖόν ἐστι καὶ τὸ, Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. «

Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ᾽ ἀρχῆς εἰς σωτηρίαν, ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας, εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ Εὐαγγελίου ἡμῶν εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Διεξελθὼν τὰ περὶ τῶν ἀπιστησάντων Ἰουδαίων, καὶ διδάξας ὁποῖον αὐτῶν ἔσται τέλος (Ἵνα γὰρ κριθῶσι, φησὶ), διεξέρχεται καὶ τὰ τῶν πιστευσάντων, ὧν καὶ τὸ προοίμιον εὐχαριστία, καὶ ἐπὶ τῇ εὐχαριστίᾳ λέγει· πρῶτον μὲν, ὅτι ἠγαπήθησαν ὑπὸ τοῦ Θεοῦ, καὶ ὅτι ἐξελέξατο αὐτοὺς ὥσπερ ἀπαρχὴν εἰς σωτηρίαν, καὶ ὅτι ἡγίασεν, καὶ ὅτι Πνεύματος ἁγίου ἠξίωσεν. «Ἄρα οὖν, ἀδελφοὶ, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι᾽ ἐπιστολῆς ἡμῶν.» Ἀναγκαῖον, φησὶ, τοὺς περὶ τοσούτων καυχωμένους ἑστάναι βεβαίως. «Οὗτος δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ λόγῳ καὶ ἔργῳ ἀγαθῷ.» Ὅρα πῶς πάλιν ἐπικουφίζει αὐτῶν τὰς θλίψεις, τὴν παράκλησιν αὐτοῖς ἐλθεῖν εὐχόμενος.

ΚΕΦΑΛ. Γʹ. «Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοὶ, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ, καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς, καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων. Οὐ γὰρ πάντων ἡ πίστις.» Τὸ ἴσον ἀνταπαιτεῖ· εὐχόμενος ὑπὲρ αὐτῶν, εὔχεσθαι προστάττει, καὶ ὑπὲρ αὐτοῦ. Αὕτη δὲ ἡ ὑπὲρ αὐτοῦ προσευχὴ, τὸ προκόπτειν δι᾽ αὐτοῦ τὸ κήρυγμα.

Οὕτως ἄρα δεῖ με αἰτεῖν τοὺς ἁγίους ὑπὲρ ἡμῶν εὔχεσθαι, ἵνα ἐν τοῖς κατὰ Θεὸν προκόπτωμεν, ὡς τά γε ἄλλα πάντα περιττὰ, καὶ οὐ πάντως χρήσιμα, κἂν ὑγείαν εἴπῃς, κἂν εἰρήνην, κἂν ὁτιοῦν τῶν ἐκτός. «Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.» Τοῦτο ὅπερ ᾔτησε αὐτοὺς ὑπὲρ αὐτοῦ εὔξασθαι, καὶ αὐτὸς ὑπὲρ αὐτῶν εὔχεται. ᾜτησε δὲ, ἵνα ῥυσθῇ ἐκ τῶν ἀτόπων ἀνθρώπων τῶν ἀντικειμένων τῇ πίστει. Τοῦτο οὖν καὶ αὐτὸς αὐτοῖς ἐπεύχεται, φυλαχθῆναι ἀπὸ τοῦ πονηροῦ. «Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ᾽ ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν ὑμῖν, καὶ ποιεῖτε.» Οὐ χρείαν ἔχειν αὐτούς φησι, τῶν λοιπῶν παραινέσεων· Ἤδη γὰρ, φησὶν, αὐτὰς ἐπεδείξατε διὰ τῶν ἔργων· καὶ οὐκ ἀρκεῖσθε ἐπὶ τοῖς γεγονόσιν, ἀλλὰ καὶ μετὰ ταῦτα προσθήσετε. «Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.» Συνεχὴς ἡ προσευχὴ, ἐπειδὴ καὶ περὶ μεγάλων γίνεται. Τοῦτο δέ ἐστι, τὸ ἀγαπῆσαι τὸν Θεὸν, καὶ ὑπομεῖναι ταῖς ὑπὲρ Χριστοῦ θλίψεσι, καὶ συνάψαι τῇ ἀγάπῃ τὴν ὑπομονὴν, μᾶλλον δὲ σφραγίσαι τὴν ἀγάπην τῇ ὑπομονῇ· ὡς εἰ ἀγαπῶμεν, οὐχ ὑπομένομεν δὲ, καὶ ἡ ἀγάπη διαλύεται. «Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοὶ, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ᾽ ἡμῶν.

Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐλάβομεν παρά τινος, ἀλλ᾽ ἐν κόπῳ καὶ μόχθῳ νύκτα καὶ ἡμέραν ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν.» Καὶ τοῦτο αὐτοῖς παραινεῖ, τὸ παραιτεῖσθαι τοὺς ἀργούς. Οὗτοι γάρ εἰσιν καὶ φλύαροι, καὶ περίεργοι.

Καὶ εἰ αὐτὸς τὸ Εὐαγγέλιον κηρύττων ἐργάζεται, πόσῳ μᾶλλον τοὺς ἄλλους ἐργάζεσθαι δεῖ; Οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ᾽ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν, εἰς τὸ μιμεῖσθαι ἡμᾶς. Καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. Ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους, ἀλλὰ καὶ περιεργαζομένους. Τοῖς δὲ τοιούτοις παραγγέλλομεν, καὶ παρακαλοῦμεν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι.» «Ὁ γὰρ Κύριος διέταξεν τοῖς τὸ Εὐαγγέλιον κηρύττουσιν, ἐκ τοῦ Εὐαγγελίου ζῇν. »Ὑμεῖς δὲ, ἀδελφοὶ, μὴ ἐκκακήσητε καλοποιοῦντες.» Ἢ περὶ ἐλεημοσύνης αὐτοῖς λεληθότως διαλέγεται, ἢ τοῦτο λέγει, Νουθετοῦντες τοὺς μὴ βουλομένους ἐργάζεσθαι μὴ ἀποκάμνετε. Τοῦτο γάρ ἐστι καλοποιεῖν, ὅταν πονηρὸν ἔθος ἐκβάλωσιν ταῖς παραινέσεσιν. «Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ· καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης.» Δοκεῖ μετρία εἶναι ἡ τιμωρία τοῖς μὴ ὑπακούουσιν· ἔστι δὲ τῶν σφόδρα βαρέων. Τοῦ γὰρ ἐν ἐρημίᾳ διάγειν, κἂν μέσῃ τῇ πόλει τυγχάνῃ, τί βαρύτερον;

Καὶ ταύτην δὲ, οὐ μίσει, ἀλλὰ ἀγάπῃ τῇ πρὸς τὸν τιμωρούμενον, ποιεῖ. Διὸ καὶ ἐπήγαγε, καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε. «Δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. Ὁ Κύριος μετὰ πάντων ὑμῶν. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.» Ἐπειδὴ χωρίζεσθαι τῶν ἀτάκτων παρῄνεσε, δείκνυσιν, ὡς οὐχ ἑκὼν τοῦτο πεποίηκεν, ἀλλὰ τῇ ἀνάγκῃ ἐνδιδούς. Αὐτίκα οὖν εὔχεται ἀργῆσαι τὴν κατ᾽ αὐτῶν τιμωρίαν, τουτέστι τὴν διάστασιν, καὶ τὸν χωρισμὸν διὰ παντὸς, καὶ ἐπὶ παντὶ τρόπῳ, τὴν εἰρήνην αὐτοῖς ἐπευχόμενος. Ἀργήσει δὲ, μεταβαλλομένων δηλονότι τῶν ἀργῶν εἰς ἄνδρας σπουδαίους καὶ ἐνεργούς. «Ὅς ἐστι σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτως γράφω.

Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.» Ἐπειδὴ ἀρχόμενος τῆς ἐπιστολῆς εἶπεν, Μὴ πιστεύετε τοῖς καταγγέλλουσι νῦν τὴν δευτέραν παρουσίαν τοῦ Κυρίου, κἂν εἰ λέγοιεν ὡς ἡμεῖς δι᾽ ἐπιστολῆς τοῦτο δηλοῦμεν· τούτου χάριν διδάσκει αὐτοὺς καὶ τὸ σημεῖον τῆς αὐτοῦ ἐπιστολῆς, φοβούμενος μὴ πλάσωνταί τι, ὡς ἐκ τοῦ Ἀποστόλου πεμφθέν.