Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰς ἐπιστολὰς τοῦ Παύλου

Ἰωάννης ὁ Δαμασκηνός

Ερμηνεία στην Α΄ Προς Τιμόθεον Επιστολή

Υπόμνημα στην πρώτη επιστολή Προς Τιμόθεον, με έμφαση στην εκκλησιαστική τάξη, τα προσόντα των επισκόπων και των διακόνων, και την ποιμαντική αντιμετώπιση των αιρέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 11 από 14

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Αʹ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. «Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατ᾽ ἐπιταγὴν Θεοῦ Πατρὸς ὑμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει.» Ἐπειδὴ μέγας ἦν ὁ ἀγὼν τῷ μαθητῇ· δέσμιος γὰρ ἦν ὑπὲρ τοῦ κηρύγματος· τούτου χάριν εὐθὺς ἐκ προοιμίων ἀνίστησιν αὐτοῦ τὴν ψυχὴν, Σωτῆρα τὸν Θεὸν καλῶν· ὅμοιον δὲ ὡς εἰ λέγοι· Οὐ χρὴ ἀκηδιᾷν ἐν ταῖς θλίψεσιν, ἔχοντες Σωτῆρα τὸν Θεὸν, καὶ ἐλπίδα τὸν Χριστόν.

Εὑρίσκομεν γὰρ τὸ Πνεῦμα λέγον· Ἀφορίσατέ μοι Παῦλον καὶ Βαρνάβαν. «Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.» Καὶ τοῦτο τῆς θλίψεως παραμυθικόν. Οὐδαμοῦ τὸν ἔλεον ἢ ἐνταῦθα ὠνόμασεν. «Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν.» Οὐ διδασκάλου φωνῇ κέχρηται, ἀλλ᾽ οἰκέτου σχεδὸν, ἵνα διδάξῃ τὸν μαθητὴν ταπεινοφρονεῖν. «Ἵνα παραγγείλῃς τισὶ, μὴ ἑτεροδιδασκαλεῖν.» Οὐ τίθησιν αὐτοὺς, ὀνομαστὶ, ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ. «Μηδὲ προσέχειν μύθοις,» Ταῖς μυθικαῖς τῶν Ἰουδαίων παραδόσεσιν, οἷς καὶ ὁ προφήτης ἐνεκάλει λέγων· Διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων. Ἀφιέντες γὰρ ἐξηγεῖσθαι τὸν νόμον, ἰδίας παραδόσεις ἐπενόουν. «Καὶ γενεαλογίαις ἀπεράντοις.» Γενεαλογίας, τὰς παρ᾽ Ἑλλήνων θεογονίας λέγει, τὰς σειρὰς τῶν θεῶν. Παραινεῖ οὖν τῷ μαθητῇ, καὶ τοὺς μύθοις Ἰουδαϊκοῖς κεχρημένους ἀνατρέπειν, καὶ τοὺς Ἑλληνικῆς ἀπάτης χρωμένους, μὴ ἐπιτρέπειν λαλεῖν, μηδὲ οἱονεὶ σειρὰς εἰσφέρειν θεῶν. «Αἵτινες ζητήσεις παρέχουσι μᾶλλον, ἢ οἰκοδομίαν Θεοῦ τὴν ἐν πίστει.» Αὗται, φησὶν, αἱ διδασκαλίαι πρὸς τὸ μηδὲν ὠφελεῖν, καὶ τῆς οἰκονομίας τοῦ Θεοῦ, ἀπασχολοῦσι τὸν ἄνθρωπον. Οἰκονομίαν δὲ Θεοῦ τὸ τῆς ἐνανθρωπήσεως λέγει μυστήριον. «

Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν, ἀγάπη ἐκ καθαρᾶς καρδίας, καὶ συνειδήσεως ἀγαθῆς, καὶ πίστεως ἀνυποκρίτου.» Τουτέστι, κεφάλαιον τῆς παραγγελίας ἐστὶν, ὁ περὶ ἀγάπης λόγος. Ὥσπερ δὲ τέλος νόμου Χριστὸν ἡ Γραφὴ λέγει, τουτέστι συμπλήρωσιν καὶ κεφαλαίωσιν, οὕτω ἐνταῦθα εἴρηκε τὴν λέξιν. Εὖ δὲ τὸ προσθεῖναι ἐκ καθαρᾶς καρδίας, ἐπειδὴ ἔστι καὶ πονηρῶν ἀγάπη. Οἷοι ἦσαν οἱ ὁμονοοῦντες ἐπὶ τῇ κατὰ Χριστοῦ δυσσεβείᾳ. «Ὧν τινες ἀστοχήσαντες, ἐξετράπησαν εἰς ματαιολογίαν.» Τῆς ἀγάπης λέγει, καὶ τῆς ἀγαθῆς συνειδήσεως, καὶ τῆς ἀνυποκρίτου πίστεως. «Θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.» Ὁ γὰρ ἔρως τῆς φιλαρχίας ἀναγκάζει τὸ τῶν διδασκάλων ἁρπάζειν ἀξίωμα. «Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται. Εἰδὼς τοῦτο,» Τὸ, νομίμως, ἀντὶ τοῦ, δι᾽ ἔργων αὐτὸν πληροῖ.

Καὶ πάλιν τὸ νομίμως, ὅταν τις αὐτῷ πείθεσθαι λέγει. Πείθεται δὲ αὐτῷ ὁ δεχόμενος τὸν Χριστὸν, καθὸ καὶ τὸ περὶ αὐτοῦ ἐδίδασκεν ἡμᾶς μυστήριον, ὥσπερ ἐν σκιαῖς ὑμῖν καταγράφων αὐτό. «Ὅτι δικαίῳ νόμος οὐ κεῖται.» Κατὰ μὲν τὸν πρόχειρον λόγον, ὅτι κολάσεώς ἐστιν ἐκτὸς τῷ δικαίῳ. Κατὰ δὲ τὸν πνευματικώτερον, ὅτι ὁ δικαιωθεὶς διὰ τῆς χάριτος, ἔξω λυπούντων προσταγμάτων ἐστὶ τοῦ νόμου, οὐκέτι χρείαν ἔχων γάλακτος, ἅτε λοιπὸν τῇ στερεᾷ χρώμενος τροφῇ. «Ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατραλοίαις καὶ μητραλοίαις ἀνδροφόνοις, πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται.» Ταῦτα εἰς Ἰουδαίους αἰνίττεται. Οὐ γὰρ ἦν παρανομίας εἶδος, ὃ μὴ ἔπραττον. Διὸ καὶ σφοδρὸς αὐτοῖς ἐτέθη νόμος κολάζων παραβαίνοντας. «Κατὰ τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ· καὶ χάριν ἔχω τῷ ἐνδυναμώσαντί με, Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Εὐαγγέλιον δόξης αὐτὸ καλεῖ, δι᾽ οὐδὲν ἕτερον, ἀλλ᾽ ἢ πρὸς τοὺς αἰσχυνομένους ἐπὶ τοῖς διωγμοῖς, καὶ ἐπὶ τῷ πάθει τοῦ Χριστοῦ· ἢ τάχα καὶ περὶ τῶν μελλόντων αἰνίττεται ἀγαθῶν. «Ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον, καὶ διώκτην, καὶ ὑβριστήν· ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ.

Ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.» Εἰπὼν, ὅτι Ἐπιστεύθην τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ Θεοῦ, ἐπειδὴ ἔδοξε μέγα φθέγξασθαι, ἵνα μή τις δόξῃ ἐξ ἀπονοίας τοῦτο ποιεῖν, σκόπει πῶς ἐπιδιορθοῦται, ἀνάξιον ἑαυτὸν λέγων διὰ τὴν προτέραν ἄγνοιαν. Ἅμα δὲ καὶ ἐπαίρει τὸν ἔλεον τοῦ Θεοῦ, καὶ τὴν φιλανθρωπίαν, τὸν πρότερον ἑαυτοῦ βίον ἐξηγούμενος. «Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν.» Οὕτως μεγάλαι εἰσὶν αἱ εὐεργεσίαι τοῦ Θεοῦ, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβαίνουσαι προσδοκίαν καὶ ἐλπίδα, ὡς πολλαχοῦ καὶ ἀπιστεῖσθαι. Ἃ γὰρ μὴ εἴδετό ποτε, μήτε ἐνενόησεν, μήτε προσεδόκησεν νοῦς ἀνθρώπινος, ταῦτα ἡμῖν ἐχαρίσατο. Διὸ μέλλων αὐτὰ λέγειν, προλαμβάνει, καὶ λέγει· Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος. Ὡς εἰ λέγοι· Μή τις ἀπιστήσῃ οἷς μέλλομεν ἐρεῖν.» «Πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ εἰς ζωὴν αἰώνιον. Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ, δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε.» Βουλόμενος πεῖσαι, φησὶν, ὁ Θεὸς τοὺς ἀνθρώπους, ὅτι πάντα αὐτοῖς ἀφίησιν, ἐμὲ ἐδέξατο. «

Κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐτοῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν.» Προφητείαν ἐνταῦθα τὴν χειροτονίαν φησὶ, δι᾽ ἧς τὸ Πνεῦμα ἔλαβε. Πληθυντικῶς δὲ αὐτὰς ὀνομάζει, οἱονεὶ σημαίνων ἐκείνην μεθ᾽ ἧς ἔλαβεν αὐτὸν, καὶ μεθ᾽ ἧς περιέτεμε, καὶ μεθ᾽ ἧς ἐχειροτόνει. «Ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν, ὧν ἐστιν Ὑμεναῖος καὶ Ἀλέξανδρος οὓς παρέδωκα τῷ Σατανᾷ,» Ὅταν γὰρ ᾖ βίος ἀπεγνωσμένος, καὶ δόγμα τίκτεται τοιοῦτον, καὶ ἔστιν ἰδεῖν πολλοὺς ἐπὶ τὸ τοῦ καταπεσεῖν εἰς βυθὸν κακῶν καὶ εἰς Ἑλληνισμὸν ἐκτραπέντας. Ἵνα γὰρ μὴ τῷ φόβῳ τῶν μελλόντων βασανίζωνται, σπουδάσουσι πεῖσαι τὴν ψυχὴν, ὅτι ψευδῆ πάντα τὰ παρ᾽ ἡμῖν. «Ἵνα παιδευθῶσι μὴ βλασφημεῖν.

ΚΕΦΑΛ. Βʹ. »Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων.» Οὐχ ἵνα παιδεύσῃ αὐτοὺς, φησὶν, ἀλλ᾽ ἵνα παιδευθῶσιν. Οὐ γὰρ ἐκεῖνος τοῦτο ἐργάζεται, ἀλλ᾽ ἐκ τῆς κολάσεως τοῦτο συμβαίνει. «Ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἷς γὰρ Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἅνθρωπος Ἰησοῦς Χριστὸς, ὁ δοὺς ἑαυτὸν» Ἐπειδὴ τότε μάλιστα ἐδιώκοντο, φησὶν εὔχεσθαι ὑπὲρ αὐτῶν, ἵνα διδάσκῃ μὴ μισεῖν αὐτούς. Τοῦτο λέγων, ὃ προσέταξεν ὁ Κύριος λέγων, Προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς. Διὸ καὶ ἐπήγαγεν· Τοῦτο καλὸν καὶ ἀπόδεκτον. «Ἀντίλυτρον ὑπὲρ πάντων· τὸ μαρτύριον,» Ἔμελλεν, φησὶ, τιμωρεῖσθαι αὐτοὺς ὑπὲρ τῶν ἁμαρτημάτων, ἀλλ᾽ ἀντ᾽ ἐκείνων τὸν ἑαυτοῦ ἔδωκεν Υἱόν. «Καιροῖς ἰδίοις, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος, ἀλήθειαν λέγω, οὐ ψεύδομαι, διδάσκαλος ἐθνῶν, ἐν πίστει καὶ ἀληθείᾳ. Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας» Τουτέστι, προσηκόντως. «Ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.» Δείκνυσιν, ὡς διὰ τῆς θυσίας τοῦ Χριστοῦ ἅπας τῆς οἰκουμένης τόπος γέγονεν Ἱερουσαλήμ.

Ὁσίους δὲ χεῖρας λέγει, διδάσκων αὐτοὺς πάσης, ὡς εἰπεῖν, καθαρεύειν ἁμαρτίας. Τὸ δὲ, χωρὶς ὀργῆς, τουτέστιν ἀμνησικάκους ὄντας. Τὸ δὲ, διαλογισμῶν, τὸ ἀμφίβολον ἀναιροῦντός ἐστι, καὶ τὸ διστάζοντος, εἰ ἄρα λάβοιεν ἃ αἰτοῦσι παρὰ Θεοῦ. «Ὡσαύτως καὶ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν, ἢ ἐν χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ᾽ ὃ πρέπει γυναιξὶν, ἐπαγγελλομέναις θεοσέβειαν δι᾽ ἔργων ἀγαθῶν.» Τουτέστι, πανταχόθεν περιστέλλεσθαι καλῶς, ὅπερ ἐστὶ πολλοῦ φόβου σημαντικόν. «Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω, ἐν πάσῃ ὑποταγῇ.

Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρὸς, ἀλλ᾽ εἶναι ἐν ἡσυχίᾳ. Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα.» Βουλόμενος αὐτῶν περικόψαι τὴν ἀφορμὴν τῆς λαλιᾶς, οὐδὲ διδάσκειν αὐτὰς ἐπιτρέπει. Καὶ τοῦτο γὰρ κοσμιότης ἐστὶ, περὶ ἧς καὶ διελέγετο, μηδὲ λαλεῖν ὅλως. Ἅμα δὲ καὶ τὴν αἰτίαν τίθησιν, ἐπειδὴ ἅπαξ ἐδίδαξε, καὶ τὸν ἄνδρα κατέστρεψεν, καὶ τῇ παρακοῇ ὑπεύθυνον ἐποίησεν. «Καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει, καὶ ἀγάπῃ, καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.» Πρὸς σύγκρισιν τῆς γυναικὸς, φησὶν αὐτὸν μὴ ἠπατῆσθαι· πάλιν δὲ οὐ περὶ Ἀδὰμ εἴρηται, Εἶδε τὸ ξύλον ὅτι καὶ καλὸν εἰς βρῶσιν, ἀλλὰ περὶ τῆς γυναικός. Καὶ ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς, ὥστε οὗτος οὐκ ἐπιθυμίᾳ ἐνδοὺς παρέβη, ἀλλὰ τῇ γυναικὶ πεισθείς.

ΚΕΦΑΛ. Γʹ. «Πιστὸς ὁ λόγος.» Ὅμοιον ὡς εἰ λέγοι· Μὴ κατηφεῖς γένησθε, ὅτι τὸ γένος ὑμῶν διαβέβληται. Ἔδωκεν ὑμῖν ὁ Θεὸς καὶ ἑτέραν ἀφορμὴν σωτηρίας, τὴν παιδοτροφίαν, ὥστε μὴ μόνον δι᾽ ἑαυτῶν, ἀλλὰ καὶ δι᾽ ἑτέρων σώζεσθαι.

Σώζονται γὰρ, ὅτι ἀθλητὰς ἔθρεψαν τῷ Θεῷ. Καὶ ὅτι τοῦτο σώζει, ἐπήγαγε, Πιστὸς ὁ λόγος, μονονουχὶ λέγων, Μηδεὶς ἀπιστείτω, φησί· διὰ τῆς τεκνογονίας σώζονται· οὐ γάρ ἐστι τοῦτο μικρὸν, τὸ τὰ δοθέντα παιδία παρ᾽ αὐτοῦ, ταῦτα αὐτῷ ἀναθεῖναι. «Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.

Δεῖ οὖν τὸν ἐπίσκοπον» Οὐκ ἐγκαλῶ, φησί· προστασίας γὰρ ἔργον ἐστὶ, εἴ τις ταύτην ἔχοι τὴν ἐπιθυμίαν, ὥστε μὴ τῆς ἀρχῆς, καὶ τῆς ἀπ᾽ αὐτῆς τιμῆς ἐφίεσθαι μόνον. Ἀλλὰ καὶ τῆς προστασίας οὐκ ἐγκαλῶ· ἐπεὶ καὶ Μωϋσῆς ἐξ ἀρχῆς τοῦτον ἔσχε τὸν ζῆλον, τοῦ ἐπισκοπεῖν τοὺς ἀδελφοὺς αὐτοῦ. «Ἀνεπίληπτον εἶναι,» Διὰ μιᾶς λέξεως πᾶσαν αὐτὸν ἀρετὴν ἔχειν προσέταξε. «Μιᾶς γυναικὸς ἄνδρα, νηφαλέον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικὸν, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλ᾽ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον,» Ἵνα μὴ τοῦτο ἐμπόδιον γένηται τοῖς ἤδη ἐσχηκόσι γαμετὰς, ἢ καὶ πρὸς ἀντιδιαστολὴν τῶν παρὰ Ἰουδαίοις διδασκάλων, οἷς ἐξῆν καὶ δύο ἔχειν, ὅπερ καὶ ἁρμόζει μᾶλλον. «Τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος.

Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται;» Δεῖ γὰρ αὐτὸν οἴκοθεν παρασχέσθαι τὰ παραδείγματα, ὡς καλῶς δυνήσεται τὰ κατὰ Θεὸν τέκνα διοικεῖν. «Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς,» Τὸν νεωστὶ κατηχημένον λέγει, οὐ τὸν νεώτερον τῇ ἡλικίᾳ «Εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου.» Τουτέστιν εἰς τὴν καταδίκην, ἣν ἐκεῖνος ἀπὸ τῆς ἀπονοίας ὑπέμεινε. «Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξω, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ, καὶ παγίδα τοῦ διαβόλου. Διακόνους ὡσαύτως σεμνοὺς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς· ἔχοντας τὸ μυστήριον πίστεως,» Οὕτως ὀφείλει, φησὶ, θαυμαστὸς εἶναι καὶ δίκαιος, ὡς καὶ τοὺς ἐχθροὺς αὐτῷ μαρτυρεῖν. Ὅμοιον δὲ τῷ, Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων. «Ἐν καθαρᾷ συνειδήσει. Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες. Γυναῖκας ὡσαύτως σεμνὰς, μὴ διαβόλους, νηφαλέους, πιστὰς ἐν πᾶσιν. Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι, καὶ τῶν ἰδίων οἴκων. Οἱ γὰρ καλῶς διακονήσαντες, βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παῤῥησίαν ἐν πίστει τὰ ἐν Χριστῷ Ἰησοῦ. Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρὸς σὲ τάχιον. Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς, πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας.»

Τουτέστιν, ὀρθὴν ἔχοντας πίστιν, καὶ μηδὲν αὐτῇ τῶν δολίων ἐπεισάγοντας. «Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον. Θεὸς ἐφανερώθη ἐν σαρκί.» Μή μοι εἴπῃς τοὺς κώδωνας, φησὶν, μηδὲ τὰ Ἅγια τῶν ἁγίων, μηδὲ τὸν ἀρχιερέα. Στύλος ἐστὶ τῆς οἰκουμένης ἡ Ἐκκλησία· καὶ μυστήριόν ἐστι, καὶ μέγα, καὶ εὐσεβείας μυστήριον, καὶ ὁμολογουμένως, οὐ ζητουμένως. Ἀναμφίβολον γάρ ἐστιν. «Ἐδικαιώθη ἐν πνεύματι.» Τοῦτό φησιν, ὅτι μεταλαβὼν αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. «Ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.» ΚΕΦΑΛ. Δʹ. «Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως.» Ὥστε καὶ ἄγγελοι μεθ᾽ ἡμῶν εἶδον τὸν Υἱὸν τοῦ Θεοῦ, πρότερον οὐχ ὁρῶντες. «Προσέχοντες πνεύμασι πλάνοις, καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας, τοῖς πιστοῖς, καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.» Εἰς Μανιχαῖον καὶ Μαρκίωνα ταῦτα πάντα λέγει. «Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον. Ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως. Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς, καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ.»

Δύο τίθησιν ἐνταῦθα κεφάλαια· ἓν μὲν, ὅτι οὐδὲν κτίσμα κοινόν· δεύτερον δὲ, εἰ καὶ γένηται τῇ ὑπολήψει κοινὸν, ἀλλ᾽ ἔχεις τὸ φάρμακον· σφραγίσας εὐχαρίστησον· δόξασον τὸν Θεὸν, καὶ πᾶσα ἀκαθαρσία ἀφίπταται. «Ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, καὶ τῆς καλῆς διδασκαλίας, ᾗ παρηκολούθηκα.» Τὸ διηνεκὲς τῆς εἰς τὰ τοιαῦτα προσοχῆς δηλῶν. «Τοὺς βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ.» Τὰς μυθικὰς Ἰουδαίων παραδόσεις λέγει. «Γύμναζε δὲ ἑαυτὸν» Ὁ γυμναζόμενος, ἱδρῶτας ἔχει πολλούς. «Πρὸς εὐσέβειαν.» Τουτέστι, πίστιν καθαρὰν καὶ βίον. «Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια, πρὸς πάντα ὠφέλιμός ἐστιν.» Τινὲς περὶ νηστείας τοῦτό φασιν εἰρῆσθαι. Ἄπαγε· οὐκ ἔστι σωματικὴ γυμνασία, ἀλλὰ πνευματική. Εἰ γὰρ σωματικὴ ἦν, τὸ σῶμα ἔτρεφεν ἄν. Εἰ δὲ τήκει αὐτὸ, καὶ λεπτύνει, καὶ κατισχύει, οὐκ ἔστι σωματική.

Ἄρα περὶ τῆς τοῦ σώματος ἀσκήσεώς φησιν, ὥστε ἡμῖν δεῖ τῆς γυμνασίας τῆς κατὰ ψυχήν· ἐκείνη γὰρ οὐκ ἔχει κέρδος, ἀλλ᾽ ὀλίγον ὠφέλησε τὸ σῶμα· ἡ δὲ τῆς εὐσεβείας ἄσκησις, τὸν καρπὸν καὶ ἐν τῷ μέλλοντι ἀποδίδωσι, καὶ ἐνταῦθα ἀνακτᾶται. «Ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν, καὶ τῆς μελλούσης.» Ἄρα καὶ ἐνταῦθα ἐν ἐλπίσιν ἐσμὲν χρησταῖς. Ὁ γὰρ μηδὲν ἑαυτῷ συνειδὼς, καὶ ἐνταῦθα γάννυται.

Ὡσπεροῦν καὶ ὁ πονηρὸς, καὶ ἐνταῦθα κολάζεται. «Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος.» Τουτέστιν, ἀληθής ἐστι, καὶ ἐνταῦθα, καὶ ἐκεῖ. «Εἰς τοῦτο γὰρ κοπιῶμεν, καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, καὶ μάλιστα πιστῶν. Παράγγελλε ταῦτα, καὶ δίδασκε.» Τουτέστι· τίνος γὰρ ἕνεκα κόπτομεν ἑαυτοὺς, εἰ μὴ τὰ μέλλοντα προσεδοκῶμεν; «Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν, ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ. Ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.» Ἔργα γὰρ, φησὶν, ἐπίδειξον ἄξια πολιᾶς, ἃ καὶ ἐφεξῆς λέγει. «Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας, μετὰ ἐπιθέσεως τῶν χειρῶν πρεσβυτερίου.

Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι,» Τῆς διδασκαλίας φησίν. «Ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν. Ἔπεχε σεαυτῷ, καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς. Τοῦτο γὰρ ποιῶν, καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκούοντάς σου.» Μὴ ἐν τῷ βίῳ μόνον, ἀλλὰ καὶ ἐν τῷ λόγῳ τῷ διδασκαλικῷ.

ΚΕΦΑΛ. Εʹ. Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφοὺς, πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ χήρας τίμα τὰς ὄντως χήρας. Εἰ δέ τις χήρα τέκνα, ἢ ἔκγονα ἔχει, μανθανέτω πρῶτον,» Περὶ παντὸς γεγηρακότος λέγει. «Τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις. Τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ. Ἡ δὲ ὄντως χήρα, καὶ μεμονωμένη, ἤλπικεν ἐπὶ τὸν Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς, καὶ ἡμέρας· ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν. Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσιν.» Ἀντὶ τοῦ, εὖ ποιεῖν. «Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων, οὐ προνοεῖ,» Τοὺς γένει προσήκοντας φησὶν, ὡς καὶ Ἡσαΐας, Τοὺς οἰκείους τοῦ σπέρματός σου οὐχ ὑπερόψει. «Τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων.

Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα, γεγονυῖα ἑνὸς ἀνδρὸς γυνὴ, ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ παντὶ πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Νεωτέρας δὲ χήρας παραιτοῦ.

Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν ἐθέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν, περιερχόμεναι τὰς οἰκίας· οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι, καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.

Βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ, λοιδορίας χάριν. Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.» Ὅτι ἐκεῖνος, εἰ καὶ μὴ τοὺς ἀλλοτρίους, τοὺς γοῦν ἐγγὺς οὐ περιορᾷ. Τὴν συνθήκην φησίν. «Εἴ τις πιστὸς, ἢ πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ Ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ. Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Λέγει γὰρ ἡ Γραφὴ, Βοῦν ἀλοῶντα οὐ φιμώσεις. Καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὑτοῦ. Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων.

Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι. Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις.

Σεαυτὸν ἁγνὸν τήρει. Μηκέτι ὑδροπότει, ἀλλ᾽ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προάγουσαι εἰς κρίσιν· τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστι, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύναται.» ΚΕΦΑΛ. ϛʹ. «Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ, καὶ ἡ διδασκαλία βλασφημῆται. Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ, οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι.

Ταῦτα δίδασκε καὶ παρακάλει. Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ᾽ εὐσέβειαν διδασκαλίᾳ, τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρεις, βλασφημίαι. ὑπόνοιαι,» Τουτέστι, δόξαι καὶ δόγματα πονηρά· τότε περὶ Θεοῦ ἃ μὴ δεῖ, ὑποπτευόμενοι, ὅταν εἰς ζητήσεις ἐμπέσωμεν. «Διαπαρατριβαὶ, διεφθαρμένων ἀνθρώπων τὸν νοῦν, καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. Ἀφίστασο ἀπὸ τῶν τοιούτων. Ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα.

Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν, καὶ παγῖδα, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους, καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία· ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.

Τοῦτό φησι· Καθάπερ τὰ ψωραλέα τῶν προβάτων παρατριβόμενα, νόσου καὶ τὰ ὑγιαίνοντα ἐμπίπλησιν, οὕτως καὶ αὐτοὶ οἱ πονηροὶ ἄνδρες. »Σὺ δὲ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε· δίωκε δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονὴν, πραότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. «Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ, τοῦ ζωοποιοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον.» Πάλιν αὐτὸν εἰς εὐθυμίαν διανίστησι, μονονουχὶ λέγων· Μὴ φοβηθῇς τὸν θάνατον. Θεοῦ γὰρ εἶ δοῦλος, τοῦ δυναμένου ζωογονεῖν. «Μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει.» Τουτέστιν, ἵνα ἐν τῇ ἐπιφανείᾳ πλήρης αὐτὴν ἔχων εὑρεθῇς. «Ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων τὴν ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται, ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν.

Τοῖς πλουσίοις ἐπὶ τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ᾽ ἐν τῷ Θεῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πλουσίως πάντα εἰς ἀπόλαυσιν, ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικοὺς, ἀποθησαυρίζοντας ἑαυτοῖς.» Τοῦτο πάλιν φησὶ, διδάσκων, μὴ διὰ φόβον προδιδόναι τὸ κήρυγμα. «Θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς. Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας, καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, ἥν τινες ἐπαγγελλόμενοι, περὶ τὴν πίστιν ἠστόχησαν. Ἡ χάρις μετὰ σοῦ. Ἀμήν.» Οὐδὲν ἄστατον, ἀλλὰ πάντα βέβαια, ἀκίνητα, πάγια, μόνιμα.

Πρὸς Τιμόθεον αʹ, ἐγράφη ἀπὸ Λαοδικείας, ἥτις ἐστὶ μητρόπολις Φρυγίας τῆς Πακατιανῆς Στίχων σιʹ.