Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὰς ἐπιστολὰς τοῦ Παύλου

Ἰωάννης ὁ Δαμασκηνός

Ερμηνεία στην Προς Φιλήμονα Επιστολή

Σύντομη ερμηνεία της επιστολής Προς Φιλήμονα, επικεντρωμένη στην αποστολική μεσιτεία υπέρ του Ονήσιμου και στο ήθος της χριστιανικής αγάπης και συγχώρεσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 14 από 14

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ. »Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν, καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ, καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατοικούσῃ Ἐκκλησίᾳ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Οὐκ εὐθέως ἐκ προοιμίων αἰτεῖ τὴν χάριν, ἀλλὰ πρότερον τὸν ἄνδρα θαυμάζει καὶ ἐπαινεῖ ἐπὶ τοῖς κατορθώμασι τὴν ἀγάπην αὐτοῦ, καὶ τὴν πίστιν τὴν πρὸς τὸν Κύριον ἐπαινῶν, ἐξ ἧς καὶ πᾶσι τοῖς ἁγίοις κοινωνικὸς ἦν. «Εὐχαριστῶ τῷ Θεῷ πάντοτε, μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην, καὶ τὴν πίστιν, ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν, καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ διακονία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰησοῦν.

Χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. Διὸ πολλὴν ἐν Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον διὰ τὴν ἀγάπην, μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ Χριστοῦ. Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου, Ὀνήσιμον τόν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα. Σὺ δὲ αὐτὸν, τουτέστι τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ, ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ Εὐαγγελίου. Χωρὶς δὲ τῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατ᾽ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον. Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, οὐκέτι ὡς δοῦλον, ἀλλ᾽ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητὸν, μάλιστα ἐμοὶ, πόσῳ δὲ μᾶλλον σοὶ, καὶ ἐν σαρκὶ, καὶ ἐν Κυρίῳ. Εἰ οὖν με ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Εἰ δέ τι ἠδίκησέ σε, ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει. Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρὶ, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι, ὅτι καὶ ἑαυτόν μοι προσοφείλεις. Ναὶ, ἀδελφὲ, ἐγώ σοι ὀναίμην ἐν Κυρίῳ.» Ὑπὲρ δούλου μὲν γράφεται ἡ Ἐπιστολὴ, καὶ ταῦτα ἀποδράσαντος, καὶ ἔτι καὶ κλέψαντος, ὠφεληθέντος δὲ διὰ τῆς διδασκαλίας τοῦ Ἀποστόλου. Πολλὰ δὲ καὶ ἐκ ταύτης τὰ χρήσιμα.

Ἓν μὲν καὶ πρῶτον, τὸ σπουδαῖον εἶναί τινας πρὸς πάντας. Εἰ γὰρ Παῦλος ὑπὲρ δραπέτου καὶ κλέπτου μετανοοῦντος τοσαύτην ποιεῖται σπουδὴν, πολλῷ μᾶλλον οὔτε ἡμᾶς προσήκει ῥᾳθύμους εἶναι περί τινας τῶν ἀδελφῶν. Δεύτερον, ὅτι τὸ δουλικὸν γένος οὐ δεῖ ἀπογινώσκειν, κἂν εἰς ἐσχάτην ἐλάσῃ κακίαν. Ὁ γὰρ κλέπτης καὶ δραπέτης οὕτω γέγονεν ἐνάρετος. Τρίτον, ὅτι τοὺς δούλους ἀποσπᾷν τῶν δεσπότων οὐ προσήκει. Εἰ γὰρ Παῦλος οὕτω θαῤῥῶν τῷ Φιλήμονι τὸν Ὀνήσιμον οὕτως εὐχάριστον αὐτῷ ὄντα πρὸς διακονίαν οὐκ ἠθέλησε κατασχεῖν παρὰ γνώμην τοῦ Δεσπότου, πολλῷ μᾶλλον ἡμᾶς τοῦτο ποιεῖν οὐ χρή. Εἰ γὰρ θαυμαστός ἐστιν ὁ οἰκέτης, ταύτῃ μάλιστα πρέπει αὐτὸν ἐν τῇ δουλείᾳ μένειν, καὶ τὴν δεσποτείαν ἐπιγινώσκειν, ἵνα εὔχρηστος πᾶσι τοῖς ἐν οἰκίᾳ γένηται. «Ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Κυρίῳ. Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις. Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν.

Ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. Ἀσπάζονταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πνεύματος ὑμῶν.

Ἀμήν.» Τουτέστι, τῷ Κυρίῳ δίδοθι τὴν χάριν, οὐκ ἐμοί. Πρὸς Φιλήμονα ἐγράφη ἀπὸ Ῥώμης. Στίχοι μβʹ. Οἱ πάντες στίχοι, ͵εγμηʹ.