ΚΕΦΑΛ. Βʹ. »Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων.» Οὐχ ἵνα παιδεύσῃ αὐτοὺς, φησὶν, ἀλλ᾽ ἵνα παιδευθῶσιν. Οὐ γὰρ ἐκεῖνος τοῦτο ἐργάζεται, ἀλλ᾽ ἐκ τῆς κολάσεως τοῦτο συμβαίνει. «Ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἷς γὰρ Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἅνθρωπος Ἰησοῦς Χριστὸς, ὁ δοὺς ἑαυτὸν» Ἐπειδὴ τότε μάλιστα ἐδιώκοντο, φησὶν εὔχεσθαι ὑπὲρ αὐτῶν, ἵνα διδάσκῃ μὴ μισεῖν αὐτούς. Τοῦτο λέγων, ὃ προσέταξεν ὁ Κύριος λέγων, Προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς. Διὸ καὶ ἐπήγαγεν· Τοῦτο καλὸν καὶ ἀπόδεκτον. «Ἀντίλυτρον ὑπὲρ πάντων· τὸ μαρτύριον,» Ἔμελλεν, φησὶ, τιμωρεῖσθαι αὐτοὺς ὑπὲρ τῶν ἁμαρτημάτων, ἀλλ᾽ ἀντ᾽ ἐκείνων τὸν ἑαυτοῦ ἔδωκεν Υἱόν. «Καιροῖς ἰδίοις, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος, ἀλήθειαν λέγω, οὐ ψεύδομαι, διδάσκαλος ἐθνῶν, ἐν πίστει καὶ ἀληθείᾳ. Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας» Τουτέστι, προσηκόντως. «Ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.» Δείκνυσιν, ὡς διὰ τῆς θυσίας τοῦ Χριστοῦ ἅπας τῆς οἰκουμένης τόπος γέγονεν Ἱερουσαλήμ.