Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ἁγίαν μάρτυρα Ἀναστασίαν

Ἰωάννης ὁ Δαμασκηνός

Η απολογία ενώπιον του Λουκιλλίου, η φυλάκιση και η διάσωση από τη θάλασσα

Η δίκη της Αναστασίας από τον έπαρχο Λουκίλλιο, η θαυματουργική διατροφή της στη φυλακή με τη συνδρομή της Θεοδότης, και η διάσωση των κρατουμένων από τον καταποντισμό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 7

Ἡ δὲ ἁγία Ἀναστασία Λουκιλλίῳ ἐπάρχῳ τοῦ Ἰλλυρικοῦ προδεδομένη, ὃν ὁ Πρόβος ἔσχε διάδοχον, μείζοσιν ἀλυκτοπέδαις κατησφαλίζετο· καὶ τόδε ἦν ἤδη πᾶσι γνώριμον. Ἣν δὴ Λουκίλλιος πόθῳ χρημάτων φλοιδούμενος δελεάζειν ἐπειρᾶτο ὡς πολυχρήμονα τὴν ἀκτήμονα·

Εἰ Χριστοῦ θεραπαινίδα σαυτὴν ἥγησαι, λέγων, τοῖς αὐτοῦ θεσπίσμασιν εἴκουσα πᾶσιν τοῖς οὖσιν ἀπόταξαι κἀμοὶ τὴν εὐπορίαν τὴν τῇδε κληρώσασα τὴν ἀμείνω λῆξιν κληροδοτήθητι. —Ἀλλ’ ἡ μάρτυς ἀντέφησεν· Τοῖς θείοις προσπταίει προστάγμασιν ἄντικρυς· ὅς γε δὴ ἀφεὶς τοὺς πένητας τοῖς κομῶσιν ἡμῖν τῷ πλούτῳ προσθείη καὶ τὰ λειπόμενα, ὅπου γε μηδὲ τραπέζης ὑμᾶς κοινωνοὺς αἱρεῖσθαι ὁ θεῖος διακελεύεται νόμος, τοὺς ἀποροῦντας δὲ πρὸς ἀντάμειψιν. Ἀλλ’ ὄντως σὺ πτωχὸς τὴν διάνοιαν καὶ τὸν τρόπον ὡς ἀγεννὴς καὶ τὴν πίστιν ὡς ἄπορος· ἥν, εἰ βούλοιο, λάμβανε. Ἱλαρὰ γὰρ δότις ἐγὼ καὶ δαψιλὴς τὴν μετάδοσιν. —Εἰ πίστιν ἔχεις, φησίν, ὡς κόκκος σινάπυος, εἰπὲ τῷ ὄρει καὶ μεταβάτω. Ἢ γὰρ οὐχ οὕτω τοῦ Χριστοῦ σου τὸ ἔνταλμα; — Ἕλλην ὢν σημεῖον ἐπιζητεῖς καταλείψας σοφίαν αἰτεῖν. Ἀλλ’ «ἡμεῖς κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ὑμῖν δὲ μωρίαν τοῖς ἔθνεσιν.» Ἦ μωρία μὲν καταφάσκεται, δύναμιν δὲ ἔχει ὑπεροχικῆς ἀποφάσεως.

Οὕτω διαλεχθείσης τῆς μάρτυρος ἀκηκοότα τὸν τύραννον, καὶ τὸν αὖθις εἰπεῖν· Τί σέβεις τὸν ὑβρισθέντα καταλιποῦσα τὸν ὑπὲρ ὕβριν; Ζεὺς γὰρ ὕβριν οὐ πέπονθεν. —Φησὶν ἡ μάρτυς· Ἀλλ’ ἔδρασε τὰ τῆς ὕβρεως. Ἀμφοῖν τοίνυν τὸν οἰκεῖον μιμείσθω ἑκάτερος. —Οὕτω πρὸς τὴν ἔνστασιν ἀπαγορεύσας Λουκίλλιος· Ἐγώ σε, φησί, ταῖς κολακείαις ἐπῆρα πρὸς ὕβριν τε καὶ ἀπόνοιαν. Καὶ δὴ κελεύει τοῖς κευθμῶσι τῆς εἰρκτῆς ἐγκατακλείεσθαι τὴν ἀοίδιμον. Ἔνθα δεινοτάταις ἀπειλαῖς ἐκδειματουμένη, ὡς κεκελεύκει ὁ τύραννος, τροφὴν οὐδὲ βραχεῖαν οὐ προσηνέγκατο.

Θεοδότη γὰρ ἡ ὑπέρτιμος θείως νύκτωρ ἐπίστατο ὄνειρος ἀναπιμπλᾶσα καὶ πολυτελῶς κατευωχοῦσα τὴν μάρτυρα ὡς ἐκπλαγεῖσαν εἰπεῖν· Πῶς θείοις ἐγκαθορμισθεῖσα δόμοις πάλιν ὁμιλεῖς τοῖς ἐπὶ χθονός; — Καὶ ταύτην, ἔφη, χάριν τοῖς μάρτυσι ὁ μαρτυρούμενος ἔνειμεν. Ἐπεὶ οὖν εὐτρεπῆ σοι τὰ τῆς Ἐδὲμ καὶ χαρᾶς ὑπόθεσις τὸ σὸν τοῖς ἀγγέλοις μαρτύριον, κἀνταῦθα παραψυχή σοι δεδώρημαι. Οὕτω σὺν ἀλλήλαις διενυκτέρευον καὶ ταῦτα μέχρις ἡμερῶν τριάκοντα παρετείνετο.

Λουκίλλιος δὲ λιμῷ καὶ σκότῳ τακεῖσαν οἰόμενος ἐκλελοιπέναι τὴν μάρτυρα καὶ ζῶσαν ἐνηχηθεὶς καὶ συσφριγῶσαν τὸ σῶμα τῷ πνεύματι αὖθις καλεῖσθαι πρὸς τὴν τοῦ βήματος κελεύει παράστασιν καὶ ῥωμαλεωτέραν ἢ τὸ πρὶν βλέπων καὶ τῇ ὥρᾳ τοῦ σώματος —καὶ γὰρ ἦν ἀστεία τῷ εἴδει τὴν χάριν προστεθειμένην τοῦ πνεύματος— ζέοντι θυμῷ συνεκλονεῖτο τὸ σῶμα καὶ τῶν φυλάκων κατενεμέσσα ὡς τοῦ σφετέρου κατωλιγωρηκότων προστάγματος, αὖθίς τε προστάττει μὴ συνιεὶς ὡς οὐκ ἐπαΐων τοῦ φήσαντος· «Σύνετε δή, ἄφρονες ἐν τῷ λαῷ,» κατὰ τὴν προτέραν ἀπόφασιν φρουρεῖσθαι τὴν θείαν νεάνιδα ταῖς θύραις ἐπιτιθεὶς τὸ τῆς οἰκείας σφενδόνης ἐκμαγεῖον, ἐν εἰρκτῇ θνῄσκειν αὐτὴν ὁ ἀλάστωρ βουλόμενος. Ἀλλὰ διήμαρτε τῆς ἐφέσεως· ὄντως γάρ, ὄντως ὁ κατοιόμενος καὶ καταφρονητὴς ἀνὴρ ἀλαζὼν οὐθὲν οὐ μὴ περανεῖ.

Βλέπων τοιγαροῦν εὐσθενεστέραν κακούργοις συγκαταλέγει τὴν ἄμωμον, μεθ’ ὧν κελεύει ἐπ’ ἀκατίῳ τεθεῖσαν ποντίζεσθαι. Ἐν οἷς τις ἦν, Εὐτυχιανὸς μὲν τοὔνομα, χριστιανὸς δὲ τὴν πίστιν, τοσοῦτον ἀκακίας μετειληφώς, ὡς καὶ τοὺς Πυθαγορικοὺς ἀποκρύπτειν τῇ ἀφιλοτίμῳ πραΰτητι· πάθει γὰρ πάθους κρατεῖν καὶ τῶν τυχόντων — ἐπεὶ καὶ πάθη ὑπείκουσι πάθεσι, καὶ οὐχ ἧττον ὁ τοιόσδε παθώνητος—, πιστῶν δὲ μόνων ἀζύμῳ φρονήματι ἀδούλωτον φυλάττειν τὸν λογισμὸν καὶ τῶν παθῶν αὐτοκράτορα. Οὗτος νοσφισθεὶς πρὸς βίαν τοῦ πλούτου παντὸς χαίρων ἠνείχετο τὸν τῆς ψυχῆς πλοῦτον τηρῶν ἀναφαίρετον, ἐν τρίτῃ καὶ περιττῇ τὰ ἐκτὸς τῇ τάξει τιθέμενος.

Βληθέντων τοίνυν ὡς ἑκατόν τε καὶ εἴκοσι κατακρίτων ἐν τῷ ἀκάτῳ καὶ πλείστων ἐληλακότων ὡς ἐν τῷ ὕψει γενέσθαι, ἔνθα τὸ θαλάττιον οἶδμα διήπλωτο, ἐκεῖ τὸν ἄκατον περονήσαντες αὔτανδρον ἐῶσι βυθίζεσθαι. Οἷς ἡ μάρτυς Θεοδότη ἑωρᾶτο ἐφεζομένη τῷ τῆς νηὸς περονήματι τὴν εἴσοδόν τε τοῦ ὕδατος εἴργουσα καὶ τὸν κίνδυνον ἀπαμύνουσα. Καὶ οὕτως ἀκύμονα τὴν θάλασσαν ἔχοντες, ὡς ἤπειρον τὴν ἅλα λογίζεσθαι, εἰς Παλμαρίας τὰς νήσους τῇ τριτάτῃ κατάγονται τῶν κακούργων ἁπάντων υἱοθετηθέντων διὰ βαπτίσματος.