Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ἁγίαν μάρτυρα Ἀναστασίαν

Ἰωάννης ὁ Δαμασκηνός

Η μαρτυρική τελείωση, η τιμή των λειψάνων και ο επίλογος

Το μαρτύριο της αγίας δια του πυρός, ο ενταφιασμός της, η ιαματική χάρη που παρέχουν τα λείψανά της και η τελική τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 7 από 7

Ἀλλ’ οὐκ εἴα τῆς ἀσεβείας ὁ σάλος ἀτρέμας ἔχειν τὸν λογισμὸν τοὺς οἰκείους ὑπασπιστάς, κυκᾷ δὲ συνήθως καὶ κατὰ πάσης ἀκτῆς ἁλιήτορας καὶ παραλίου θίνης ἐκπέμπειν παρώτρυνεν, ὅπη τὰ θνησιμαῖα τῶν τοῦ θεοῦ δούλων ἡ καταιγὶς ἀπεώσατο, διφᾶν καὶ δρᾶν τοῖς τυράννοις κατάδηλα. Οἳ ζῶντες ἄρδην καὶ ζωοποιηθέντες διὰ τοῦ πνεύματος ἐν Παλμαρίαις νήσοις τοῖς τὴν ὑπερορίαν προευμοιρίσασι συνδιατρίβειν νύκτωρ τε καὶ μεθ’ ἡμέραν τὴν εὐαγῆ τε καὶ ἀκηλίδωτον λατρείαν προσάγειν θεῷ τῷ ζῶντι καταγγελθέντες αὖθις ἄγονται καὶ πρὸ βήματος ἀδίκου ἐστάναι καταδικάζονται. Οἷς πρὸς ὀφθαλμῶν χλιδῆς εἰδέα πᾶσα προὐτίθετο ἀμφήκη τε ξίφη γεγυμνωμένα καὶ αἵματος ἐφιέμενα, τὸ πῦρ ἕτοιμον καὶ ἅπαν εἶδος κολάσεων, δέος ἅμα καὶ θέλγητρον· δεινὸν γὰρ ἡ κακία, δεινὸν καὶ πανταχόθεν ποριζομένη τὸν θάνατον. Καὶ ἦν ἰδεῖν ἀμφοῖν ζωαῖν τε καὶ θανάτοιν ἅμιλλαν· τὰ πρόσκαιρα γὰρ ἐρεσχηλεῖται πρὸς τὰ ἀίδια. Ἄμφω γὰρ οὐκ ἄν τις εὐμαρῶς κατακτήσαιτο· ἀφαιρετικὰ γάρ πως τῶν αἰωνίων τὰ πρόσκαιρα, καὶ τοὐναντίου πρόξενον ἕκαστον, πλὴν ὅτι αὐθαίρετα μέν ἐστι τὰ αἰώνια, οὐκ ἐφ’ ἡμῖν δὲ τῶν προσκαίρων ἡ ἔκβασις, εἰ καί πως ἡ προσκλινὴς τοῦ θελήματος αἵρεσις.

Διακοσίων τοίνυν ἀνδρῶν σὺν γυναιξὶν ἑβδομήκοντα παίδων ἄτερ ὁ ἀριθμὸς οὐδενὶ τὸ παράπαν ἐμειονεκτεῖτο τῆς πίστεως. Πάντων γὰρ διὰ ποικίλων θανάτων διαβεβηκότων πρὸς τὸν ποθούμενον Ἀναστασία ἡ ἀοίδιμος καὶ ὑπέρτιμος τὼ πόδε καὶ τὼ χεῖρε διαταθεῖσα θείου πυρὸς μένος πνείουσα διὰ πυρὸς πρὸς τὸ πῦρ τῆς θεότητος στέλλεται σὺν εὐχῇ καὶ ὕμνῳ τὸ πνεῦμα παραδοῦσα τῷ κτίσαντι τῷ δήσαντί τε καὶ λύσαντι καὶ ὑψηλότερον αὖθις ξυνδήσοντι.

Ἧς τὸ σῶμα τὸ ἅγιον ὡς ἁγίας ψυχῆς σύναθλον καὶ δι’ αὐτῆς τοῦ παναγίου πνεύματος ἐνδιαίτημα πρός τινος Ἀπολλωνίας θεοφιλοῦς καὶ τὴν γνώμην συμμάρτυρος οἰκείως ἐν παραδείσῳ τῷ ἑαυτῆς κατατέθειται ὡς τῆς ψυχῆς πρὸς Ἐδὲμ καὶ δι’ αὐτῆς ἀναπτάσης πρὸς ἐπουράνιον θάλαμον. Ἔνθα τηλαυγέστερόν τε καὶ ἀκραιφνέστερον τῷ θείῳ φέγγει καταγλαΐζεται προσπλακεῖσα μὲν τῷ θανάτῳ καὶ καταρράξασα καὶ τὴν ἧτταν οὐκ ἀγεννῶς ἐπανορθωσαμένη τὴν τῆς προμήτορος καὶ τὸ σαρκίον τὸ ἀσθενὲς ὄργανον τῆς νίκης ποιησαμένη. Ὃ καὶ παράδοξον· ἐν αὐτῷ γὰρ τοὺς ἄθλους ὡς ἐν σκάμματι, τῷδε τῷ βίῳ, διέτλη ἀθλητικῷ φρονήματι, Χριστὸν ἀθλοθέτην καὶ συνέριθον καὶ τῆς νίκης ἔπαθλον ἔχουσα, ἀντίπαλον δὲ σατᾶν, τοῦ σκότους τὸν κοσμοκράτορα, ἐφόρους δὲ καὶ θεάμονας, ὅσον λογικόν, ἐγκόσμιόν τε καὶ ὑπερκόσμιον.

Οὕτω σάρκα νικήσασα καὶ κόσμον καὶ κοσμοκράτορα καὶ νῦν φέρει τῆς νίκης τὰ σύμβολα τηλαυγέστατα· ἐνεργεῖ γὰρ καὶ νῦν δι’ αὐτῆς θεὸς τὰ ἐξαίσια. Ἔστι γὰρ παθῶν μὲν ὀλέτειρα καὶ δαιμόνων ἐλάτειρα· μεμνημένοι γὰρ τῆς ἀθλητικῆς παλαίστρας τῆς μάρτυρος καὶ τὸ ἄβληχρόν τε καὶ ἄτονον τὸ οἰκεῖον συνεπιστάμενοι ταύτης οὐ φέρουσι τὸ ἐμβρίμημα καὶ τὴν ἐμφάνειαν δραπετεύουσι. Καὶ χάρις τῷ πανταχόσε γῆς τὴν δι’ αὐτῆς ἐπικουρίαν εὐρύναντι. Διαιρεῖται γὰρ τὸ σῶμα.

Συναπτομένη τῇ χάριτι καὶ ἰατρείᾳ πάντη τὰ τεμένη ἐργάζεται, ψυχὰς ἀκεομένη καὶ σώματα, μεσῖτις καὶ κλῖμαξ καὶ γέφυρα ἀνθρώποις πρὸς θεὸν χρηματίζουσα, τὰς μὲν ἐντεύξεις ἀναβιβάζουσα καὶ ἅπαν, ὅτι σωτήριον, αἴτημα ἡμῖν θεόθεν διαβιβάζουσα, παρ’ οὗ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα δίδοται τέλειον, ἐκ τρισηλίου φωτὸς ἑνιαία δύναμις καὶ ἐνέργεια, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. «ᾯ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.»