Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ἁγίαν μάρτυρα Ἀναστασίαν

Ἰωάννης ὁ Δαμασκηνός

Οι ανακρίσεις και οι απολογίες ενώπιον του Πρόβου και του Διοκλητιανού

Η σύλληψη της αγίας, η γενναία ομολογία της ενώπιον του επάρχου Πρόβου και η εκτενής θεολογική απολογία της απέναντι στον αυτοκράτορα Διοκλητιανό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 7

Εἷς δέ τις αὐθάδης καὶ τολμητίας ἀπρὶξ τῆς ἐσθῆτος προσφὺς τὴν ἀγαθουργὸν ταύτην καὶ ἀγανώπιδα κακοῦργον ὥσπερ εἷλκε διὰ μέσου τοῦ ἄστεως ὡς τὸν τοῦ Ἰλλυρικοῦ προκαθεζόμενον βήματος, οὗ ταῦτα ἐπράττετο· Ταύτην, φησίν, εὕρομεν τὴν νεάνιδα πρὸς τῇ φρουρᾷ περιπαθῶς δακρυρροοῦσαν καὶ ἀλαλάζουσαν, χριστιανοὺς δή τινας ἐπιζητοῦσαν, ὡς τῆς ἴσης δεισιδαιμονίας τυγχάνουσαν, ἣ καὶ δὴ πάρεστιν ἀτρόμῳ θράσει τοῦτο καθ’ αὑτῆς καταφάσκουσα.

Ὁ δὲ ἔπαρχος, Πρόβος δὲ ἦν τὴν προσηγορίαν· Λέγε, φησίν, γένος, ἐνεγκαμένην τύχην καὶ τοὔνομα. —Ἡ ἁγία Ἀναστασία εἶπεν· Ἀναστασία Πρετεξτάτου τῆς πρεσβυτάτης Ῥώμης, Χριστοῦ δὲ δούλη τῷ σῷ παρέστηκα βήματι ἐκ πάντων ἀφεθεῖσα τῶν περιόντων προαφεθέντων ἐκ προαιρέσεως καὶ πᾶσαν πρὸς ἓν ἀολλήσασα, πρὸς ὃ πᾶν ἄγαν θεῖ καὶ ᾄττει ὡς αἴτιον, πάντα δοῦσα θεῷ, παρ’ οὗ τὰ πάντα, ἵνα ἀντὶ πάντων τὸν πάντων αἴτιον ἀντιλήψωμαι.

Καὶ ποῦ Χριστός, ὅτου δούλην σαυτὴν ἀπεφήνω; —Ἐν δεξιᾷ τοῦ γεννήτορος τοῦ τὰ πάντα δρακὶ περιέποντος καὶ ἐν ἁγίων ψυχαῖς ὁ ἀχώρητος ἀστενοχωρήτως χωρούμενος. —Ποῦ δέ, οὓς ἁγίους ἔφησας; — Ἐνταῦθα μέχρι τοῦ νῦν, ἀλλ’ ἐξώσθησαν ὑφ’ ὑμῶν τῶν τῇ γῇ προστετηκότων πρὸς τἀμείνονα τὴν ὑμετέραν συνουσίαν ἀπανηνάμενοι· ἔδει γὰρ τοὺς φωστῆρας ἐμπρέπειν ταῖς οὐρανίαις ἁψίσι, πρὸς ἃς ὁσημέραι ἐπεστρέφοντο, καὶ οὗ τὸ πολίτευμα εἶχον διαβεβηκότας διὰ θανάτου πρὸς τὰ ἀίδια, ὧν τὴν κομιδὴν σθένει παντὶ αὐτουργήσασα ἐκθύμως ἐλειτούργουν τὰ δέοντα ἑκάστῳ γινομένη ἕκαστον καὶ πᾶσι τὰ πάντα, κατηφιῶσι μὲν παραμύθιον, διστάζουσιν ἔρεισμα, ἄκος ὠτειλῶν ἀλεξίκακον, δισσὸν ἔτος που τρισὶ μησὶν κολοβούμενον τὴν θεραπείαν αὐτοῖς παρατείνασα. Καὶ δήπου νῦν ἀποοράτως ἀνάρπαστοι ᾤχοντο, ἁμῆ γέ πῃ οὐκ οἶδα· καὶ καταλέλειμμαι ὠρφανισμένη τῶν φιλτάτων καὶ τεθρυμμένη, ἡ ὁμόφρων τε καὶ συνάμιλλος καὶ θιασῶτις. Ἔργον τοῦτο νυκτός.

Ἑξῆς πρὸς φρυκτωρίαν οὐράνιον καθωρμίσθησαν τοῦ βίου διηνυκότες τὸν δίαυλον· ὧν τὸν θροῦν τοῖς ὠσὶν ἔναυλον φέρουσα καί, ἧς ἐμφοροῦνται νῦν ἀμβροσίης, διψητιῶσα καὶ πρὸς μηδὲν ἐντροπαλιζομένη τῶν τῇδε πρὸς τὰς σφῶν θαλείας ἐπείγομαι. Ὅθεν ὑμῖν ἐμαυτὴν ἔκδοτον προὔδωκα τῶν αὐτῶν τευξομένη αἰκιῶν καὶ θανάτων, δι’ ὧν πρὸς τὸν κοινῇ ποθούμενον συναπιοῦμαι θεὸν πομπὸν ἔχουσα καὶ προαγωγέα Χριστόν, δι’ οὗ τὴν πρὸς τὸν ἀρχίφωτον πατέρα προσαγωγὴν ἐσχήκαμεν.

Ταῦτα ἔφη τρόπῳ μᾶλλον ἢ λόγῳ τὸν ἐνδόμυχον στηλογραφοῦσα θεῖον ἔρωτα, ὡς ἐκπλαγέντα φάναι τὸν τύραννον· Οὐ σμικρά σε μένει τὰ αἰκιστήρια, ὦ κακόδαιμον. Ἀλλὰ δήπου ἀνηκέστων πειραθήσῃ βασάνων κομιδῇ κατακναιόντων τὸ σῶμα, ὡς τὴν ψυχὴν διαφωνῆσαι πρὸς τὰς αἰκίας ἀπαγορεύσασαν· τοῖς βασιλικοῖς γὰρ θεσπίσμασι σαυτὴν ἀντιστήσασα καὶ τῶν κάκιστα ἀπολωλότων τὸν λογισμὸν ἀπεβουκόλεις πρὸς τὸ μὴ θύειν τοῖς θεοῖς παρασύρουσα.

Ναί, φησί, ἐγὼ τῇ προθυμίᾳ τῆς εὐσεβείας μαιμάσσουσα καὶ τὴν θείαν ἔκστασιν ἠλλοιωμένη, εἴ τινά που ἑώρων τῆς προθυμίας πρὸς τὸ πρανὲς καταπίπτοντα, ἐπανῆγον πρὸς εὐτονίαν τἀναντία τοῖς ὑμετέροις ἀνθυποφέρουσα ῥήμασιν· δεινὸν γὰρ ᾤμην, εἰ κιβδήλοις καὶ ἐμπαθέσιν καὶ ψευδωνύμοις θεοῖς προσάγειν ἐκ τἀληθοῦς καὶ μόνου σφετεριζομένους θεοῦ ψυχὰς ἀκάκους ὑμῖν παραχωρήσαιμι καὶ προδοίην τὰ τοῦ θείου σώματος μέλη κατατεμνόμενα, τῆς ἐκκλησίας φημὶ καὶ τῆς κεφαλῆς, ἣ Χριστός ἐστιν, οἰκτρῶς ἀκρωτηριαζόμενα. Ὅθεν γονάτων ἡπτόμην λιταζομένη καὶ χείλη παρετίθουν τοῖς ἴχνεσιν, μὴ ἐνδοῦναι ταῖς ἀλγηδόσι τὰ τῆς ἐνστάσεως μηδὲ προσκαίρου καὶ βραχυτάτης ζωῆς ὅλον αἰῶνα καταπροδοῦναι, τῆς μοχθηρᾶς τε καὶ ἱδρῶσιν ὅτι πλείστοις συνεζευγμένης τὸ ἄνετον καὶ ἄφετον, τὸν ἑστῶτα καὶ ἄρρευστον καὶ μηδενὶ παυόμενον πέρατι, τὴν ὄντως τελείαν μακαριότητα.

Καὶ τοῖς λόγοις προσετίθουν τὸ σῶμα, τὴν τῶν χρημάτων περιουσίαν τῆς τούτων χρείας ποιουμένη ἀνάλωμα. Καὶ νῦν ἥδε ἐγώ, οἵη τὸ σῶμα ταῖς αἰκίαις καὶ τῷ θανάτῳ θοινὴν προθῆναι —τῆς γὰρ ψυχῆς οὐχ ἅπτεται θάνατος— ὡς ἂν ἁμῶς γέ πως τῆς τούτων ἐπαύρω μακαριότητος. Καὶ πῶς συνέχομαι τὸ δέος ἀποσοβοῦσα τῷ ἔρωτι· «τοὺς παττάλους» γάρ φασι «παττάλοις ἐκκρούεσθαι,» καὶ «ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον.» Πρόβος εἶπεν· Χάρις τοῖς εὐμενέσι καὶ μακαρίοις θεοῖς, οἵ σε ὡς ἄφατον κακὸν λανθάνειν οὐχ εἵλοντο, ἀλλ’ αὐτοκατάγγελτον τῷ ἡμετέρῳ παρέστησαν βήματι. —Ἡ μάρτυς ἀντέφησεν· Θείῳ ζήλῳ πεπύρωμαι, ὅτι λόγος θεῖος πεπλήρωται· φθάνουσι γὰρ τοὺς πρώτους οἱ ἔσχατοι. —Μαίνῃ, φησὶν ὁ Πρόβος, ὦ γύναιον, ὃ τῶν εὐγεγονότων ἀλλότριον. Ἀλλ’ εὐγεγονυίᾳ οὐκ ἀγεννῶς ἀγωνιοῦμαι· οὐ γὰρ περὶ τρίποδος ἢ λέβητος ἤ τινος τῶν γηΐνων, περὶ ψυχῆς δὲ μᾶλλον ἡ ἅμιλλα. —Ἡ μάρτυς ἀνταπεκρίνατο· Καὶ μὴ οἴου με γένος αὐχεῖν ὡς Πρετεξτάτιδα· θεὸν γὰρ ἔχω πρὸ τοῦδε γεννήτορα, ὥς φησί πού τις τῶν πάλαι σοφῶν· «Τοῦ γὰρ καὶ γένος ἐσμέν.» «Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν,» ἄλλης ῥήσεως ἤκουσα.

Τούτων ἀκούσας ὁ Πρόβος θᾶττον καταμηνύει τῆς βασιλείας τῷ κράτορι Ἀναστασίαν τὴν Πρετεξτάτου τοῦ χριστιανῶν κατὰ κράτος ἐπειλημμένην δόγματος προτιμωτέραν ἄγειν τῆς ψυχῆς τὴν πίστιν καὶ πάντα ἂν μᾶλλον αἱρήσασθαι ἢ μὴ ὑπὲρ Χριστοῦ τεθνήξεσθαι. Διοκλητιανὸς δὲ τούτων πυθόμενος, ὅτι τε μεγάλην κτῆσιν εἴη διαπεπρακυῖα, φρουραῖς ἀσφαλεστάταις προστάττει τὴν μάρτυρα κατακλείεσθαι.

Ἣν ὁ Πρόβος τῇ ἐπιούσῃ προστᾶσαν τοῦ βήματος τὴν τῶν ὑπαρχόντων ἀπεμπολὴν ἐπυνθάνετο, ὡς ἀμελλητὶ φάναι τὴν μάρτυρα· Εἴ σοι τὰ αἰσθητήρια μὴ πεπήρωτο, ἐγνώκεις ἂν ἀκούσας τῇ προτεραίᾳ, ὡς ἤδη κατανάλωται ἅπαντα καὶ πρὸς Χριστὸν ἐν οὐρανίοις τεθησαύρισται.

Τίς γὰρ τούτου ταμείας μὲν ἀσφαλέστερος, ἀμείψασθαι δὲ δαψιλέστερος; Ὡς δὲ τούτων Διοκλητιανὸς πυθόμενος κἀπὶ τὸ ἄστυ κατεπειγόμενος Πρόβῳ τούτων τὴν ἔρευναν ἐνεχείρησεν, αὖθις ἡ μάρτυς παρέστη τῷ βήματι. Πρὸς ἣν ὁ Πρόβος· Θεούς τε καὶ θεάς, οὓς εὐσεβῶς ὅ σε τετοκὼς ἐθεράπευσε, καὶ σὲ θέμις σεβάζεσθαι. —Οὐ μὲν οὖν, ἡ μάρτυς ἀντέφησεν· τὸ γὰρ θεῖον ἀμέτοχον τοῦ ἄρρενος καὶ τοῦ θήλεος καὶ αἰσχίστοις ἀνάλωτον πάθεσι, εἰς πολυσχιδὲς πολυσχιδὲς πλῆθος οὐ σκεδαννύμενον.

Εἷς γὰρ θεός, μόνος μόνου λόγου γεννήτωρ καὶ προβολεὺς πνεύματος —καὶ τοῦτο ἡμῖν ἐστι τὸ σεβόμενον— ἀπαθής τε καὶ ἄρρευστος, εἰ καὶ συμπαθείᾳ τῇ περὶ τὸ οἰκεῖον πλάσμα πατρὸς εὐδοκίᾳ ὁ λόγος ὁ ἀπαθὴς τὸ ἡμέτερον ἀμφιασάμενος φύραμα μέχρι παθῶν ἀπαθῶς κατελήλυθεν. ᾯ μὲν ἦν οὐχ ἧττον μένων ἀπαθής, πάσχων δέ, ᾧ προσείληφεν, ἵνα διὰ παθῶν δράσῃ ἀπαθὲς τὸ ἐπίκηρον καὶ ὅλον ἐξ ὁλοκλήρου τὸν ἄνθρωπον ἀνασώσηται συναφθαρτίσας τῷ ὁμοίῳ τὸ ὅμοιον. Ξύλοις δὲ καὶ λίθοις ἢ ἀργύρῳ καὶ χρυσῷ τιμήεντι, ὡς αὐτοί φατε, ἤ τινι κτίσει λατρεύειν παρὰ τὸν κτίσαντα προὔργου παντὸς ἀπαναίνομαι σέβας οἰομένη δίκαιον πᾶσιν ἀποδιδόναι τὰς ὀφειλὰς ἑκάστῳ τε τὸ ὅσιον νέμουσα, θεῷ μὲν τὴν λατρείαν ὡς παντοκράτορι, ὕλῃ δὲ τῇ δι’ ἡμᾶς γεγονυίᾳ καταχρωμένη πρὸς δόξαν τοῦ κτίσαντος, τοὺς δὲ τὴν θείαν νοσφιζομένους προσκύνησιν ἀποστυγοῦσα καὶ παντὶ σθένει τῶν λογισμῶν ἐξελαύνουσα. Ὅθεν τῆς ὕλης ὅσον τιμῇ ἐνδιαχωνεύσασα ἱστῶν ἀράχνης καὶ πετεινῶν ἀφόδου ἀπήλλαξα ἐμπορευομένη τοῖς ἐπικήροις τὰ ἑστῶτα καὶ ἀστασίαστα.

Πρόβος εἶπεν· Ὡς ἀσεβές σου τὸ τόλμημα καὶ ὠσὶν εὐσεβέσιν ἀνήκουστον. —Τότε τοῖς γελοιώδεσιν ἡ μάρτυς ἐπιτωθάσασα ῥήμασιν· Ἄγαμαι, φησίν, τῆς ἀνοίας ὑμᾶς οὕτω περὶ τὸ θεῖον ἀνοηταίνοντας. Εἰ γάρ τις τοῖς ὑμετέροις σεβάσμασι δύναμις, ἀμύνωνταί με τῆς σφῶν καθαιρέσεως, ἀλλ’ οὐκ ἔνεστιν. Αἱρήσασθε τοίνυν δυοῖν θάτερον· ἢ συνηλιθιοῦσθαι καὶ συναπονοοῦσθαι τοῖς ὑμετέροις θεοῖς —ἔχουσι μὲν τὰ αἰσθητήρια, τὴν δὲ τούτων ἠρνημένοις δύναμιν— ἢ αἰσθήσει ψυχῆς ἀνανεύσαντες τὸν μόνον ζῶντα καὶ ἀληθῆ θεὸν ἐπίγνωτε καὶ τοῦτον σεβάσθητε.

Πρὸς ἣν ὁ Πρόβος· Τὸ ἄσοφον καταλείψασα καὶ ἀδόλεσχον ἔσο φρενήρης εἶκέ τε τοῖς τῶν κρατούντων θεσπίσμασιν καὶ θῦσον τοῖς ἀηττήτοις θεοῖς, ὡς ἂν χαίρουσα τῆς πατρίδος ἐπιβαίης τῆς σῆς, ἤ σε στρεβλώσεις καὶ θάνατος ὑποδέξεται. —ᾯ φησι ἡ μάρτυς· Τῆς ἀπονοίας τὴν ἀμείνω σοφίαν τιθεμένης ἄσοφον καὶ πρὸ τοῦ κρείττονος δεδωκυίας τὸ ὅμοιον ἄν τινι προέχειν δοκοίη τυραννικῷ ἀξιώματι.