Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ἁγίαν Βαρβάραν

Ἰωάννης ὁ Δαμασκηνός

Θεολογικό υπόβαθρο της θείας Οικονομίας και διάδοση του Ευαγγελίου

Αναφορά στην πτώση, την ενανθρώπηση του Λόγου, την ήττα του διαβόλου και το αποστολικό κήρυγμα που φωτίζει τις ψυχές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 9

δʹ. Τοῦ παναγάθου, καὶ φιλοικτίρμονος Θεοῦ Λόγου τὸ ἴδιον πλαστούργημα, ὅπερ κατ᾽ εἰκόνα τὴν ἑαυτοῦ ἀρχῆθεν πεποίηκεν, καὶ τῶν ἐπιγείων τὴν ἡγεμονίαν ἐγκεχείρικεν, ὑπὸ τῆς τοῦ νοητοῦ δὲ διὰ τοῦ αἰσθητοῦ ὄφεως ἀπάτης ἐκ τῆς τοῦ παραδείσου τρυφῆς ἐξενηνεγμένον ἑωρακότος, καὶ λοιπὸν δεδουλωμένον, καὶ παγγενεὶ οὐ μόνον τῇ φθορᾷ ὑποβεβλημένον, ἀλλὰ καὶ εἰς πολυσχεδεῖς πλάνας καὶ πάθη ἀτιμίας ὑπηγμένον, καὶ τοσοῦτον τῷ ζόφῳ τῆς ἀσεβείας τοὺς ψυχικοὺς ὀφθαλμοὺς ἐσκοτισμένον, ὡς καὶ τὸν ὄντως ὄντα Θεὸν καταλελοιπέναι, ξύλοις δὲ καὶ λίθοις, καὶ ἀναισθήτῳ ὕλῃ τὴν προσκύνησιν προσενηνοχέναι, καὶ ὑπὸ τοῦ πονηροῦ, καὶ ἀποστατικοῦ δαίμονος εἰς ἔσχατον ᾅδου καὶ ἀσεβείας ἐξωσμένον καὶ κατεῤῥιμμένον, οὐκ ἤνεγκεν τὴν τοῦ ἀλάστορος τυράννου ὕβριν, καὶ τοῦ πεπλανημένου ἀνθρώπου ἀπηλπισμένην ἀπώλειαν. Οἴκτῳ δὲ μᾶλλον τοῦ ἰδίου ἀναλαβὼν ποιήματος, ἐξ ἀπειρογάμου νεάνιδος τὸ κώδιον ὁ Ποιμὴν ὁ καλὸς περιέθετο, δι᾽ οὗ τὸν ἀντίδικον δελεάσας, καὶ τῷ σταυρῷ καταγωνισάμενος, δικαίως τῆς τυραννίδος ἐκβέβληκεν, ὡς ἀδίκως τῷ ἁμαρτίας ἀπείρῳ, καθ᾽ ἣν ὁ θάνατος ὥριστο, τὸν θάνατον ἐφοπλίσαντα. Οὐ γὰρ θανάτου εὐθύναις καὶ ἐπιτιμίοις ὑπέκειτο, ὁ ἁμαρτίας παντάπασιν ἄγευστος.

εʹ. Ὁ τοίνυν τοῦτον ἀδίκως ἀνῃρηκὼς, ἐνδίκως ἀνταναιρεθήσεται, καὶ οὗ ἐκέκτητο πλούτου, στερηθήσεται. Ἐκείνου γὰρ ἀναίρεσις, ἡ τῆς ἐξουσίας ἐστὶν ἐκβολὴ καὶ ἔκπτωσις· ἀθάνατον γὰρ τὸ δαιμόνιον φύλον ὑπὸ τοῦ Κτίστου δεδημιούργηται. Καὶ ὁ Κύριος γὰρ παρὰ τὸν τοῦ πάθους καιρὸν ἔφασκεν· Ἔρχεται ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν· τουτέστι, τῶν ἐκείνου σπερμάτων γεώργιον, ἢ ἁμαρτίας ἴχνος, ἢ ὀσμὴν, ἢ ἀποσκίασμα.

Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, προφητικῶς εἰπεῖν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Διὸ καὶ πάλιν ἔλεγεν, Νῦν κρίσις τοῦ κόσμου τούτου ἐστίν· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω, ἤτοι, τῆς τυραννίδος ἐκπεσεῖται, καὶ μεταστήσεται.

Διὰ τῆς ἑαυτοῦ τοιγαροῦν ἀναστάσεως τὸ ἡμέτερον ἀνασκευάσας καὶ ἀνανεωσάμενος φύραμα, τοὺς ἱεροὺς λοιπὸν ἀποστόλους κατὰ πάσης ἐκπέμπει τῆς οἰκουμένης τὰ πέρατα, τὸ σωτήριον τοῖς βροτοῖς διαγγέλλοντας κήρυγμα, καὶ πρὸς τὸν ἴδιον ποιητὴν ἐπανάγοντας, καὶ τῆς ἀθεΐας τὸν σκότον τοῖς τοῦ πνεύματος ἀμαρύγμασιν διαλύοντας, καὶ τὴν πλάνην ἐξαφανίζοντας, καὶ θεογνωσίαν διδάσκοντας. Ἐντεῦθεν ὥσπερ πολυξύλου, καὶ ἀμφιλαφεστάτης ὕλης πῦρ ἐπιδραξάμενον, τάχιστα εἰς ἐπηρμένην φλόγα ἐπαίρεται, καὶ εἰς τὰ προσεχῆ μεταβατικῶς διαδίδοται· καὶ τὴν λαμπηδόνα, καὶ ἐνέργειαν οὐκ ἐν τῷ παραβύστῳ κατέχειν δύναται, ἀλλ᾽ ἔκδηλον ἅπασι, καὶ τοῖς μακρὰν ἀπῳκισμένοις καθίστησιν. Οὕτως δὴ λοιπὸν καὶ τὸ θεῖον πῦρ, ὃ βαλεῖν ἐπὶ τῆς γῆς, ὁ τῆς γῆς ἄνωθεν καταπεφοίτηκε Κύριος, τὸ ἀναλωτικὸν ἁπάσης ἁμαρτίας, καὶ μοχθηρᾶς, καὶ ὑλώδους ἕξεώς τε, καὶ διαθέσεως διὰ τῶν ἀποστόλων, καὶ τῶν τούτων διαδόχων, εἰς τὰς ἀνθρωπίνας διαβαῖνον ψυχάς.

Καὶ τὰς μὲν, ὅσαι λεῖαί τε ἦσαν, καὶ ἁπαλαὶ, καὶ πρὸς ἀνάπλασιν ἐπιτήδειαι, καὶ τὸν ἑαυτῶν ποιητὴν καὶ λυτρωτὴν ἐκ τῆς συνεχούσης αἰχμαλωσίας ἐπιποθοῦσαι, καὶ ἀναμένουσαι, αὐτίκα τῆς τῶν ἁμαρτημάτων κηλίδος ἀποσμῆχον, καὶ ἀνακαθαῖρον, θεοειδεῖς, καὶ φωτεινὰς, καὶ λαμπρὰς ἀπετόρνευσεν· τοὺς δέ γε κατὰ βάθος δεδεγμένους τὴν τῆς ἀσεβείας ἑκουσίως ποιότητα, καὶ νυκτερίδων δίκην μήτε τοῦ ἡλίου λάμψαντος τὸ φέγγος τοῖς ἑαυτῶν ὀφθαλμοῖς βουλομένους εἰσδέχεσθαι, ἀλλ᾽ ἐν σκότει διάγειν, καὶ τῷ βορβόρῳ ἐγκαλινδεῖσθαι διηνεκῶς προαιρουμένους, τῷ τελευταίῳ τῆς γεέννης πυρὶ παρέπεμπεν, ὡς ἀνίατα νοσεῖν ἐθελουσίως ποθήσαντας.