Ἅπερ ἅμα συνδεδραμηκότα τῷ λόγῳ ὑποκεῖσθαι πρὸς εὐφημίαν, δυσπόριστόν τε καὶ ἐργωδέστατον· πλὴν ἅπαντα ὅσα κατ᾽ εἶδος ὁ λόγος διεστείλατο, καὶ κατέλεξεν, ὡς ἄνθος χόρτου μαραινόμενον καὶ φθειρόμενον, καὶ ὡς χρηστῶν ὀνείρων ἀπατηλὴ καὶ φασματώδης ὄψις, ἅμα φαινομένη καὶ παρατρέχουσα, θᾶττον καὶ ἐν βραχεῖ ἔσθ᾽ ὅτε καὶ τῷ χρόνῳ καταλυόμενά τε καὶ ἀλλοιούμενα, συγκαταλύει καταλλήλως καὶ ἀκολούθως τῶν ἐγκωμίων τὴν ἐκπεπονημένην ἁρμονίαν καὶ σύμπλεξιν. Σοὶ δὲ, ὦ παρθένε σεμνὴ καὶ σώφρων, καὶ μάρτυς τροπαιοφόρε τε καὶ ἀήττητε, εὑρήσει μὲν ὁ λόγος εὐπορώτατα καὶ ἀκμητὶ ἄρδην σεσωρευμένα, καὶ συμπεφορημένα, ἃ νῦν κατωνόμασται, καὶ θαυμάζουσι, καὶ μακαρίζουσιν ἄνθρωποι, καὶ ἀξιόδηλα τίθενται· οὐ μὴν δὲ ἀπολλύμενα καὶ λυόμενα, καὶ τοὺς ἐπαίνους εἰκῆ χωρεῖν εἰς ἀέρα παρασκευάζοντα. Ἡ γὰρ τῆς σῆς θειώδους ψυχῆς ἀρετὴ, καὶ ἡ πρὸς τὸν Κτίστην οἰκείωσις, συνέσφιγξέ σοι καὶ συνετήρησε, καὶ τὰ προσόντα καλὰ καὶ ἐγκόσμια, καὶ τῇ μνήμῃ ἀνεπίληστα, καὶ τῷ παντὶ αἰῶνι συνδολιχεύειν πεποίηκε· μᾶλλον δὲ καὶ ὑπερεπλασίασε καὶ ὑπερηύξησεν· Τοῦ γὰρ πιστοῦ, ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου, οὐδὲ εἷς ὀβολὸς, τὸ γραφικὸν ἀπεφήνατο λόγιον. Τὰ ἐνεστῶτα γὰρ, καὶ τὰ μέλλοντα, καὶ πάντων ὧν ὁ σὸς δεσπόζει νυμφίος, σοὶ εἰς προῖκα κεχάρισται καὶ δεδώρηται.