Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ἁγίαν Βαρβάραν
Σύλληψη, ανάκριση ενώπιον του ηγεμόνα και πρώτος βασανισμός
Η αγία συλλαμβάνεται, οδηγείται στον ηγεμόνα, ελέγχει τα είδωλα με παρρησία και υποβάλλεται σε σκληρή μαστίγωση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Σύλληψη, ανάκριση ενώπιον του ηγεμόνα και πρώτος βασανισμός
Η αγία συλλαμβάνεται, οδηγείται στον ηγεμόνα, ελέγχει τα είδωλα με παρρησία και υποβάλλεται σε σκληρή μαστίγωση.
ιʹ. Τί οὖν, ἡ πανευκλεὴς Βαρβάρα; τοῦ πατρὸς ὁρῶσα τὸ παμμίαρον ὅρμημα, μᾶλλον δὲ τῆς μιαιφονίας τοῦτον οἰκτείρασα, δι᾽ εὐχῆς παρακειμένην μεγίστην πέτραν διοίξασα, διὰ μέσης ταύτης πρὸς τὸ ἕτερον μέρος τοῦ ὄρους μεθώρμησεν. Ὢ τοῦ θαύματος! πέτρα σχισθεῖσα, ἐγκόλπιον τὴν ἀμνάδα εἰσδέχεται, καὶ ὁ λίθων ἀναισθητότερος ταύτης πατὴρ καὶ διώκτης, μᾶλλον τῇ πωρώσει ἀπελιθοῦτο, καὶ εἰς πετρώδη ἀντιτυπίαν μετήγετο. Καὶ οὐδὲ τοῦ θαύματος τὸ παράδοξον μαλάξαι τούτου δεδύνηται τῆς ψυχῆς τὸ σκληρὸν καὶ ἀπάνθρωπον, ἀλλ᾽ ὑπερβὰς τὸ ὄρος, ταύτην ἐζήτει δι᾽ ἐρωτήσεως. Καὶ δὴ εὑρὼν καὶ μαστίξας, τῆς κόμης αὐτὴν ἕλκων, καὶ σύρων ἀπὸ τοῦ ὄρους, αὖθις ἐπάνεισι, καὶ ἐν μικρῷ τὴν μακαρίαν οἰκίσκῳ κατέκλεισεν. Καὶ τῷ ἡγεμόνι τὰ κατ᾽ αὐτὴν μηνύσας, βασανίζεσθαι παραδίδωσιν, ὁρκώσας αὐτὸν κατὰ τῶν θεῶν, πικραῖς αὐτὴν καταναλῶσαι κολάσεσιν. Προκαθίσας οὖν ὁ ἡγεμὼν ἐπὶ τοῦ βήματος, ἐκέλευσεν παραστῆναι τὴν μάρτυρα.
Θεασάμενος δὲ τὴν ἐπανθοῦσαν αὐτῆς τοῦ προσώπου εὐπρέπειαν, ἐξέστη, καὶ τὸ φαιδρὸν τῆς ὁράσεως ἐθαύμασεν· καὶ ἤρξατο θωπείαις αὐτὴν πειρᾷν, πείθειν βιαζόμενος, καὶ κολακείαις προσάγεσθαι. Τοῦτο γὰρ τὸ πρῶτον τοῦ διαβόλου δέλεαρ. Ἢ γὰρ ἡδοναῖς καὶ ἐπαίνοις θέλγειν, καὶ καταμαλακίζεσθαι δοκιμάζει τὸν ἄνθρωπον, ἢ ἐκφοβεῖν καὶ καταπτοεῖν ἀπειλαῖς καὶ κολάσεσιν. Ὡς οὖν πᾶσαν αὐτοῦ τὴν προτέραν φαρέτραν ἐκένωσεν, καὶ τὴν ἀθληφόρον ἑώρα τὰ κοσμικὰ διαπτύουσαν, θέλγητρα, καὶ πᾶσαν δόξαν, καὶ τρυφὴν ἐπίγειον ὡς ἄνθος χόρτου λογιζομένην εὔφθαρτον καὶ εὐμάραντον, καὶ τὰς τούτου προτροπὰς, καὶ καταγοητεύσεις ὡς ἰὸν ὄφεως βδελυττομένην, καὶ φευκτὰ δηλητήρια, εὐθὺς ἐπὶ τὸ ἕτερον εἶδος τῶν πειρασμῶν μετετρέπετο. Καὶ τὰς ἀπειλὰς ὡσαύτως ἰδὼν μυκτηρίζουσαν, θυμοῦ μεμεστωμένος, ὡς τοῦ σκοποῦ διαμαρτὼν, πρὸς αὐτὴν ἀπεφθέγγετο.
Τί οὖν θέλεις, κορίον; θύσαι τοῖς θεοῖς, ἢ πικραῖς τιμωρίαις ἀναλωθῆναι; Πρὸς ὃν ἡ μάρτυς, εὐσταθεῖ τῷ ἤθει, καὶ πεπαῤῥησιασμένῳ τῷ παραστήματι, ὀλίγοις ῥήμασι τήν τ᾽ εὐσεβῆ πίστιν ὡμολόγησεν διαπρύσιον, καὶ τὴν τῶν ἀθέων τυράννων ἄνοιαν, καὶ ἀσέβειαν ἐστηλίτευσεν. Τί φράσασα; ἐγὼ, φησὶν, ἑτοίμως ἔχω θύσαι τῷ Κυρίῳ μου Ἰησοῦ Χριστῷ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς. Τοὺς δὲ ὑμετέρους θεοὺς, καλῶς ὁ προφήτης κατεκερτόμησεν· Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πόδας ἔξουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτοῖς. Ὥσπερ γὰρ τὸ τοῦ Θεοῦ σεβάσμιον ὄνομα ἐπ᾽ αὐτοὺς ψευδωνύμως ὑφ᾽ ὑμῶν ἐπιτέθειται, τῆς ζωτικῆς ἐνεργείας ἀμοιροῦσί τε καὶ χηρεύονται.
ιαʹ. Πρὸς ταῦτα καταπλαγεὶς ὁ παμμίαρος, καὶ ἰταμώτατος ἡγεμὼν, παφλάζοντι τῷ θυμῷ κελεύει γυμνωθεῖσαν τὴν μάρτυρα, βουνεύροις τὰς σάρκας αὑτῆς ἀφειδῶς καταξέεσθαι, καὶ τριχίνοις ῥάκεσι καὶ ὑφάσμασι τὰς ἐπιτεθείσας αὐτῇ πληγὰς ἀποσμήχεσθαι, ὥστε αὐτῆς ὅλον τὸ σῶμα καταβαφῆναι τοῖς αἵμασιν. Βαβαὶ τῆς σεπτῆς, καὶ ἱερᾶς σου, ὢ καλλίνικε τοῦ Χριστοῦ μάρτυς Βαρβάρα ὁμολογίας, ἣν διὰ Πνεύματος ἁγίου ἐπὶ πάντων ἀφόβως, καὶ ἀνυποστόλως ὡμολόγησας, καὶ ἐθεολόγησας εἰς ἐπήκοον ἀνθρώπων, ἀγγέλων τε τῶν τὴν σὴν ἄθλησιν ἐφορώντων, καὶ δαιμόνων τῶν ἀοράτως μετὰ τῶν ὁρατῶν ἀντιπάλων ἀντιστρατευομένων σοι· ἣν ἐν οὐρανοῖς ἀπεγράψατο Κύριος, καὶ ἐπὶ τοῦ ἰδίου ἀρχεφώτου καὶ θεαρχικοῦ Πατρὸς ὡμολόγησε, καὶ αὖθις σπουδῇ ὁμολογήσει τε καὶ ἀνακηρύξει! Βαβαί σου τῆς γενναιοτάτης ὑπομονῆς καὶ καρτερίας· δι᾽ ἣν, τὸν μὲν διάβολον καὶ τοὺς ἀποστάτας αὐτοῦ κατέπληξας δαίμονας, τοὺς ἁγίους δὲ ἀγγέλους πρὸς θαῦμα καὶ εὐφημίαν ἐκίνησας· δι᾽ ἣν, τὴν μὲν τῶν εἰδώλων πλάνην ὡς ἀράχνην διέλυσας, τὴν ἀληθῆ δὲ πίστιν ἐκράτυνάς τε καὶ ἐβεβαίωσας!
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.