Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ἁγίαν Βαρβάραν

Ἰωάννης ὁ Δαμασκηνός

Εγκώμιο της μάρτυρος και ένταξή της στις ουράνιες μονές

Σειρά χαιρετισμών προς την αγία, διαπίστωση της αδυναμίας του ρητορικού λόγου μπροστά στο μεγαλείο της και προτροπή για είσοδο στην ουράνια δόξα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 8 από 9

Οὐκέτι σε ὁ σὸς οἶκος ἀνέχεται δέξασθαι, ἀφ᾽ οὗ τινος τὴν παρθένον, καὶ πανεύφημον ἐξῴκισας. ιθʹ. Σὺ δέ μοι ἡ Χριστοῦ ἀμνὰς, καὶ περιστερὰ, καὶ νύμφη, καὶ πᾶν εἴτι οὖν ὄνομα καλὸν, καὶ χαρίεν, καὶ τίμιον, χαῖρε, γεννικῶς τῶν ἀγώνων διαδραμοῦσα τὸν δίαυλον. Χαῖρε, τῶν ἄθλων ἐπάξια κομισαμένη τὰ ἔπαθλα. Χαῖρε, ᾗπερ πολλὰ τὰ βραβεῖα ὑπὲρ πολλῶν τῶν ἀγωνισμάτων ὀφείλεται. Χαῖρε, ἡ τῶν ἐμπαθῶν τῆς σαρκὸς σκιρτημάτων λογισμῷ ἐπικρατήσασα σώφρονι. Χαῖρε, ἡ τὰς τοῦ σώματος αἰσθήσεις ἐν ἡλικίας νεότητι πρεσβυτικῶς καὶ ἐμφρόνως παιδαγωγήσασα. Χαῖρε, ἡ τὴν παρθενίαν, καὶ πρὸ τοῦ μαρτυρίου, φυλάξαι τῷ Χριστῷ καθυποσχομένη ἄχραντον καὶ ἀμίαντον. Χαῖρε, ἡ τὸ σωματικὸν κάλλος τοῖς πάθεσι μὴ ῥυπώσασα, ἀλλ᾽ ἀνέπαφον τῷ ποιητῇ ἀναθεῖσα καὶ παραθεῖσα. Χαῖρε, ἡ ἐν τῷ πύργῳ ὡς ἐν ἀσφαλεῖ φρουρίῳ, καὶ παρθένων εὐκτηρίῳ, πυκνὰς, καὶ ἀκραιφνεῖς τῷ Θεῷ προσευχὰς ἀναπέμπουσα, καὶ τῇ ἀπλανεῖ τῶν ὄντων θεωρίᾳ πρὸς τὸν ποιητὴν ἀναχθεῖσα, καὶ τοῦ μόνου ὄντως καλοῦ τε καὶ ἐραστοῦ ἀπλήστως κατατρυφήσασα. Χαῖρε, ἡ ἐν τῷ τοῦ σωματικοῦ ῥύπου καθαρτηρίῳ λουτρῷ συμβολικῶς τὴν Τριάδα διὰ τῆς τῶν θυρίδων τριπλῆς φωταγωγίας ἐξεικονίσασα, καὶ τὸ τῇ τριττῇ φωτοδοσίᾳ ψυχῶν μυστικὸν καὶ σωτήριον τυπικῶς διαγράψασα βάπτισμα. Χαῖρε, ἡ εὐθὺς τρανότατα τὴν τῆς ὁμοουσίου Τριάδος πίστιν θεολογικῷ διομολογήσασα στόματι.

Χαῖρε, ἡ τὸν ἕνα τῆς ἁγίας Τριάδος διὰ τὴν ἡμετέραν ἐνανθρωπήσαντα σωτηρίαν, ἐν παῤῥησίᾳ κηρύξασα. Χαῖρε, ἡ πλοῦτον καὶ τρυφὴν, καὶ σηρῶν νημάτων ὑφάσματα, καὶ λίθων πολυτιμήτων, καὶ μαργαρίτων χρυσοκολλήτων, καὶ πᾶσαν σωματικὴν εὐκοσμίαν καὶ ὡραιότητα, καὶ τῶν ἐπιγείων τερπνοτήτων ἀπόλαυσιν διαπτύσασα, καὶ τούτων ἀνταλλαξαμένη αἰώνια ἀγαθὰ καὶ ἀκήρατα, τὰ ὀμμάτων ὅρασιν, καὶ ὤτων ἀκοὴν, καὶ πᾶσαν αἴσθησίν τε καὶ νόησιν ὑπεραίροντα. Χαῖρε, ἡ τὸ τῆς ἡλικίας τρυφερὸν, καὶ τὸ τοῦ θήλεως ἀσθενὲς γεννικῶς καὶ ἀνδρικῶς στερεώσασα συντόνῳ φρονήματι.

Χαῖρε, ἡ πρὸς τοὺς τῶν κολάσεων αἰκισμοὺς μὴ δειλανδρήσασα, θαρσαλέως δὲ μᾶλλον ἑαυτὴν ἐπιδοῦσα παντοίοις βασανιστηρίων εἴδεσι καὶ στρεβλώσεσι. Χαῖρε, ἡ ἐν σαρκὶ διατρίβουσα, Χριστοῦ τὴν δόξαν ἰδεῖν ἠξιωμένη, ὡς ἐν τῷ ὄρει τῶν μαθητῶν οἱ πρόκριτοι, σὺν Ἠλίᾳ καὶ Μωσῇ τεθεαμένοι, προσηκόντως ἐμακαρίσθησαν. Χαῖρε, ἡ τῶν μαστίγων τὰς ἀλγηδόνας, καὶ σιδήρων καταξέσεις, καὶ τραχυτάτων τριχίνων ὑφασμάτων ἐκτρίψεις, καὶ αἱμάτων ῥοὰς, καὶ πυρὸς φλογισμοὺς, καὶ μελῶν ἐκτομὰς, καὶ γυμνὴν ἐκπόμπευσιν, καὶ κεφαλῆς καὶ ζωῆς ὑφαίρεσιν διὰ Χριστὸν ὑπομείνασα, ἵνα τὸ σῶμα λοιπὸν λάβῃς ἀθάνατον, ἀφθαρσίας μαρμαρυγὰς ἀπαστράπτον, καὶ δόξης ἠμφιεσμένον στολὴν ἄφραστον καὶ ἀνεκλάλητον.

κʹ. Σὲ δικαίως τῆς καρτερίας ἐθαύμασαν ἄνθρωποι, ἄγγελοι δὲ εἰκότως τὴν ἄθλησιν ἐκρότησάν τε καὶ ὕμνησαν, οἱ δὲ δαίμονες, τὴν σὴν ὑμνῳδίαν τε καὶ ἔνστασιν ἔφριξαν, καὶ αἰσχύνην, καὶ ὄνειδος αἰώνιον ἠμφιάσαντο. Ὡς τὸ θηλυκὸν καὶ γυναικεῖον φύλον ἐγκαλλωπίζεται, καὶ σεμνύνεται, καὶ πρὸς εὐανδρίαν τοῖς σοῖς ἄθλοις θαρσοποιεῖται, καὶ ἐπαλείφεται!

Ἐν σοὶ προσφόρως ἡ προμήτωρ ἐγκαυχᾶται, καὶ γέγηθεν, ὡς θυγάτριον κτησαμένη, τὸν ἐκείνην καταπαλαίσαντα ἀντίπαλον δράκοντα αὖθις ἀναπαλαῖσαν, καὶ ἀνατρέψαν, καὶ τὴν νίκην ἀνακαλεσάμενον, καὶ λαμπρὰ κατ᾽ αὐτοῦ ἀράμενον τρόπαια.

Σὲ ἡ τῶν ἁγίων ἁγία Θεοτόκος καὶ προμήτωρ, παρθένος καὶ Θεομήτωρ, ἡ τὸ θῆλυ μὲν γένος πρώτη καὶ μόνη δοξάσασα, πάντων δὲ ἀῤῥένων καὶ θηλύων, οὐρανίων τε καὶ ἐπιγείων ἀνάσσουσα, ὡς τοῦ πάντων δεσπόζοντος μήτηρ χρηματίσασα, ἐν γυναικείῳ καὶ μειρακίῳ σαρκίῳ, τὸν εἰς τὰ ἄμετρα καυχώμενον, καὶ τὴν θάλασσαν ἐξαλείφειν, καὶ τὴν οἰκουμένην ὡς νοσσιὰν περιδράττεσθαι φρυαττόμενον, καταβαλοῦσαν ἰδοῦσα, καὶ κατακράτος καταπατήσασαν.

Καὶ ταῖς ἀρεταῖς τερφθεῖσα, ὠλέναις προλαβοῦσα, πλησίον ἐκάθισε καὶ καθίδρυσεν, καὶ τῆς ἀνωτάτω τιμῆς καὶ παῤῥησίας μετέδωκεν, καὶ τῷ βασιλικῷ θρόνῳ ἐνεφάνισεν καὶ παρέστησεν. καʹ. Ἅπας οὖν ἐπὶ σοὶ λόγος ἐγκωμιαστικὸς κατευγλωττισμένος καὶ περιττὸς ἰλιγγιᾷ, καὶ δεδοικὼς προσιέναι, συστέλλεται. Ὑμνεῖν γὰρ προσφυῶς ἀδρανὴς, πανύμνητε, καὶ ἀξιέπαινε, ἂν εἴη τῶν ἀξιαγάστων σου ἀρετῶν τὰ ὑπερφυῆ προτερήματα.

Τέχνη μὲν γὰρ ῥητορικῆς εὐγλωττίας, δι᾽ εὐστρόφου ῥημάτων συνθήκης, καὶ κεκομψευμένης καὶ τροχαλῆς πειθανότητος κάλλος σωματικὸν ἐπαινεῖν, καὶ σαρκικὴν ὡραιότητα, ἥτις ἐκ μελῶν συμμετρίας μετ᾽ εὐχροίας συνέστησεν. Πρὸς δὲ καὶ ῥώμην πολλάκις, εὐπάθειάν τε καὶ θνητῆς εὐγενείας σεμνότητα, περιφανές τε, εἰ τύχοι, ἀξίωμα, καὶ τὸ τῆς πατρίδος ἐπίσημον, καὶ πλούτου δαψιλείαν ῥέουσάν τε καὶ ὀλισθαίνουσαν, καὶ εὐχερῶς μεταπίπτουσαν.

Ἅπερ ἅμα συνδεδραμηκότα τῷ λόγῳ ὑποκεῖσθαι πρὸς εὐφημίαν, δυσπόριστόν τε καὶ ἐργωδέστατον· πλὴν ἅπαντα ὅσα κατ᾽ εἶδος ὁ λόγος διεστείλατο, καὶ κατέλεξεν, ὡς ἄνθος χόρτου μαραινόμενον καὶ φθειρόμενον, καὶ ὡς χρηστῶν ὀνείρων ἀπατηλὴ καὶ φασματώδης ὄψις, ἅμα φαινομένη καὶ παρατρέχουσα, θᾶττον καὶ ἐν βραχεῖ ἔσθ᾽ ὅτε καὶ τῷ χρόνῳ καταλυόμενά τε καὶ ἀλλοιούμενα, συγκαταλύει καταλλήλως καὶ ἀκολούθως τῶν ἐγκωμίων τὴν ἐκπεπονημένην ἁρμονίαν καὶ σύμπλεξιν. Σοὶ δὲ, ὦ παρθένε σεμνὴ καὶ σώφρων, καὶ μάρτυς τροπαιοφόρε τε καὶ ἀήττητε, εὑρήσει μὲν ὁ λόγος εὐπορώτατα καὶ ἀκμητὶ ἄρδην σεσωρευμένα, καὶ συμπεφορημένα, ἃ νῦν κατωνόμασται, καὶ θαυμάζουσι, καὶ μακαρίζουσιν ἄνθρωποι, καὶ ἀξιόδηλα τίθενται· οὐ μὴν δὲ ἀπολλύμενα καὶ λυόμενα, καὶ τοὺς ἐπαίνους εἰκῆ χωρεῖν εἰς ἀέρα παρασκευάζοντα. Ἡ γὰρ τῆς σῆς θειώδους ψυχῆς ἀρετὴ, καὶ ἡ πρὸς τὸν Κτίστην οἰκείωσις, συνέσφιγξέ σοι καὶ συνετήρησε, καὶ τὰ προσόντα καλὰ καὶ ἐγκόσμια, καὶ τῇ μνήμῃ ἀνεπίληστα, καὶ τῷ παντὶ αἰῶνι συνδολιχεύειν πεποίηκε· μᾶλλον δὲ καὶ ὑπερεπλασίασε καὶ ὑπερηύξησεν· Τοῦ γὰρ πιστοῦ, ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου, οὐδὲ εἷς ὀβολὸς, τὸ γραφικὸν ἀπεφήνατο λόγιον. Τὰ ἐνεστῶτα γὰρ, καὶ τὰ μέλλοντα, καὶ πάντων ὧν ὁ σὸς δεσπόζει νυμφίος, σοὶ εἰς προῖκα κεχάρισται καὶ δεδώρηται.

κβʹ. Ἐπεὶ δὲ τοίνυν ἀμφοτέρωθεν κατὰ τῶν ἀνθρωπίνων ἐπαίνων τὰ νικητήρια κέκτησαι, τῇ τε τοῦ κοσμικοῦ βίου φανότητι, καὶ τῇ τῶν κατὰ ψυχὴν πλεονεκτημάτων λαμπρότητι, ἅπερ ἄμφω τῇ τοῦ μαρτυρίου κατήστραψας καὶ κατηγλάϊσας στεῤῥότητι, ἄπιθι χαίρουσα πρὸς οὐρανίους ὑμνοπόλους σκηνὰς, καταλείψασα ἐκ σαρκίνης προφερομένους γλώττης ἐκτετορνευμένους λόγους, καὶ τὴν ἧτταν φωνῇ καθομολογοῦντας. Εἰ γὰρ ὑπὲρ ἄνθρωπον τῶν ἀριστευμάτων ἡ εὐδοκίμησις, πῶς οὐχ ὑπὲρ ἔννοιαν ἀνθρωπίνην ὁ πρόσφορος ἔπαινος; Ἄπιθι τοίνυν, σεμνὴ καλλιπαρθένε, τῶν ὑπερκοσμίων γερῶν ἀπολαύουσα. Ἄπιθι, ἔνθα λόγος σιγᾷ, τῶν ὑπὲρ λόγον τὴν δόξαν διεξοδικῶς εἰπεῖν οὐ δυνάμενος. Ἄπιθι τῶν ὑπὲρ ἐνθύμησιν ἀγαθῶν ἡδονῆς τῆς ἀκράτου μεθέξουσα, ἔνθα νόησις ἅπασα ἐκ τῶν μερικῶν φαντασμάτων τὴν γνῶσιν ἀθροίζουσα ἀργεῖ καὶ σχολάζει ἁπλῶς, τοῦ νοῦ αἰωνίως τοῖς ὑπερφυέσι καὶ νοητοῖς ἐπιβάλλοντος.

Ἄπιθι, ἔνθα τῶν αἰσθητῶν καὶ αἰσθήσεων ἡ πολυσχιδὴς ἀπάτη, καὶ περιφορὰ πέπαυταί τε καὶ κατήργηται. Ἀπόλαβέ σου τὰ νικητικὰ βραβεῖα, καὶ ὑπέρλαμπρα γέρα καὶ ἔπαθλα. Ἀπόλαβέ σου τῶν ἐν τοῖς σκάμμασιν ἱδρώτων καὶ πόνων τὴν καθήκουσαν ἀνάπαυλαν καὶ ἀνάψυξιν. Ἀπόλαβέ σου τὰ ἐποφειλόμενα τοῖς διὰ Χριστὸν ἀθλήσασι καὶ ἀθλοῦσιν νικηφόρα στέμματα, καὶ μαρτυρικὰ διαδήματα. Ἀπόλαυε τῆς τοῦ Νυμφίου ἀνεκφράστου καὶ ἀνεννοήτου ἀγλαΐας καὶ ὡραιότητος. Ἀπόλαυε τῆς ἐν τῷ ὑπερουρανίῳ νυμφῶνι ἀποῤῥήτου καὶ μυστικῆς ὁμιλίας καὶ συναφείας, ἧς ὄντως οὐδὲν ὀλβιώτερον καὶ μακαριώτερον πέφυκεν. Οὐδέν σοι τῶν ὑπερλίαν εὐδοκιμηκότων ἀνδραγαθημάτων, τῶν λαμπαδηφόρων παρθένων, ὦ νύμφη Χριστοῦ, πρὸς εὔκλειαν ἀπολέλειπται, ὡς ὑπεράγαν τὸν νυμφίον Χριστὸν ἀγαπήσασα, καὶ τούτου καταθελχθεῖσα ἔρωτι. Δι᾽ οὗ οὐ μόνον ἅπαντα λελόγισαι σκύβαλα, ἀλλὰ καὶ τῆς ἰδίας ζωῆς καὶ ψυχῆς τὸν ποθούμενον προτετίμηκας. Ὡς λίαν ἐννόμως τὸν καλὸν ἀγῶνα ἠγώνισαι, καὶ τὴν πίστιν τετήρηκας ἄτρεπτον, ἐν καιροῖς τρεπτοῖς τε καὶ κινδυνώδεσι! Ὡς λίαν ἀπροσκόπτως καὶ ἀνεμποδίστως τὸν δρόμον τῆς εὐσεβείας τετέλεκας! Ὡς λίαν ἀλγεινὰ καὶ ὀδυνηρὰ, καὶ ὑπὲρ δύναμιν βροτείαν ὑπέστης τὰ ἐπενεχθέντα σοι διὰ τὴν εἰς Χριστὸν ἀγάπην βασανιστήρια ὁλοψύχως καὶ προθυμότατα.