Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν γέννησιν τῆς θεοτόκου

Ἰωάννης ὁ Δαμασκηνός

Προοίμιο και η υπέρβαση της στειρότητας

Κλήση σε παγκόσμιο εορτασμό για τη γέννηση της Θεοτόκου, θεολογική ερμηνεία του θαύματος της λύσης της στειρότητας και εγκωμιασμός του Ιωακείμ και της Άννας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 5

Ἰωάννου, ταπεινοῦ μοναχοῦ καὶ πρεσβυτέρου Δαμασκηνοῦ, λόγος εἰς τὸ γενέθλιον τῆς ἁγίας θεοτόκου Μαρίας. Δεῦτε, πάντα τὰ ἔθνη, πᾶν γένος ἀνθρώπων καὶ γλῶσσα καὶ ἡλικία πᾶσα καὶ ἅπαν ἀξίωμα, μετ’ εὐφροσύνης τὸ τῆς παγκοσμίου εὐφροσύνης γενέθλιον ἑορτάσωμεν. Εἰ γὰρ Ἑλλήνων παῖδες, δαιμόνων ψευδεῖ μύθῳ κλεπτόντων τὸν νοῦν καὶ συσκιαζόντων τὴν ἀλήθειαν, καὶ βασιλέων γενέσια διὰ πάσης ἦγον τιμῆς, δῶρον ἕκαστος προσφέρων τὸ κατὰ δύναμιν, καὶ ταῦτα λυμαινομένων τὸν βίον, πόσῳ μᾶλλον ἡμᾶς ἐχρῆν τῆς θεοτόκου τιμᾶν τὸ γενέθλιον, δι’ ἧς ἅπαν τὸ βρότειον ἐπανώρθωται γένος, δι’ ἧς τῆς προμήτορος Εὔας ἡ λύπη εἰς χαρὰν μεταβέβληται.

Ἐκείνη μὲν γάρ· Ἐν λύπαις τέξῃ τέκνα, δι’ ἀποφάσεως θείας ἀκήκοεν, αὕτη· Χαῖρε, κεχαριτωμένη, ἐκείνη· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, αὕτη· Ὁ κύριος μετὰ σοῦ. Τί οὖν τῇ μητρὶ τοῦ λόγου ἀλλ’ ἢ λόγον προσοίσωμεν; Πᾶσα ἡ κτίσις συνευωχείσθω καὶ ὑμνείτω τῆς ἱερᾶς Ἄννης τὸ ἱερώτατον λοχεῖον· ἔτεκε γὰρ τῷ κόσμῳ θησαυρὸν ἀγαθῶν ἀναφαίρετον. Δι’ αὐτῆς γὰρ ὁ κτίστης πᾶσαν φύσιν πρὸς τὸ κρεῖττον μετεστοιχείωσεν διὰ μέσης τῆς ἀνθρωπότητος.

Εἰ γὰρ ὁ ἄνθρωπος μέσος νοῦ καὶ ὕλης ἱστάμενος σύνδεσμός ἐστι πάσης ὁρατῆς τε καὶ ἀοράτου κτίσεως, ἑνωθεὶς ὁ δημιουργὸς λόγος τοῦ θεοῦ τῇ φύσει τῆς ἀνθρωπότητος διὰ ταύτης ἁπάσῃ τῇ κτίσει ἥνωται. Ἑορτάσωμεν οὖν τὴν λύσιν τῆς ἀνθρωπίνης στειρώσεως, ὅτι λέλυται ἡμῖν ἡ τῶν ἀγαθῶν πήρωσις.

Ἀλλὰ τίνος ἕνεκεν ἐκ στείρας ἡ παρθένος μήτηρ γεγέννηται; Ἔδει γὰρ τὸ μόνον καινὸν ὑπὸ τὸν ἥλιον, τὸ τῶν θαυμάτων κεφάλαιον, προοδοποιηθῆναι τοῖς θαύμασιν καὶ κατὰ σμικρὸν ἀπὸ τῶν ταπεινοτέρων ἐπαναβῆναι τὰ μείζονα. Ἔχω καὶ ἕτερον λόγον ὑψηλότερον καὶ θειότερον· ἡ γὰρ φύσις ἡττᾶται τῇ χάριτι καὶ ἕστηκεν ὑπότρομος προβαίνειν μὴ φέρουσα. Ἐπεὶ οὖν ἔμελλεν ἡ θεοτόκος παρθένος ἐκ τῆς Ἄννης τίκτεσθαι, οὐκ ἐτόλμησεν ἡ φύσις προλαβεῖν τὸ τῆς χάριτος βλάστημα, ἀλλ’ ἔμεινεν ἄκαρπος, ἕως ἡ χάρις τὸν καρπὸν ἐβλάστησεν.

Ἔδει γὰρ πρωτότοκον τεχθῆναι τὴν τεξομένην τὸν πρωτότοκον πάσης κτίσεως, ἐν ᾧ τὰ πάντα συνέστηκεν. Ὦ μακαρία ξυνωρὶς Ἰωακεὶμ καὶ Ἄννα. Ὑπόχρεος ὑμῖν ἐστι πᾶσα ἡ φύσις· δι’ ὑμῶν γὰρ προσήγαγε δῶρον τῷ κτίστῃ δώρων ἁπάντων ὑπερφερέστερον, μητέρα σεμνήν, μόνην ἀξίαν τοῦ κτίσαντος. Ὦ ὀσφὺς τοῦ Ἰωακεὶμ παμμακάριστε, ἐξ ἧς κατεβλήθη σπέρμα πανάμωμον. Ὦ μήτρα τῆς Ἄννης ἀοίδιμε, ἐν ᾗ ταῖς κατὰ μικρὸν ἐξ αὐτῆς προσθήκαις ηὐξήθη καὶ διαμορφωθὲν ἐτέχθη βρέφος πανάγιον. Ὦς γαστὴρ οὐρανὸν ἐν ἑαυτῇ κυοφορήσασα ἔμψυχον, τῆς οὐρανῶν εὐρυχωρίας πλατύτερον.

Ὦ ἅλων ἡ ἐνέγκασα τὴν θημονίαν τοῦ ζωοποιοῦ σίτου, ὡς αὐτὸς Χριστὸς ἀπεφήνατο· Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει. Ὦ μαστοὶ θηλάσαντες τὴν θρέψασαν τὸν τροφέα τοῦ κόσμου. Ὦ θαυμάτων θαύματα καὶ παραδόξων παράδοξα.

Ἔδει γὰρ τὴν τοῦ θεοῦ ἄφραστον καὶ συγκαταβατικὴν σάρκωσιν προοδοποιηθῆναι τοῖς θαύμασιν. Ἀλλὰ πῶς τοῖς πρόσω προβήσομαι; Ἡ διάνοια μὲν ἐξίσταται, φόβος δέ με καὶ πόθος κατεμερίσαντο. Ἡ καρδία πάλλει καὶ ἡ γλῶσσα πεπέδηται. Οὐ φέρω τὴν ἡδονήν, νικῶμαι τοῖς θαύμασιν, ἔνθους ὑπὸ τοῦ πόθου γέγονα. Νικάτω ὁ πόθος, ὑποχωρείτω ὁ φόβος, ᾀδέτω ἡ κιθάρα τοῦ πνεύματος, εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ.