Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν γέννησιν τῆς θεοτόκου

Ἰωάννης ὁ Δαμασκηνός

Ο έπαινος των θεοπατόρων και η εκπλήρωση των παλαιοδιαθηκικών τύπων

Εξυμνείται η σωφροσύνη και ο βίος των θεοπατόρων και η Παρθένος προβάλλεται ως η δαβιδική ρίζα, το όρος του Κυρίου και η έμψυχος σκηνή που εκπληρώνει τις προτυπώσεις της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 5

Ὦ μακάριον ζεῦγος Ἰωακεὶμ καὶ Ἄννα καὶ ὄντως πανάχραντον. Ἐκ καρποῦ τῆς κοιλίας ὑμῶν ἐπεγνώσθητε, καθώς φησί που ὁ κύριος· Ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Εὐαρέστως θεῷ καὶ ἀξίως τῆς ἐξ ὑμῶν τεχθείσης ἐπολιτεύσασθε. Σωφρόνως γὰρ καὶ ὁσίως πολιτευσάμενοι τὸ τῆς παρθενίας κειμήλιον προσηγάγετε, τὴν πρὸ τόκου παρθένον καὶ ἐν τῷ τίκτειν παρθένον καὶ μετὰ τόκον παρθένον, τὴν μόνην παρθένον καὶ ἀειπάρθενον, τὴν μόνην καὶ νῷ καὶ ψυχῇ καὶ σώματι ἀειπαρθενεύουσαν. Ἔδει γὰρ ἐκ σωφροσύνης τὴν παρθενίαν βλαστήσασαν τὸ μόνον μονογενὲς προαγαγεῖν φῶς σωματικῶς εὐδοκίᾳ τοῦ ἀσωμάτως γεννήσαντος, τὸ μὴ γεννῶν, ἀεὶ δὲ γεννώμενον, οὗ τὸ γεννᾶσθαι ὑποστατικὸν μόνον ἰδίωμα.

Ὢ πόσων θαυμάτων καὶ οἵων συναλλαγμάτων τοῦτο τὸ θυγάτριον ἐργαστήριον γέγονε· στειρώσεως γέννημα, παρθενία τίκτουσα, μίξις θεότητός τε καὶ ἀνθρωπότητος, πάθους καὶ ἀπαθείας, ζωῆς καὶ θανάτου, ὡς ἂν ἐν πᾶσιν ἐκνικηθείη τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος. Καὶ ταῦτα πάντα διὰ τὴν ἐμὴν σωτηρίαν, ὦ δέσποτα· οὕτως γάρ με ἠγάπησας, ὡς οὐ δι’ ἀγγέλων οὐδέ τινος ταύτην κατεργάσασθαι κτίσεως, ἀλλ’ ὥσπερ τὴν πρώτην πλάσιν, οὕτως αὐτουργῆσαι καὶ τὴν ἀνάπλασιν.

Ἐντεῦθεν χορεύω καὶ κομπάζω καὶ γέγηθα καὶ πρὸς τὴν πηγὴν πάλιν τῶν θαυμάτων ἐπάνειμι καὶ τοῦ τῆς εὐφροσύνης ἐμφορούμενος νάματος τὴν κιθάραν πάλιν κραδαίνω τοῦ πνεύματος καὶ θεῖον ὕμνον ᾄδω γενέσιον.

Ὦ ζεῦγος λογικῶν τρυγόνων Ἰωακεὶμ καὶ Ἄννα τὸ σωφρονέστατον. Ὑμεῖς τὸν τῆς φύσεως νόμον, τὴν σωφροσύνην, τηρήσαντες τῶν ὑπὲρ φύσιν κατηξιώθητε· τετόκατε γὰρ τῷ κόσμῳ θεοῦ μητέρα ἀπείρανδρον. Ὑμεῖς εὐσεβῶς καὶ ὁσίως ἐν ἀνθρωπίνῃ φύσει πολιτευσάμενοι ὑπὲρ ἀγγέλους καὶ τῶν ἀγγέλων δεσπόζουσαν νῦν θυγατέρα τετόκατε.

Ὦ θυγάτριον ὡραιότατον καὶ γλυκύτατον. Ὦ κρῖνον ἀνὰ μέσον τῶν ἀκανθῶν ἐκφυὲν ἐξ εὐγενεστάτης καὶ βασιλικωτάτης ῥίζης Δαυϊτικῆς. Διὰ σοῦ τὴν ἱερωσύνην ἡ βασιλεία πεπλούτηκεν. Διὰ σοῦ νόμου μετάθεσις γέγονε καὶ ἀνεκαλύφθη τὸ ὑπὸ τῷ γράμματι πνεῦμα κρυπτόμενον μετατεθέντος ἐκ τῆς Λευϊτικῆς φυλῆς ἐπὶ τὴν Δαυϊτικὴν τοῦ ἱερατικοῦ ἀξιώματος. Ὦ ῥόδον ἐξ ἀκανθῶν τῶν Ἰουδαίων φυὲν καὶ εὐωδίας θείας πληρῶσαν τὰ σύμπαντα. Ὦ θύγατερ Ἀδὰμ καὶ μῆτερ θεοῦ. Μακαρία ἡ ὀσφὺς καὶ ἡ γαστήρ, ἐξ ὧν ἀνεβλάστησας. Μακάριαι αἱ ἀγκάλαι, αἵ σε ἐβάστασαν, καὶ χείλη τὰ τῶν ἁγνῶν φιλημάτων σου ἀπολαύσαντα μόνα τὰ γονικά, ἵν’ ᾖς ἐν πᾶσιν ἀεὶ παρθενεύουσα. Σήμερον ἀρχὴ σωτηρίας τῷ κόσμῳ. Ἀλαλάξατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ, ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλλετε. Ὑψώσατε τὴν φωνὴν ὑμῶν, ὑψώσατε, μὴ φοβεῖσθε, ὅτι ἐτέχθη ἡμῖν μήτηρ θεοῦ ἐν ἁγίᾳ προβατικῇ, ἐξ ἧς τεχθῆναι ηὐδόκησεν ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. σκιρτήσατε, ὄρη, λογικαὶ φύσεις καὶ πρὸς ὕψος τῆς πνευματικῆς θεωρίας ἀνατεινόμεναι.

Τὸ γὰρ ὄρος κυρίου τὸ ἐμφανέστατον τίκτεται, τὸ ἐπαναβεβηκὸς καὶ ὑπερκείμενον πάντα βουνὸν καὶ πᾶν ὄρος, ἀνθρώπων καὶ ἀγγέλων τὴν ὑψηλότητα, ἐξ οὗ χειρῶν ἄνευ σωματικῶς τμηθῆναι ηὐδόκησεν ὁ ἀκρογωνιαῖος λίθος Χριστός, ἡ μία ὑπόστασις τὰ διεστῶτα συνάπτουσα, θεότητά τε καὶ ἀνθρωπότητα, ἀγγέλους καὶ ἀνθρώπους, τοὺς ἐξ ἐθνῶν καὶ τὸν σαρκικὸν Ἰσραὴλ εἰς ἕνα πνευματικὸν Ἰσραήλ. Ὅρος τοῦ θεοῦ ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον, τὸ ὄρος, ὃ ηὐδόκησεν ὁ θεὸς κατοικεῖν ἐν αὐτῷ. Τὸ θεῖον ἅρμα τὸ μυριοπλάσιον, τῶν τῇ θείᾳ εὐθηνούντων χάριτι, Χερουβὶμ λέγω καὶ Σεραφίμ. Ἡ ἄκρα ἡ τοῦ Σινᾶ ἁγιωτέρα, ἣν οὐ καπνός, οὐ γνόφος, οὐ θύελλα, οὐ πῦρ δειματοῦν καλύπτει, ἀλλ’ ἡ φωτιστικὴ τοῦ παναγίου πνεύματος ἔκλαμψις. Ἐκεῖ μὲν γὰρ λόγος θεοῦ πλαξὶ λιθίναις νόμον ἐνέγραψεν ὡς δακτύλῳ τῷ πνεύματι, ἐν ταύτῃ δὲ ἐκ πνεύματος ἁγίου καὶ τῶν αὐτῆς αἱμάτων αὐτὸς ὁ λόγος σεσάρκωται καὶ ἑαυτὸν δέδωκε τῇ ἡμετέρᾳ φύσει σωτηρίας δραστικώτατον φάρμακον. Ἐκεῖ μάννα· ἐν ταύτῃ ὁ τοῦ μάννα δοὺς τὴν γλυκύτητα. Ὑποκυπτέτω σκηνὴ ἡ περίπυστος, ἣν ἐν ἐρήμῳ Μωσῆς κατεσκεύασεν ἐκ πολυτίμου καὶ παντοδαπῆς ὕλης, καὶ πρὸ ταύτης ἡ τοῦ πατρὸς Ἀβραὰμ τῇ ἐμψύχῳ καὶ λογικῇ σκηνῇ τοῦ θεοῦ· αὕτη γὰρ οὐκ ἐνεργείας θεοῦ ὑπῆρξε δοχεῖον, ἀλλ’ οὐσιωδῶς τῆς τοῦ υἱοῦ τοῦ θεοῦ ὑποστάσεως.

Ἐπιγινωσκέτω τὸ πρὸς αὐτὴν ἀσύγκριτον, κιβωτὸς πάντοθεν χρυσίῳ κεκαλυμμένη καὶ μανναφόρος στάμνος χρυσῆ καὶ λυχνία καὶ τράπεζα καὶ πάντα τὰ παλαιά· τῷ γὰρ ταύτης τύπῳ τετίμηται ὡς ἀληθοῦς πρωτοτύπου σκιάσματα.

Σήμερον τόμον καινὸν ὁ πάντα ποιῶν κατεσκεύασε θεοῦ λόγος, ὃν ἐκ καρδίας ὁ πατὴρ ἐξηρεύξατο γλώσσῃ θεοῦ ὡς καλάμῳ τῷ πνεύματι ἐν αὐτῷ γραφησόμενον, ὃς ἐδόθη ἀνδρὶ εἰδότι γράμματα καὶ οὐκ ἀνέγνω· οὐ γὰρ ἔγνω τὴν Μαρίαν ὁ Ἰωσὴφ οὐδ’ αὐτοῦ μυστηρίου τὴν δύναμιν. Ὦ θυγάτριον Ἰωακεὶμ καὶ Ἄννης τὸ ἱερώτατον, τὸ λαθὸν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, τὸ ἐν θαλάμῳ τοῦ πνεύματος πολιτευσάμενον καὶ τηρηθὲν ἄμωμον εἰς νύμφην θεοῦ καὶ μητέρα τοῦ φύσει υἱοῦ τοῦ θεοῦ. Ὦ θυγάτριον ἱερώτατον, τὸ ἔτι μητρικαῖς ἀγκάλαις φερόμενον καὶ φοβερὸν ταῖς ἀποστατικαῖς πάσαις δυνάμεσιν. Ὦ θυγάτριον ἱερώτατον, τὸ μαζῷ γάλα τρεφόμενον καὶ ἀγγέλοις περιστοιχούμενον. Ὦ θυγάτριον θεοπόθητον, ἡ τῶν φυσάντων δόξα· σὲ γενεαὶ γενεῶν μακαρίζουσιν, ὡς ἔφης ἐπαληθεύουσα.