Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν γέννησιν τῆς θεοτόκου

Ἰωάννης ὁ Δαμασκηνός

Η αγιότητα της Θεοτόκου, εγκωμιασμός της Προβατικής και τελική ικεσία

Ύμνος στην πνευματική και σωματική καθαρότητα της Θεοτόκου, δοξολογία προς την Αγία Τριάδα, χαιρετισμοί στην Προβατική κολυμβήθρα και καταληκτήρια προσευχή υπέρ σωτηρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 5

Ὅθεν ἔζης θεῷ, δι’ ὃν εἰς τὸν βίον ἐλήλυθας, ὅπως τῇ παγκοσμίῳ ἐξυπηρετήσῃς σωτηρίᾳ, ὅπως ἡ ἀρχαία βουλὴ τοῦ θεοῦ τῆς τοῦ λόγου σαρκώσεως καὶ τῆς ἡμῶν θεώσεως διὰ σοῦ πληρωθῇ. Ὄρεξις τοῖς θείοις λόγοις ἐντρέφεσθαι καὶ τούτοις πιαίνεσθαι ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ, ὡς ξύλον πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων τοῦ πνεύματος, ὡς ξύλον ζωῆς, ὃ τὸν καρπὸν αὐτοῦ ἔδωκεν ἐν τῷ προωρισμένῳ καιρῷ ὑπὸ θεοῦ, θεὸν σεσαρκωμένον, τὴν αἰώνιον τῶν ἁπάντων ζωήν. Πάντα λογισμὸν τρόφιμον καὶ ψυχωφελῆ ἕλκουσα καὶ πάντα περιττὸν καὶ ψυχοβλαβῆ πρὶν γεύσασθαι ἀποκρίνουσα.

Ὀφθαλμοὶ διὰ παντὸς πρὸς τὸν κύριον φῶς ὁρῶντες ἀένναον καὶ ἀπρόσιτον. Ὦτα τῶν θείων ἐπακούοντα λόγων καὶ τερπόμενα τῇ κιθάρᾳ τοῦ πνεύματος, δι’ ὧν ὁ λόγος εἰσῆλθε σαρκωθησόμενος. Ῥῖνες τῇ ὀσμῇ τῶν μύρων τοῦ νυμφίου θελγόμεναι, ὅς ἐστι μύρον θεῖον ἑκουσίως κενούμενον καὶ χρῖον τὴν ἑαυτοῦ ἀνθρωπότητα· μύρον γὰρ ἐκκενωθὲν ὄνομά σοι, φησὶν ἡ γραφή. Χείλη αἰνοῦντα τὸν κύριον καὶ τοῖς αὐτοῦ κολλώμενα χείλεσι. Γλῶσσα καὶ φάρυξ λόγους θεοῦ διακρίνουσαι καὶ θείας γλυκύτητος ἐμφορούμεναι. Καρδία καθαρὰ καὶ ἀμόλυντος ὁρῶσα καὶ ποθοῦσα θεὸν τὸν ἀόρατον. Γαστήρ, ἐν ᾗ ὁ ἀχώρητος ᾤκησεν, καὶ μαστοὶ γάλακτος, ἐξ ὧν ἐτράφη θεός, τὸ παιδίον Ἰησοῦς. Πύλη θεοῦ ἀειπαρθενεύουσα. Χεῖρες θεὸν φέρουσαι καὶ γόνατα θρόνος τῶν Χερουβὶμ ὑψηλότερος, δι’ ὧν ἴσχυσαν χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα. Πόδες, ὡς λύχνῳ φωτὸς τῷ τοῦ θεοῦ ποδηγούμενοι νόμῳ καὶ ὀπίσω αὐτοῦ ἀνεπιστρόφως τρέχοντες, ἕως πρὸς τὴν ποθοῦσαν τὸν ποθούμενον εἵλκυσαν. Ὅλη παστὰς τοῦ πνεύματος. Ὅλη πόλις θεοῦ ζῶντος, ἣν εὐφραίνουσι τοῦ ποταμοῦ τὰ ὁρμήματα, τῶν τοῦ πνεύματος χαρισμάτων τὰ κύματα. Ὅλη καλή, ὅλη πλησίον θεοῦ· αὕτη γὰρ ὑπεραναβᾶσα τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ ὑπεραρθεῖσα πλησίον θεοῦ ἐχρημάτισεν.

Ὦ θαῦμα πάντων θαυμάτων ὑπέρτερον. Γυνὴ ὑπεράνω τῶν Σεραφὶμ γέγονεν, ὅτι θεὸς ὤφθη βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένος. Σιγάτω Σολομὼν ὁ σοφώτατος καὶ μὴ λεγέτω· Οὐδὲν καινὸν ὑπὸ τὸν ἥλιον. Ὦ παρθένε θεοχαρίτωτε, ναὸς θεοῦ ἅγιος, ὃν ὁ πνευματικὸς Σολομών, ὁ εἰρηνάρχης, κατασκευάσας κατῴκησεν, οὐ χρυσῷ καὶ λίθοις ἀψύχοις καλλωπιζόμενος, ἀλλ’ ἀντὶ χρυσοῦ λάμπων τῷ πνεύματι, ἀντὶ δὲ λίθων τιμίων ἔχων τὸν πολύτιμον μαργαρίτην Χριστόν, τὸν ἄνθρακα τῆς θεότητος, ὃν ἅψασθαι τῶν χειλέων ἡμῶν καθικέτευε, ὡς ἂν καθαρθέντες τοῦτον σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι ὑμνήσωμεν ἀνακράζοντες·

Ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ, μία φύσις θεότητος ἐν τρισὶν ὑποστάσεσιν. Ἅγιος ὁ θεὸς καὶ πατὴρ ὁ εὐδοκήσας ἐν σοὶ καὶ ἐκ σοῦ τελεσθῆναι, ὃ προώρισε πρὸ αἰώνων, μυστήριον. Ἅγιος ἰσχυρὸς ὁ υἱὸς τοῦ θεοῦ καὶ θεὸς ὁ μονογενής, σὲ πρωτότοκον προαγαγὼν ἐκ στείρας μητρὸς σήμερον, ὅπως μονογενὴς ὢν ἐκ πατρὸς καὶ πρωτότοκος πάσης κτίσεως μονογενὴς ἐκ σοῦ γεννηθῇ παρθένου μητρός, πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς παραπλησίως ἡμῖν ἐκ σοῦ μετεσχηκὼς αἵματος καὶ σαρκός.

Ἀλλ’ οὐκ ἐκ μόνου πατρὸς ἢ ἐκ μόνης μητρὸς προήγαγεν, ἵνα τῷ μόνῳ μονογενεῖ φυλαχθῇ τὸ κατὰ πάντα μονογενές· αὐτὸς γὰρ μόνος ἐκ μόνου πατρὸς μονογενὴς καὶ μόνος ἐκ μόνης μητρός. Ἅγιος ἀθάνατος τὸ πανάγιον πνεῦμα, τὸ δρόσῳ τῆς ἑαυτοῦ θεότητος τῷ θείῳ πυρί σε φυλάξαν ἀνάλωτον· τοῦτο γὰρ καὶ ἡ Μωσέως προὐπῃνίττετο βάτος.

Χαίροις, προβατική, τῆς τοῦ θεοῦ μητρὸς τὸ ἱερώτατον τέμενος. Χαίροις, προβατική, τῆς βασιλίδος τὸ προγονικὸν καταγώγιον. Χαίροις, προβατική, τῶν τοῦ Ἰωακεὶμ προβάτων τὸ πάλαι σηκός, νῦν δὲ τῆς λογικῆς Χριστοῦ ποίμνης οὐρανομίμητος ἐκκλησία· ἡ ποτὲ μὲν ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦ θεοῦ δεχομένη τὸν ἄγγελον τὸ νᾶμα ταράττοντα ἕνα τε ῥωννύντα καὶ τῆς συνεχούσης ἀπαλλάττοντα νόσου, νῦν δὲ πλήθη οὐρανίων δυνάμεων ἔχουσα ὑμνούντων σὺν ἡμῖν τὴν θεομήτορα, τὴν τῶν θαυμάτων ἄβυσσον, τὴν πηγὴν τῆς παγκοσμίου ἰάσεως· οὐ λειτουργὸν δεξαμένη ἄγγελον, ἀλλὰ τὸν τῆς μεγάλης βουλῆς ὡς ἐπὶ πόκον ἀψοφητὶ καταβάντα ὑετὸν ἀγαθότητος καὶ πᾶσαν τὴν φύσιν νοσήσασαν καὶ πρὸς φθορὰν ἀποκλίνασαν πρὸς ὑγείαν ἄνοσον καὶ πρὸς ζωὴν ἀγήρω ἐπανορθώσαντα, δι’ ὃν ὁ ἐν σοὶ παράλυτος ὡς ἔλαφος ἥλατο.

Χαίροις, προβατικὴ τιμία, αὐξείτω σου ἡ χάρις. Χαίροις, Μαρία, γλυκύτατον τῆς Ἄννης θυγάτριον· πρός σε γὰρ αὖθις ὁ πόθος ἀνθέλκει με. Πῶς ἐξεικονίσω σου τὸ σεμνότατον βάδισμα, πῶς τὴν στολήν, πῶς τοῦ προσώπου τὸ χαριέν; Γηραλέον φρόνημα ἐν νεάζοντι σώματι. Στολὴ κοσμία πᾶσαν θρύψιν καὶ μαλακίαν φεύγουσα.

Βῆμα σεμνὸν καὶ ἀτάραχον καὶ βλακείας ἐλεύθερον. Ἦθος ἐστυμμένον καὶ ἱλαρότητι σύμμικτον. Ἀνδράσιν ἀπρόσιτος· καὶ μάρτυς ὁ φόβος ἐπισυμβὰς τῷ ἀσυνήθει τοῦ ἀγγέλου προσφθέγματι. Γονεῦσιν εὐήνιος καὶ ὑπήκοος. Φρόνημα ταπεινὸν ἐν θεωρίαις ὑψηλοτάταις. Λόγος ἱλαρὸς ἐξ ἀοργήτου ψυχῆς προφερόμενος. Καὶ τί γε ἄλλο ἢ ἄξιον τοῦ θεοῦ καταγώγιον; Σὲ ἀξίως πᾶσαι αἱ γενεαὶ μακαρίζουσιν ὡς ἐπίλεκτον δόξαν τῆς ἀνθρωπότητος. Σὺ ἱερέων καύχημα, βασιλέων στήριγμα, χριστιανῶν ἐλπίς, παρθενίας πολύφορον φύτευμα. Διὰ σοῦ γὰρ τὸ καλὸν τῆς παρθενίας πεπλάτυται. Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Οἱ ὁμολογοῦντές σε θεοτόκον ηὐλόγηνται, καὶ οἱ ἀρνούμενοι κεκατήρανται.

Ὦ ἱερὰ ξυνωρὶς Ἰωακεὶμ καὶ Ἄννα, δέχου παρ’ ἐμοῦ λόγον τουτονὶ τὸν γενέσιον. Ὦ θύγατερ Ἰωακεὶμ καὶ Ἄννης καὶ δέσποινα, δέχου δούλου λόγον ἁμαρτωλοῦ, ἀλλ’ ἐκπύρως ποθοῦντος καὶ σέβοντος καί σε μόνην κεκτημένου χαρᾶς ἐλπίδα, τοῦ βίου προστάτιν καὶ πρὸς σὸν υἱὸν διαλλάκτιν καὶ σωτηρίας ἀρραβῶνα στερέμνιον. Καὶ τὸ τῶν ἁμαρτημάτων διασκορπίσαις φορτίον καὶ τὸ ἐπισκοτοῦν τῷ ἐμῷ νῷ νέφος καὶ τὴν ὑλώδη διασκεδάσαις παχύτητα, καὶ στήσαις τοὺς πειρασμοὺς καὶ κυβερνήσαις αἰσίως τὸν βίον καὶ πρὸς τὴν ἄνω χειραγωγήσαις μακαριότητα καὶ τῷ κόσμῳ βραβεύσαις εἰρήνην καὶ πᾶσι τοῖς τῆσδε τῆς πόλεως ὀρθοδόξοις οἰκήτορσι παντελῆ εὐφροσύνην καὶ σωτηρίαν αἰώνιον, λιταῖς τῶν σε φυσάντων καὶ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος.

Γένοιτο, γένοιτο. Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ. Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, Ἰησοῦς Χριστός, ὁ τοῦ θεοῦ υἱός. Αὐτῷ ἡ δόξα σὺν πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.