Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν γέννησιν τῆς θεοτόκου

Ἰωάννης ὁ Δαμασκηνός

Χριστολογική θεμελίωση και αναίρεση των αιρέσεων

Περιγραφή της καθόδου του Λόγου μέσα από βιβλικές εικόνες, απόρριψη των κακοδοξιών των Νεστοριανών και των Ακεφάλων, και δογματική κατοχύρωση του όρου Θεοτόκος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 5

Σήμερον στειρωτικαὶ πύλαι ἀνοίγονται καὶ πύλη παρθενικὴ θεία προέρχεται, ἐξ ἧς καὶ δι’ ἧς θεὸς ὁ πάντων τῶν ὄντων ἐπέκεινα εἰς τὴν οἰκουμένην σωματικῶς εἰσελεύσεται κατὰ Παῦλον τὸν τῶν ἀρρήτων ὑπήκοον. Σήμερον ἐκ ῥίζης Ἰεσσαὶ ῥάβδος ἐφύη, ἐξ ἧς ἄνθος ἀναβήσεται τῷ κόσμῳ θεοϋπόστατον. Σήμερον ἐκ τῆς γηίνης φύσεως οὐρανὸν κατεσκεύασεν ἐπὶ γῆς ὁ πάλαι ποτὲ ἐξ ὑδάτων πήξας καὶ πρὸς ὕψος μετεωρίσας στερέωμα. Καὶ ὄντως οὗτος ἐκείνου πολὺ θειότερος καὶ παραδοξότερος· ὁ γὰρ ἐν ἐκείνῳ κατασκευάσας τὸν ἥλιον, ἐκ ταύτης διακαιοσύνης ἀνέτειλε ἥλιος. Δύο φύσεις, κἂν ἀκέφαλοι μαίνωνται, μία ὑπόστασις, κἂν Νεστόριοι διαρρήγνυνται. Τὸ γὰρ φῶς τὸ ἀίδιον τὸ ἐξ ἀιδίου φωτὸς προαιώνιον ἔχον τὴν ὕπαρξιν, τὸ ἄυλον καὶ ἀσώματον, ἐκ ταύτης σωματοῦται καὶ ὡς νυμφίος ἐκ παστοῦ προέρχεται καὶ θεὸς ὢν καὶ γηγενὴς γενόμενος ὕστερον ὡς γίγας τὴν ὁδὸν δραμεῖν τῆς ἡμετέρας ἀγαλλιάσεται φύσεως καὶ διὰ παθῶν ὁδεῦσαι πρὸς θάνατον καὶ δῆσαι τὸν ἰσχυρὸν καὶ διαρπάσαι αὐτοῦ τὰ σκεύη, τὴν ἡμετέραν φύσιν, καὶ πρὸς τὴν οὐράνιον γῆν ἀναγαγεῖν τὸ πλανώμενον πρόβατον.

Σήμερον ὁ τοῦ τέκτονος υἱός, ὁ παντεχνήμων λόγος τοῦ δι’ αὐτοῦ τὰ πάντα κατασκευάσαντος, ὁ βραχίων ὁ ἰσχυρὸς τοῦ θεοῦ τοῦ ὑψίστου, ὡς ἑαυτοῦ δακτύλῳ, τῷ πνεύματι, ἀμβλυθὲν τὸ σκέπαρνον ἀκονήσας τῆς φύσεως κατεσκεύασεν ἑαυτῷ ἔμψυχον κλίμακα, ἧς ἡ βάσις ἐπὶ γῆς ἐστήρικται, ἡ δὲ κεφαλὴ πρὸς αὐτὸν τὸν οὐρανόν, ἐφ’ ἧς θεὸς ἀναπέπαυται, ἧς τὸν τύπον Ἰακὼβ ἐθεάσατο, δι’ ἧς θεὸς καταβὰς ἀμεταβάτως. μᾶλλον δὲ συγκαταβὰς ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.

Ταῦτα γὰρ ἡ κατάβασις, ἡ συγκαταβατικὴ ταπείνωσις, ἡ ἐπὶ γῆς πολιτεία, ἡ τοῖς ἐπὶ γῆς δοθεῖσα αὐτοῦ ἐπίγνωσις. Ἐπὶ γῆς ἡ νοητὴ κλῖμαξ, ἡ παρθένος, ἐστήρικται· ἐκ γῆς γὰρ ἔχει τὴν γέννησιν. Ἡ δὲ κεφαλὴ πρὸς τὸν οὐρανόν· πάσης γὰρ γυναικὸς κεφαλὴ ὁ ἀνήρ, ἀλλ’, αὕτη ἐπεὶ ἄνδρα οὐκ ἔγνω, κεφαλὴ αὐτῆς ὁ θεὸς καὶ πατὴρ ἐχρημάτισε πνεύματι ἁγίῳ τὰς συναλλαγὰς ποιησάμενος καὶ οἱονεὶ θεῖον σπόρον πνευματικὸν τὸν ἑαυτοῦ υἱὸν καὶ λόγον, τὴν παντοδύναμον δύναμιν, ἐξαποστείλας. Εὐδοκίᾳ γὰρ πατρὸς οὐκ ἐκ συναφείας φυσικῆς, ἀλλ’ ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου ὑπερφυῶς ὁ λόγος σὰρξ ἀτρέπτως ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν· συνάφεια γὰρ θεοῦ πρὸς ἀνθρώπους διὰ πνεύματος ἁγίου γίνεται. Ὁ χωρῶν χωρείτω. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Ἔξω τῶν σωματικῶν γενώμεθα. Ἀπαθὲς τὸ θεῖον, ὦ ἄνθρωποι, καὶ ἀπαθῶς γεννήσας τὸ πρότερον φυσικῶς ἀπαθῶς τὸν αὐτὸν υἱὸν γεννᾷ καὶ τὸ δεύτερον οἰκονομικῶς. Καὶ μάρτυς Δαυίδ, ὁ θεοπάτωρ· Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. Τὸ δὲ σήμερον ἐπὶ τῆς προαιωνίου γεννήσεως χώραν οὐκ ἔχει· ἐκείνη γὰρ ἄχρονος.

Σήμερον ἡ κατ’ ἀνατολὰς ᾠκοδόμηται πύλη, δι’ ἧς Χριστὸς εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ ἔσται κεκλεισμένη πύλη, ἐν ᾗ Χριστὸς ἡ θύρα τῶν προβάτων· ἀνατολὴ ὄνομα αὐτῷ, δι’ οὗ τὴν πρὸς τὸν ἀρχίφωτον πατέρα προσαγωγὴν ἐσχήκαμεν. Σήμερον ἔπνευσαν αὖραι, χαρᾶς παγκοσμίου προάγγελοι. Εὐφραινέσθω ὁ οὐρανὸς ἄνωθεν καὶ ἀγαλλιάσθω ἡ γῆ, σαλευθήτω ἡ τοῦ κόσμου θάλασσα. Ἐν αὐτῇ γὰρ κόγχος γεννᾶται, ἥτις οὐρανόθεν ἐκ τῆς ἀστραπῆς τῆς θεότητος ἐν γαστρὶ ἕξει καὶ τέξεται τὸν πολύτιμον μαργαρίτην, Χριστόν, ἐξ ἧς ὁ βασιλεὺς τῆς δόξης τὴν τῆς σαρκὸς πορφύραν περιβαλλόμενος, τοῖς αἰχμαλώτοις ἐπιδημήσας κηρύξει ἄφεσιν. Σκιρτάτω ἡ φύσις· ἡ γὰρ ἀμνὰς τίκτεται, ἐξ ἧς ὁ ποιμὴν περιβαλεῖται τὸ πρόβατον καὶ τοὺς χιτῶνας διαρρήξει τῆς πάλαι νεκρώσεως. Χορευέτω ἡ παρθενία, ὅτι ἐτέχθη ἡ κατὰ τὸν Ἡσαΐαν παρθένος, ἥτις ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, τουτέστι μεθ’ ἡμῶν ὁ θεός.

Μεθ’ ἡμῶν ὁ θεός. Γνῶτε, Νεστόριοι, καὶ ἡττᾶσθε, ὅτι μεθ’ ἡμῶν ὁ θεός. Οὐκ ἄνθρωπος, οὐ πρέσβυς, ἀλλ’ αὐτὸς ὁ κύριος ἥξει καὶ σώσει ἡμᾶς. Εὐλογημένος ὁ ἐρχόμενος, θεὸς κύριος, καὶ ἐπέφανεν ἡμῖν. Συστησώμεθα ἑορτὴν ἐπὶ τῇ γεννήσει τῆς θεοτόκου. Εὐφραίνου. Ἄννα στείρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα. Ἀγάλλου, Ἰωακείμ, ὅτι ἐκ τῆς σῆς θυγατρὸς παιδίον ἐγεννήθη ἡμῖν, καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς, τῆς παγκοσμίου σωτηρίας ἄγγελος, θεὸς ἰσχυρός. Αἰσχυνέσθω Νεστόριος καὶ τιθέτω χεῖρα ἐπὶ στόματι. Τὸ παιδίον θεός, καὶ πῶς οὐ θεοτόκος ἡ τεκοῦσα; Εἴ τις οὐ θεοτόκον ὁμολογεῖ τὴν ἁγίαν παρθένον, χωρίς ἐστι τῆς θεότητος. Οὐκ ἐμὸς ὁ λόγος, καὶ ἐμὸς ὁ λόγος· κλῆρον γὰρ τοῦτον ἐκ θεολόγου πατρὸς Γρηγορίου θεολογικώτατον δέδεγμαι.